Migne Reading Room

PG 32 · cols. 1168–1177 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1168Read from the page
δὲ σκεπάζοιτο σεσηπόσι ῥακίοις, ὡς ὀδωδότα πάλιν διώκομεν. Καὶ οὔτε τὸ τοῦ κτίσαντος ὄνομα ταῖς ἱκετηρίαις ἐκεῖνος ἀναμιγνὺς, οὔτε τὸ μὴ τοιούτοις πάθεσι περιπεσεῖν ἡμᾶς ἐξορκῶν συνεχῶς, δύναται τὴν ἀνελεῆ κάμψαι προαίρεσιν. Διὰ ταῦτα ὑφορῶμαι βαρύτερον τῆς γεέννης τὸ πῦρ, ἤπερ ἐκεῖνος ὁ τὸν Λάζαρον ὑπεριδὼν πλούσιος. Ἵνα δὲ μὴ τοῦτο γένηται, τῷ ἐλέῳ τὸν ἔλεον προσκτησώμεθα, ὅπως καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
he is covered in rotten rags, we again chase him away as foul-smelling. And neither by mingling the name of the Creator with his supplications, nor by continually adjuring us that we may not fall into such sufferings, is that man able to bend our merciless resolve. On account of these things I dread a heavier fire of Gehenna than did that rich man who despised Lazarus. But that this may not come to pass, let us acquire mercy for ourselves by mercy, so that we too may attain the eternal blessings in Christ Jesus our Lord, to Whom be glory and dominion together with His unoriginate Father and the life-giving Spirit, now and always, and unto the ages of ages. Amen.
ΠΕΡΙ ΠΛΟΥΤΟΥ ΚΑΙ ΠΕΝΙΑΣ.
ON WEALTH AND POVERTY.
ΛΟΓΟΣ Εʹ.
DISCOURSE V.
1. Τὰ φρέατα εξαντλούμενα, εὐροώτερα γίνεται· καὶ πλούτου τὸ μὲν στάσιμον, ἄχρηστον· τὸ δὲ κινούμενον καὶ μεταβαῖνον, κοινωφελές τε καὶ ἔγκαρπον. Καὶ θαυμάζειν μοι ἔπεισι, πῶς μετὰ τὴν περιττὴν καὶ ἄχρηστον τῶν ἀναλωμάτων ἐπίνοιαν, ἐπειδὰν εἰς μυρία διασπασθεὶς ὁ πλοῦτος ἔτι περισσεύῃ, κατὰ γῆς ὠθεῖται παρὰ τοῦ ἔχοντος, καὶ ἐν ἀποῤῥήτοις φυλάσσεται. Βαβαί! ὅτε οὐκ ἠδυνήθη ταῖς μυρίαις ἐπινοίαις ἐκδαπανῆσαι τὸν πλοῦτον, τότε αὐτὸν εἰς τὴν γῆν ἀπεκρύψατο. Καὶ δοκεῖ μοι τὸ πάθος τῆς τοῦ πλουσίου ψυχῆς τῷ τῶν γαστριμάργων προσεοικέναι, οἳ διαῤῥαγῆναι μᾶλλον ὑπὸ λαιμαργίας αἱροῦνται, ἤ τι τῶν λειψάνων μεταδοῦναι τοῖς ἐνδεέσι. Τοιοῦτος ὁ ἐν τῷ Εὐαγγελίῳ πλούσιος. Παρέστησαν οἱ τὴν ψυχὴν ἀπαιτοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ ψυχῇ διελέγετο. Ταύτῃ τῇ νυκτὶ παρελαμβάνετο, καὶ εἰς ἔτη πολλὰ τὴν ἀπόλαυσιν ἐφαντάζετο. Μανία δεινή· ἕως μὲν ἐν μετάλλοις ἦν ὁ χρυσὸς, ἀνηρεύνα τὴν γῆν· ὅτε φανερὸς ἐγένετο, πάλιν αὐτὸν ἐν τῇ γῇ ἀφανίζει. Εἶτ' οἶμαι συμβαίνειν τῷ κατορύσσοντι τὸν πλοῦτον, συγκατορύσσειν καὶ τὴν καρδίαν· Ὅπου γὰρ ὁ θησαυρός σου, φησὶν, ἐκεῖ καὶ ἡ καρδία. Δεῦρο οὖν, ποικίλως διάθου τὸν πλοῦτον, ὦ πλούσιε. Μὴ βαρύτιμος ἔσο· μὴ ἀνάμενε σιτοδείαν, ἵνα ἀνοίξῃς σιτοδοχεῖα· μὴ λιμὸν ἐκδέχου διὰ χρυσὸν, μὴ κοινὴν ἔνδειαν δι' εὐπορίαν ἰδίαν. Μὴ γίνου κάπηλος συμφορῶν ἀνθρωπίνων· μὴ τὴν ὀργὴν τοῦ Θεοῦ καιρὸν ποιήσῃς περιουσίας χρημάτων. Σὺ γὰρ πρὸς μὲν τὸν χρυσὸν ἀποβλέπεις, τὸν δὲ ἀδελφόν σου οὐ προσβλέπεις· καὶ τοῦ μὲν νομίσματος ἐπιγινώσκεις τὸ χάραγμα,
1. Wells, when drawn from, flow more freely; and of wealth, that which stands still is useless, whereas that which moves and passes from hand to hand is both of common benefit and fruitful. And it comes upon me to wonder how, after the superfluous and useless devising of expenses, whenever wealth, though torn into ten thousand pieces, still abounds, it is thrust under the earth by its possessor and guarded in secret places. Oh, strange! When he could not exhaust his wealth by his ten thousand devices, then he hid it away in the earth. And the passion of the rich man's soul seems to me to resemble that of gluttons, who choose rather to burst from voracity than to share any of their leavings with the needy. Such was the rich man in the Gospel. Those who demanded his soul stood beside him, and he was conversing with his soul about meats. That very night he was being taken away, and he was imagining enjoyment for many years. Terrible madness: so long as the gold was in the mines, he searched the earth; when it became manifest, he again hides it out of sight in the earth. Then I think it happens to him who buries his wealth that he buries his heart along with it; For where your treasure is, He says, there is your heart also (Matt. 6:21). Come then, dispose of your wealth in manifold ways, O rich man. Do not be exorbitantly priced; do not wait for a dearth of corn in order to open your granaries; do not look out for famine on account of gold, nor general want on account of private abundance. Do not become a huckster of human calamities; do not make the wrath of God an occasion for a surplus of money. For you look towards the gold, but you do not look upon your brother; and you recognize the stamp of the coin,
Notes, col. 1168

On the reading

Printed εξαντλούμενα, for ἐξαντλούμενα.

PG 32:1169Read from the page
καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδηλον, τὸν δὲ ἀδελφὸν παρὰ τὴν χρείαν παντελῶς ἀγνοεῖς. Καὶ ἡ μὲν εὐχροιά σε τοῦ χρυσοῦ ὑπερήδει, ὅσος δέ σοι ἀκολουθεῖ τοῦ ἐνδεοῦς ὁ στεναγμὸς, οὐ λογίζῃ.
and distinguish the counterfeit from the genuine, yet in the time of need you completely ignore your brother. And the fair hue of gold delights you exceedingly, yet how great a groaning of the needy follows you, you do not reckon.
2. Καὶ τίνα, φησὶν, ἀδικῶ, συνέχων τὰ ἐμαυτοῦ; Ποῖα, εἰπέ μοι, σαυτοῦ; πόθεν αὐτὰ λαβὼν εἰς τὸν βίον εἰσήνεγκας; Ὥσπερ ἂν εἴ τις ἐν θεάτρῳ θέαν καταλαβὼν, εἶτα ἐξείργοι τοὺς ἐπιόντας, ἴδιον ἑαυτοῦ κρίνων τὸ κοινῶς πᾶσι κατὰ τὴν χρῆσιν προκείμενον· τοιοῦτοί εἰσι καὶ οἱ πλούσιοι. Τὰ γὰρ κοινὰ προκατασχόντες, ἴδια ποιοῦνται διὰ τὴν πρόληψιν. Ἐπεὶ εἰ τὸ πρὸς παραμυθίαν τῆς ἑαυτοῦ χρείας ἕκαστος κομιζόμενος, τὸ περιττὸν ἠφίει τῷ δεομένῳ, οὐδεὶς μὲν ἂν ἦν πλούσιος, οὐδεὶς δὲ ἐνδεής. Οὐχὶ γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐ γυμνὸς πάλιν εἰς τὴν γῆν ὑποστρέφεις; Τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις· ἄθεος εἶ, μὴ γνωρίζων τὸν κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδωκότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν λόγον ἡμῖν δι' ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεὸς, ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; Διὰ τί σὺ μὲν πλουτεῖς, ἐκεῖνος δὲ πένεται; Ἢ πάντως ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν δέξῃ, κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ. Ἀλλ' ἀναγκαῖος ὁ πλοῦτος διὰ τοὺς παῖδας. Εὐπρόσωπος ἀφορμὴ πλεονεξίας αὕτη. Τοὺς γὰρ παῖδας προβάλλεσθε, τὴν δὲ καρδίαν πληροφορεῖτε. Μὴ αἰτιῶ τὸν ἀναίτιον· ἴδιον ἔχει Δεσπότην, ἴδιον οἰκονόμον· παρ' οὗ τὴν ζωὴν ἐδέξατο, παρ' αὐτοῦ τὰς ἀφορμὰς ἀναμενέτω τοῦ βίου. Μὴ τοῖς γεγαμηκόσιν οὐκ ἐγράφη τὰ Εὐαγγέλια; Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. Ὅτε ᾔτεις παρὰ τοῦ Θεοῦ τὴν εὐπαιδίαν, ὅτε ἠξίου γενέσθαι παίδων πατὴρ, ἄρα προσετίθεις τοῦτο, Δός μοι τέκνα, ἵνα παρακούσω τῶν ἐντολῶν σου; δός μοι τέκνα, ἵνα μὴ φθάσω εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; Τίς δὲ καὶ ἐγγυητὴς ἔσται τῆς τοῦ παιδὸς προαιρέσεως, ὅτι εἰς δέον χρήσεται τοῖς δοθεῖσι; πολλοῖς γὰρ ὁ πλοῦτος, ὑπηρέτης ἀκολασίας ἐγένετο. Ὅρα οὖν, μὴ μετὰ μυρίων πόνων τὸν πλοῦτον ἀθροίσας, ὕλην ἁμαρτημάτων ἑτέροις παρασκευάσῃς, εἶτα εὑρεθῇς διπλᾷ τιμωρούμενος, ὧν τε αὐτὸς ἠδίκησας, καὶ ὧν ἕτερον ἐφωδίασας. Οἱ μὲν γὰρ παῖδες παρὰ γονέων μηδὲν δεξάμενοι, ἑαυτοῖς πολλάκις οἴκους ἐποίησαν· ἡ ψυχὴ δὲ παρὰ σοῦ ἐγκαταλειφθεῖσα, παρὰ τίνος ἐλεηθήσεται; Τί τοίνυν τοσοῦτον ἐπτόησαι περὶ τὸν χρυσόν;
2. And whom, he says, do I wrong by keeping my own things? What things, tell me, are your own? Whence did you take them and bring them into life? Just as if someone, having seized a seat in a theatre, should then shut out those who come in afterwards, judging that which is set forth in common for all according to use to be his own private property: such also are the rich. For having preoccupied the common goods, they make them their own through preoccupation. Since if each one, taking what is for the relief of his own need, left the surplus to the needy, no one would be rich, and no one would be in want. Did you not fall naked from the womb? Do you not return naked again to the earth (Job 1:21)? Whence, then, are the things at present yours? If you say from chance, you are godless, neither recognizing the Creator nor feeling gratitude towards the Giver; but if you confess that they are from God, tell us the reason for which you received them. Is God unjust, Who distributes the things of life to us unequally? Why are you rich, while that man is poor? Assuredly, is it not so that you too may receive the reward of kindness and faithful stewardship, and that he may be honoured with the great prizes of patience? But wealth is necessary on account of the children. This is a specious pretext for covetousness. For you put forward your children, while you satisfy your own heart. Do not blame the guiltless: he has his own Master, his own Steward; from Him from Whom he received life, from Him let him await the resources of life. Were the Gospels not written for the married? If you wish to be perfect, sell your possessions, and give to the poor (Matt. 19:21). When you asked from God the blessing of children, when you prayed to become a father of children, did you add this: Give me children, so that I may disobey Thy commandments; give me children, so that I may not attain to the kingdom of heaven? And who will be surety for the child's purpose, that he will use what is given for what is needful? For to many, wealth has become a servant of licentiousness. See to it, therefore, lest after gathering wealth with ten thousand labours, you prepare material for sins for others, and then be found punished twofold, both for the things wherein you yourself acted unjustly, and for those wherewith you supplied another. For children who have received nothing from their parents have oftentimes built houses for themselves; but your soul, once neglected by you, by whom shall it be pitied? Why then are you so fluttered with excitement about gold?
3. Τίς καλλωπιστὴς ἠδυνήθη μίαν ἡμέραν τῷ βίῳ προσθεῖναι; τινος ἐφείσατο θάνατος διὰ τὸν πλοῦτον; τίνος ἀπέσχετο νόσος διὰ τὰ χρήματα; Ἕως
3. What embellisher of his person has been able to add a single day to his life? Whom has death spared on account of wealth? From whom has disease held back on account of money? How
Notes, col. 1169

On the reading

Printed ἠξίου, for ἠξίους.

Printed τινος, for τίνος.

PG 32:1172Read from the page
πότε χρυσὸς, τῶν ψυχῶν ἡ ἀγχόνη, τοῦ θανάτου τὸ ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ; Ἕως πότε πλοῦτος, ἡ τοῦ πολέμου ὑπόθεσις, δι' ὃν ἀκονᾶται ξίφη, δι' ὃν συγγενεῖς ἀγνοοῦσι τὴν φύσιν, καὶ ἀδελφοὶ κατ' ἀλλήλων φονικὸν βλέπουσι; Τίς ἐστιν ὁ ψεύδους πατήρ; τίς ὁ πλαστογραφίας δημιουργός; τίς ὁ τὴν ἐπιορκίαν γεννήσας; Οὐχ ὁ πλοῦτος; οὐχ ἡ περὶ τοῦτον σπουδή; Τί πάσχετε, ὦ ἄνθρωποι, τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ' ὑμῶν ἐπιβουλὴν περιέστρεψε; Μὴ γὰρ ἐφόδια κακῶν ἐδόθη τὰ χρήματα, λύτρον ψυχῆς; μὴ γὰρ ἀφορμὴ ἀπωλείας; εἰ μὲν γὰρ ἐφόδιον πρὸς ἀδικίαν ὁ πλοῦτος, ἐλεεινὸς ὁ πλουτῶν· εἰ δὲ ὑπηρεσία πρὸς ἀρετὴν, οὐκ ἔχει χώραν ἡ βασκανία, κοινῆς τῆς ἀπ' αὐτοῦ ὠφελείας ἅπασι προκειμένης. Διὰ τοῦτο προσήκει ἀπόντα τε μὴ ποθεῖν τὸν πλοῦτον, καὶ παρόντος, μὴ τῷ κεκτῆσθαι μᾶλλον φρονεῖν, ἢ τῷ εἰδέναι αὐτὸν διατίθεσθαι. Τὸ γὰρ τοῦ Σωκράτους εὖ ἔχει· ὃς, μέγα φρονοῦντος πλουσίου ἀνδρὸς ἐπὶ τοῖς χρήμασιν, οὐ πρότερον αὐτὸν θαυμάσειν ἔφη, πρὶν ἂν καὶ ὅτι κεχρῆσθαι τούτοις ἐπίσταται πειραθῆναι. Ὁ γὰρ πλοῦτος καὶ ἡ ὑγίεια, ὑπηρεσία πολλάκις πρὸς ἁμαρτίαν τοῖς κακῶς χρωμένοις τούτων ἑκάστῳ γίνεται. Πενία δὲ μετὰ ἀληθείας, πάσης ἀπολαύσεως τοῖς σωφρονοῦσι τιμιωτέρα.
long shall there be gold, the noose of souls, the hook of death, the bait of sin? How long wealth, the cause of war, through which swords are sharpened, through which kinsfolk ignore nature, and brothers look murderously against one another? Who is the father of falsehood? Who is the artificer of forgery? Who is he that begot perjury? Is it not wealth? Is it not the zeal for it? What ails you, O men; who has turned your own possessions into a plot against you? For was money, the ransom of a soul, given as supplies for evils? Was it given as an occasion of destruction? For if wealth is a supply for injustice, pitiable is the rich man; whereas if it is a service towards virtue, envy has no place, since the benefit from it is set forth in common for all. Therefore it is fitting neither to long for wealth when it is absent, nor, when it is present, to take pride in possessing it rather than in knowing how to dispose of it. For that saying of Socrates is well: who, when a rich man was priding himself greatly upon his money, said that he would not admire him before he had also tested by experience that he knew how to use it. For wealth and health oftentimes become a service towards sin for those who use each of these badly. But poverty with truth is more precious than all enjoyment to the temperate.
4. Ἀλλ' οὐδὲν τούτων ἕκαστος ὑμῶν ἐννοεῖ· ἀλλ' ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κατακαμπτόμενον, πρὸ τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα ταπεινὸν, ἵνα κἂν δανείῳ τὴν ἀπορίαν παραμυθήσηται, οὐκ ἐλεεῖ παρ' ἀξίαν πράττοντα· ἀλλ' ἄκαμπτος ἕστηκε καὶ ἀμείλικτος, ἐξομνύμενος καὶ ἐπαρώμενος ἑαυτῷ, ἦ μὴν ἀπορεῖν παντελῶς καὶ περισκοπεῖν καὶ αὐτὸς, εἴ τινα εὕροι τῶν δανειζόντων, καὶ πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσκτησάμενος. Ἐπειδὰν δὲ ὁ ζητῶν τὸ δάνειον, τόκων μνησθῇ, καὶ ὑποθήκας ὀνομάσῃ· τότε καταβαλὼν τὴν ὀφρὺν, προσεμειδίασε, καί που καὶ πατρῴας φιλίας ἐμνήσθη, καὶ συνήθη εἶπε, καὶ φίλον· καὶ ὀψόμεθα, φησὶν, εἴπου τί ἐστιν ἡμῖν ἀποκείμενον ἀργύριον. Ἔστι δὲ παρακαταθήκη φίλου ἀνδρὸς ἐπ' ἐργασίᾳ παραθεμένου ἡμῖν. Ἀλλ' ἐκεῖνος μὲν βαρεῖς ἐν αὐτῷ τοὺς τόκους ὥρισεν· ἡμεῖς δὲ πάντως ἐπανήσομέν τι, καὶ ἐλάττοσι τόκοις δώσομεν. Τοιαῦτα κατασχηματιζόμενος, καὶ τοιούτοις λόγοις ὑποσαίνων καὶ δελεάζων τὸν ἄθλιον, γραμματείοις αὐτὸν προσκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ ἔτι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνδρὸς ἀφελόμενος ᾤχετο. Τί ποιεῖς, ἄθλιε; χρήματα καὶ πόρους ἐπιζητεῖς παρὰ τοῦ ἀπόρου; Εἰ πλουσιώτερόν σε ἀποφαίνειν ἐδύνατο, τί ἐζήτει παρὰ τὰς θύρας τὰς σάς; Ὢ τῆς συμφορᾶς! Ἐπὶ
4. Yet none of you considers any of these things; but seeing a man bowed down by necessity, supplicating before his knees, doing every humble thing so that he may relieve his distress at least by a loan, he does not pity him who fares undeservedly ill; but stands unbending and implacable, swearing off and invoking curses upon himself that he is himself altogether in want and looking around to see whether he might find someone who lends, and confirming the falsehood through oaths, acquiring perjury as an evil side-ware of his inhumanity. But whenever he who seeks the loan mentions interest and names pledges, then, letting down his brow, he smiles at him, and perhaps even recalls ancestral friendship, and calls him an acquaintance and a friend; and we shall see, says he, whether we have any silver laid by anywhere. There is a deposit of a friendly man who placed it with us for business. Yet he fixed the interest on it heavy; we, however, will certainly remit something, and will give it at lower interest. Feigning such things, and fawning upon and enticing the wretched man with such words, binding him fast besides with bonds, and taking away the man's freedom too in addition to his crushing poverty, he goes his way. What are you doing, wretched man? Do you seek money and revenues from the destitute? If he were able to make you richer, why was he seeking at your doors? Oh, the calamity! Coming for
PG 32:1173Read from the page
συμμαχίαν ἐλθὼν πολέμιον εὗρεν· ἀλεξιφάρμακα περιζητῶν, δηλητηρίοις ἐνέτυχε. Δέον παραμυθεῖσθαι τοῦ ἀνδρὸς τὴν πτωχείαν, σὺ δὲ πολυπλασιάζεις τὴν ἔνδειαν· ὥσπερ ἂν εἴ τις ἰατρῶν πρὸς κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ εἰς ὑγίειαν αὐτοὺς ἐπαναγαγεῖν, ὁ δὲ καὶ τὸ μικρὸν λείψανον τῆς δυνάμεως προσαφέλοιτο. Καὶ σὺ τοίνυν τὰς συμφορὰς τῶν ἀθλίων, ἀφορμὴν πόρων ποιῇ· καὶ ὥσπερ οἱ γεωργοὶ ὄμβρους εὔχονται εἰς πολυπλασιασμὸν τῶν σπερμάτων, οὕτω καὶ σὺ ἐνδείας καὶ ἀπορίας ἀνθρώπων ἐπιζητεῖς, ἵνα καὶ σοὶ ἐνεργὰ τὰ χρήματα γένηται.
an alliance, he found an enemy; searching round for antidotes, he met with poisons. Whereas you ought to relieve the man's poverty, you multiply his want; just as if some physician, going in to the sick, instead of bringing them back to health, should take away besides even the small remnant of their strength. And you, therefore, make the misfortunes of the wretched an occasion of revenues; and just as farmers pray for rains for the multiplication of seeds, so you too seek after the wants and distresses of men, so that your money may become productive for you.
5. Καὶ ὁ μὲν ζητῶν τὸ δάνεισμα, μέσος ἀμηχανίας ἀπειλημμένος, ὅταν μὲν πρὸς τὴν πενίαν ἀπίδῃ, ἀπογινώσκει τὴν ἔκτισιν· ὅταν δὲ πρὸς τὴν παροῦσαν ἀνάγκην, κατατολμᾷ τοῦ δανείσματος. Ὡς δὲ τὰ μὲν χρήματα ὑποῤῥεῖ, ὁ δὲ χρόνος προϊὼν τοὺς τόκους ἑαυτῷ συμπροάγει· οὐ νύκτες ἐκείνῳ ἀνάπαυσιν φέρουσιν, οὐχ ἡ ἡμέρα φαιδρὰ, οὐχ ὁ ἥλιος τερπνός· ἀλλὰ δυσχεραίνει τὸν βίον, μισεῖ τὰς ἡμέρας πρὸς τὴν προθεσμίαν ἐπειγομένας. Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ τῇ κεφαλῇ παριστάμενον· κἂν γρηγορῇ, ἔννοια αὐτῷ καὶ φροντὶς ὁ τόκος ἐστίν. Ἀλλ' ἔστιν εἰπεῖν καὶ πρὸς τὸν δανειζόμενον· Πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς· τουτέστι, μὴ ἐπ' ἀλλοτρίας πηγὰς βάδιζε, ἀλλ' ἐξ οἰκείων λιβάδων σύναγε σεαυτῷ τὰς παραμυθίας τοῦ βίου. Ἔχεις χαλκώματα, ἐσθῆτα, ὑποζύγιον, σκεύη παντοδαπά; ταῦτα ἀπόδου· πάντα προέσθαι κατάδεξαι, πλὴν τῆς ἐλευθερίας. Ἀλλ' αισχύνομαι αὐτὰ δημοσιεύειν, φησί. Τί οὖν, ὅτι μικρὸν ὕστερον ἄλλος αὐτὰ προκομίσει, καὶ ἀποκηρύξει τὰ σὰ, καὶ ἐπ' ὀφθαλμοῖς σοῖς ἐπευωνίζων αὐτὰ διαθέσεται; Βέλτιον ταῖς κατὰ μικρὸν ἐπινοίαις τὴν χρείαν παραμυθεῖσθαι, ἢ ἀθρόως ἐπαρθέντα τοῖς ἀλλοτρίοις, ὕστερον πάντων ὁμοῦ τῶν προσόντων ἀπογυμνοῦσθαι. Εἰ μὲν οὖν ἔχεις ὅθεν ἀποδῷς, τί οὐχὶ τὴν παροῦσαν ἔνδειαν ἐκ τούτων τῶν ἀφορμῶν διαλύεις; εἰ δὲ ἀπορεῖς πρὸς τὴν ἔκτισιν, κακὸν κακῷ θεραπεύεις. Πένης εἶ νῦν, ἀλλ' ἐλεύθερος· δανεισάμενος δὲ, οὔτε πλουτήσεις, καὶ τὴν ἐλευθερίαν ἀφαιρεθήσῃ. Δοῦλος τοῦ δεδανεικότος ὁ δανεισάμενος, καὶ δοῦλος μισθοφόρος, ἀπαραίτητον φέρων τὴν λειτουργίαν. Οἱ κύνες λαβόντες ἡμεροῦνται· ὁ δανειστὴς λαμβάνων προσερεθίζεται. Οὐ παύεται ὑλακτῶν, ἀλλὰ τὸ πλεῖον ἐπιζητεῖ. Ἐὰν ὀμνύῃς, ἀπιστεῖ· ἐρευνᾷ τὰ ἔνδον, τὰ συναλλάγματά σου πολυπραγμονεῖ. Ἐπὶ γαμετῆς καταισχύνει, ἐπὶ φίλων καθυβρίζει, ἐν ταῖς ἀγοραῖς ἄγχει, κακὸν συνάντημα ἑορτῆς, ἀβίωτόν σοι κατασκευάζει τὸν βίον. Ἀλλὰ μεγάλη, φησὶν, ἡ ἀνάγκη,
5. And he who seeks the loan, caught in the midst of helplessness, when he looks away to his poverty, despairs of repayment; but when he looks to his present necessity, he ventures rashly upon the loan. And as the money slips away, while advancing time brings the interest along with itself, nights bring him no rest, the day is not bright, the sun is not pleasant; but he is vexed with life, he hates the days hastening towards the appointed term. Even if he sleeps, in a dream he sees the lender, an evil vision standing by his head; and if he is awake, his thought and care is the interest. Yet one may say also to the borrower: Drink waters from your own vessels, and from the spring of your own wells (Prov. 5:15); that is, do not go to alien springs, but from your own streams gather for yourself the consolations of life. Have you bronze vessels, clothing, a beast of burden, utensils of every sort? Sell these; consent to part with everything except your freedom. But I am ashamed to bring them out in public, says he. What then, when a little later another will bring them forth, and will auction off your goods, and selling them cheap before your eyes will dispose of them? It is better by gradual contrivances to relieve your need, than, having been suddenly lifted up by the goods of others, afterwards to be stripped naked of all your possessions together. If, therefore, you have wherewithal to repay, why do you not dissolve your present want out of these resources? Whereas if you are at a loss for repayment, you are healing evil with evil. You are poor now, but free; whereas if you borrow, you will neither grow rich, and you will be deprived of your freedom. The borrower is a slave of the lender, and a hired slave, bearing an inexorable service. Dogs, when they receive, are tamed; the lender, when he receives, is provoked the more. He does not cease barking, but demands more. If you swear, he disbelieves; he searches what is inside, he pries into your dealings. Before your wife he puts you to shame, before your friends he insults you, in the marketplaces he throttles you, an evil encounter on a feast day, he renders life unlivable for you. But great, says he, is the necessity,
Notes, col. 1173

On the reading

Printed αισχύνομαι, for αἰσχύνομαι.

PG 32:1176Read from the page
καὶ οὐδείς μοι πόρος χρημάτων ἕτερος. Τί οὖν τὸ ὄφελος ἐκ τοῦ τὴν σήμερον ὑπερθέσθαι; Τὸ γὰρ δάνος οὐκ ἀπαλλαγὴν παντελῆ, ἀλλὰ μικρὰν ἀναβολὴν τῆς ἀμηχανίας παρέχεται. Μὴ δανεισάμενος μὲν ὁμοίως ἔσῃ πένης καὶ σήμερον, καὶ πρὸς τὸ ἐφεξῆς· καὶ νῦν μὲν οὐδεὶς ἐγκαλέσει σοι πτωχεύοντι· ἀκούσιον γὰρ τὸ κακόν· ἐὰν δὲ τόκοις ὑπεύθυνος ᾖς, οὐκ ἔστιν ὃς οὐ μέμψεταί σου τὴν ἀβουλίαν. Ἤδη βούλευσαι πόθεν ἀποτίσεις. Ἀφ' ὧν λαμβάνεις; ἀλλ' οὐκ ἐξαρκεῖ καὶ πρὸς τὴν χρείαν, καὶ πρὸς τὴν ἔκτισιν. Ἐὰν δὲ δὴ καὶ τοὺς τόκους λογίσῃ, πόθεν τὰ χρήματα εἰς τοσοῦτον πολυπλασιασθήσεται; Οὐδεὶς τραύματα τραύμασι θεραπεύει, οὐδὲ κακῷ τὸ κακὸν ἰᾶται. Πῶς οὖν διατραφῶ, φησίν; Ἔχεις χεῖρας, ἔχεις τέχνην· μισθάρνει, διακόνει· πολλαὶ ἐπίνοιαι τοῦ βίου, πολλαὶ ἀφορμαί. Ἀλλ' ἀδυνάτως ἔχεις; προσαίτει παρὰ τῶν κεκτημένων. Ἀλλὰ αἰσχρὸν τὸ αἰτεῖν; αἰσχρὸν μὲν οὖν τὸ δανεισάμενον ἀποστερεῖν. Εἶτα ὁ μύρμηξ μὲν δύναται, μὴ προσαιτῶν, μήτε δανειζόμενος, διατρέφεσθαι· καὶ μέλισσαι τὰ λείψανα τῆς οἰκείας τροφῆς βασιλεῦσι χαρίζονται, οἷς οὔτε χεῖρας, οὔτε τέχνας ἡ φύσις δέδωκε. Σὺ δὲ τὸ εὐμήχανον ζῶον ὁ ἄνθρωπος, μίαν τῶν πασῶν μηχανῶν οὐχ εὑρήσεις πρὸς τὴν τοῦ βίου διαγωγήν;
and I have no other source of money. What then is the benefit of putting off today? For the loan provides not a complete deliverance, but a slight postponement of helplessness. If you do not borrow, you will be equally poor both today and hereafter; and at present no one will reproach you for being poor, since the evil is involuntary; whereas if you become liable to interest, there is no one who will not blame your folly. Deliberate already whence you will repay. From the things you receive? Yet they do not suffice both for your need and for repayment. And if you also reckon the interest, whence will the money be multiplied to such an extent? No one heals wounds with wounds, nor cures evil with evil. How then shall I be fed, says he? You have hands, you have a craft; work for hire, serve; there are many contrivances of life, many resources. But are you unable? Beg from those who possess. But is it shameful to beg? Nay, rather, it is shameful to borrow and defraud. Then the ant is able, without begging and without borrowing, to support itself; and bees bestow the remnants of their own food upon their kings, to whom nature has given neither hands nor crafts. And will you, man, the resourceful animal, not find a single one of all contrivances for the conduct of life?
6. Πλούσιος εἶ; μὴ δανείζου. Πένης εἶ; μὴ δανείζου. Εἰ μὲν γὰρ εὐπορεῖς, οὐ χρήζεις δανείσματος· εἰ δὲ οὐδὲν ἔχεις, οὐκ ἀποτίσεις τὸ δάνειον. Μὴ δῷς σεαυτοῦ τὸν βίον εἰς ὑστεροβουλίαν. Ἑνὶ τούτῳ διαφέρομεν τῶν πλουτούντων οἱ πένητες, τῇ ἀμεριμνίᾳ· καὶ καταγελῶμεν αὐτῶν ἀγρυπνούντων, αὐτοὶ καθεύδοντες· καὶ συνεστώτων ἀεὶ καὶ φροντιζόντων, αὐτοὶ ἀφροντιστοῦντες καὶ ἀνειμένοι. Ὁ μέντοι ὀφείλων καὶ πένης ἐστὶ, καὶ πολυμέριμνος, καὶ σύννους πάντα τὸν χρόνον, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν ἀποτιμώμενος, νῦν δὲ τὰς οἰκίας τὰς πολυτελεῖς, τοὺς ἀγροὺς τῶν πλουσίων, τὰς ἐσθῆτας τῶν ἐντυγχανόντων. Εἰ ταῦτα ἐμὰ ἦν, φησὶν, ἀπεδιδόμην τόσου καὶ τόσου, καὶ ἀπηλλασσόμην τοῦ τόκου. Ταῦτα αὐτοῦ καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐγκαθέζεται τῇ καρδίᾳ. Ἐὰν τὴν θύραν πατάξῃς, ὁ χρεώστης ὑπὸ τὴν κλίνην· σφοδρῶς εἰσέδραμέ τις, τοῦ δὲ ἐπάταξεν ἡ καρδία· ὑλακτεῖ ὁ κύων, ὁ δὲ ἱδρῶτι ῥεῖται, καὶ ἀγωνίᾳ συνέχεται, καὶ περισκοπεῖ πόθεν φύγοι. Ἡ προθεσμία προάγει· μεριμνᾷ τί ψεύσεται, ποίαν πλασάμενος πρόφασιν τὸν δανειστὴν διακρούσεται. Τί πολυτόκῳ θηρίῳ σεαυτὸν παραζευγνύεις; Τοὺς λαγωούς φασι καὶ τίκτειν ὁμοῦ, καὶ τρέφειν, καὶ ἐπικυΐσκεσθαι· καὶ τοῖς τοκογλύφοις
6. Are you rich? Do not borrow. Are you poor? Do not borrow. For if you are well off, you have no need of a loan; whereas if you have nothing, you will not repay the loan. Do not give your own life over to after-repentance. In this one thing we who are poor excel the rich, in freedom from care; and we laugh at them while they lie awake, ourselves sleeping; and while they are ever anxious and full of care, ourselves being carefree and at ease. The debtor, however, is both poor, and full of many cares, and gloomy all the time, now valuing his own substance, and now the costly houses, the fields of the rich, the garments of those whom he meets. If these things were mine, says he, I would sell them for so much and so much, and be rid of the interest. These things sit upon his heart both by night and by day. If you knock at the door, the debtor is under the couch; someone runs in hastily, and his heart beats hard; the dog barks, and he is bathed in sweat, and is gripped by agony, and looks round whence he might flee. The appointed term draws near; he is anxious what lie he shall tell, by fabricating what excuse he shall put off the lender. Why do you yoke yourself beside a prolific beast? They say that hares at the same time both give birth, and rear their young, and conceive anew; and for usurers
PG 32:1177Read from the page
τὰ χρήματα ὁμοῦ καὶ δανείζεται, καὶ γεννᾶται, καὶ ὑποφύεται. Οὔπω γὰρ ἐδέξω εἰς χεῖρας, καὶ τοῦ παρόντος μηνὸς ἀπῃτήθης τὴν ἐργασίαν. Καὶ τοῦτο πάλιν δανεισθὲν, ἕτερον κακὸν ἐξέθρεψε, κἀκεῖνο ἕτερον, καὶ τὸ κακὸν εἰς ἄπειρον· Τόκος γὰρ, ὡς οἶμαι, διὰ τὴν πολυγονίαν τοῦ κακοῦ προσηγόρευται· πόθεν γὰρ ἄλλοθεν; Ἢ τάχα τόκος λέγεται διὰ τὰς ὠδῖνας καὶ λύπας, ἃς ἐμποιεῖν ταῖς ψυχαῖς τῶν δανειζομένων πέφυκεν. Ὡς γὰρ ἡ ὠδὶς τῇ τικτούσῃ, ⟨ο⟩ὕτως ἡ προθεσμία τῷ ὑποχρέῳ παρίσταται. Τόκος ἐπὶ τόκῳ, πονηρῶν γονέων πονηρὸν ἔκγονον. Τὰς ἐχίδνας λέγουσι τὴν γαστέρα τῆς μητρὸς διεσθιούσας τίκτεσθαι· καὶ οἱ τόκοι τοὺς οἴκους τῶν ὀφειλόντων ἐκφαγόντες ἀπογεννῶνται. Τὰ σπέρματα χρόνῳ ⟨φ⟩ύεται· ὁ δὲ τόκος σήμερον γεννᾶται, καὶ σήμερον ⟨τ⟩οῦ τίκτειν ἄρχεται. Τῶν αὐξουμένων ἕκαστον, ἐπει⟨δ⟩ὰν πρὸς τὸ οἰκεῖον ἀφίκηται μέγεθος, τῆς αὐξήσεως ⟨ἵ⟩σταται· τὸ δὲ τῶν πλεονεκτῶν ἀργύριον τῷ χρόνῳ παντὶ συμπαραύξεται. Τὰ ζῶα παραδόντα τοῖς ἐκγό⟨ν⟩οις τὸ τίκτειν, αὐτὰ τῆς κυήσεως παύεται· τὰ ⟨δ⟩ὲ τῶν δανειστῶν ἀργύρια καὶ τὰ ἐπιγινόμενα τίκτει, καὶ τὰ ἀρχαῖα νεάζει. Καὶ ὥσπερ ἐπὶ τῆς χολέρας οἱ τὸ ἀεὶ προϊστάμενον ἐξαιροῦντες, καὶ πρὶν παντελῶς καθαρθῆναι δευτέραν τροφὴν ἐπεμβαλλόμενοι, πάλιν ἐμοῦσι μετὰ ὀδύνης καὶ σπαραγμῶν· οὕτω καὶ ⟨ο⟩ἱ δανειζόμενοι, τόκους ἐκ τόκων μεταλαμβάνοντες, καὶ πρὶν ἐκκαθᾶραι τὰ πρῶτα, δεύτερον ἐπεισάγοντες δάνεισμα, μικρὸν χρόνον τοῖς ἀλλοτρίοις ἐναβρυνόμενοι, ὕστερον καὶ τὰ οἰκεῖα ὠδύραντο. Ἀλλὰ πολλοὶ, φησὶ, καὶ ἐκ δανείσματος ἐπλούτησαν. Πλείους δὲ, οἶμαι, καὶ βρόχων ἥψαντο. Σὺ δὲ τοὺς ἀπαγξαμένους οὐκ ἀριθμεῖς, οἳ τὴν ἐπὶ ταῖς ἀπαντήσεσιν αἰσχύνην μὴ φέροντες, τὸν δι' ἀγχόνης θάνατον τοῦ ἐπονειδίστως ζῆν προετίμησαν. Εἶδον ἐγὼ ἐλεεινὸν θέαμα, παῖδας ἐλευθέρους ὑπὲρ χρεῶν πατρικῶν ἑλκομένους εἰς τὸ πρατήριον. Οὐκ ἔχεις καταλιπεῖν χρήματα τοῖς παισί; μὴ προσαφέλῃ καὶ τὴν εὐγένειαν. Ἓν τοῦτο διατήρησον αὐτοῖς τὸ κτῆμα τῆς ἐλευθερίας, τὴν παρακαταθήκην, ἣν παρὰ τῶν γονέων παρέλαβες. Οὐδεὶς πενίαν πατρὸς ἐνεκλήθη ποτέ· ὄφλημα δὲ πατρῷον εἰς δεσμωτήριον ἄγει. Μὴ καταλίπῃς γραμματεῖον ὥσπερ ἀρὰν πατρικὴν εἰς παῖδας καταβαίνουσαν καὶ ἐκγόνους.
money is at the same time lent out, and born, and bred anew underneath. For you have not yet received it into your hands, and you have been demanded the profit of the present month. And this again, being lent out, rears another evil, and that another, and the evil goes on to infinity. For interest, as I think, has been named from the prolific breeding of the evil; for whence else? Or perhaps it is called interest because of the birth-pangs and griefs which it naturally implants in the souls of borrowers. For as the birth-pang comes upon a woman in travail, so the appointed term comes upon the debtor. Interest upon interest, evil offspring of evil parents. They say that vipers are born by eating through the womb of their mother; and interest is brought forth by eating out the houses of debtors. Seeds grow in time; but interest is born today, and today begins to give birth. Each growing thing, whenever it reaches its proper size, ceases from growth; whereas the silver of the covetous grows along with all time. Animals, having handed over childbearing to their offspring, themselves cease from gestation; whereas the money of lenders both brings forth what accrues, and renews the principal. And just as in cholera those who cast up what continually rises, and before being completely cleansed throw in a second meal, vomit again with pain and convulsions; so also borrowers, receiving interest upon interest, and before clearing off the first, bringing in a second loan, priding themselves for a short time in the goods of others, afterwards mourn for their own as well. But many, says he, have also grown rich from a loan. More, I think, have also fastened upon halters. And you do not count those who have hanged themselves, who, not bearing the shame of encounters, preferred death by the noose to living ignominiously. I myself have seen a pitiable spectacle, freeborn children dragged to the auction-block on account of paternal debts. Have you no money to leave to your children? Do not take away their noble birth as well. Preserve for them this one possession of freedom, the deposit which you received from your parents. No one was ever accused for a father's poverty; whereas a paternal debt leads to prison. Do not leave behind a bond like a paternal curse descending upon children and grandchildren.
7. Πλοῦτος γὰρ, φησὶν, ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Θαύμασον τὴν φωνήν. Πλοῦτος, φησὶν, ἐὰν ῥέῃ. Ῥευστὴ ἡ φύσις τοῦ πλούτου, χειμάῤῥου ὀξύτερον τοὺς ἔχοντας παρατρέχει· ἄλλοτε ἄλλον πέφυκε παραμείβεσθαι. Καὶ ὥσπερ ποταμὸς ἀφ' ὑψηλοῦ φερόμενος, ἐγγίζει μὲν τοῖς παρεστῶσι τῇ ὄχθῃ, ὁμοῦ δὲ ἥψατο καὶ εὐθὺς ὑπεχώρησεν· οὕτω καὶ ἡ τοῦ πλούτου εὐκολία ὀξυτάτην ἔχει καὶ ὀλισθηρὰν τὴν παρουσίαν, καὶ ἄλλους ἐξ ἄλλων πα-
7. For if wealth flows, says he, do not set your heart upon it (Ps. 61:11). Marvel at the voice. If wealth flows, says he. Fluid is the nature of wealth; swifter than a winter torrent it runs past its possessors; it is wont to pass from one to another at different times. And just as a river borne down from on high approaches those who stand by the bank, and at once touches them and immediately withdraws; so also the facility of wealth has a most swift and slippery presence, and from some to others passes-