καὶ εἰς τὸ ἀληθινὸν ἄνθος τῆς νεότητος επανερχεται; Τοσούτων ἀγαθῶν καὶ τηλικούτων, ἄθλιε, προτιμοτέραν ἄγεις τὴν ἡδονήν; Νοῶ γάρ σου τὴν ὑπέρθεσιν, κἂν περιστέλλῃ τοῖς ῥήμασιν· αὐτὰ βοᾷ τὰ πράγματα, κἂν τῇ φωνῇ σιωπᾷς· Ἔασον ἀποχρήσωμαι τῇ σαρκὶ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰσχρῶν, ἐγκυλισθῶ τῷ βορβόρῳ τῶν ἡδονῶν, αἱμάξω τὰς χεῖρας, ἀφέλωμαι τὰ ἀλλότρια, δολίως πορευθῶ, ἐπιορκήσω, ψεύσωμαι· καὶ τότε ἡ μετάνοια, ὅταν λῆξίν ποτε τῶν κακῶν ὑποδέξωμαι. Εἰ μὲν οὖν καλὸν ἡ ἁμαρτία, φύλασσε ταύτην εἰς τέλος· εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς ὀλεθρίοις; Οὐ βλέπει Θεὸς τὰ γινόμενα; ἢ οὐ νοεῖ σου τὰ ἐνθυμήματα; ἢ συνεργάζεταί σου ταῖς ἀνομίαις; Ὑπέλαβες γὰρ ἀνομίαν, φησὶν, ὅτι ἔσομαί σοι ὅμοιος. Σὺ δὲ ἀνδρὸς μὲν θνητοῦ φιλίαν πραγματευόμενος, δι' εὐεργεσίας αὐτὸν προσάγῃ, ἐκεῖνα λέγων καὶ πράττων, οἷσπερ ἂν αὐτὸν αἴσθῃ χαίροντα· Θεῷ δὲ προσοικειούμενος, καὶ εἰς τὴν τοῦ υἱοῦ τάξιν ἐλπίζων παραδεχθήσεσθαι, τὰ ἐχθρὰ τῷ Θεῷ πράττων, καὶ διὰ τῆς τοῦ νόμου παραβάσεως ἀτιμάζων αὐτόν· ἐξ ὧν μάλιστα προσκρούεις, ἐκ τούτων ἐλπίζεις τὴν οἰκειότητα; Ὅρα, μὴ ἐπ' ἐλπίδι τῆς ἀπολυτρώσεως, πλῆθος κακῶν σεαυτῷ συλλεξάμενος, τὴν μὲν ἁμαρτίαν ἀθροίσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύχῃς. Θεὸς οὐ μυκτηρίζεται. Μὴ ἐμπορεύου τὴν χάριν. Μὴ εἴπῃς· Καλὸς μὲν ὁ νόμος, ἀλλ' ἡδίων ἡ ἁμαρτία. Ἡδονὴ ἄγκιστρόν ἐστι τοῦ διαβόλου, πρὸς ἀπώλειαν ἕλκον. Ἡδονὴ, μήτηρ τῆς ἁμαρτίας· ἡ δὲ ἁμαρτία τὸ κέντρον ἐστὶ τοῦ θανάτου. Ἡδονὴ, τροφὸς τοῦ αἰωνίου σκώληκος· ἣ πρὸς καιρὸν μὲν καταλεαίνει τὸν ἀπολαύοντα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖται τὰς ἀναδόσεις. Τί ποιεῖς, ἄνθρωπε; Ὅτε δυνατὸς εἶ ἐν ἔργοις, τὴν νεότητά σου ταῖς ἁμαρτίαις προσαναλίσκεις. Ὅταν ἀποκάμῃ τὰ ὄργανα, τότε προσάγεις αὐτὰ τῷ Θεῷ, ὅτε εἰς οὐδὲν αὐτοῖς ἔστι χρήσασθαι, ἀλλ' ἀνάγκη κεῖσθαι, διὰ τὸν ἐκ τοῦ χρόνου μαρασμὸν, παραλυθέντος τοῦ τόνου. Ἡ ἐν γήρᾳ σωφροσύνη, οὐ σωφροσύνη, ἀλλ' ἀκολασίας ἀδυναμία. Νεκρὸς οὐ στεφανοῦται· οὐδεὶς δίκαιος, δι' ἀδυναμίαν κακοῦ. Ἕως ἔστι σοι δύναμις, λόγῳ κράτει τῆς ἁμαρτίας· τοῦτο γάρ ἐστιν ἀρετὴ, ἔκκλισις ἀπὸ κακοῦ, καὶ ποίησις ἀγαθοῦ. Ἡ δὲ ἀργία τῆς πονηρίας οὔτε ἐπαίνων αὐτὴ καθ' ἑαυτὴν, οὔτε κολάσεων ἀξιοῦται. Ἐὰν δι' ἡλικίαν παύσῃ τῆς ἁμαρτίας, τῆς ἀσθενείας ἡ χάρις. Ἐπαινοῦμεν δὲ τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς, οὐ τοὺς ὑπό τινος ἀνάγκης ἐξειργομένους. Τίς δέ σοι τὸν ὅρον τῆς ζωῆς ἔπηξε; τίς σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισε; τίς οὕτως ἀξιόπιστος παρὰ σοὶ τῶν μελλόντων ἐγγυητής; Οὐχ ὁρᾷς νήπια ἀναρπαζόμενα, τοὺς ἐν ἡλικίᾳ ἀπαγομένους; Οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος. Τί ἀναμένεις πυρετοῦ σοι δῶρον γενέσθαι τὴν μετάνοιαν, ὅτε οὐδὲ φθέγξασθαι δυνήσῃ τὰ τῆς ἐξομολογήσεως σωτήρια ῥήματα· τάχα δὲ οὐδὲ ἀκοῦσαι καθαρῶς ἐπιτραπήσῃ,
and returns to the true flower of youth? Than so many and so great blessings, O wretched man, do you count pleasure more preferable? For I understand your postponement, even though you cloak it with words; the deeds themselves cry aloud, even though you keep silent with your voice: Let me use my flesh to the full for the enjoyment of shameful things, let me wallow in the mire of pleasures, let me blood-stain my hands, let me take away what belongs to others, let me walk deceitfully, let me swear falsely, let me lie; and then repentance, when at last I receive a cessation from evils. If, then, sin is a good thing, keep it to the end; but if it is harmful to him who does it, why do you continue in things that are ruinous? Does God not see the things that come to pass? Or does He not understand your thoughts? Or does He cooperate with your iniquities? For you supposed iniquity, He says, that I shall be like unto you (Ps. 49:21). When you are pursuing the friendship of a mortal man, you win him over through benefaction, saying and doing those things wherewith you perceive him to rejoice; yet when seeking intimacy with God, and hoping to be received into the rank of a son, doing the things that are hostile to God, and dishonouring Him through the transgression of the law—do you hope for intimacy from the very things whereby you most offend? Take heed, lest in hope of redemption, having collected a multitude of evils for yourself, you heap up sin, and fail of forgiveness. God is not mocked (Gal. 6:7). Do not traffic in grace. Do not say: The law indeed is good, but sin is sweeter. Pleasure is the hook of the devil, drawing unto destruction. Pleasure is the mother of sin; and sin is the sting of death (1 Cor. 15:56). Pleasure is the nurse of the eternal worm; which for a season smooths over him who enjoys it, but afterwards produces eruptions of bitterer gall. What are you doing, O man? While you are strong in works, you spend your youth upon sins. When the organs are worn out, then you offer them to God, when it is possible to use them for nothing, but they must needs lie idle through the wasting of time, their vigour being paralysed. Temperance in old age is not temperance, but inability for licentiousness. A dead man is not crowned; no one is righteous because of inability for evil. While you have strength, master sin by reason; for this is virtue, turning away from evil, and doing good. But inactivity in wickedness is of itself counted worthy neither of praises nor of punishments. If because of age you cease from sin, the thanks belong to weakness. For we praise those who are good by choice, not those who are debarred by some necessity. And who fixed for you the limit of life? Who appointed for you the set term of old age? Who is so trustworthy a surety of future things with you? Do you not see infants snatched away, those in prime of life led off? Life does not have a single set term. Why do you wait for repentance to become a gift to you from a fever, when you will not even be able to utter the saving words of confession, and perhaps will not even be permitted to hear clearly,