Migne Reading Room

PG 32 · cols. 1132–1141 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1132Read from the page
λάμπουσιν· ὧν χαρίεσσα μεν ἡ λαμπρότης, χαριέστερον δὲ δήπου τὸ ἀπροσδόκητον. Τοιοῦτοι δὴ καὶ οὗτοι, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι, ἐν τῇ σκυθρωπῇ ταύτῃ καταστάσει τοῦ βίου οἷον ἐν σκοτομήνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι, ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως, τὸ περιπόθητον ἔχοντες. Αἰσχρὸν δὲ, ἀλλοτρίοις κόσμοις κοσμεῖσθαι τὸν τῇ οἰκείᾳ ἀρετῇ διαφαίνοντα.
shining forth; whose brightness is indeed graceful, yet more graceful still, surely, is its unexpectedness. Such indeed are these men also, altogether few and easily numbered, shining through in this gloomy state of life as though in a moonless night, possessing, in addition to the grace that comes from virtue, desirableness also from the rarity of their being found. And it is shameful for one who shines forth by his own virtue to be adorned with alien ornaments.
8. Καὶ μή μοι λέγε παρὰ Θεοῦ τὸ κακὸν τὴν γένεσιν ἔχειν· οὐ γὰρ εὐσεβὲς τοῦτο, διὰ τὸ μηδὲν τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου γίνεσθαι. Οὔτε γὰρ ἡ ζωὴ θάνατον γεννᾷ, οὔτε τὸ σκότος φωτός ἐστιν ἀρχὴ, οὔτε ἡ νόσος ὑγείας δημιουργός· ἀλλ' ἐν μὲν ταῖς μεταβολαῖς τῶν διαθέσεων, ἐκ τῶν ἐναντίων πρὸς τὰ ἐναντία αἱ μεταστάσεις· ἐν δὲ ταῖς γενέσεσιν, οὐκ ἐκ τῶν ἐναντίων, ἀλλ' ἐκ τῶν ὁμογενῶν ἕκαστον τῶν γινομένων προέρχεται. Τὸ τοίνυν κακόν ἐστιν οὐχὶ οὐσία ζῶσα καὶ ἔμψυχος, ἀλλὰ διάθεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν, διὰ τὴν ἀπὸ τοῦ καλοῦ ἀπόπτωσιν τοῖς ῥαθύμοις ἐγγινομένη. Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει, μηδὲ ἀρχέγονόν τινα φύσιν πονηρίας φαντάζου· ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωριζέτω. Οὐ γὰρ ἂν, εἴπερ ἀκούσιον ἦν, καὶ μὴ ἐφ' ἡμῖν, τοσοῦτος μὲν ἐκ τῶν νόμων ὁ φόβος τοῖς ἀδικοῦσιν ἐπήρτητο, οὕτω δὲ ἀπαραίτητοι τῶν δικαστηρίων αἱ κολάσεις, τὸ πρὸς ἀξίαν τοῖς κακούργοις ἀντιμετροῦσαι. Εἰ γὰρ τῶν κατὰ κακίαν καὶ ἀρετὴν ἐνεργημάτων οὐκ ἐκ τοῦ ἐφ' ἡμῖν εἰσιν ἀρχαὶ, ἀλλ' ἐκ τῆς φύσεως αἱ ἀνάγκαι, περιττοὶ μὲν οἱ νομοθέται τὰ πρακτέα ἡμῖν καὶ τὰ φευκτὰ διορίζοντες, περιττοὶ δὲ καὶ οἱ δικασταὶ ἀρετὴν τιμῶντες, καὶ πονηρίαν κολάζοντες. Οὐ γὰρ τοῦ κλέπτου τὸ ἀδίκημα, οὐδὲ τοῦ φονέως, ᾧ γε οὐδὲ βουλομένῳ δυνατὸν ἦν κρατεῖν τῆς χειρὸς, διὰ τὸ ἀναπόδραστον τῆς ἐπὶ τὰς πράξεις κατεπειγούσης ἀνάγκης. Ματαιότατοι δὲ πάντως καὶ οἱ περὶ τὰς τέχνας πονούμενοι· ἀλλ' εὐθηνήσει μὲν ὁ γεωργὸς, μήτε σπέρμα καταβαλὼν, μήτε δρεπάνην θηξάμενος· ὑπερπλουτήσει δὲ ὁ ἔμπορος, κἂν βούληται, κἂν μὴ, τῆς εἱμαρμένης αὐτῷ συναθροιζούσης τὰ χρήματα. Αἱ δὲ μεγάλαι τῶν Χριστιανῶν ἐλπίδες φροῦδοι ἡμῖν οἰχήσονται, οὔτε δικαιοσύνης τιμωμένης, οὔτε κατακρινομένης τῆς ἁμαρτίας, διὰ τὸ μηδὲν κατὰ προαίρεσιν ὑπὸ τῶν ἀνθρώπων ἐπιτελεῖσθαι. Ὅπου γὰρ ἀνάγκη καὶ εἱμαρμένη κρατεῖ, οὐδεμίαν ἔχει χώραν τὸ πρὸς ἀξίαν, ὃ τῆς δικαιοκρισίας ὑπάρχει ἐξαίρετον. Καὶ γὰρ περὶ τῶν συκῶν φασιν, ὡς οἱ μὲν τὰς ἀγρίας συκᾶς παραφυτεύουσι ταῖς ἡμέραις· οἱ δὲ τοὺς ὀλύνθους ἐκδήσαντες, τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν τὴν ἀτονίαν ἰῶνται, ῥέοντα ἤδη καὶ σκεδαννύμενον τὸν καρπὸν τοῖς ὀλύνθοις ἐπέχοντες. Τί δέ σοι τὸ παρὰ τῆς φύσεως αἴνιγμα; ὅτι χρὴ
8. And do not say to me that evil has its origin from God; for this is not pious, because none of the contraries comes into being from its contrary. For neither does life beget death, nor is darkness the beginning of light, nor is disease the artificer of health; but in the changes of dispositions, the transitions are from contraries to contraries; whereas in generations, each of the things that come into being proceeds not from contraries, but from things of the same kind. Evil, therefore, is not a living and animate substance, but a disposition in the soul standing in opposition to virtue, arising in the slothful through the falling away from the good. Do not, therefore, look round for evil from without, nor imagine some primordial nature of wickedness; but let each man recognize himself as the author of the malice that is in him. For if it were involuntary and not in our power, so great a fear from the laws would not hang over wrongdoers, nor would the punishments of the courts of justice be so inexorable, measuring out to evildoers what is according to their desert. For if the beginnings of actions according to vice and virtue are not from what is in our power, but necessities are from nature, superfluous are the lawgivers who define for us what things are to be done and what are to be shunned, and superfluous also are the judges who honour virtue and punish wickedness. For the wrongdoing is not the thief's, nor the murderer's, for whom even had he wished it was not possible to restrain his hand, because of the inescapable necessity driving him on to the deeds. And utterly most vain are those also who labour at the arts; rather, the husbandman will abound, having neither cast seed nor sharpened his sickle; and the merchant will grow exceedingly rich, whether he wish it or not, since fate gathers wealth together for him. And those great hopes of Christians will depart from us vanished away, neither righteousness being honoured nor sin being condemned, because nothing is accomplished by men according to deliberate choice. For where necessity and fate prevail, desert has no place at all, which is the special property of righteous judgement. For indeed concerning fig-trees they say that some plant wild fig-trees beside the cultivated ones; while others, binding on the wild figs, heal the weakness of the fruitful and cultivated fig-trees, checking by means of the wild figs the fruit that is already dropping and scattering. And what does this riddle from nature mean for you? That it is necessary
Notes, col. 1132

On the reading

Printed μεν, for μὲν.

PG 32:1133Read from the page
πολλάκις ἡμᾶς καὶ παρὰ τῶν ἀλλοτρίων τῆς πίστεως εὐτονίαν τινὰ προσλαμβάνειν εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν. Ἐὰν γὰρ ἴδῃς τὸν ἐν βίῳ ἐθνικῷ, ἢ ἀπό τινος αἱρέσεως ἐνδιαστρόφου τῆς Ἐκκλησίας ἀπεσχισμένον, βίου σώφρονος καὶ τῆς λοιπῆς κατὰ τὸ ἦθος εὐταξίας ἐπιμελούμενον, πλέον σεαυτοῦ τὸ σπουδαῖον ἐπίτεινον, ἵνα γένῃ παραπλήσιος τῇ καρποφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρουσίας ἀθροιζούσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν ἐπεχούσῃ, ἐπιμελέστερον δὲ τὸν καρπὸν ἐκτρεφούσῃ. Τινὰ δὲ τῶν φυτῶν καὶ τὴν ἐκ φύσεως κακίαν ἐπιμελείαις γεωργῶν θεραπευόμενα ἔγνωμεν· οἷον τὰς ὀξείας ῥοὰς καὶ τῶν ἀμυγδάλων τὰς πικροτέρας, ὅταν διατρηθεῖσαι τὸ πρὸς τῇ ῥίζῃ στέλεχος, σφῆνα πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσον διελαθέντα δέξωνται, εἰς εὐχρηστίαν μεταβάλλουσι τότε τοῦ χυμοῦ τὴν δυσχέρειαν. Μηδεὶς οὖν ἐν κακίᾳ διάγων ἑαυτοῦ ἀπογνώτω. Εἰ γὰρ γεωργὸς τῶν φυτῶν τὰς ποιότητας μεταβάλλει, πολλῷ μᾶλλον ἡ κατ' ἀρετὴν τῆς ψυχῆς ἐπιμέλεια δύναται παντοδαπῶν ἀῤῥωστημάτων ἐπικρατῆσαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
for us oftentimes to take to ourselves a certain vigour even from those who are strangers to the faith for the showing forth of good works. For if you see one who is in a heathen life, or cut off from the Church by some perverse heresy, caring for a temperate life and the rest of moral good order, intensify your own earnestness all the more, that you may become like the fruitful fig-tree, gathering strength from the presence of the wild ones, both checking the dropping and nourishing its fruit more carefully. And we know that certain plants even have their natural badness healed by the care of husbandmen; such as sour pomegranates and the bitterer of almonds, when, having their trunk bored through near the root, they receive a fat wedge of pine driven right through the middle of the pith, they then change the unpleasantness of their juice into usefulness. Let no one, therefore, who lives in wickedness despair of himself. For if a husbandman changes the qualities of plants, how much more can the care of the soul according to virtue prevail over infirmities of every kind, in Christ Jesus our Lord, to Whom be the glory and the dominion now, and always, and unto the ages of the ages. Amen.
ΠΕΡΙ ΔΙΔΑΧΗΣ ΚΑΙ ΝΟΥΘΕΣΙΑΣ.
On Doctrine and Admonition.
ΛΟΓΟΣ Βʹ.
Discourse II.
1. Εἰ ἐπὶ τοσαύταις παραινέσεσιν, ἃς ἔν τε τῷ προλαβόντι χρόνῳ παρακαλοῦντες ὑμᾶς οὐ διελίπομεν, καὶ ἐφεξῆς τῶν ἑπτὰ τῆς νηστείας ἑβδομάδων νυκτὸς καὶ ἡμέρας διαμαρτυρόμενοι ὑμῖν τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ οὐκ ἐπαυσάμεθα, οὐδὲν γέγονεν ὄφελος, ἐπὶ ποίαις ἐλπίσι διαλεχθῶμεν σήμερον; Ἐπεὶ καὶ γεωργὸς, τῶν πρώτων αὐτῷ σπερμάτων μὴ ἐκφυέντων, ὀκνηρότερός ἐστι πρὸς τὸ δεύτερον ταῖς αὐταῖς ἀρούραις πάλιν ἐγκαταβαλεῖν. Ὥστε κἂν ἐσιώπησα, εὖ ἴστε, εἰ μὴ ἐφοβούμην τὸ ὑπόδειγμα Ἰερεμίου· ὃς πρὸς ἀπειθῆ λαὸν φθέγγεσθαι μὴ βουλόμενος, ἔπαθεν ἐκεῖνα ἅπερ αὐτὸς διηγήσατο, ὅτι ἐγένετο αὐτῷ πῦρ ἐν τοῖς ἐγκάτοις, καὶ παρεῖτο πάντοθεν, καὶ οὐκ ἠδύνατο φέρειν. Ἐπεὶ γὰρ φύσει ἀρετὴ λόγου, μήτε ἀσαφείᾳ κρύπτειν τὰ σημαινόμενα, μήτε περιττὸν εἶναι καὶ μάταιον, εἰκῆ τοῖς πράγμασι περιῤῥέοντα· οὐ καλὸν περὶ πολλῶν εἰσάπαξ διαλεχθῆναι, μή ποτε τῇ ἀμετρίᾳ τοῦ λόγου ἄχρηστα φανῇ τὰ φιλοπόνως συνειλεγμένα. Ἀτονοῦσα γὰρ ἡ διάνοια πάντων ὁμοῦ περιδράξασθαι, ὅμοιον πάσχει γαστρὶ, διὰ τὴν ὑπερβολὴν τοῦ κόρου, εἰς πέψιν ἀγαγεῖν τὰ παραπεμφθεντα μὴ δυναμένῃ. Βίαιον μὲν γὰρ μάθημα οὐ πέφυκε παραμένειν, τὸ δὲ μετὰ τέρψεως καὶ χάριτος εἰσδυόμενον μονιμώτερόν πως ταῖς ψυχαῖς ἐνιζά-
1. If after so many exhortations, with which both in the time past we did not cease entreating you, and successively through the seven weeks of the fast night and day we did not stop testifying to you the Gospel of the grace of God, no benefit has come about, upon what hopes shall we discourse today? Since a husbandman also, when his first seeds have not sprung up, is more hesitant to cast seed a second time into the same fields again. Wherefore I too would have kept silence, know well, had I not feared the example of Jeremiah; who, not wishing to speak to a disobedient people, suffered those things which he himself related, that there came to be a fire in his inward parts, and he was relaxed on every side, and could not bear it. For since by nature the virtue of speech is neither to hide the things signified by obscurity, nor to be superfluous and vain, flowing idly round the matters, it is not good to discourse about many things all at once, lest by the immoderateness of the speech the things industriously gathered together should prove useless. For the mind, being too weak to grasp all things together at once, suffers something similar to a stomach which, because of the excess of satiety, is unable to bring to digestion the things sent down into it. For forced learning is not by nature apt to remain, whereas that which enters in with delight and grace settles in some more lasting way into the souls
Notes, col. 1133

On the reading

Printed παραπεμφθεντα, for παραπεμφθέντα.

PG 32:1136Read from the page
νει. Διὰ τοῦτο καὶ τὸ ἐκ τῆς μελῳδίας τερπνὸν τοῖς δόγμασιν ἐγκατέμιξεν, ἵνα τῷ προσηνεῖ καὶ λείῳ τῆς ἀκοῆς τὸ ἐκ τῶν λόγων ὠφέλιμον λανθανόντως ὑποδεχώμεθα, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, οἳ τῶν φαρμάκων τὰ αὐστηρότερα πίνειν διδόντες τοῖς κακοσίτοις, μέλιτι πολλάκις τὴν κύλικα περιχρίουσι. Διὰ τοῦτο καὶ τὰ ἐναρμόνια μέλη τῶν ψαλμῶν ἡμῖν ἐπινενόηται, ἵνα ὡς οἱ παῖδες τὴν ἡλικίαν, ἢ καὶ ὅλως οἱ νεαροὶ τὸ ἦθος, τῷ μὲν δοκεῖν μελῳδῶσι, τῇ δὲ ἀληθείᾳ τὰς ψυχὰς ἐκπαιδεύωνται. Καὶ γὰρ οἱ πωλοδάμναι τοὺς δυσηνίους τῶν πώλων οὐκ εὐθὺς κατάγχουσι τοῖς χαλινοῖς, οὐδὲ ἀνακρούουσιν· ἀναχαιτίζειν γὰρ οὕτω καὶ ἀποσείεσθαι τοὺς ἐπιβάτας διδάσκουσιν· ἀλλὰ συνενδιδόντες τὴν πρώτην καὶ συνεξορμῶντες αὐτοῖς, ἐπειδὰν ἴδωσιν ὑπὸ τῆς οἰκείας ὁρμῆς καὶ βίας τὸν θυμὸν ἀναλώσαντας, τότε παραλαβόντες δεδαμασμένους, εὐπειθεστέρους ποιοῦσι διὰ τῆς τέχνης. Τοῖς γοῦν ἐπιμελῶς ἐξ ἑκάστου την ὠφέλειαν ἀθροίζουσιν, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν, πολλαὶ γίνεσθαι πολλαχόθεν προσθῆκαι πεφύκασι. Τὸ γὰρ καὶ σμικρὸν ἐπὶ σμικρῷ κατατίθεσθαι, οὐ μᾶλλον εἰς ἀργυρίου προσθήκην ἢ καὶ εἰς ἡντιναοῦν ἐπιστήμην, ὀρθῶς ἡγεῖσθαι ἔχειν τῷ πεπυκνωμένῳ προσῆκε.
[settles]. On this account He also mingled the pleasantness of melody with the doctrines, so that through the gentleness and smoothness of the hearing we might unawares receive the benefit from the words, after the manner of wise physicians, who, when giving the harsher of medicines to drink to those of poor appetite, oftentimes smear the cup round with honey. On this account also the harmonious melodies of the psalms have been devised for us, so that those who are children in age, or even altogether youthful in character, may in appearance sing melodies, yet in truth have their souls trained. For horse-tamers also do not straightway choke unruly colts with the bridles, nor jerk them back—for thus they teach them to rear up and shake off their riders—but yielding along with them at the first and rushing forward with them, once they see that they have spent their spirit through their own impulse and violence, then taking them in hand when tamed, they make them more obedient through their art. To those, therefore, who diligently gather benefit from each thing, just as to great rivers, many additions are by nature apt to accrue from many quarters. For to lay down even a little upon a little, no more towards an addition of silver than towards any science whatsoever, has rightly been deemed fitting for the prudent man to hold.
2. Τὸ γὰρ πόνῳ κτηθὲν, περιχαρῶς ὑπεδέχθη, καὶ φιλοπόνως διεφυλάχθη· ὧν μέντοι πρόχειρος ὁ πορισμὸς, τούτων ἡ κτῆσις εὐκαταφρόνητος. Ὥσπερ οὖν, οὐχὶ βασκαίνων ἡμῖν τῶν πρὸς τὸ ζῆν ἀφορμῶν, παραπλησίως τοῖς ἀλόγοις συναπογεννηθῆναι πάντα ὁ Δημιουργὸς ἡμῶν οὐ συνεχώρησεν, ἀλλὰ τὴν ἔνδειαν τῶν ἀναγκαίων γυμνάσιον ἡμῖν τῆς διανοίας ἐμηχανήσατο· οὕτω καὶ τὴν ἐν ταῖς Γραφαῖς ἀσάφειαν ἐπ' ὠφελείᾳ τοῦ νοῦ, διεγείρων αὐτοῦ τὴν ἐνέργειαν, ἐπετήδευσε· πρῶτον μὲν ἵνα τούτοις ἐνασχολούμενος τῶν χειρόνων ἀφέλκηται· ἔπειτα ὅτι τὰ πόνῳ κτηθέντα μᾶλλον προσαγαπᾶται, καὶ τὰ διὰ μακροῦ χρόνου προσγενόμενα μονιμώτερον παραμένει· ὧν δὲ ῥᾳδία ἡ κτῆσις, οὐ περισπούδαστος ἡ ἀπόλαυσις. Εὐκαταφρόνητος γὰρ ἡ τῶν προχείρων παρουσία, καὶ οὐδεμιᾶς φυλακῆς ἀξιουμένη τοῖς ἔχουσιν. Αἰσχρὸν δὲ, τῶν μὲν σιτίων τὰ βλαβερὰ διωθεῖσθαι· τῶν δὲ μαθημάτων, ἃ τὴν ψυχὴν ἡμῶν τρέφει, μηδένα λόγον ἔχειν· ἀλλ' ὥσπερ χειμάῤῥουν κατασύροντας ἅπαν τὸ προστυγχάνον, ἐμβάλλεσθαι. Ὡς γὰρ τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται παραστῆναι τοῖς ἀπείροις, ὅσον ἀπ' αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου λόγου ἐναργῶς παραδοθῆναι διδασκαλίαις δύναται, ἐὰν μὴ τὰ τῆς ἀληθείας δόγματα ἐπιπλέον βασανίσαντες, δυνηθῶμεν τῇ οἰκείᾳ πείρᾳ καταλαβεῖν τὴν τοῦ Κυρίου χρηστότητα.
2. For that which is acquired by labour is received with great joy and guarded with diligence; whereas of those things whose procurement is easy, the possession is lightly esteemed. Just as, therefore, not begrudging us the resources for living, our Creator did not permit all things to be born along with us in like manner as with the irrational creatures, but contrived the lack of necessities as an exercise of our mind; so too He purposefully designed the obscurity in the Scriptures for the benefit of the mind, rousing its activity: first, indeed, so that being occupied with these things it may be drawn away from worse things; and next, because things acquired by labour are loved the more, and things accrued through a long time remain more lastingly; whereas of things whose acquisition is easy, the enjoyment is not eagerly sought after. For the presence of things ready to hand is lightly esteemed, and deemed worthy of no guarding by those who have them. And it is shameful to push away harmful foods, yet to take no account of the teachings that nourish our soul, but like a winter torrent dragging down everything that comes in its way, to cast it into ourselves. For just as the nature of honey cannot be presented to the inexperienced so much by speech as from the perception of taste itself, so neither can the goodness of the heavenly word be clearly handed down by teachings, unless, having tested the doctrines of the truth more thoroughly, we are able by our own experience to apprehend the goodness of the Lord.
Notes, col. 1136

On the reading

Printed την, for τὴν.

PG 32:1137Read from the page
3. Τοῦ γὰρ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· οὐκ ἀκίνδυνον ἀπωθεῖσθαι τοὺς τῷ Κυρίῳ δι' ἡμῶν προσιόντας, καὶ ὑπελθεῖν αὐτοῦ τὸν χρηστὸν ζυγὸν βουλομένους. Προσήκει δὲ τὸν παρελθόντα βίον τῶν προσιόντων καταμανθάνειν, καὶ οἷς μὲν ἤδη τι κατώρθωται, τὰ τελειότερα τῶν διδαγμάτων παραδιδόναι· τοὺς δὲ ἐκ βίου πονηροῦ πρὸς τὸν ἀκριβῆ βίον τῆς θεογνωσίας ὁρμήσαντας ἀνακρίνειν χρὴ, ὁποῖοι τὸ ἦθός εἰσι, μὴ ἄστατοι, καὶ πρὸς τὰς κρίσεις εὐκίνητοι. Ὕποπτον γὰρ τῶν τοιούτων τὸ εὐμετάθετον· οἳ πρὸς τῷ μηδὲν ἑαυτοὺς ὠφελῆσαι, ἔτι καὶ ἑτέροις αἴτιοι βλάβης γίνονται. Ἐπεὶ δὲ πάντα ἐπιμελείᾳ κατορθοῦται, καὶ φόβος Θεοῦ παντοίων ἐλαττωμάτων ψυχῆς περιγίνεται, οὐδὲ τούτων ἀπογνωστέον εὐθὺς, ἀλλὰ ἄγειν αὐτοὺς εἰς τὰ προσήκοντα γυμνάσια δεῖ, χρόνῳ καὶ ἐπιπόνοις ἀγωνίσμασι πεῖραν τῆς κρίσεως αὐτῶν λαμβάνοντας· ὡς ἐάν τι βέβαιον παρ' αὐτοῖς εὕρωμεν, ἀκινδύνως αὐτοὺς προσίεσθαι· εἰ δὲ μὴ, ἔξω ὄντας ἀποπέμπεσθαι· ὥστε ἀζημίωτον τὴν πεῖραν τῇ ἀδελφότητι γίνεσθαι. Τὸν δὲ ἀπό τινος περιφανεστέρου βίου πρὸς τὴν καθ' ὁμοίωσιν τοῦ Κυρίου ταπεινοφροσύνην ἐπειγόμενον, ὁρίζειν χρή τινα τῶν ἐπονειδίστων εἶναι δοκούντων παρὰ τοῖς ἔξωθεν, καὶ ἐπιτηρεῖν εἰ μετὰ πάσης πληροφορίας ἐργάτην ἀνεπαίσχυντον τῷ Θεῷ ἑαυτὸν παρίστησιν. Ὅσοι δὲ ὑπὸ ζυγὸν ὄντες δοῦλοι, ταῖς ἀδελφότησι προσφεύγουσι, νουθετηθέντας αὐτοὺς, καὶ βελτιωθέντας ἀποπέμπεσθαι χρὴ τοῖς δεσπόταις, καθ' ὁμοίωσιν τοῦ μακαρίου Παύλου· ὃς τὸν Ὀνήσιμον γεννήσας διὰ τοῦ Εὐαγγελίου, ἀπέπεμψε τῷ Φιλήμονι, τὸν μὲν πληροφορήσας, ὅτι ὁ ζυγὸς τῆς δουλείας εὐαρέστως τῷ Κυρίῳ κατορθούμενος, βασιλείας οὐρανῶν ἄξιον συνίστησι· τὸν δὲ παρακαλέσας, μὴ μόνον ἀνιέναι τὴν κατ' αὐτοῦ ἀπειλὴν, ἀλλὰ καὶ χρηστοτέραν ἔχειν πρὸς αὐτὸν τὴν διάθεσιν. Εἰ μέντοι κακὸς ὁ δεσπότης τύχοι, παράνομά τινα ἐπιτάσσων, καὶ πρὸς παράβασιν ἐντολῆς τοῦ ἀληθινοῦ δεσπότου καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν δοῦλον βιαζόμενος, ἀγωνίζεσθαι χρὴ, ὅπως μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημηθῇ διὰ τὸν δοῦλον ἐκεῖνον, ποιήσαντά τι, ὃ μὴ ἀρέσκῃ Θεῷ. Κατορθοῦται δὲ ἀγὼν, ἢ ἐν τῷ τὸν δοῦλον ἐκεῖνον καταρτισθῆναι πρὸς ὑπομονὴν τῶν ἐπιφερομένων αὐτῷ μαθημάτων, ὑπὲρ τοῦ πειθαρχῆσαι Θεῷ μᾶλλον ἢ ἀνθρώπῳ· ἢ ἐν τῷ τοὺς ὑποδεχομένους ἀναδέξασθαι τοὺς ὑπὲρ αὐτοῦ ἐπαγομένους αὐτοῖς πειρασμούς. Τοὺς ἐν συζυγίᾳ δὲ γάμου τοιούτῳ βίῳ προσερχομένους ἀνακρίνεσθαι χρὴ, εἰ ἐκ συμφωνίας τοῦτο ποιοῦσι, κατὰ τὴν διαταγὴν
3. For since our philanthropic God and Saviour Jesus Christ says: Come unto Me, all you who labour and are burdened, and I will give you rest; it is not without danger to repel those who approach the Lord through us and wish to come under His good yoke. Yet it is fitting to examine closely the past life of those who approach, and to those who have already achieved some uprightness, to hand over the more perfect of the teachings; whereas those who have set out from a wicked life towards the exact life of the knowledge of God must be examined as to what sort of character they are, lest they be unstable and easily moved in their judgements. For the changeableness of such men is suspect; who, besides profiting themselves nothing, become a cause of harm to others also. Yet since all things are set right by diligence, and the fear of God overcomes all manner of defects of the soul, one must not despair of these men straightway either, but must lead them into the fitting exercises, taking trial of their resolve by time and laborious contests; so that if we find anything steadfast in them, we may admit them without danger; and if not, send them away while they are still outside, so that the trial may be without loss to the brotherhood. And as for him who hastens from some more illustrious life towards humility after the likeness of the Lord, one must assign him some of the tasks that seem to be reproachful amongst outsiders, and observe whether with all full assurance he presents himself to God an unashamed workman. And as many slaves under the yoke as flee for refuge to the brotherhoods, after they have been admonished and improved, must be sent back to their masters, after the likeness of the blessed Paul; who, having begotten Onesimus through the Gospel, sent him back to Philemon, assuring the one that the yoke of slavery, when rightly borne in a manner well-pleasing to the Lord, renders a man worthy of the kingdom of the heavens; and exhorting the other not only to remit his threat against him, but also to have a kinder disposition towards him. If, however, the master should happen to be wicked, commanding lawless things, and forcing the slave towards the transgression of a commandment of our true Master and Lord Jesus Christ, one must strive that the name of God may not be blasphemed through that slave by his doing something that does not please God. And the struggle is brought to success either in that slave's being perfected unto endurance of the sufferings brought upon him, for the sake of obeying God rather than man; or in those who receive him taking upon themselves the trials brought upon them on his behalf. And those united in the bond of marriage who approach such a way of life must be examined as to whether they do this by mutual agreement, according to the ordinance
PG 32:1140Read from the page
τοῦ Ἀποστόλου, καὶ οὕτως ἐπὶ πλειόνων μαρτύρων δέχεσθαι τὸν προσερχόμενον. Εἰ δὲ στασιάζοι τὸ ἕτερον μέρος καὶ διαμάχοιτο, ἔλαττον φροντίζον τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μνημονευέσθω ὁ Ἀπόστολος λέγων· Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός. Τὸν τοίνυν ἐξερχόμενον ἀπὸ τῶν ἰδίων, σκοπῷ τοῦ ἀκολουθῆσαι τῷ Κυρίῳ, οὐ χρὴ καταφρονητικῶς περὶ τῶν διαφερόντων αὐτῷ διακεῖσθαι· ἀλλὰ πειρᾶσθαι πάντα μετὰ ἀκριβείας λαβόντα, ὡς τῷ Κυρίῳ λοιπὸν ἀφιερωμένα, μετὰ πάσης εὐλαβείας οἰκονομεῖν, ἢ δι' ἑαυτοῦ, ἐὰν δυνατῶς καὶ ἐμπείρως ἔχῃ, ἢ διὰ τῶν μετὰ δοκιμασίας πολλῆς ἐπιλεγέντων, καὶ ἀπόδειξιν δεδωκότων τοῦ δύνασθαι πιστῶς καὶ φρονίμως οἰκονομεῖν· εἰδότα, ὅτι οὐκ ἀκίνδυνόν ἐστιν οὔτε τὸ προσαφεῖναι τοῖς οἰκείοις, οὔτε τὸ διὰ τοῦ τυχόντος οἰκονομῆσαι. Εἰ γὰρ ὁ φροντίδα βασιλικῶν κτημάτων ἐγχειρισθεὶς, κἂν μὴ νοσφίσηται πολλάκις ἐκ τῶν ἑτοίμων, ἀμελείᾳ δέ τινι καταπροδῷ τὰ προσκτηθῆναι δυνάμενα, οὐκ ἀπολύεται τοῦ ἐγκλήματος· τίνα χρὴ προσδοκᾷν ἐπὶ τῶν ἤδη κατονομασθέντων τῷ Κυρίῳ τὴν κατάκρισιν ὑποστήσεσθαι, τὸν χαύνως καὶ ἡμελημένως διατεθέντα πρὸς τὴν τούτων διοίκησιν;
of the Apostle, and thus before several witnesses the one who approaches is to be received. But if the other party should be at variance and contend, caring less for pleasing God, let the Apostle be remembered where he says: But God has called us in peace. He, therefore, who departs from his own possessions with the aim of following the Lord must not be scornfully disposed concerning the things that belong to him; but must endeavour, taking all things with exactness as being henceforth dedicated to the Lord, to administer them with all reverence, either by himself, if he is capable and experienced, or through men chosen after much testing who have given proof of being able to administer them faithfully and prudently; knowing that it is not without danger either to abandon them to one's relatives or to administer them through any chance person. For if he who is entrusted with the care of royal possessions, even though oftentimes he does not embezzle from the funds on hand, yet through some negligence betrays what could have been acquired in addition, is not acquitted of the charge; what condemnation must one expect him to undergo in the case of things already dedicated in the Lord's name, who has been laxly and negligently disposed towards their administration?
4. Κόσμου δὲ ἀναχώρησις, οὐχὶ εξω αὐτοῦ γενέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπαθείας τὴν ψυχὴν ἀποῤῥῆξαι, καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων· ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας διατυπώσεις· Ἑτοιμασία δὲ καρδίας, ἡ ἀπομάθησις τῶν ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων. Πρῶτόν γε πάντων, σπουδάζειν προσήκει τον φιλόθεον ἄνδρα περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλ' ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον, ὅταν τι χρήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὴν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς ἐμβάλλειν, μέτρα ὁρίζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως, καὶ διδάσκειν ἀνεπιφθόνως, καὶ εἴ τι παρ' ἑτέρου δεδίδακται, μὴ ἀποκρυπτόμενον, ὡς αἱ φαῦλαι τῶν γυναικῶν αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. Τόνος δὲ φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος, μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως· προεξετάσαντα ἐν ἑαυτῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον. Εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις· οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα· πανταχοῦ τὸ τραχὺ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. Προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπεινοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσται τῷ δεομέν⟨ῳ⟩
4. And withdrawal from the world is not to be outside it bodily, but to sever the soul from sympathy with the body, and to become cityless, homeless, without private property, without comradeship, possessionless, without a livelihood, free from business, without contracts, unversed in human teachings; ready to receive in the heart the impressions arising from divine teaching; and the preparation of the heart is the unlearning of the teachings that have preoccupied it from evil custom. First of all, it is fitting for the God-loving man to be earnest not to be unskilful in the use of speech, but to ask questions without contentiousness and to answer without ambition, not interrupting the one conversing with him when he says something useful, nor desiring ostentatiously to interject his own speech, setting measures for speech and hearing; and to learn without shame, and to teach without grudging, and if he has been taught anything from another, not hiding it, like base women who palm off spurious children as their own, but gratefully proclaiming the father of the word. And the middle tone of voice is to be preferred, so as neither to escape the hearing through faintness, nor to be tiresome by the loudness of its straining; having first examined within himself what is to be spoken, so to utter the word in public. He should be affable in meetings, sweet in conversations; not hunting after pleasantness through wit, but possessing gentleness through kindly exhortation; everywhere thrusting away harshness, even if it be necessary to rebuke. For having first humbled himself through lowliness of mind, he will thus be well-acceptable to the one in need
Notes, col. 1140

On the reading

Printed εξω, for ἔξω.

Printed τον, for τὸν.

Printed τὴν, for τὸν.

PG 32:1141Read from the page
τῆς θεραπείας. Πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως· ὃς τῷ Δαβὶδ ἁμαρτόντι, οὐ παρ' ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλ' ὑποβολῇ προσώπου χρησάμενος, αὐτὸν ἐκεῖνον τοῦ ἰδίου δικαστὴν ἐκάθισεν ἁμαρτήματος· ὥστε αὐτὸν καθ' ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν, μηδὲν ἐπιμέμψασθαι τὸν ἐλέγξαντα. Ὁλκὸς μὲν γὰρ ὕδατος δείκνυσι τὴν οἰκείαν πηγὴν, λόγου δὲ φύσις τὴν προενεγκοῦσαν αὐτὸν καρδίαν χαρακτηρίζει.
of healing. And oftentimes useful to us also is the prophet's manner of rebuke; who, when David had sinned, did not bring in the sentence of condemnation from himself, but making use of an assumed person, set that man himself as judge of his own sin; so that, having first pronounced judgement against himself, he found no fault at all with him who convicted him. For a channel of water shows its own spring, and the nature of speech characterizes the heart that brought it forth.
5. Καὶ ὥσπερ ἐπὶ τῶν ἰατρικῶν παραγγελμάτων, ὅταν εὐστόχως καὶ κατὰ λόγον γίνηται, μετὰ τὴν πεῖραν μάλιστα τὸ ἀπ' αὐτῶν ὠφέλιμον δείκνυται· οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν παραινέσεων, ἐπειδὰν μάλιστα τὴν ἔκβασιν λάβῃ μαρτυροῦσαν τὰ παραγγέλματα, τότε τὸ σοφὸν αὐτῶν καὶ ὠφέλιμον πρὸς τὴν ἐπανόρθωσιν τοῦ βίου καὶ τὴν τῶν πειθομένων τελείωσιν ἀναφαίνεται. Ὁ γὰρ τὸν κείμενον ἀνιστῶν, ὑψηλότερος εἶναι τοῦ πεπτωκότος πάντως ὀφείλει· ὁ δὲ ἐξ ἴσου καταπεσὼν, ἑτέρου καὶ αὐτὸς τοῦ ἀναστήσοντος ἐπιδέεται. Οἱ δὲ τυφλοῖς διδασκάλοις τὴν ὁδηγίαν ἑαυτῶν ἐπιτρέψαντες, ἐστέρησαν ἑαυτοὺς τῆς τοῦ φωτὸς ἀπολαύσεως. Τὸ γὰρ μετὰ θυμοῦ καὶ ὀργῆς ἐλέγχειν τὸν ἁμαρτήσαντα ἀδελφὸν, οὐχὶ ἐκεῖνόν ἐστιν ἁμαρτίας ἐλευθερῶσαι, ἀλλ' ἑαυτὸν περιβαλεῖν πλημμελήμασιν. Ἐν γὰρ πραότητι δεῖ παιδεύειν τοὺς ἀντιδιατιθεμένους, καὶ μὴ ἐν οἷς μὲν αὐτὸς παροφθῇ, σφοδρὸν εἶναι· ἐν οἷς δὲ ἂν ἄλλον καταφρονούμενον ἴδῃ, τὴν πρὸς τὸν ἡμαρτηκότα μακροθυμίαν ἐπιδείκνυσθαι· ἀλλὰ καὶ μᾶλλον δυσχεραίνειν ἐπὶ τῷ κακῷ τότε. Οὕτω γὰρ καὶ τῆς φιλαυτίας τὴν ὑποψίαν ἐκφεύξεται, καὶ ἀπόδειξιν δώσει τοῦ μὴ τὸν ἡμαρτηκότα μισεῖν, ἀλλὰ τὴν ἁμαρτίαν ἀποστρέφεσθαι· τὸ μὲν γὰρ μὴ δι' ἑαυτὸν μεριμνᾷν καὶ ἐργάζεσθαι, φιλοχρίστου καὶ φιλαδέλφου διαθέσεως ἐγκώμιον. Παντὶ τοίνυν τρόπῳ χρὴ τὸν ἀσθενοῦντα θεραπεύειν, καὶ σπουδάζειν τὸ ἐξηρθρωμένον, ἵν' οὕτως εἴπω, μέλος ἐναρθροῦν· ἐὰν δὲ τῇ οἱᾳδηποτοῦν κακίᾳ ἐπιμένῃ, ἀφιέναι ὡς ἀλλότριον· γέγραπται γάρ· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Ἐὰν γὰρ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν, καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς δουλεύειν ἐθέλωσι μᾶλλον ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ Εὐαγγέλιον ζωήν μὴ καταδέχωνται, οὐδεὶς ἡμῖν κοινὸς πρὸς αὐτοὺς λόγος. Ἡμεῖς γὰρ ἐν λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν, ὅτι Σώζων σῶζε τὴν σεαυτοῦ ψυχὴν, καὶ ἀλλοτρίαις ἁμαρτίαις μὴ κοινώνει. Καὶ εἰ μή τις ἐπιθυμητικῶς ἔρχεται ἐπὶ τὸ ψάλλειν, καὶ εἰ μὴ ἐπιφαίνεται
5. And just as in the case of medical precepts, when they are given aptly and according to reason, their usefulness is shown above all after experience; so too in the case of spiritual exhortations, when the precepts above all receive the outcome bearing witness to them, then their wisdom and usefulness towards the amendment of life and the perfection of those who obey becomes manifest. For he who raises up one who lies fallen ought by all means to be higher than the one who has fallen; whereas he who has fallen equally stands in need himself also of another to raise him up. And those who have entrusted the guidance of themselves to blind teachers have deprived themselves of the enjoyment of the light. For to rebuke a brother who has sinned with wrath and anger is not to set that man free from sin, but to encompass oneself with offences. For in meekness must one instruct those who oppose themselves, and not be vehement in matters wherein one is oneself slighted, while in matters wherein one sees another despised, displaying long-suffering towards him who has sinned; but rather be all the more displeased at the evil then. For thus he will both escape the suspicion of self-love, and give proof that he does not hate him who has sinned, but turns away from the sin; for not to be anxious and labour on one's own account is the praise of a Christ-loving and brother-loving disposition. In every way, therefore, one must heal him who is weak, and be earnest to set in joint again, so to speak, the dislocated member; but if he persists in wickedness of whatsoever kind, let him go as a stranger; for it is written: Every plant which My heavenly Father has not planted shall be rooted up. For if they cling inextricably to their own customs, and wish to serve the pleasures of the flesh rather than the Lord, and do not accept the life according to the Gospel, we have no common word with them. For amongst a disobedient and gainsaying people we have been taught to hear: Saving, save your own soul, and do not share in alien sins. And if someone does not come eagerly to the chanting of psalms, and if there does not appear
Notes, col. 1141

On the reading

Printed ζωήν, for ζωὴν.