φειν αὐτοὺς, ἀλλὰ τὴν δικαίαν καὶ φιλάνθρωπον καρποφορίαν παρ' ἡμῶν ζητῶν, εἰς ἡμετέραν εὐεργεσίαν. Ἐλεημοσύνη ἐξ ἀδικίας οὐ γίνεται, οὐδὲ ἐκ κατάρας εὐλογία, οὐδὲ ἐκ δακρύων εὐεργεσίαι. Κενοδοξίαι τὰ τοιαῦτα, καὶ πρὸς τοὺς ἐξ ἀνθρώπων ἐπαίνους, οὐ πρὸς τὸν ἔπαινον τὸν ἐκ Θεοῦ. Ἐὰν γὰρ, ὡς Θεοῦ τὴν ἐλεημοσύνην ὁρῶντος, ποιῇς αὐτὴν, φυλάξῃ μὴ ποιεῖν ἐκ πλεονεξίας, εἰδὼς ὅτι τὸν ἐπόπτην Θεὸν οὐκ εὐφραίνεις. Οὕτως οὖν ἐλεημοσύνην ποιῶμεν, ἵνα ἀπολάβωμεν παρὰ Θεοῦ· ἀποδίδωσι δὲ ὁ Θεὸς ἐκείνοις, οὓς ἐπαινεῖ, ἐπαινεῖ δὲ πλεονέκτην οὐδένα. Μὴ πλανᾶσθε· οὐκ ἄλλως ἀποδέξεται Χριστὸς τὰς εἰς τοὺς πτωχοὺς φιλοτιμήσεις, εἰ μὴ λυθεῖεν αἱ κατὰ τῶν ἀδικηθέντων πλεονεξίαι. Οὕτως ὁ Κύριος ἀπεδέξατο τοῦ Ζακχαίου τὴν ὀρθότητα, καὶ ἔφη· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο· ὅτι προθέμενος ἀποδοῦναι τετραπλάσιον, εἴ τι ἐσυκοφάντησεν, οὕτω τῶν ὑπολειπομένων χρημάτων τὰ ἡμίση πτωχοῖς ἀπεμέρισεν. Ἤδει γὰρ ὅτι Χριστὸν ὑποδέξασθαι βούλεται. Δῶμεν τοιγαροῦν ἐξουσίαν, ἀδελφοὶ, ὑπερκεθῆναι βουλομένῳ πρὸς τοὺς δεομένους τῷ πλούτῳ· μὴ παραδράμωμεν τοὺς ἐν ὀφθαλμοῖς ἡμῶν ἔτι καὶ νῦν κειμένους Λαζάρους· μηδὲ τῶν ψιχίων τῆς ἡμετέρας τραπέζης ἀρκούντων αὐτοῖς εἰς κόρον βασκήνωμεν, μηδὲ τὸν ἀνήμερον ἐκεῖνον ζηλώσαντες πλούσιον, πρὸς τὴν αὐτὴν ἐκείνῳ τῆς γεέννης φλόγα μετέλθωμεν. Ἐπεὶ πολλὰ μὲν τοῦ Ἀβραὰμ δεηθησόμεθα τότε, πολλὰ δὲ ἑκάστου τῶν βεβιωκότων καλῶς· οὐδὲν δὲ ἔσται κέρδος ἡμῖν τῆς βοῆς. Ἀδελφὸς γὰρ οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἐρεῖ δὲ ἕκαστος ἐκείνων ἡμῖν κεκραγώς· Μὴ ζήτει φιλανθρωπίαν, ἣν αὐτὸς ἐφ' ἑτέρων ἠγνόησας, μηδὲ βούλου λαβεῖν οὕτω μεγάλα, σὺ τῶν ἐλαττόνων φεισάμενος· ἀπόλαυε τούτων ὧν ἐν τῷ βίῳ συνέλεξας. Δάκρυε νῦν, ἐπειδὴ τότε δακρύοντα τὸν ἀδελφὸν ὁρῶν οὐκ ἠλέησας. Ταῦτα ἐροῦσι, καὶ δικαίως, ἡμῖν. Δέδοικα δὲ ἐγὼ, μὴ καὶ πικροτέροις ἡμᾶς τούτων βάλωσι ῥήμασιν, ἐπειδὴ καὶ νικῶμεν ἐκεῖνον, ὡς ἴστε, τῇ πονηρίᾳ τὸν πλούσιον. Ὅτι κόλακες μὲν καὶ παράσιτοι, μετὰ τὸ λαμπρῶς ἑστιαθῆναι παρ' ἡμῖν, καὶ τὰς χεῖρας πεπληρωμένας πολυτελῶν δώρων κατάγουσι, καὶ μανθάνουσι παρ' ἡμῶν, ὅτι λυσιτελεῖ μᾶλλον τῶν ἀρετῶν τὰ τοιαῦτα μετιέναι καὶ πράττειν αὐτοῖς. Εἰ δὲ παρασταίη πένης ἡμῖν, μόλις ὑπὸ τοῦ λιμοῦ φθεγγόμενος, ἀποστρεφόμεθα, μετὰ σπουδῆς ἀποτρέχομεν, ὥσπερ δεδοικότες, μὴ καὶ τῆς δυσπραγίας αὐτῆς ἐκ τοῦ σχολαίτερον βαδίσαι μετάσχωμεν. Καὶ ει μὲν εἰς γῆν νεύσοι τὴν συμφορὰν αἰσχυνόμενος, ὑποκρίσεως εἶναι λέγομεν ἐργάτην αὐτόν· εἰ δὲ μετὰ παῤῥησίας προσβλέψοι διὰ τὸ βαρὺ τοῦ λιμοῦ κέντρον ἡμᾶς, ἀναιδῆ πάλιν καλοῦμεν καὶ βίαιον. Καὶ εἰ μὲν τύχοι καλυπτόμενος ὑγιέσιν ἐσθήμασι δεδωκότος τινὸς, ὡς ἄπληστον ἀπελαύνομεν, καὶ ὀμνύμεθα προσποιεῖσθαι πενίαν αὐτόν· εἰ
ish them, but seeking from us the righteous and humane fruitfulness, for our own benefit. Almsgiving does not arise out of injustice, nor blessing out of a curse, nor benefactions out of tears. Such things are vainglory, and look towards praises from men, not towards the praise that is from God. For if you perform almsgiving as with God beholding it, you will beware of doing it out of covetousness, knowing that you do not gladden the all-seeing God. Thus, then, let us perform almsgiving, so that we may receive back from God; for God repays those whom He praises, and He praises no covetous man. Do not be deceived: Christ will not otherwise accept your munificence towards the poor, unless your extortions against those who have been wronged are dissolved. Thus the Lord accepted the uprightness of Zacchaeus, and said: Today salvation has come to this house (Luke 19:9); because, having resolved to restore fourfold if he had extorted anything falsely, he thus distributed half of his remaining goods to the poor. For he knew what it means to wish to receive Christ. Let us therefore give leave, brethren, to wealth that wishes to be poured out upon the needy; let us not pass by the Lazaruses who even now lie before our eyes; nor let us begrudge them the crumbs from our table which suffice to satisfy them, nor, emulating that pitiless rich man, depart to the same flame of Gehenna as he (Luke 16:20-24). Since we shall entreat Abraham much then, and much each of those who have lived well; yet there will be no profit to us from our cry. For a brother does not redeem; shall a man redeem (Ps. 48:8)? And each of them, crying out, will say to us: Do not seek humanity, which you yourself ignored in the case of others, nor wish to receive such great things, when you spared the lesser; enjoy those things which you collected in life. Weep now, since when you saw your brother weeping then, you showed no mercy. These things they will say to us, and justly. Yet I fear lest they cast at us words even more bitter than these, since, as you know, we even surpass that rich man in wickedness. Because flatterers and parasites, after being splendidly feasted at our house, also carry away their hands filled with costly gifts, and learn from us that it is more profitable for them to pursue and practise such things than virtues. But if a poor man stands beside us, barely uttering a sound from hunger, we turn away, we run off in haste, as if fearing lest we too should share in his misfortune itself by walking more slowly. And if he bends his head to the ground, ashamed of his calamity, we say that he is a worker of hypocrisy; whereas if he looks at us frankly on account of the heavy sting of hunger, we in turn call him shameless and violent. And if he happens to be covered in sound garments which someone has given him, we drive him away as insatiable, and swear that he is feigning poverty; whereas if