ἔκτασιν τὰς χεῖρας ἑαυτῶν τοῦ αἵματος τοῦ Χριστοῦ πλήρεις ἐπιδεικνυόντων. Οἱ γὰρ ἐπιμένοντες τῇ πωρώσει, τῆς πατρικῆς μιαιφονίας κληρονόμοι ὑπάρχουσι. Τὸ γὰρ αἷμα αὐτοῦ, φησὶν, ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
stretching forth showing their own hands full of the blood of Christ. For those who persist in their blindness are heirs of their fathers' blood-guiltiness. For His blood, it says, be upon us, and upon our children (Matt. 27:25).
2. Διὰ παντὸς τοίνυν μέμνησο τοῦ Θεοῦ, ἄνθρωπε, καὶ ἔχε τὸν φόβον αὐτοῦ ἐν τῇ καρδίᾳ σου, καὶ πάντας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. Μεγάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. Καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν τῇ σαρκὶ ταύτην ζωὴν, ἀγαθὴ ἔσται βοηθὸς ἡ προσευχή· καὶ ἀπερχομένοις ἐντεῦθεν, ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. Ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν· οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις, καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν, τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. Ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ, καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν, γινώσκων, ὅτι ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀποῤῥίψει ἡμᾶς εἰς τὸ παντελὲς, ἀλλ' ἔτι λαλούντων ἡμῖν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· Ἰδοὺ πάρειμι. Τίς γὰρ πιστεύων εἶναι πανταχοῦ τὸν Θεὸν, καὶ παρεἶναι τοῖς γινομένοις, καὶ ἑκάστῃ πράξει παρεστάναι, καὶ ταῖς βουλαῖς τῶν καρδιῶν ἐνορᾷν· ἢ τὴν ἔννοιαν τὴν πονηρὰν παραδέχεται, ἢ τελεσιουργεῖ τὸ κακόν; Ἀλλ' ἢ μὴ ἐφορᾷν τὸν Θεὸν, ἢ μὴ μέλειν αὐτῷ τῶν γινομένων ὑπολαμβάνοντες· οὕτως ὁρμῶσι πρὸς τὰς ἀνοσίας πράξεις οἱ ἄνθρωποι. Ἀρχὴ δὲ καθάρσεως τῇ ψυχῇ ἡσυχία, μήτε γλώσσης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνδρῶν, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκε. Νοῦς γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαφορούμενος, ἐπάνεισι μὲν πρὸς ἑαυτὸν, δι' ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενος, καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει· μήτε πρὸς τροφῆς φροντίδα, μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος· ἀλλὰ σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι.
2. Continually, therefore, remember God, O man, and have the fear of Him in your heart, and take all men into the fellowship of your prayers. For great also is the help of those who are able to entreat God. For both while we live this life in the flesh, prayer will be a good helper; and when we depart hence, a lasting provision for the journey towards the age to come. And just as solicitude is a good thing, so again despondency and despair, and being hopeless towards salvation, are among the things that harm the soul. Hope, therefore, in the goodness of God, and await His succour, knowing that if we turn back to Him well and genuinely, not only will He not cast us off utterly, but while we are still speaking the words of prayer He will say: Behold, here I am (Isa. 58:9). For who, believing that God is everywhere, and is present at the things taking place, and stands beside every action, and looks into the counsels of hearts, either admits the wicked thought, or accomplishes the evil? Rather, supposing either that God does not look on, or that the things taking place are of no concern to Him, thus do men rush towards unholy actions. Now the beginning of purification for the soul is quietness, neither the tongue speaking the affairs of men, nor the eyes looking around at fair complexions and proportions of bodies, nor the hearing relaxing the tension of the soul in listenings to melodies composed for pleasure, nor in words of witty and jesting men, which by nature especially loosens the tension of the soul. For a mind not scattered abroad upon the things outside, nor dispersed through the senses upon the world, returns indeed unto itself, and through itself ascends towards the thought concerning God; and being shone around by that beauty, it receives forgetfulness even of its own nature; having the soul dragged down neither towards thought of food, nor towards care of clothing; but keeping leisure from earthly cares, it transfers all its own zeal unto the acquisition of the eternal goods.
3. Μὴ οὖν καταδέξῃ διὰ τῆς κατὰ τὸν ὕπνον ἀναισθησίας τὸ ἥμισυ τῆς ζωῆς ἀχρειοῦν· ἀλλὰ μεριζέσθω σοι τῆς νυκτὸς ὁ χρόνος εἴς τε ὕπνον καὶ προσευχήν· ἀλλὰ καὶ οἱ ὕπνοι αὐτοὶ μελέτημα ἔστωσαν τῆς εὐσεβείας. Πεφύκασι γάρ πως αἱ καθ' ὕπνον φαντασίαι, ὡς τὰ πολλὰ, ἀπηχήματα εἶναι τῶν μεθημερινῶν φροντίδων. Τί δὲ μακαριστότερον ἀνθρώπου, τοῦ εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντος, καὶ ὕμνοις καὶ ᾠδαῖς γεραίροντος τὸν κτίσαντα; εἶτα ἡλίου καθαρῶς ἐπιλάμψαντος ἐπ' ἔργα τρεπομένου, πανταχοῦ αὐτῷ τῆς εὐχῆς συμπαρούσης, καὶ
3. Do not, therefore, consent to render useless the half of life through the insensibility of sleep; but let the time of night be divided for you both into sleep and into prayer; nay, let even the slumbers themselves be an exercise of piety. For the imaginations in sleep are somehow by nature, for the most part, echoes of our daytime cares. And what is more blessed than a man who, immediately as the day begins, hastens unto prayers, and honours the Creator with hymns and songs; and then, when the sun has shone forth brightly, turns to his works, prayer being present with him everywhere, and