Migne Reading Room

PG 32 · cols. 1144–1153 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1144Read from the page
αὐτῷ ἡ διάθεσις τοῦ εἰπόντος· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου! ὑπὲρ μέλι τῷ στόματί μου· καὶ εἰ μὴ ζημίαν μεγάλην ἡγεῖται τὴν ἀργίαν· ἢ διορθωσάσθω, ἢ ἐξαρθήτω, ἵνα μὴ μικρὰ ζύμη ὅλον τὸ φύραμα δολώσῃ. Οὓς γὰρ τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει, οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει εἰς μετάνοιαν, ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν· γέγραπται γάρ· Ἐὰν ὁ ἀδελφός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ καὶ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Ὃ γοῦν ἐγένετο καὶ ἐπὶ τοῦδε. Ἅπαξ ἐνεκλήθη, ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη, τρίτον ἐπὶ τῆς Ἐκκλησίας. Ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ, καὶ οὐ κατεδέξατο, λοιπὸν ἔσται ἐκκήρυκτος, καὶ διαγγελθήτω πάσῃ τῇ πόλει, ἀπρόσδεκτον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς· ὡς ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ, γένηται παντελῶς κατάβρωμα τοῦ διαβόλου. Ὥσπερ γὰρ τῶν παίδων οἱ νήπιοι, κατολιγωροῦντες τῶν μαθημάτων, μετὰ τὰς μάστιγας, ἃς διδάσκαλοι αὐτοῖς ἢ παιδαγωγοὶ προσάγουσι, προσεχέστεροι δέχονται τὰ διδάγματα· καὶ ὁ αὐτὸς λόγος πρὸ μὲν τῶν πληγῶν οὐκ ἠκούετο, μετὰ δὲ τὰς ἐκ τῶν μαστίγων ὀδύνας ἄρτι τῶν ὤτων διανοιγέντων, καὶ παρεδέχθη τῇ ἀκοῇ καὶ παρεδόθη τῇ μνήμῃ· οὕτω καὶ ἐπὶ τῶν παρακουόντων τῆς θείας διδασκαλίας καὶ καταφρονητικῶς πρὸς τὰς ἐντολὰς διακειμένων συμβαίνει. Ἐπειδὰν ἐπαχθῇ αὐτοῖς παρὰ τοῦ Θεοῦ ἡ παιδεία, τότε δὴ μόλις τὰ ἀεὶ λαλούμενα καὶ ἀεὶ παρακουόμενα τῶν τοῦ Θεοῦ προσταγμάτων, ὡς πρῶτον ἐμπεσόντα αὐτῶν ταῖς ἀκοαῖς, παρεδέχθη, κατὰ τὸν λέγοντα, ὅτι Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.
in him the disposition of him who said: How sweet to my throat are Thy words! more than honey to my mouth; and if he does not deem idleness a great loss, let him either be corrected or be removed, lest a little leaven corrupt the whole lump. For those whom the common penalties do not chasten, and whom being excluded from the prayers does not lead to repentance, it is necessary to subject to the canons given by the Lord; for it is written: If your brother sin, rebuke him between you and him; if he do not hear you, take with yourself another also; and if not even so, tell it to the Church; and if he refuse to hear the Church also, let him be to you as the heathen and the publican. Which very thing has come to pass in this man's case also. Once he was accused, before one and a second he was convicted, a third time before the Church. Since, therefore, we have solemnly testified to him, and he did not accept it, henceforth he shall be excommunicate, and let it be proclaimed to the whole city that he is inadmissible to any fellowship of the business of life; so that from our not associating with him, he may become altogether food for the devil. For just as young children, when they neglect their lessons, after the lashes which teachers or tutors inflict upon them, receive the teachings more attentively, and the same word before the blows was not heard, whereas after the pains from the lashes, their ears being newly opened, it was both received by the hearing and handed over to the memory; so too does it happen in the case of those who disregard the divine teaching and are scornfully disposed towards the commandments. Whenever chastisement is brought upon them from God, then at last with difficulty the commandments of God that were always spoken and always disregarded, as though falling upon their ears for the first time, are received, according to him who says: The chastisement of the Lord opens my ears.
6. Ὥσπερ δὲ ἀπαθῶς χρὴ προσάγεσθαι τὰς θεραπείας τοῖς ἀσθενοῦσι κατὰ ψυχὴν, οὕτως πάλιν χρὴ τοὺς θεραπευομένους μὴ πρὸς ἔχθραν δέχεσθαι τὰ ἐπιτίμια, μηδὲ τυραννίδα νομίζειν τὴν ἀπὸ εὐσπλαγχνίας ἐπὶ σωτηρίᾳ ψυχῆς προσαγομένην αὐτῶν ἐπιμέλειαν. Αἰσχρὸν γὰρ, τοὺς μὲν τὰ σώματα νοσοῦντας, τοσοῦτον τοῖς ἰατροῖς καταπιστεύειν, ὥστε κἂν τέμνωσι, κἂν καίωσι, κἂν πικροῖς τοῖς φαρμάκοις ἀνιῶσιν, εὐεργέτας λογίζεσθαι· ἡμᾶς δὲ πρὸς τοὺς τῶν ψυχῶν θεραπευτὰς, ὅταν δι' ἐπιπόνου ἀγωγῆς τὴν σωτηρίαν ἡμῖν κατεργάζωνται, μὴ τὴν αὐτὴν ἔχειν διάθεσιν. Ἐπεὶ οὖν φοβερὸν τὸ κρῖμα τῷ προεστῶτι μὴ ἐλέγχοντι τοὺς ἁμαρτάνοντας, τὴν κοινὴν φροντίδα πεπιστευμένῳ· ὡς ὀφείλων λόγον δοῦναι περὶ ἑκάστου, οὕτω διακείσθω, εἰδὼς, ὅτι ἐὰν ἐμπέσῃ εἰς ἁμαρτίαν εἷς τῶν ἀδελφῶν, μὴ προειπόντος αὐτῷ τὸ δικαίωμα τοῦ Θεοῦ, ἢ ἐμπε-
6. And just as healings must be applied without passion to those who are weak in soul, so again those who are being healed must not receive the penalties in hostility, nor deem as tyranny the care applied to them out of compassion for the salvation of their soul. For it is shameful that those who are sick in body should trust physicians so much that, even if they cut, even if they cauterize, even if they cause pain with bitter medicines, they account them benefactors; whereas we, towards the healers of souls, when through a laborious discipline they work out salvation for us, do not have the same disposition. Since, therefore, fearful is the judgement for the superior who does not rebuke those who sin, when he has been entrusted with the common care; as being bound to give an account concerning each one, let him be so disposed, knowing that if one of the brethren falls into sin when he has not forewarned him of the ordinance of God, or
PG 32:1145Read from the page
σὼν ἐπιμένῃ, μὴ διδαχθεὶς τὸν τρόπον τῆς ἐπανορθώσεως, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητηθήσεται, καθὼς γέγραπται· καὶ μάλιστα, ἐὰν μὴ δι' ἄγνοιάν τι παρίδῃ τῶν ἀρεσκόντων Θεῷ, ἀλλὰ διὰ κολακείαν συμπεριφερόμενος τοῖς ἑκάστου κακοῖς, τὴν ἀκρίβειαν τῆς πολιτείας ἐκλύσῃ. Ὥσπερ δὲ ὁ προεστὼς ὑπεύθυνός ἐστιν ὁδηγεῖν εἰς πάντα τὴν ἀδελφότητα, οὕτω πάλιν καὶ τοῖς λοιποῖς ἐπιβάλλει, ἐάν ποτε ὑποπτευθῇ τι περὶ τὸν προεστῶτα πλημμέλημα, ὑπομιμνήσκειν αὐτὸν τοὺς προέχοντας τήν τε ἡλικίαν καὶ τὴν σύνεσιν. Ἐὰν μὲν οὖν ᾖ τι ἄξιον διορθώσεως, τόν τε ἀδελφὸν ὠφελήσαμεν, καὶ ἑαυτοὺς δι' ἐκείνου, τὸν οἱονεὶ κανόνα τοῦ ἡμετέρου βίου ὄντα, καὶ τῇ αὐτοῦ ὀρθότητι τὸ ενδιάστροφον ἡμῖν διελέγχειν ὀφείλοντα, πρὸς τὸ εὐθὺ καταρτίσαντες· ἐὰν δὲ μάτην τινὲς ταραχθῶσι, πληροφορηθέντες διὰ τῆς φανερώσεως τῶν οὐ μετὰ ἀληθείας ὑποπτευθέντων, τῆς ἐπ' αὐτῷ διακρίσεως ἀπαλλάσσονται.
fallen, persists in it, not having been taught the manner of correction, his blood shall be required at his hands, even as it is written (Ezek. 3:20); and above all, if he overlooks anything of the things that please God not through ignorance, but accommodating himself through flattery to the evils of each, slackens the strictness of the way of life. And just as the superior is accountable for guiding the brotherhood towards all things, so again it belongs to the rest as well, if ever any fault is suspected concerning the superior, that those who excel both in age and in understanding should remind him. If, therefore, there is anything worthy of correction, we have benefited both the brother and ourselves through him, having restored to straightness him who is, as it were, the rule of our life, and who ought by his own uprightness to convict what is crooked in us; whereas if some have been troubled in vain, being assured through the manifestation of the things that were suspected without truth, they are freed from their misgiving concerning him.
7. Οὐ γὰρ ἀγνοεῖτε, ὡς οἱ προεστῶτες δημοσίᾳ πᾶσι προκείμενοι, ὥσπερ οἱ ἐν τῇ θαλάσσῃ προβεβλημένοι σκόπελοι, αὐτοὶ τὸν θυμὸν τῶν ἐναντίων κυμάτων ὑποδέχονται, καὶ περὶ αὐτοὺς ῥηγνύμενα, τὰ κατόπιν αὐτῶν οὐκ ἐπικλύζουσιν. Ἐγὼ μὲν οὖν ἃ κράτιστα εἶναι κρίνω, τὰ μὲν νῦν εἰρημένα, τὰ δὲ παρὰ πάντα τὸν βίον ὑμῖν ξυμβουλεύσω. Κἂν γὰρ ἡ τοῦ σώματος ἀσθένεια ἐμποδίζῃ με (ἣν οὐκ ἀγνοεῖτε πάντως, ὅση μοι πάρεστιν, ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου συντραφεῖσά μοι, καὶ παιδεύουσά με, κατὰ τὴν δικαίαν κρίσιν τοῦ πάντα ἐν σοφίᾳ οἰκονομοῦντος Θεοῦ), ἀλλ' ἕως ἀναπνέομεν, ὑπεύθυνοί ἐσμεν μηδὲν ἐλλιμπάνειν τῶν εἰς οἰκοδομὴν τῶν καλῶν. Ὑμεῖς δὲ, τριῶν ἀῤῥωστημάτων μὴ τῷ ἀνιάτῳ προσεοικέναι δόξητε, μηδὲ τὴν τῆς γνώμης νόσον παραπλησίαν τῆς τῶν εἰς τὰ σώματα δυστυχησάντων δείξητε. Οἱ μὲν γὰρ τὰ μικρὰ τῶν παθῶν κάμνοντες, αὐτοὶ παρὰ τοὺς ἰατροὺς ἔρχονται· οἱ δὲ ὑπὸ μειζόνων καταληφθέντες ἀῤῥωστημάτων, ἐφ' ἑαυτοὺς καλοῦσι τοὺς θεραπεύσοντας· οἱ δ' εἰς ἀνήκεστον παντελῶς μελαγχολίαν παρενεχθέντες, οὐδὲ προσιόντας προσίενται. Ὃ μὴ πάθητε νῦν ὑμεῖς, ὀρθῶς ἔχοντας τῶν λογισμῶν ἀποφεύγοντες· ἀλλὰ καὶ παιδεύθητε, καὶ στοιχειώθητε τῷ φόβῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχητε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
7. For you are not ignorant that those who preside, being set forth publicly before all, just like the crags jutting out in the sea, themselves receive the fury of the opposing waves, and as these break around them, they do not flood what lies behind them. What I, therefore, judge to be best, part has now been spoken, and part I shall counsel you throughout all my life. For even though the weakness of the body hinders me (which you are by no means ignorant of, how great it is with me, having grown up with me from my first youth unto this old age, and chastening me according to the righteous judgement of God Who orders all things in wisdom), yet so long as we breathe, we are accountable to leave nothing undone of the things that make for the edification of what is good. And do you, of three infirmities, not seem to resemble the incurable one, nor show the sickness of your mind to be like that of those who have suffered misfortune in their bodies. For those who labour under slight ailments go of themselves to the physicians; those who are seized by greater infirmities call to themselves those who will heal them; whereas those who have been carried away into an altogether incurable melancholy do not even admit them when they approach. Do not suffer this now yourselves, fleeing from those who are sound in their thoughts; but both be instructed and be grounded in the fear of the Lord our God, that you may also attain the good things to come, in Christ Jesus our Lord, to Whom be the glory and the might, together with His beginningless Father, and the all-holy and life-giving Spirit, now and ever, and unto the ages of the ages. Amen.
Notes, col. 1145

On the reading

Printed ενδιάστροφον, for ἐνδιάστροφον.

PG 32:1148Read from the page
ΠΕΡΙ ΑΓΑΠΗΣ ΤΗΣ ΠΡΟΣ ΘΕΟΝ ΚΑΙ ΤΟΝ ΠΛΗΣΙΟΝ.
ON LOVE TOWARDS GOD AND ONE'S NEIGHBOUR.
ΛΟΓΟΣ Γʹ.
DISCOURSE III.
1. Τοὺς τῶν βιωτικῶν ἑαυτοὺς ἀποξενοῦντας μεριμνῶν, πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν ἑαυτῶν καρδίαν, ὡς μή ποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβάλλειν, ἢ τὴν μνήμην τῶν θαυμασίων αὐτοῦ φαντασίαις τῶν ματαίων καταῤῥυπαίνειν· ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνήμης ἐντετυπωμένην ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφραγῖδα ἀνεξάλειπτον, τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περιφέρειν. Οὕτως γὰρ προσγίνεται ἡμῖν ἡ πρὸς Θεὸν ἀγάπη, ἅμα τε διεγείρουσα τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ὑπ' αὐτῶν πάλιν αὕτη συντηρουμένη πρὸς τὸ διαρκὲς καὶ ἀδιάπτωτον. Ὁ δὲ σφόδρα τῇ ἐπιθυμίᾳ τοῦ ἀκολουθεῖν τῷ Χριστῷ κατεχόμενος, πρὸς οὐδὲν ἔτι τῆς ζωῆς ταύτης ἐπιστραφῆναι δύναται, οὐ πρὸς γονέων ἢ οἰκείων φίλτρον, ὅταν ἐναντιούμενον ᾖ τοῖς τοῦ Κυρίου προστάγμασι. Τότε γὰρ καιρὸν ἔχει καὶ τὸ, Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὰ λοιπά· καθὰ καὶ οἱ ἅγιοι μαθηταὶ τοῦ Κυρίου ὑπέδειξαν ἡμῖν, Ἰάκωβος μὲν καὶ Ἰωάννης, καταλιπόντες τὸν πατέρα αὐτῶν Ζεβεδδαῖον, καὶ αὐτὸ τὸ πλοῖον, τὴν πᾶσαν ἀφορμὴν τοῦ βίου· Ματθαῖος δὲ ἀπ' αὐτοῦ τοῦ τελωνίου ἀναστὰς, καὶ ἀκολουθήσας τῷ Κυρίῳ, οὐ τὰ κέρδη μόνον τὰ ἐν τῷ τελωνίῳ καταλιπὼν, ἀλλὰ καὶ τῶν κινδύνων ὑπεριδὼν, οἳ ἐπακολουθεῖν ἔμελλον αὐτῷ τε καὶ τοῖς οἰκείοις παρὰ τῆς ἐξουσίας, ἀτελεῖς τοὺς λόγους τοῦ τελωνίου καταλιμπάνοντι· Παύλῳ δὲ καὶ ὁ σύμπας κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ. Ὅταν γὰρ τῆς εὐσεβείας ἔρως τὴν ψυχὴν προκατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλαστον εἶδος· κἂν πάντες αὐτὴν ὑπὲρ τοῦ ποθουμένου τοξεύωσι, τέρπουσι μᾶλλον ἢ πλήττουσιν. Εἰ γὰρ διὰ τὴν πρὸς τοὺς εὐεργέτας εὔνοιαν καὶ τὸ φίλτρον φυσικῶς αἱρούμεθα, καὶ πάντα πόνον εἰς ἀνταπόδοσιν τῶν προσγενομένων ἡμῖν καλῶν ὑπομένομεν, τίς λόγος ἀξίως ἐφικέσθαι τῶν δωρεῶν τοῦ Θεοῦ δύναται; Αἳ τοσαῦται μὲν εἰσὶ τὸ πλῆθος, ὡς καὶ ἀριθμὸν διαφεύγειν· τηλικαῦται δὲ τὸ μέγεθος καὶ τοιαῦται, ὥστε ἐξαρκεῖν καὶ μίαν ὑπευθύνους ἡμᾶς εἰς πᾶσαν χάριν τῷ δεδωκότι ποιῆσαι. Ὁ δ' οὕτως ἐστὶν ἀγαθὸς, ὥστε οὔτε ἀντίδοσιν ἀπαιτεῖ, ἀλλ' ἀρκεῖται μόνον ἀγαπώμενος ἐφ' οἷς ἔδωκεν. Ὧν ἁπάντων ὅταν εἰς ἔννοιαν ἔλθω (ἵνα τὸ ἐμὸν πάθος ἐξείπω), εἰς φρίκην τινὰ καὶ ἔκστασιν φοβερὰν καταπίπτω, μή ποτε ἐξ ἀπροσεξίας τοῦ νοῦ, ἢ τῆς πρὸς τὰ μάταια ἀσχολίας, τῆς ἀγάπης τοῦ Θεοῦ ἐκπεσὼν, ὄνειδος γένωμαι τῷ Χριστῷ. Εἰς ὀνειδισμὸν γὰρ προσοίσει τῷ Κυρίῳ τὴν ἡμετέραν καταφρόνησιν ὁ διάβολος, καὶ ἐγκαυχήσεται τῇ ἀπειθείᾳ ἡμῶν· ὅς γε
1. Those who estrange themselves from the cares of this life ought to guard their own heart with all watchfulness, so as never to cast out the thought of God, or defile the remembrance of His marvellous works with imaginations of vain things; but through continual and pure remembrance to carry about the holy thought of God stamped upon our souls like an indelible seal. For thus love towards God accrues to us, at the same time stirring up the performance of the commandments of the Lord, and again itself being preserved by them unto continuance and unfailingness. And he who is strongly possessed by the desire of following Christ can no longer turn back towards anything of this life, not even towards affection for parents or kinsfolk, when it is opposed to the ordinances of the Lord. For then that saying also has its season: If any man comes to Me, and hates not his father, and his mother (Luke 14:26), and the rest; even as the holy disciples of the Lord also showed us, James and John, having left their father Zebedee, and the ship itself, their whole means of livelihood; and Matthew, having risen up from the very receipt of custom and followed the Lord, leaving behind not only the gains of the custom-house, but also despising the dangers which were bound to follow both upon himself and upon his kinsfolk from the authorities when he left the accounts of the custom-house unfinished; and to Paul the whole world was crucified, and he himself unto the world. For when the love of godliness preoccupies the soul, every form of warfare is laughable to it; and even if all shoot arrows at it for the sake of the Beloved, they delight rather than wound. For if through goodwill and affection towards our benefactors we are naturally drawn, and endure every toil in repayment for the good things that have accrued to us, what word can worthily reach unto the gifts of God? Which are so great in multitude as even to escape number; and so great in magnitude and of such a kind that even a single one suffices to render us accountable for all thanksgiving to Him Who gave them. Yet He is so good that He demands no repayment, but is content merely with being loved for the things which He has given. When I come to reflect upon all these things (to declare my own feeling), I fall into a certain shuddering and fearful amazement, lest at any time through inattention of mind, or through occupation with vain things, falling away from the love of God, I become a reproach to Christ. For the devil will bring forward our contempt as a reproach against the Lord, and will boast over our disobedience; seeing that he
PG 32:1149Read from the page
οὔτε κτίσας ἡμᾶς, οὔτε ἀποθανὼν ὑπὲρ ἡμῶν, ἀλλ' ὅμως ἔσχεν ἡμᾶς ἀκολουθοῦντας αὐτῷ ἐν τῇ ἀπειθείᾳ, καὶ ἐν τῇ ἀμελείᾳ τῶν ἐντολῶν τοῦ Θεοῦ. Τοῦτο τὸ ὄνειδος, τὸ κατὰ τοῦ Κυρίου, βαρύτερόν μοι τῶν ἐν τῇ γεέννῃ κολάσεων φαίνεται, τῷ ἐχθρῷ τοῦ Χριστοῦ ὕλην γενέσθαι καυχήματος καὶ ἀφορμὴν ἐπάρσεως κατά τοῦ ὑπὲρ ἡμων ἀποθανόντος καὶ ἀναστάντος.
neither created us, nor died for our sakes, yet nonetheless had us following him in disobedience and in neglect of the commandments of God. This reproach against the Lord appears to me heavier than the punishments in Gehenna: to become for the enemy of Christ matter for boasting and an occasion of arrogance against Him Who died and rose again for our sakes.
2. Καὶ γὰρ Κύριον τὸν Θεὸν ἀγαπᾷν δεῖ πάσῃ τῇ ἐνυπαρχούσῃ ἡμῖν πρὸς τὸ ἀγαπᾷν δυνάμει, καὶ ἀγαπᾷν καὶ τὸν πλησίον, καὶ ἀγαπᾷν καὶ τοὺς ἐχθροὺς, ἵνα ὦμεν τέλειοι, μιμούμενοι τὴν χρηστότητα τοῦ ἐν οὐρανοῖς Πατρὸς, τὸν ἥλιον αὐτοῦ ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθούς· εἰς ἄλλα δὲ τὴν τοῦ ἀγαπᾷν δύναμιν παραναλίσκειν οὐ συγκεχώρηται. Τὸ γὰρ τῆς ἀγάπης καλὸν, εἰ μὲν ἐν τῷ ὀνόματι τῆς ἀγάπης περιγράψεται μόνῳ, καταγέλαστόν ἐστι, τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους, τούτοις μόνοις μεταδιδόναι τοῦ ἀγαπᾷν, ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας. Εἰ δὲ ἡ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν ἀγάπης προσχήματι τὰ τῶν πολεμίων τοὺς προσδεχομένους ἐργάζεται, σκοπεῖν ὀφείλομεν οἷς ἑαυτοὺς ἀναμίγνυμεν. Εἰ γὰρ ὁ ἀγαπητὸς Υἱὸς τοῦ Θεοῦ μισεῖται, τί μέγα εἰ ἡμεῖς τοῦ μίσους ἀξιούμεθα παρὰ ἀνθρώποις, οἷς περισσεύει τὸ κτῆμα τοῦ μίσους; Πλὴν οὔτε οἰκοδομὴν συστῆναι, συνδέσμων ὑφαιρεθέντων, δυνατὸν, οὔτε Ἐκκλησίαν εἰς ὕψος αὐξηθῆναι, μὴ συνδεδεμένην τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγάπης. Καὶ γὰρ οὐδὲν οὕτως ἴδιον τῆς φύσεως ἡμῶν, ὡς τὸ κοινωνεῖν ἀλλήλοις, καὶ χρῄζειν ἀλλήλων, καὶ ἀγαπᾷν τὸ ὁμόφυλον. Πλέον γὰρ ἡμεῖς τῆς ἑνὸς ἑκάστου τῶν ἀδελφῶν ἐπικουρίας δεόμεθα, ἢ ὅσον ἡ ἑτέρα τῶν χειρῶν τῆς ἑτέρας. Ὅταν γὰρ πρὸς αὐτὰ ἀπίδω τὰ μέλη ἡμῶν, ὅτι ἓν οὐδὲ ἑαυτῷ πρὸς ἐνέργειαν αὔταρκες, πῶς ἐμαυτὸν λογίσομαι ἐξαρκεῖν ἑαυτῷ πρὸς τὰ τοῦ βίου πράγματα; Οὔτε γὰρ ἂν ποῦς ἀσφαλῶς βαδίσειε, μὴ συνυποστηρίζοντος τοῦ ἑτέρου· οὔτε ὀφθαλμὸς ὑγιῶς ἴδοι, μὴ κοινωνὸν ἔχων τὸν ἕτερον, καὶ μετ' αὐτοῦ συμφώνως προσβάλλων τοῖς ὁρατοῖς. Καὶ ἀκοὴ ἀκριβεστέρα, ἡ δι' ἀμφοῖν τοῖν πόροιν τὴν φωνὴν δεχομένη· καὶ ἀντίληψις κραταιοτέρα τῇ κοινωνίᾳ τῶν δακτύλων. Καὶ ἁπαξαπλῶς, οὐδὲν οὔτε τῶν ἐκ φύσεως, οὔτε τῶν ἐκ προαιρέσεως κατορθουμένων ὁρῶ, ἄνευ τῆς τῶν ὁμοφύλων συμπνοίας ἐπιτελούμενον· ὅπου γε καὶ αὐτὴ ἡ προσευχὴ, μὴ ἔχουσα τοὺς συμφωνοῦντας, ἀδρανεστέρα ἐστὶ πολλῷ ἑαυτῆς. Νουθετείτω σε τῶν νυκτερίδων τὸ φιλάλληλον, αἳ ὥσπερ ὁρμαθὸς ἀλλήλων ἔχονται· καὶ μὴ τὸ ἀπεσχισμένον καὶ ἰδιάζον
2. For indeed one must love the Lord God with all the power for loving that is within us, and love one's neighbour also, and love our enemies as well, that we may be perfect, imitating the goodness of the Father Who is in heaven, Who makes His sun to rise upon the evil and the good (Matt. 5:45); whereas to squander the power of loving upon other things is not permitted. For the good of love, if it be circumscribed in the name of love alone, is ridiculous—choosing out such a one and such a one, to impart love to these alone, and to shut out ten thousand others from fellowship in what is good. And if agreement with harmful men under the pretext of love works the deeds of enemies upon those who receive them, we ought to consider with whom we mingle ourselves. For if the beloved Son of God is hated, what great matter is it if we are deemed worthy of hatred among men in whom the possession of hatred abounds (John 15:18)? Yet neither is it possible for a building to stand firm when its bindings have been taken away, nor for the Church to grow unto height if she is not bound together by the bond of peace and of love. For indeed nothing is so proper to our nature as to have fellowship with one another, and to have need of one another, and to love those of our own kind. For we stand in greater need of the succour of each single one of the brethren than one of our hands does of the other. For when I look at these very members of ours, that not a single one is self-sufficient of itself for action, how shall I reckon myself to suffice for myself as regards the affairs of life? For neither could a foot walk safely unless the other helped to support it; nor could an eye see soundly unless it had the other as a partner, and together with it directed its gaze harmoniously upon visible things. And hearing is more exact when it receives the voice through both passages; and the grasp is stronger through the fellowship of the fingers. And in a word, I see nothing either of the things accomplished by nature or of those accomplished by deliberate choice brought to perfection without the concord of those of the same kind; seeing that even prayer itself, when it has none who join in agreement, is far weaker than itself. Let the mutual affection of bats admonish you, which cling to one another like a chain; and do not
Notes, col. 1149

On the reading

Printed κατά, for κατὰ.

Printed ἡμων, for ἡμῶν.

PG 32:1152Read from the page
τοῦ κοινωνικοῦ καὶ ἡνωμένου ἡγοῦ προτιμότερον. Οὐδὲν γὰρ ἡμᾶς χωρίζει ἀπ' ἀλλήλων, ἐὰν μὴ τῇ προαιρέσει τὸν χωρισμὸν ὑποστῶμεν. Εἷς ἡμῶν Κύριος, μία πίστις, ἐλπὶς ἡ αὐτή. Εἴτε οὖν κεφαλὴν ἑαυτοὺς λογίζεσθε, οὐ δύναται ἡ κεφαλὴ εἰπεῖν τοῖς ποσί· Χρείαν ὑμῶν οὐκ ἔχω· εἴτε καὶ ἐν ἄλλῃ τάξει ἑαυτοὺς τάσσετε, οὐ δύνασθε τοῖς ἐν τῷ αὐτῷ σώματι κατατεταγμένοις λέγειν τὸ, Χρείαν ὑμῶν οὐκ ἔχομεν. Αἵ τε γὰρ χεῖρες ἀλλήλων δέονται, καὶ οἱ πόδες ἀλλήλους στηρίζουσι, καὶ οἱ ὀφθαλμοὶ ἐν τῇ συμφωνίᾳ τὸ ἐναργὲς τῆς καταλήψεως ἔχουσι. Μὴ γὰρ ἐκεῖνος ὑμᾶς ὁ λογισμὸς κατεχέτω, ὅτι Ἡμεῖς ἔξω τοῦ πάθους ἐσμὲν τῶν πολλῶν, καὶ τίς ἡμῖν χρεία τῆς πρὸς αὐτοὺς κοινωνίας; Ὁ γὰρ Κύριος ἡμῶν τὰς μὲν νήσους τῆς ἠπείρου διὰ θαλάσσης διέστησε, τοὺς δὲ νησιώτας τοῖς ἠπειρώταις διὰ τῆς ἀγάπης συνέδησε. Καὶ τούτῳ μάλιστα φίλου κόλακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲ τῶν λυπούντων ἀπέχεσθαι. Οἶδας δὲ τί ποιήσεις τῷ πλησίον; ὃ σεαυτῷ βούλει παρ' ἑτέρου γενέσθαι. Οἶδας ὅ τί ποτέ ἐστι τὸ κακόν; ὃ οὐκ ἂν αὐτὸς παθεῖν ἕλοιο παρ' ἑτέρου. Ἐγὼ γὰρ ἀκούσας παρὰ τοῦ Θεοῦ, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· καὶ ὅτι ἐξιτήριον δῶρον τοῖς ἑαυτοῦ μαθηταῖς, μέλλων συμπληροῦν τὴν ἐν σαρκὶ οἰκονομίαν, τὴν ἑαυτοῦ εἰρήνην κατέλιπεν εἰπών· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ δύναμαι εἰπεῖν, ὅτι ἄνευ τῆς ἐν ἀλλήλοις ἀγάπης καὶ ἄνευ τοῦ, τὸ εἰς ἐμὲ ἧκον, εἰρηνεύειν πρὸς πάντας, δύναμαι ἄξιος κληθῆναι δοῦλος Ἰησοῦ Χριστοῦ.
esteem what is severed and isolated as more honourable than what is social and united. For nothing separates us from one another unless by our own deliberate choice we undergo the separation. There is one Lord for us, one faith, the same hope (Eph. 4:5). Whether, therefore, you reckon yourselves the head, the head cannot say to the feet: I have no need of you (1 Cor. 12:21); or whether you place yourselves in another rank, you cannot say to those who are arrayed in the same body: We have no need of you. For both the hands have need of one another, and the feet support one another, and the eyes in their harmony possess the clearness of perception. For let not that thought possess you: We are outside the misfortune of the many, and what need have we of fellowship with them? For our Lord parted the islands from the mainland by the sea, yet bound the islanders to them of the mainland by love. And in this above all a friend differs from a flatterer: that the one converses for pleasure, whereas the other does not abstain even from things that grieve. And do you know what you shall do to your neighbour? That which you wish to be done to yourself by another. Do you know what evil ever is? That which you yourself would not choose to suffer from another. For having heard from God that By this shall all men know that you are My disciples, if you have love one to another (John 13:35); and that as a parting gift to His own disciples, when He was about to fulfil His dispensation in the flesh, He left His own peace, saying: Peace I leave with you, My peace I give unto you (John 14:27); I cannot say that without mutual love and without being at peace with all men, so far as lies in me, I can be called a worthy servant of Jesus Christ.
3. Οὕτω τοίνυν προσήκει κοινὴν καὶ ἴσην πᾶσι πρὸς ἀλλήλους τὴν ἀγάπην εἶναι, ὡς φυσικῶς πρὸς τὰ καθ' ἕκαστον ἑαυτοῦ μέλη ὁ ἄνθρωπος ἔχει, ἐπίσης θέλων παντὶ τῷ σώματι τὴν ὑγίειαν, διότι καὶ ὁ πόνος ἑκάστου μέλους ἴσην παρέχει τῷ σώματι τὴν ἀηδίαν. Ὁ γὰρ ἐν συνοδίᾳ τὸν ἕνα ὑπὲρ τοὺς ἄλλους ἀγαπῶν, κατηγορεῖ ἑαυτοῦ μὴ ἔχων τὴν τελείαν ἀγάπην. Ὁμοίως οὖν ἀπόβλητός ἐστιν ἀπὸ συνοδίας ἥ τε ἀπρεπὴς μάχη, καὶ ἡ μερικὴ διάθεσις. Ἀπὸ μὲν γὰρ τῆς μάχης ἔχθρα γίνεται, ἀπὸ δὲ τῆς μερικῆς φιλίας καὶ ἑταιρείας ὑποψίαι καὶ φθόνοι γίνονται· πανταχοῦ γὰρ ἡ τοῦ ἴσου στέρησις ἀρχὴ καὶ ὑπόθεσις φθόνου καὶ δυσμενείας τοῖς ἐλαττουμένοις γίνεται. Ὥσπερ οὖν ὁ ἀγαθὸς Θεὸς κοινὴν δίδωσι πᾶσι τὴν τοῦ φωτὸς μετουσίαν, ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, οὕτως καὶ οἱ μιμηταὶ τοῦ Θεοῦ κοινήν τε καὶ ὁμότιμον τὴν τῆς ἀγάπης ἀκτῖνα ἐπὶ πάντας φερέτωσαν. Ὅπου γὰρ ἐλλείπει ἡ ἀγάπη, ἐκεῖ πάντως ἀντεισέρχεται τὸ μῖσος. Εἰ δὲ, καθὼς φησιν Ἰωάννης, Ὁ Θεὸς ἀγάπη ἐστὶν, ἀνάγκη πᾶσα τὸ μῖσος εἶναι τὸν διάβολον. Ὥσπερ οὖν ὁ τὴν ἀγάπην ἔχων, τὸν Θεὸν ἔχει· οὕ-
3. Thus, therefore, it is fitting that love should be common and equal among all towards one another, just as a man naturally feels towards each single one of his own members, wishing health equally for his whole body, because the pain of each member likewise causes equal distress to the body. For he who in a community loves one above the others accuses himself of not having perfect love. In like manner, therefore, both unseemly strife and partial affection are to be cast out from a community. For from strife arises enmity, while from partial friendship and faction arise suspicions and envies; for everywhere the deprivation of equality becomes a beginning and occasion of envy and ill-will for those who are put at a disadvantage. Just as, therefore, the good God gives the participation of light in common to all, making the sun to rise upon the just and the unjust (Matt. 5:45), so also let the imitators of God shed forth the ray of love in common and in equal honour upon all. For where love fails, there hatred altogether enters in its stead. And if, even as John says, God is love (1 John 4:16), it is altogether necessary that hatred be the devil. Just as, therefore, he who has love has God; so-
PG 32:1153Read from the page
τως ὁ τὸ μῖσος ἔχων, τὸν διάβολον ἐν ἑαυτῷ τρέφει. Διὰ τοῦτο προσήκει τὴν μὲν ἀγάπην ἴσην καὶ ὁμοίαν παρὰ πάντων τοῖς πᾶσιν εἶναι, τὴν δὲ τιμὴν κατὰ τὸ πρέπον ἑκάστῳ γίνεσθαι. Καὶ ὥσπερ ἐν ἡμῖν αὐτοῖς, ὁ μὲν πόνος ἑκάστου τῶν ἀῤῥωστούντων μελῶν ἴσως ἅπτεται τοῦ παντὸς σώματος, ἔστι δὲ ὅμως ἕτερα ἑτέρων τιμιώτερα μέλη (οὐ γὰρ ὁμοίως περὶ τὸν ὀφθαλμὸν καὶ περὶ τὸν τοῦ ποδὸς δάκτυλον ἔχομεν, κἂν ὁ πόνος τὸ ἴσον ἔχῃ)· οὕτως τὴν μὲν συμπαθῆ διάθεσιν, καὶ τὴν ἀγαπητικὴν σχέσιν ἴσην ἐπὶ πάντων τῶν ἐν τῇ συνοδίᾳ ζώντων εἶναι παρ' ἑκάστου προσήκει· ἡ δὲ τιμὴ, κατὰ τὸ εὔλογον ἐπὶ τῶν χρησιμωτέρων τὸ πλέον ἕξει. Ἐπὶ γὰρ τῶν πνευματικῶν ἀλλήλοις συναρμοζομένων, οὐδὲ ἡ σωματικὴ συγγένεια πλέον τι κατὰ τὴν ἀγάπην ἕξει· οὐδὲ εἴ τις ἀδελφός τινος κατὰ σάρκα εἴη, ἢ υἱὸς, ἢ θυγάτηρ, ἐν πλείονι διαθέσει πρὸς τὸν τῷ γένει προσήκοντα παρὰ τοὺς ἄλλους γενήσεται ἡ κοινωνία τοῦ αἵματος. Ὁ γὰρ ἐν τούτοις τῇ φύσει ἀκολουθῶν, κατηγορεῖ ἑαυτοῦ, ὅτι οὔπω τελείως ἀπέστη τῆς φύσεως, ἀλλ' ἔτι ὑπὸ σαρκὸς διοικεῖται. Τῷ δὲ Θεῷ ἡμῶν δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
he who has hatred nourishes the devil within himself. On this account it is fitting that love should be equal and alike from all towards all, while honour should be rendered to each according to what is fitting. And just as in ourselves the pain of each of the ailing members touches the whole body equally, yet some members are nonetheless more honourable than others (for we are not similarly affected regarding the eye and regarding the toe of the foot, even if the pain holds equally); so it is fitting that sympathetic disposition and loving regard should be equal from each towards all who live in the community, whereas honour, according to reason, will have the greater share in the case of the more useful. For among those who are spiritually joined to one another, not even bodily kinship will have anything more as regards love; nor if someone be another's brother according to the flesh, or son, or daughter, will the fellowship of blood stand in greater affection towards him who is related by birth beyond the others. For he who follows nature in these things accuses himself that he has not yet completely departed from nature, but is still governed by the flesh. And to our God be glory unto the ages of the ages. Amen.
ΠΕΡΙ ΕΛΕΗΜΟΣΥΝΗΣ.
ON ALMSGIVING.
ΛΟΓΟΣ Δʹ.
DISCOURSE IV.
1. Εἰ θαυμάζεις τὰ χρήματα, ἄνθρωπε, διὰ τὴν ἀπ' αὐτῶν τιμὴν, σκόπει πόσον ἐστὶ πρὸς δόξαν λυσιτελέστερον, μυρίων παίδων πατέρα προσαγορεύεσθαι, ἢ μυρίους στατῆρας ἔχειν ἐν βαλαντίῳ. Τὰ μὲν γὰρ χρήματα καταλείψεις ἐνταῦθα, καὶ μὴ βουλόμενος· τὴν δὲ ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις φιλοτιμίαν ἀποκομίσεις πρὸς τὸν Δεσπότην, ὅταν δῆμος ὅλος ἐπὶ τοῦ κοινοῦ Κριτοῦ περιστάντες, τροφέα καὶ εὐεργέτην καὶ πάντα τὰ τῆς φιλανθρωπίας ἀποκαλῶσιν ὀνόματα. Καὶ ἐν μὲν πανηγύρει οὐδεὶς λυπεῖται προέμενος τὰ παρόντα, καὶ ἀντικτώμενος τὰ ἐνδέοντα· ἀλλ' ὅσῳπερ ἂν ἐλάττονος τιμῆς τὰ πολύτιμα πρίηται, τοσούτῳ χαίρει, ὡς λαμπροῦ αὐτῷ τοῦ συναλλάγματος γενομένου. Σὺ δὲ λυπῇ χρυσίον, καὶ ἀργύριον, καὶ κτήματα διδοὺς, τουτέστι λίθους καὶ χοῦν παρεχόμενος, ἵνα κτήσῃ τὴν μακαρίαν ζωήν; Τί δὲ καὶ χρήσῃ τῷ πλούτῳ; ἐσθῆτι πολυτιμήτῳ περιβαλεῖς σεαυτόν; Οὔκουν δύο μέν σοι πηχῶν χιτωνίσκος ἀρκέσει, ἑνὸς δὲ ἱματίου περιβολὴ πᾶσαν τῶν ἐνδυμάτων ἐκπληρώσει τὴν χρείαν; Ἀλλ' εἰς τροφὴν καταχρήσῃ τῷ πλούτῳ; εἷς ἄρτος ἱκανὸς ἀποπληρῶσαι γαστέρα. Τί οὖν λυπῇ; ὡς τίνος ὑστερούμενος; Δόξης τῆς ἀπὸ τοῦ πλούτου; ἀλλ' ἐὰν μὴ χαμαὶ ζητήσῃς τὴν δόξαν, εὑρήσεις τὴν ἀληθινὴν καὶ λαμπρὰν, προάγουσάν σε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Σκορπιζόμενος γὰρ ὁ πλοῦτος, καθ' ὃν ὁ Κύριος ὑποτίθεται τρόπον, πέφυκε παρα-
1. If you admire wealth, O man, because of the honour that comes from it, consider how much more profitable it is for glory to be called the father of ten thousand children than to have ten thousand staters in a purse. For wealth indeed you will leave behind here, even against your will; whereas the munificence shown in good works you will carry away to the Master, when a whole people, standing round before the common Judge, shall call you nourisher and benefactor and all the names of loving-kindness. And in a fair, indeed, no one grieves when parting with what is present and acquiring in exchange what is lacking; rather, the lower the price at which he buys things of great value, the more he rejoices, as having made a splendid bargain for himself. Yet are you grieved when giving gold, and silver, and possessions—that is to say, providing stones and dust—in order that you may acquire the blessed life? And to what use will you even put your wealth? Will you array yourself in costly raiment? Will not then a tunic of two cubits suffice you, and the wrapping of a single cloak fulfil all the need of clothing? Or will you use up your wealth for food? A single loaf is enough to fill the belly. Why then are you grieved? As falling short of what? Of the glory that comes from wealth? Yet if you do not seek glory upon the ground, you will find the true and splendid glory, leading you forward into the kingdom of heaven. For when wealth is scattered in the manner which the Lord enjoins, its nature is to ab-