Migne Reading Room

PG 32 · cols. 1120–1129 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1120Read from the page
ἡμέραν ἐκ τῆς ἡμετέρας ἀνοίας αὐξανόμενος, οὔτε συμπροῆλθε πρὸς τὸν βίον ἡμῖν, οὔτε συναπῆλθέ τισιν· ἀλλὰ τὸ τῷ δικαίῳ πάλαι ῥηθὲν, ἐπὶ παντὸς ἀνθρώπου πέπηγε καὶ κρατεῖ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Τί οὖν σοι λυσιτελέστερον; τὴν πρόσκαιρον ἑλέσθαι ζωὴν, καὶ δι' αὐτῆς τὸν αἰώνιον λαβεῖν θάνατον, ἢ τὴν ἐν τῇ ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπάθειαν, ταύτῃ προξένῳ χρήσασθαι τῆς αἰωνίου ζωῆς; Τὰ μὲν γὰρ τοῦ σώματος βάρη, ταῖς ἐπὶ τῆς τρυτάνης ῥοπαῖς δοκιμάζομεν· τὰ δὲ τοῦ βίου ἐκλεκτὰ, τῷ αὐτεξουσίῳ τῆς ψυχῆς διακρίνομεν· ὃ καὶ ζυγὸν ὠνόμασεν ἡ Γραφὴ, διὰ τὸ ἴσην δύνασθαι λαμβάνειν τὴν ῥοπὴν ἐφ' ἑκάτερα. Οἷόν τι λέγω, πορνεία καὶ σωφροσύνη παρὰ σοὶ κρίνεται, καὶ ὑψηλὸς προκαθέζεταί σοι ὁ νοῦς, πεπιστευμένος τὸ δικαστήριον· καὶ ἡ μὲν ἡδονὴ συνηγορεῖ τῇ πορνείᾳ, ὁ δὲ φόβος τοῦ Θεοῦ τῇ σωφροσύνῃ συνίσταται. Ἐὰν μὲν οὖν καταδικάσῃς τὴν ἁμαρτίαν, δῷς δὲ νικῆσαι τὴν σωφροσύνην, εὐθεῖαν ἐποιήσω τὴν κρίσιν τοῦ πράγματος· ἐὰν δὲ τῇ ἡδονῇ δοὺς τὴν ῥοπὴν, προτιμοτέραν ἀποφήνῃς τὴν ἁμαρτίαν, σκολιὸν ἐποιήσω τὸ κρῖμα, ὑπόδικος γενόμενος τῇ ἀρᾷ τοῦ εἰπόντος· Οὐαὶ, οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· οἱ λέγοντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς. Ἐπεὶ οὖν πᾶσα ἀρετὴ πρὸς πᾶσαν κακίαν διαδικάζεται, τότε δὴ ἐπίδειξαι τὴν εὐθύτητα τῶν κριμάτων ἐν τῷ κρυπτῷ σου τῆς ψυχῆς κριτηρίῳ, καὶ οἱονεὶ πάρεδρον σεαυτῷ τὴν ἐντολὴν ποιησάμενος, δεῖξον τὸ μισοπόνηρον, ἀποστρεφόμενος μὲν τὰς ἁμαρτίας, ὑπερτιμῶν δὲ τὰς ἀρετάς. Ἐὰν γὰρ ἐφ' ἑκάστης πράξεως νικᾷν ποιήσῃς παρὰ σοὶ τὰ βελτίονα, μακάριος ἔσῃ Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν κρίνῃ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιον ἡμῶν· καὶ, Μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων, οὐκ ἀπέρχῃ καταδεδικασμένος διὰ τὴν πρὸς τὰ φαῦλα ῥοπὴν, ἀλλὰ τοῖς τῆς δικαιοσύνης τιμηθήσῃ στεφάνοις, οἷς παρὰ πάντα σου τὸν βίον τὴν ἀρετὴν ἐστεφάνωσας. Ὥσπερ γὰρ ὁ τοξότης πρὸς τὸν σκοπὸν ἀπευθύνει τὸ βέλος, οὔτε ὑπερβολαῖς, οὔτε ἐλλείψεσιν, οὔτε ταῖς ἐφ' ἑκάτερα παρατροπαῖς ἀποπλανῶν τὴν τοξείαν· οὕτως ὁ κριτὴς ὀφείλει τοῦ δικαίου καταστοχάζεσθαι, οὔτε πρόσωπα λαμβάνων (Γνωρίζειν γὰρ πρόσωπον ἐν κρίσει οὐ καλὸν), οὔτε ποιῶν κατὰ πρόσκλησιν, ἀλλ' εὐθείας καὶ ἀδιαστρόφους ἐκφέρων τὰς κρίσεις. Καὶ δύο κρινομένων παρ' αὐτῷ, τοῦ τε πλεονεκτοῦντος, καὶ τοῦ τὸ ἔλαττον ἔχοντος, ὀφείλει τοσοῦτον ἀφαιρῶν τοῦ ὑπερέχοντος, ὅσον ἐλαττού-
by day is increased out of our folly, neither came forth with us into life, nor departed with any; but what was spoken of old by the righteous man stands fixed and prevails over every man: Naked came I forth out of my mother's womb, and naked shall I depart. What then is more profitable for thee: to choose the temporal life, and through it to receive eternal death, or having chosen the hardship in the practice of virtue, to use this as the procurer of eternal life? For the weights of the body we test by the inclinations on the balance; whereas the choices of life we discern by the free will of the soul; which the Scripture also named a balance, because it is able to take an equal inclination to either side. As an instance of what I mean, fornication and temperance are judged before thee, and thy mind sits high in front for thee, entrusted with the tribunal; and pleasure pleads in defence of fornication, while the fear of God stands with temperance. If therefore thou condemn sin, and grant temperance to conquer, thou hast made the judgement of the matter straight; but if, giving the inclination to pleasure, thou declare sin preferable, thou hast made the judgement crooked, becoming liable to the curse of him who said: Woe unto those who call bitter sweet, and sweet bitter; who call light darkness, and darkness light. Since therefore every virtue contends at law against every vice, then indeed display the uprightness of thy judgements in the hidden tribunal of thy soul, and having made the commandment as it were an assessor to thyself, show hatred of evil, turning away from sins, and honouring virtues above all. For if in each action thou make the better things conquer before thee, blessed shalt thou be In that day, when God shall judge the hidden things of men according to our Gospel; and, Their thoughts between one another accusing, or else excusing, thou dost not depart condemned because of the inclination towards base things, but shalt be honoured with the crowns of righteousness, wherewith throughout all thy life thou hast crowned virtue. For just as the archer directs the arrow towards the mark, leading his shooting astray neither by overshooting, nor by falling short, nor by deviations to either side; so the judge ought to aim at what is just, neither respecting persons (For to respect a person in judgement is not good), nor acting by partiality, but bringing forth straight and undistorted judgements. And when two are judged before him, both he who has more than his share, and he who has the lesser part, he ought, taking away so much from him who exceeds as he finds him who is wronged falling short, himself to stand equalizing them towards one another.
3. Τὰ μὲν γὰρ ἄλλα τῶν κτημάτων, οὐ μᾶλλον τῶν ἐχόντων ἢ καὶ οὑτινοσοῦν τῶν ἐπιτυχόντων
3. For the other possessions belong no more to those who have them than even to any one at all of those who happen upon
Notes, col. 1120

On the reading

Printed ἐποιήσω, for ἐποιήσω (twice, for ἐποίησας).

PG 32:1121Read from the page
ἐστὶν ὥσπερ ἐν παιδιᾷ κύβων, τῇδε κἀκεῖσε μεταβαλλόμενα· μόνη δὲ κτημάτων ἡ ἀρετὴ ἀναφαίρετον, καὶ ζῶντι καὶ τελευτήσαντι παραμένουσα. Ὅθεν δὴ καὶ Σόλων μοι δοκεῖ πρὸς τοὺς εὐπόρους εἰπεῖν τὸ,
them, being shifted hither and thither as in a game of dice; whereas of possessions virtue alone cannot be taken away, remaining beside one both living and dead. Whence indeed Solon also seems to me to have said to the wealthy that verse,
Ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα Τῆς ἀρετῆς τὸν πλοῦτον· ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεὶ, Χρήματα δ' ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.
We will not exchange with them the wealth of virtue; since the one is ever steadfast, whereas the goods of men at one time one has, at another another.
Διὸ ἀρετῆς ὑμῖν ἐπιμελητέον, ὦ ἄνθρωποι, ἣ καὶ ναυαγήσαντι συνεκνήχεται, καὶ ἐπὶ τῆς χέρσου γενόμενον γυμνὸν τιμιώτερον ἀποδείξει τῶν εὐδαιμόνων. Καὶ οὕτω βιώσωμεν, ὡς μηδέποτε τὰ παρελθόντα κρείττονα εἶναι τῶν μελλόντων· Μηδὲ εἴπωμεν, ὅτι αἱ ἡμέραι αἱ πρότερον ἀγαθαὶ ἦσαν ὑπὲρ ταύτας. Ἐὰν γὰρ αἱ προάγουσαι ἡμέραι βελτίους ὦσι τῶν μετὰ ταῦτα, λεχθήσεται ἡμῖν· Τοσαῦτα ἐπάθετε εἰκῆ, ἀμαυρουμένων τῶν καλῶν ὑπὸ τῆς ἐν τοῖς ὕστερον ἀμελείας. Ὥσπερ γὰρ ὁ τελειούμενος τοῖς ἔμπροσθεν ἐπεκτείνεται, οὕτως ὁ ἁμαρτάνων εἰς τὸ κατόπιν ἀναποδίζει. Τίς δὲ μείζων κακίας ἀπόδειξις, ἢ ἡ τοῦ ἀγαθοῦ ἐγκατάλειψις; Καὶ πονηρίας ὑπερβολὴ, τὸ παροξῦναι τὸν ἀγαθὸν καὶ πρᾶον. Τὸ γὰρ ἔσχατον ἐν πονηρίᾳ, καὶ πρὸς ἑαυτό ἐστιν ἀσύμφωνον· καὶ ἔοικε τὸ κακὸν, οὐ τῷ ἀγαθῷ ἐναντιοῦσθαι μόνον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ. Ὥσπερ οὖν ἡττᾶται σκότος τῇ τοῦ φωτὸς παρουσίᾳ, καὶ νικᾶται νόσος τῇ τῆς ὑγείας ἐπιδημίᾳ, καὶ ἡ κατ' ἀρετὴν προκοπὴ ἐπὶ τὸ μεῖζον ἀπὸ τῶν ἐλαττόνων τὴν αὔξησιν ἔχει· οὕτω καὶ ἡ τῆς κακίας χύσις ἀπὸ τῶν ὑποδεεστέρων τῶν ἐξ ἀρχῆς ἐπὶ τὸ ἀνήκεστον φέρεται. Ἀρχὴ δὲ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Εἰ γὰρ εὐθὺς προσέβαλέ σοι τὰ τέλεια, ἀπώκνησας ἂν πρὸς τὴν ἐγχείρησιν· νυνὶ δὲ τοῖς εὐληπτοτέροις σε προσεθίζει, ἵνα κατατολμήσῃς τῶν ἐφεξῆς. Ὡς γὰρ ἐπὶ τῆς κλίμακος πρώτη ἀνάβασις, ἡ τῆς γῆς ἀναχώρησις· οὕτως ἐπὶ τῆς κατὰ Θεὸν πολιτείας, ἀρχὴ προκοπῆς, ὁ τῶν κακῶν χωρισμός. Ἕως μὲν οὖν νήπιός ἐστιν ἕκαστος ἡμῶν, τὸ ἐν τῷ παρόντι ἡδὺ διώκων, οὐδεμίαν τοῦ μέλλοντος κηδεμονίαν ποιεῖται· ἀνὴρ δὲ γενόμενος, μετὰ τὸν ἀπαρτισμὸν τῶν ἐννοιῶν, οἷον ὁρᾷν δοκεῖ τὸν βίον αὐτῷ σχιζόμενον πρὸς ἀρετὴν καὶ κακίαν· καὶ πυκνὸν πρὸς ἑκάτερον τὸ ὄμμα τῆς ψυχῆς μεταστρέφων, παράλληλα κρίνει τὰ ἑκατέρῳ προσόντα. Καὶ ὁ μὲν τῶν ἁμαρτωλῶν βίος πάντα δείκνυσι τὰ τοῦ παρόντος αἰῶνος τερπνά· ὁ δὲ τῶν δικαίων μόνα ὑποφαίνει τὰ τοῦ μέλλοντος ἀγαθά. Καὶ ἡ μὲν τῶν σωζομένων ὁδὸς, ὅσον καλὰ ὑπισχνεῖται τὰ μέλλοντα, τοσοῦτον ἐπίπονα παρέχεται τὰ παρόντα· ὁ δὲ ἡδὺς καὶ ἀκόλαστος βίος οὐχὶ προσδοκωμένην εἰς
Wherefore virtue must be cared for by you, O men, which both swims out together with the shipwrecked man, and when he has come naked upon the dry land will show him more honourable than the prosperous. And let us so live, that the things past may never be better than the things to come: Neither let us say, that the former days were good beyond these. For if the preceding days be better than those after these things, it shall be said to us: Did ye suffer so many things in vain, the good things being dimmed by carelessness in the latter times? For just as he who is being perfected stretches forward to the things before, so he who sins steps backward to what is behind. And what greater proof of vice is there, than the forsaking of the good? And the excess of wickedness is to provoke the good and meek One. For that which is extreme in wickedness is discordant even towards itself; and evil seems to be opposed not only to the good, but also itself to itself. Just as, therefore, darkness is defeated by the presence of light, and disease is conquered by the visitation of health, and advancement according to virtue has its increase unto the greater from the lesser things; so also the outpouring of vice from the slighter things at the beginning is carried on unto what is incurable. And the beginning towards the taking up of good things is the withdrawal from evil things. For turn away, he says, from evil, and do good. For if He had set before thee the perfect things straightway, thou wouldst have shrunk back from the undertaking; but now He accustoms thee beforehand to the things more easily grasped, that thou mayest venture boldly upon the things that follow. For as on the ladder the first step upward is the withdrawal from the earth; so in the way of life according to God, the beginning of advancement is the separation from evil things. So long, therefore, as each of us is an infant, pursuing what is pleasant in the present, he takes no care at all for the future; but when he has become a man, after the completion of his thoughts, he seems as it were to see life splitting before him towards virtue and vice; and turning the eye of the soul frequently towards either, he judges side by side the things belonging to either. And the life of sinners shows all the pleasant things of the present age; whereas that of the righteous brings into view only the good things of the future. And the way of those who are being saved, by so much as it promises fair things in the future, by so much presents toilsome things in the present; whereas the pleasant and licentious life holds out enjoyment not awaited for
PG 32:1124Read from the page
ὕστερον, ἀλλ' ἤδη παροῦσαν προτείνεται τὴν ἀπόλαυσιν. Μακάριος οὖν ὁ μὴ περιτραπεὶς ἐκ τῶν τῆς ἡδονῆς δελεασμάτων πρὸς τὴν ἀπώλειαν, καὶ ἐν τῇ ἐκλογῇ τῶν ὁδῶν ἑκατέρων μὴ ἐπιβὰς τῆς ὁδοῦ τῆς ἀγούσης ἐπὶ τὰ χείρονα. Μακάριος ὁ πάσης ἐλπίδος τῶν κατὰ τὸν κόσμον τοῦτον ἑαυτὸν ἀποστήσας, καὶ μόνην ἔχων ἑαυτοῦ ἐλπίδα τὸν Θεόν. Ὡς γὰρ ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον· οὕτως εὐλογημένος ὁ ἐπιστηριζόμενος τῷ Κυρίῳ. Οὐ γὰρ ἐπιδέχεται ἐπαμφοτερισμὸν ἡ εἰς Θεὸν ἐλπὶς, οὐδὲ καταδέχεται ὁ Κύριος ὁλόκληρον τὴν παρ' ἑαυτοῦ παρέχειν βοήθειαν τῷ ποτὲ μὲν ἐπὶ χρήμασιν ἠλπικότι, καὶ δόξῃ ἀνθρωπίνῃ, καὶ δυνάμει τῇ κατὰ κόσμον, ποτὲ δὲ αὐτὸν ὡς ἐλπίδα ἑαυτοῦ προβαλλόμενον· ἀλλὰ δεῖ ἀληθινῶς ἐπαναπαύεσθαι τῇ παρὰ τοῦ Θεοῦ βοηθείᾳ.
afterwards, but already present. Blessed therefore is he who has not been overturned by the lures of pleasure towards destruction, and in the choice of either of the two ways has not stepped upon the way that leads unto worse things. Blessed is he who has removed himself from all hope of the things according to this world, and has God alone as his hope. For as cursed is the man who has his hope in man, so blessed is he who leans upon the Lord. For hope in God does not admit of wavering between two sides, nor does the Lord deign to grant the help from Himself whole and entire to him who at one time has hoped in riches, and human glory, and power according to the world, and at another puts Him forward as his hope; but one must truly rest upon the help that is from God.
4. Ἀμαθεῖς δὲ ἄνθρωποι, καὶ φιλόκοσμοι, ἀγνοοῦντες αὐτοῦ τοῦ ἀγαθοῦ τὴν φύσιν, μακαρίζουσι πολλάκις τὰ μηδενὸς ἄξια, πλοῦτον, ὑγείαν, περιφάνειαν βίου, ὧν οὐδέν ἐστιν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει, οὐ μόνον καθότι ῥᾳδίαν ἔχει τὴν πρὸς τὰ ἐναντία περιτροπὴν, ἀλλ' ὅτι μηδὲ ἀγαθοὺς δύναται τοὺς κεκτημένους ἀποτελεῖν. Ὁ μὲν οὖν ἐν τῷ βίῳ τυγχάνων, οὔπω μακαριστὸς, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως· ὁ δὲ συμπληρώσας τὰ ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ τέλει τὴν ζωὴν κατακλείσας, οὗτος ἤδη ἀσφαλῶς μακαρίζεται. Καὶ οἱ μὲν τὸ ἀγαθὸν ἐργαζόμενοι, ἐν αὐτῷ τῷ ἔργῳ τὸ εὐαπόδεκτον ἔχουσιν· οἱ δὲ τὸ κακὸν φεύγοντες, οὐκ ἐὰν ἅπαξ ἢ δεύτερον ἐκκλίνωσιν, ὦσιν ἂν ἐπαινετοὶ, ἀλλ' ἐὰν δυνηθῶσι τοῦ κακοῦ τὴν πεῖραν εἰς τὸ παντελὲς διαδρᾶναι. Εἰ οὖν δέοι βίον μὲν ἄριστον ἕκαστον προαιρεῖσθαι, ἡδὺν δὲ προσδοκᾷν τῇ συνηθείᾳ γενήσεσθαι, ἐγχειρεῖν τοῖς βελτίστοις. Αἰσχρὸν γὰρ τὸν παρόντα καιρὸν προεμένους, ὕστερόν ποτ' ἀνακαλεῖσθαι τὸ παρελθὸν, ὅτε οὐδὲν ἔσται πλέον ἀνιωμένοις. Τῷ ὄντι γὰρ ἀμήχανόν ἐστι χωρητικοὺς γενέσθαι ἡμᾶς τῆς θείας χάριτος, μὴ τὰ ἀπὸ κακίας πάθη προκατασχόντα τὰς ψυχὰς ἡμῶν ἐξελάσαντας. Εἶδον ἰατροὺς ἐγὼ μὴ πρότερον διδόντας τὰ σωτήρια φάρμακα, πρὶν ἐμέτοις ἀποκενῶσαι τὴν νοσοποιὸν ὕλην, ἣν ἐκ πονηρᾶς διαίτης ἑαυτοῖς οἱ ἀκόλαστοι ἐναπέθεντο. Ἀλλὰ καὶ ἀγγεῖον προκατειλημμένον ὑπό τινος ὑγροῦ δυσώδους, μὴ ἐκπλυθὲν, οὐ μὴ δέξηται τοῦ μύρου τὴν ἐπιῤῥοήν. Δεῖ τοίνυν ἐκχυθῆναι τὰ προϋπάρχοντα, ἵνα δυνηθῇ χωρηθῆναι τὰ ἐπαγόμενα. Πᾶσι μὲν γὰρ πάρεστι τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλὰ τοῖς μὲν καθαρεύουσι τῶν παθῶν, τὴν ἰδίαν ἐμφέρει δύναμιν· τοῖς δὲ τὸ ἡγεμονικὸν συγκεχυμένον ἔχουσιν ἀπὸ τῶν τῆς ἁμαρτίας σπίλων, οὐκ ἔτι.
4. Yet unlearned men, and lovers of the world, being ignorant of the nature of the good itself, oftentimes count blessed things worthy of nothing, wealth, health, splendour of life, none of which is good by its own nature, not only because it has an easy reversal towards the opposites, but because it cannot even render good those who possess it. He therefore who is still in life is not yet to be counted blessed, because of the uncertainty of the issue; whereas he who has fulfilled his due duties, and has closed his life with an indisputable end, this man is already safely counted blessed. And those who work the good have acceptability in the deed itself; whereas those who flee evil would not be praiseworthy if they turn aside once or twice, but if they be able to escape the experience of evil altogether. If therefore each one ought to choose the best life, and expect that by habit it will become pleasant, one must set one's hand to the best things. For it is shameful, having let slip the present opportunity, afterwards at some time to recall the past, when there will be no profit for those who grieve. For in truth it is impossible for us to become capable of receiving divine grace, without having driven out the passions from vice that have preoccupied our souls. I myself have seen physicians not giving saving medicines before emptying out by vomitings the disease-causing matter, which the licentious had stored up in themselves from an evil diet. Moreover, a vessel preoccupied by some foul-smelling liquid, if not washed out, will by no means receive the pouring in of ointment. The things preexisting, therefore, must be poured out, so that the things brought in may be able to be contained. For the Holy Spirit is present to all; but into those who are pure from passions He brings His own power; whereas into those who have their ruling faculty confounded from the stains of sin, no longer so.
5. Ἀδύνατον γὰρ, εἰς διαφόρους φροντίδας τοῦ νοῦ μεριζομένου, κατορθοῦσθαι τὸ σπουδαζόμενον· καθὼς ὁ Κύριος ἀπεφήνατο, εἰπών· Οὐδεὶς δύναται
5. For it is impossible, when the mind is divided into different cares, for that which is earnestly pursued to be accomplished; even as the Lord declared, saying: No one can
Notes, col. 1124

On the reading

Printed προβαλλόμενον, for προβαλλομένῳ.

PG 32:1125Read from the page
δυσὶ κυρίοις δουλεύειν· καὶ πάλιν· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Οὔτε γὰρ ἄλλης τινὸς ἐντολῆς τήρησιν, οὔτε αὐτὴν τὴν πρὸς Θεὸν ἀγάπην, οὔτε τὴν πρὸς τοὺς πλησίον δυνάμεθα κατορθῶσαι, ἄλλοτε περὶ ἄλλα ταῖς διανοίαις ἀποπλανώμενοι. Οὔτε γὰρ τέχνην ἢ ἐπιστήμην ἀκριβῶς καταλαβεῖν δυνατὸν, ἄλλοτε ἐπ' ἄλλην μεταβαίνοντα· οὔτε μὴν μιᾶς περιγενέσθαι, μὴ τὰ οἰκεῖα τοῦ τέλους γνωρίσαντα. Δεῖ γὰρ ἀκολούθους εἶναι τῷ σκοπῷ καὶ τὰς πράξεις, ὡς οὐδενὸς τῶν κατὰ λόγον διὰ τῶν ἀνοικείων κατορθουμένου. Ἐπεὶ οὔτε χαλκευτικῆς τέλος διὰ τῶν ἔργων τῆς κεραμείας περιγενέσθαι πέφυκεν, οὔτε ἀθλητικοὶ στέφανοι ἐκ τῆς περὶ τὸ αὐλεῖν σπουδῆς κατορθοῦνται· ἀλλ' ἑκάστῳ τέλει οἰκεῖος ὁ πόνος καὶ συναρμόζων ἐπιζητεῖται. Ὥσπερ οὖν καὶ ἡ ἄσκησις τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πρὸς Θεὸν εὐαρεστήσεως, ἐν τῇ ἀναχωρήσει τῶν μεριμνῶν τοῦ κόσμου, καὶ τῇ παντελεῖ ἀλλοτριώσει τῶν περισπασμῶν κατορθοῦται. Λυθῆναι οὖν δεῖ τῶν δεσμῶν τῆς προσπαθείας τοῦ βίου, τόνγε ἀληθινῶς ἀκολουθεῖν μέλλοντα τῷ Θεῷ· τοῦτο δὲ οὐκ ἄλλως, ἢ διὰ παντελοῦς ἀναχωρήσεως, καὶ λήθης τῶν παλαιῶν ἠθῶν κατορθοῦται. Ὡς εἰ μὴ ἀποξενώσαιμεν ἑαυτοὺς καὶ συγγενείας σαρκικῆς καὶ κοινωνίας βίου, οἱονεὶ πρὸς ἕτερον κόσμον διὰ τῆς σχέσεως μεταβαίνοντες, ἀμήχανον ἡμᾶς περιγενέσθαι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εὐαρεστήσεως. Ὁ τοίνυν πρὸς τὴν ἀγγελικὴν ἀξίαν μεταταξάμενος, εἰ τοῖς ἀνθρωπίνοις ἐμμολύνοιτο πάθεσιν, ὅμοιός ἐστι δορᾷ παρδάλεως, ἧς οὔτε λευκὴ παντελῶς ἡ θρὶξ, οὔτε μέλαινα διόλου, ἀλλὰ τῇ μίξει τῶν ἑτεροχροούντων διεστιγμένη, οὔτε ἐν τοῖς μέλασιν, οὔτε ἐν τοῖς λευκοῖς ἀριθμεῖται. Ὥσπερ οὖν οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες, τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν, καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως.
serve two masters; and again: Ye cannot serve God and mammon. For neither the observance of any other commandment, nor the love itself towards God, nor that towards our neighbours are we able to accomplish, when wandering off in our minds at one time about one thing, at another about another. For neither is it possible to grasp an art or science accurately, when passing over at one time to one, at another to another; nor yet to master one, without having come to know the things proper to its end. For actions also must be conformable to the aim, since nothing of the things according to reason is accomplished through things unsuitable. Since neither is the end of the coppersmith's art wont to be attained through the works of pottery, nor are athletic crowns won out of zeal for flute-playing; but for each end the labour proper and fitting to it is required. Just so, therefore, the practice also of pleasing God according to the Gospel of Christ is accomplished in the withdrawal from the cares of the world, and in the complete estrangement from distractions. He, therefore, who is truly about to follow God must be loosed from the bonds of passionate attachment to life; and this is accomplished not otherwise than through complete withdrawal, and forgetfulness of old habits. So that unless we estrange ourselves both from bodily kinship and from the fellowship of life, passing over as it were to another world through our disposition, it is impossible for us to attain the aim of pleasing God. He, therefore, who has transferred himself to the angelic dignity, if he be defiled with human passions, is like a leopard's hide, the hair of which is neither altogether white, nor black throughout, but spotted by the mixture of different colours, is numbered neither among the black, nor among the white. Just as, therefore, painters, when they paint likenesses from likenesses, looking frequently towards the model, strive to transfer the character from thence to their own work of art; so also must he who has been zealous to render himself perfect in all the parts of virtue look towards the lives of the saints as towards certain moving and active statues, and make their good his own through imitation.
6. Εἰ γὰρ βοῦς μὲν συνεργὸς ἡμῖν εἰς γεωργίαν παραδοθεὶς, καὶ φωνῆς τοῦ τρέφοντος ἐπαισθάνεται, καὶ τὸν συνήθως αὐτῷ προσφέροντα τὴν τροφὴν ἐπιγινώσκει· ὄνος δὲ αὐτομάτως ἐπὶ τοὺς συνήθεις τῆς καταλύσεως τόπους ὁρμᾷ, καὶ τοσαύτη τοῖς ἀλόγοις πρὸς τὸν ἐπιμελούμενον ἡ συνήθεια· πόσον ἡ λογικὴ φύσις τῆς πρὸς Θεὸν ἀγάπης τὸ μέτρον ἀπαιτηθήσεται; Οὐδὲ γὰρ μία πρᾶξις τελειοῖ τὸν σπουδαῖον, ἀλλὰ παντὶ προσήκει τῷ βίῳ τὰς κατ' ἀρετὴν ἐνεργείας συμπαρατείνεσθαι. Καὶ καθάπερ οἱ ἐπὶ τὸ λουτρὸν εἰσιόντες, γυμνοῦνται παντὸς περιβλήματος·
6. For if an ox, given over to us as a fellow-worker for husbandry, both perceives the voice of him who feeds it, and recognizes him who customarily brings it nourishment; and an ass of its own accord rushes unto the customary places of its lodging, and so great among irrational creatures is the familiarity towards him who cares for them; how great a measure of love towards God shall the rational nature have demanded of it? For not even one single action perfects the earnest man, but it befits the activities according to virtue to be stretched out alongside his whole life. And just as those who enter into the bath strip themselves of every covering;
PG 32:1128Read from the page
οὕτω χρὴ καὶ τοὺς τῇ ἀσκητικῇ προσερχομένους ζωῇ, πάσης ὕλης βιωτικῆς γυμνωθέντας, ἐντὸς τοῦ κατὰ φιλοσοφίαν γενέσθαι βίου. Γίνεσθε γὰρ, φησὶ, φρόνιμοι ὡς οἱ ὄφεις· ὃς ἐπειδὰν ἀποδύεσθαι δέῃ τὴν λεβήριδα, στενῷ τόπῳ καὶ ἀκριβῶς περισφίγγοντι τὸ σῶμα ἐπιδοὺς ἑαυτὸν, φρονίμως καὶ συνετῶς ἀποδύεται τὸ γῆρας. Ὅπερ οὖν καὶ ἡμᾶς βούλεται ὁ Λόγος, διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ πορευομένους, ἀποδύεσθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύεσθαι δὲ τὸν νέον, ὥστε καὶ ἡμῶν ἀνακαινισθῆναι, ὡς ἀετοῦ τὴν νεότητα. Φωτὸς γὰρ ἀναφανέντος, ἀφανίζεται σκότος· καὶ ὑγείας παρούσης, τὰ ὀχληρὰ τῆς νόσου πέπαυται· καὶ ἀληθείας ἀποδειχθείσης, τοῦ ψεύδους ἡ φύσις ἐλέγχεται. Ἀλλ' οἱ πολλοὶ τῶν ἀνθρώπων ταῖς νεφέλαις ἐοίκασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατ' ἄλλο μέρος τοῦ ἀέρος ἐκφερομέναις· καὶ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον· οἷς δὲ πεπηγυῖα ἡ γνώμη, καὶ ἀεὶ ἑστῶσα, καὶ ἡ αὐτὴ, τούτοις ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. Πολλοὶ δὲ καὶ τὰς πονηρὰς πράξεις ἀποδεχόμενοι, χαρίεντα μὲν τὸν εὐτράπελον λέγουσι· τὸν δὲ αἰσχρολόγον, πολιτικόν· καὶ τὸν πικρὸν καὶ ὀργίλον, ἀκαταφρόνητον ὀνομάζουσι· τὸν φειδωλὸν καὶ ἀκοινώνητον, ὡς οἰκονομικὸν, ἐπαινοῦσι· τὸν ἄσωτον, ὡς ἐλευθέριον· τὸν πόρνον καὶ ἀσελγῆ, ἀπολαυστικόν τινα καὶ ἀνειμένον· καὶ ἁπαξαπλῶς πᾶσαν κακίαν ἐκ τῆς παρακειμένης ἀρετῆς ὑποκορίζονται. Οἱ τοιοῦτοι τῷ στόματι μὲν εὐλογοῦσι, κατὰ τὸν Δαβὶδ, τῇ δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ τῇ τῶν ῥημάτων εὐφημίᾳ πᾶσαν κατάραν ἐπάγουσιν αὐτῶν τῇ ζωῇ, ὑποδίκους αὐτοὺς τῇ αἰωνίᾳ κατακρίσει δι' ὧν ἀποδέχονται καθιστῶντες. Ὥσπερ οὖν οὐκ ἔστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντιδόσεις, ἀλλ' ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτῖσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐτός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιεῖν τῷ ὑποδείγματι· οὕτω καὶ ὁ τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῶν, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται, καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ.
so also must those who approach the ascetic life, having been stripped of all worldly matter, come within the life that is according to philosophy. For be ye, He says, wise as serpents; which, whenever it must strip off its slough, giving itself over to a narrow place that tightly squeezes the body around, wisely and prudently strips off old age. Which very thing therefore the Word wills for us also, that walking through the narrow and straitened way, we should strip off the old man, and put on the new, so that our youth also may be renewed as the eagle's. For when light has appeared, darkness vanishes; and when health is present, the troublesome things of disease have ceased; and when truth has been demonstrated, the nature of falsehood is convicted. Yet the most part of men are like the clouds, carried away according to the changes of the winds at one time to one part of the air, at another to another; and for those whose mind is easy towards change, it is nothing unlikely that their life also should be unordered; whereas for those whose purpose is fixed, and ever standing firm, and the same, for these it is consistent to pass through life in harmony with their deliberate choice. And many, accepting even wicked actions, call the witty man charming; and the foul-mouthed man, urbane; and the bitter and irascible man they name not to be despised; the stingy and unsociable man, as thrifty, they praise; the prodigal, as liberal; the fornicator and licentious, a man of enjoyment and relaxed; and in a word, they gloss over every vice from the neighbouring virtue. Such men bless with their mouth, according to David, but curse with their heart. For in the fair-speaking of their words they bring every curse upon their life, rendering them liable to eternal condemnation through the things that they accept. Just as, therefore, it is not the part of a just judge to appoint retributions equal for equal, but it is necessary that he who began evil should pay back what is owed with an addition, if both he himself is to become better by the punishments, and to make the rest more temperate by the example; so also he who does evil under a pretext of the good is worthy of double punishment, because he both works that which is not good itself, and uses for the accomplishment of sin, as one might say, the good as a fellow-worker.
7. Φευκτέον οὖν τῷ σωφρονοῦντι τὸ πρὸς δόξαν ζῆν, καὶ τὰ τοῖς πολλοῖς δοκοῦντα περισκοπεῖν, καὶ μὴ τὸν ὀρθὸν λόγον ἡγεμόνα ποιεῖσθαι τοῦ βίου, ὥστε κἂν πᾶσιν ἀνθρώποις ἀντιλέγειν, κἂν ἀδοξεῖν καὶ κινδυνεύειν ὑπὲρ τοῦ καλοῦ δέῃ, μηδὲν αἱρεῖσθαι τῶν ὀρθῶς ἐγνωσμένων παρακινεῖν. Τὸν γὰρ μὴ
7. The temperate man, therefore, must flee living for glory, and looking around at the things that seem good to the many, and not making right reason the leader of his life, so that even if he must contradict all men, even if he must be held in dishonour and incur danger on behalf of the good, he should choose to disturb nothing of the things rightly known. For him who does not
PG 32:1129Read from the page
οὕτως ἔχοντα, τί τοῦ Αἰγυπτίου σοφιστοῦ φήσομεν ἀπολείπειν, ὃς φυτὸν ἐγένετο καὶ θηρίον, ὁπότε βούλοιτο, καὶ πῦρ καὶ ὕδωρ καὶ πάντα χρήματα· εἴπερ δὴ καὶ αὐτὸς νῦν μὲν τὸ δίκαιον ἐπαινέσεται παρὰ τοῖς τοῦτο τιμῶσι· νῦν δὲ τοὺς ἐναντίους ἀφήσει λόγους, ὅταν τὴν ἀδικίαν εὐδοκιμοῦσαν αἴσθηται, ὅπερ δίκην ἐστὶ κολάκων, καὶ τῆς Ἀρχιλόχου ἀλώπεκος τὸ κερδαλέον τε καὶ ποικίλον ζηλοῦν; Ὁ μὲν γὰρ ἀληθὴς λόγος, καὶ ἀπὸ ὑγιοῦς διανοίας προϊὼν, ἁπλοῦς ἐστι καὶ μονότροπος, τὰ αὐτὰ λέγων περὶ τῶν αὐτῶν πάντοτε· ὁ δὲ ποικίλος καὶ ἔντεχνος, πολὺ τὸ ἐπίπλοκον καὶ ἐγκατάσκευον ἔχων, μυρία κατασχηματίζεται, καὶ στρέφεται στροφὰς ἀμυθήτους, πρὸς τὸ τῶν ἐντυγχανόντων ἀρέσκον μεταμορφούμενος. Ὅταν γὰρ ἄλλως μὲν φύσεως ἔχῃ τὰ πράγματα, ἄλλως δ' οἱ λόγοι περὶ αὐτῶν ἀναπείθωσι, στροφή τίς ἐστι, μᾶλλον δὲ διαστροφή, ὑπὸ τοῦ λόγου περὶ τὴν ἀλήθειαν γινομένη. Καὶ ὁ ἄλλως μὲν φαινόμενος, ἄλλως δὲ ὢν κατὰ ἀλήθειαν, στροφαῖς κέχρηται λόγων, ἀπατῶν τοὺς συνόντας, ὥσπερ τοὺς κύνας λαγωοὶ καὶ ἀλώπεκες, ἑτέραν δεικνύοντες, καὶ ἑτέραν τρεπόμενοι. Ἡ δὲ πρὸς τοὺς φαύλους τῶν λόγων συνήθεια, ὁδός τίς ἐστιν ἐπὶ τὰ πράγματα. Διὸ δὴ πάσῃ φυλακῇ τὴν ψυχὴν τηρητέον, μὴ διὰ τῆς τῶν λόγων ἡδονῆς παραδεξάμενοί τινα λάθωμεν τῶν χειρόνων, ὥσπερ οἱ τὰ δηλητήρια μετὰ τοῦ μέλιτος προσιέμενοι. Ὁ μὲν γὰρ τὴν ἄχρι ῥημάτων παρὰ τοῖς ἄλλοις φιλοσοφίαν ἔργῳ βεβαιῶν,
so disposed, in what way shall we say that he falls short of the Egyptian sophist, who became a plant and a wild beast whenever he wished, and fire and water and all things; if indeed he himself also will at one time praise justice amongst those who honour it, and at another time will let loose the opposite words whenever he perceives injustice held in esteem, which is after the manner of flatterers, and is to emulate the cunning and manifoldness of the fox of Archilochus? For true speech, proceeding from a sound mind, is simple and of a single manner, always saying the same things concerning the same matters; whereas that which is manifold and artificial, having much that is entangled and contrived, fashions itself into ten thousand shapes, and twists through untold turns, transforming itself towards the pleasure of those whom it meets. For when matters are by nature in one state, and speeches concerning them persuade otherwise, there is a certain turning, or rather perversion, brought about by speech concerning the truth. And he who appears one way, yet in truth is another, uses twists of words, deceiving those who associate with him, just as hares and foxes do to hounds, showing one path and turning down another. And familiarity with base speeches is a kind of road towards the deeds themselves. Wherefore one must guard the soul with all vigilance, lest through the pleasure of the words we unawares admit something of worse things, like those who take poisons along with honey. For he who confirms by deed the philosophy that amongst others goes no further than words,
Οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν.
He alone has understanding, whilst the others flit about as shadows.
Ἐπεὶ τό γε λαμπρῶς μὲν ἐπαινέσαι τὴν ἀρετὴν εἰς τὸ μέσον, καὶ μακροὺς ὑπὲρ αὐτῆς ἀποτείνειν λόγους, ἰδίᾳ δὲ τὸ ἡδὺ πρὸ τῆς σωφροσύνης, καὶ τὸ πλέον ἔχειν πρὸ τοῦ δικαίου τιμᾷν, ἐοικέναι φαίην ἂν ἔγωγε τοῖς ἐπὶ σκηνῆς ὑποκρινομένοις τὰ δράματα· οἳ ὡς βασιλεῖς πολλάκις καὶ δυνάσται εἰσέρχονται, οὔτε βασιλεῖς ὄντες, οὔτε δυνάσται, οὐδὲ μὲν οὖν τυχὸν ἐλεύθεροι τὸ παράπαν. Εἶτα μουσικὸς μὲν οὐκ ἂν ἑκὼν δέξαιτο ἀνάρμοστον αὐτῷ τὴν λύραν εἶναι· καὶ χοροῦ κορυφαῖος, μὴ ὅτι μάλιστα συνᾴδοντα τὸν χορὸν ἔχειν· αὐτὸς δέ τις ἕκαστος διαστασιάσει πρὸς ἑαυτὸν, καὶ οὐχὶ τοῖς λόγοις ὁμολογοῦντα τὸν βίον παρέξεται; Οὔτε γὰρ ἵππον ταχὺν ποιεῖ ἡ τοῦ πατρὸς περὶ τὸν δρόμον εὐμοιρία, οὔτε κυνὸς ἐγκώμιον τὸ ἐκ ταχυτάτων φῦναι· ἀλλ' ὥσπερ τῶν ἄλλων ζώων ἡ ἀρετὴ ἐν ἑαυτῷ θεωρεῖται ἑκάστῳ, οὕτω καὶ ἀνδρὸς ἴδιος ἔπαινος ὁ ἐκ τῶν ὑπαρχόντων αὐτῷ κατορθωμάτων μαρτυρούμενος. Ἀρετῆς ἄσκησις, τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θέαμα τοῖς ἐντυγχάνουσιν. Οἱ γὰρ τὴν ἀρετὴν μετιόντες, ἄστροις ἐοίκασιν, ἐν νυκτερινῇ συννεφείᾳ, ἄλλοις κατ' ἄλλα μέρη τοῦ οὐρανοῦ δια-
Since to praise virtue brilliantly in public, and to stretch out long speeches on its behalf, yet in private to honour pleasure before temperance, and covetousness before justice, I for my part would say resembles those who act out dramas upon the stage; who oftentimes enter as kings and rulers, being neither kings nor rulers, nor indeed, it may be, free men at all. Then again, a musician would not willingly accept that his lyre should be out of tune, nor a leader of a chorus that he should not have his chorus singing in the closest harmony; yet shall each man himself be at variance with himself, and not exhibit a life agreeing with his words? For neither does the sire's excellence in running make a horse swift, nor is it an encomium of a hound to have sprung from the swiftest; but just as the excellence of the other animals is beheld in each one by itself, so too a man's own praise is that which is attested from the upright deeds belonging to him. The practice of virtue is a precious possession to him who has it, and a most pleasant spectacle to those who meet with him. For those who pursue virtue resemble stars in a nocturnal cloudiness, in different parts of the sky