Migne Reading Room

PG 32 · cols. 1108–1117 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1108Read from the page
Ἀναγκαία δὲ ἦν μετ' ἐξηγήσεως τῶν αὐτῶν ἐπανάληψις, διὰ τὴν οὐχ ὑγιῆ τῶν κειμένων παρεξήγησιν, ἣν εἰσῆγον οἱ πάλαι μὲν ἄντικρυς ἀντιλέγοντες, νῦν δὲ τὴν ἀντιλογίαν ἐξηγήσεως σχήματι μεθοδεύσαντες· ἔνθα ἦν ἡ τοῦ ὁμοουσίου κακοῦργος ἀναίρεσις, ὡς οὐκ ὀφείλοντος νοεῖσθαι κατ' οὐδεμίαν ἄρνησιν Ἑλληνικήν· ἀντεισαγωγὴ δὲ τοῦ ὁμοουσίου τὸ ὅμοιον κατ' οὐσίαν, ὅπερ ἐπετηδεύθη, χυδαίως ὀνομασθὲν, καὶ κακοήθως νοηθέν· ἐπειδὴ ἡ ὁμοιότης τῶν ἐν οὐσίᾳ, ἐστὶ τῶν οὐσιωδῶν· ἵνα δὴ οὕτως ὡμοιωμένη οὐσία νοῆται, οἷος ἂν εἴη καὶ ἀνδριὰς πρὸς βασιλέα. Πρὸς ἅπερ ἀντεγράφη, τὸ ὑπὸ τῶν εὐσεβεῖν εἰδότων καὶ βουλομένων, ὅτι οὐχ ὅμοιον Θεῷ, ἀλλὰ Θεὸν δηλοῖ τὸ ὁμοούσιον, ὡς ἂν γέννημα γνήσιον καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι. Συνεισήγετο δὲ καὶ τὸ περὶ Πνεύματος, ὡς ὑπὸ τῶν Πατέρων ἐν τῇ αὐτῇ πίστει τῷ Θεῷ καὶ τῷ Υἱῷ κειμένου, ὅτι ἔστιν ἐν τῇ αὐτῇ θεότητι. Τὴν οὖν τῆς εὐσεβείας ταύτης πρεσβείαν, τίνα εἰκὸς ἦν οὕτω μετεῖναι, ὡς τὸν σπουδαιότατον, ἅμα τῷ δεσπότῃ μου Γρηγορίῳ, ὃς οὐδ' αὐτὸς οὐδαμόθεν γράφει, οὐδὲ σημαίνει καθάπαξ οὐδέν; Ἔῤῥωσο, δέσποτα ποθεινότατε.
Yet a repetition of the same things with an explanation was necessary, because of the unsound misinterpretation of the texts, which those introduced who of old contradicted outright, and now have contrived their contradiction in the guise of an explanation; wherein lay the malicious abolition of the consubstantial, as though it ought not to be understood according to any Greek denial; and the substitution for the consubstantial of the like according to substance, which was devised, being vulgarly named and maliciously understood; since likeness of things in substance belongs to things substantial; so that thus a likened substance might be understood, such as even a statue would be towards a king. Against which things there was written in reply, that by those who know how and wish to be pious, the consubstantial signifies not something like unto God, but God, as being a genuine offspring and of the same substance with Him Who begot Him. And there was introduced together also the matter concerning the Spirit, as being placed by the Fathers in the same faith with God and the Son, that He is in the same Godhead. Whom then was it fitting so to pursue the embassy of this piety, as the most zealous one, together with my master Gregory, who himself neither writes from anywhere, nor signifies anything at all? Farewell, most longed-for master.
ΕΠΙΣΤΟΛΗ ΤΞΕʹ.
Epistle 365.
Βασίλειος τῷ μεγάλῳ βασιλεῖ Θεοδοσίῳ.
Basil to the great Emperor Theodosius.
Πάθος ἀπήντησε τῇ καθ' ἡμᾶς χώρᾳ, οὐκ εκ σωματικῆς περιπετείας, ἀλλ' ἐξ ὑδάτων ἐπιῤῥύσεως. Πόθεν δὲ τοῦτο, δηλώσω. Γέγονε καταβολὴ χιόνων πολλὴ τῇ καθ' ἡμᾶς λίμνῃ. Μήπω δὲ αὐτῆς κρυσταλλωθείσης, ἐπιγίνεται πνεῦμα θερμὸν, καὶ ὄμβρος νότιος συμπίπτει αὐτῇ. Ἀθρόας οὖν γενομένης τῆς τήξεως, ἀνείκαστα ἐκινήθη ῥεύματα ἀεννάῳ ποταμῷ συνεπιμιγνύμενα τῷ ἅλυι, ἐναύλῳ τε ὄντι, ὑπερβαίνοντα γλώσσῃ καὶ ὀφθαλμῷ. Οὗτος ὁ λαχὼν ἡμῖν γείτων ποταμός· ἐκβλύζων μὲν ἐκ τῆς τῶν Ἀρμενίων, ἐκβιβαζόμενος δὲ ἐν τῇ ἱερωτάτῃ λίμνῃ τῶν Σεβαστηνῶν, εἰς ἣν οἱ φερώνυμοι καὶ γενναῖοι τεσσαράκοντα τοῦ Χριστοῦ στρατιῶται βορέου δεινοῦ πνεύσαντος ἐνεπάρησαν. Κἀκεῖθεν (δέξαι με τὸ ἀληθὲς λέγοντα, κράτιστε) οὗτος ὁ περικυκλῶν ἡμᾶς ὥσπερ ἔθνος πολέμιον τῶν φοβερῶν, οὐ μικρῶς ἡμᾶς ἐκφοβεῖ. Ποσὶ γὰρ μηδέποτε περαιούμενος κατά τινα χρόνον ἢ τρόπον, τὰς ἀναγκαίας ἡμῖν καὶ λυσιτελεῖς πατρίδας οὐ συγχωρεῖ διακομίζειν τὰ ἐμπορευόμενα ἐπιτήδεια. Λέγω δὴ τῶν Γαλατῶν καὶ Παφλαγόνων καὶ Ἑλληνοποντίων, δι' ὧν καὶ ἐξ ὧν τὰ ἀναγκαῖα ἡμῖν πρόσεστι, μάλιστα ἡ τοῦ ἄρτου δαψίλεια· κρυμώδους οὔ-
A calamity has befallen our country, not from a bodily mishap, but from an influx of waters. And whence this is, I shall declare. There occurred a heavy fall of snows upon the lake in our parts. And before it had yet frozen into ice, a warm wind comes on, and a southern rain falls together upon it. When therefore the melting took place all at once, unimaginable streams were set in motion, mingling together with the ever-flowing river Halys, while it was within its bed, surpassing tongue and eye. This is the river allotted to us as a neighbour; gushing forth indeed out of the land of the Armenians, and discharging itself in the most sacred lake of the Sebastenians, in which the famous and noble forty soldiers of Christ, when a terrible north wind blew, were fixed fast. And from thence (receive me speaking the truth, most mighty one) this river, encircling us like a hostile nation of terrible men, frightens us in no small degree. For never being crossed on foot at any time or in any way, it does not allow the native lands necessary and profitable to us to convey the provisions of commerce. I mean those of the Galatians and Paphlagonians and Hellenopontians, through whom and from whom necessary things accrue to us, especially the abundance of bread; since icy-cold
Notes, col. 1108

On the reading

Printed εκ, for ἐκ.

Printed ἅλυι, for Ἅλυϊ.

PG 32:1109Read from the page
σης τῆς περικύκλῳ γῆς, καὶ ἐκ τοῦ περιέχοντος ἀέρος, ἐκ τῆς ἀστραποβροντοχαλαζορειθροδαμάστου ὀργῆς δεσμουμένης. Οὐ μικρὸν δὲ ἀπειλεῖ καὶ ἡ τοῦ πατρίου ἄλγους Ἀργέου ὑπεροψία. Σὺ οὖν ἐκδυσωπηθεὶς, κράτιστε, φιλοτιμεῖσθαι θέλησον τὴν ὑπόφορόν σου γῆν· ἵν' οὕτω τούτῳ ἐν ἀφθονίᾳ γεφύρας περαιοῦσθαι ἐφαρμοσάμενος, δείξῃς αὐτὸν νέαν Ἐρυθρὰν ὁδοιπόριστον. Καὶ γὰρ τῷ πολυστενάκτῳ βίῳ τῶν Ἰουδαίων σπλαγχνισθεὶς ὁ Κύριος, τούτους ἀβρόχοις ποσὶ βαδίζειν εὐδόκησεν ὡς διὰ ξηρᾶς ἐν τῇ Ἐρυθρᾷ, δεδωκὼς αὐτοῖς προηγήτορα τὸν Μωσέα. Πολὺς οὖν ἡμῖν ὁ τοῦ ποταμοῦ τρόπος, ἀνθρώποις μὲν γέγονεν ὄλεθρος· ἄνω δὲ πελαγίζοντος αὐτοῦ, καὶ πᾶσαν χλοηφόρον γῆν ἐκθλίβοντος, καὶ ἐκ τῆς ἰλύος σκεπομένης τῆς ἀρούρας, ἀνάγκη λιμώττειν τὸν ἀροτῆρα βοῦν, καὶ πάντα τὰ ὑποζύγια τῆς περικύκλῳ γῆς. Καὶ εἰ μὲν ἦν ἄνθρωπος ἀδικῶν, οὐκ ἂν ἐπαυσάμεθα τοῖς δικαστηρίοις χρώμενοι. Τὸν δὲ νόμοις μὴ πειθόμενον μέγιστον ποταμὸν, τί ἂν ἄρα δέοι τις ἐφαρμόσασθαι; Σοὶ οὖν εὔχεσθαι δεῖ, κράτιστε, τῷ ἐν μιᾷ καιροῦ ῥοπῇ ἀναστεῖλαι δυναμένῳ τὸν τῶν ὁδοιπόρων κίνδυνον.
is the surrounding land, and bound fast from the encompassing air, from the lightning-thunder-hail-stream-taming wrath. And no small threat also is the towering height of our native grief, Argaeus. Do thou therefore, being entreated, most mighty one, be willing to show munificence towards thy tributary land; so that thus having fitted this river to be crossed in abundance of a bridge, thou mayest show it a new Red Sea passable for wayfarers. For indeed the Lord, having compassion on the much-groaning life of the Jews, was well pleased that they should walk with unwetted feet as through dry land in the Red Sea, having given them Moses as leader of the way. Great therefore to us has the manner of the river been, to men indeed it has become ruin; and as it floods above, and crushes out all grass-bearing land, and as the arable land is covered over from the mud, of necessity the ploughing ox starves, and all the beasts of burden of the surrounding land. And if indeed it were a man doing wrong, we would not have ceased using the courts of justice. But the greatest river that obeys not laws, what then ought one to contrive for it? To thee therefore must we pray, most mighty one, who art able in a single turn of a moment to check the danger of the wayfarers.
ΕΠΙΣΤΟΛΗ ΤΞϚʹ.
Epistle 366.
Βασίλειος πρὸς Οὐρβίκιον μονάζοντα περὶ ἐγκρατείας.
Basil to Urbicius the monk concerning continence.
Καλῶς ποιεῖς, ὅρους ἡμῖν εὐθεῖς ὁρίζων, ἵνα μὴ μόνον ἐγκράτειαν ἴδωμεν, ἀλλὰ καὶ τὸν καρπὸν αὐτῆς. Ἔστιν οὖν ὁ καρπὸς αὐτῆς, Θεοῦ μετουσία. Τὸ γὰρ μὴ φθείρεσθαι, Θεοῦ μετέχειν ἐστίν· ὥσπερ τὸ φθείρεσθαι, βίου μετουσία. Ἐγκράτεια γάρ ἐστιν σώματος ἄρνησις, καὶ ὁμολογία πρὸς Θεόν. Ἀπο-
Thou doest well, defining straight boundaries for us, that we may not only see continence, but also the fruit of it. The fruit of it, therefore, is participation in God. For not to be corrupted is to partake of God; just as to be corrupted is participation in life. For continence is a denial of the body, and a confession towards God. It with-
PG 32:1112Read from the page
βαίνει του θνητοῦ παντὸς, ὥσπερ σῶμα ἔχουσα τοῦ Θεοῦ τὸ Πνεῦμα· καὶ Θεῷ μίσγεσθαι ποιεῖ, οὔτε ζῆλον ἔχουσα οὔτε φθόνον. Ὁ γὰρ ἐρῶν σώματος, ἑτέρῳ διαφθονεῖται· ὁ δὲ μὴ κομισάμενος εἰς καρδίαν τῆς φθορᾶς τὴν νόσον, ἔῤῥωται λοιπὸν πόνῳ παντὶ, καίπερ ἀποθανὼν μὲν τῷ σώματι, ζῶν δὲ τῇ ἀφθαρσίᾳ. Καί μοι τελείως καταμανθάνοντι, ἐγκράτεια δοκεῖ ὁ Θεὸς εἶναι, ὅτι μηδενὸς ἐπιθυμεῖ, ἀλλὰ πάντα ἔχει ἐν ἑαυτῷ· καὶ οὐδενὸς ὀρέγεται, οὐδὲ ἔχει πάθος περὶ τοὺς ὀφθαλμοὺς, οὐδὲ περὶ τὰ ὦτα· ἀλλὰ ἀνενδεὴς ὢν, πλήρης δι' ὅλου ἐστίν. Ἐπιθυμία νόσος ἐστὶ ψυχῆς· ὑγεία δὲ, ἐγκράτεια. Οὐ μόνον δὲ περὶ ἓν εἶδος τὴν ἐγκράτειαν δεῖ ὁρᾶν, οἷον ἕνεκεν ἀφροδισίων, ἀλλὰ καὶ περὶ τὰ ἄλλα ὅσα ἐπιθυμεῖ ἡ ψυχὴ κακῶς, οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις· γίνεται φθόνος διὰ χρυσίον, καὶ ἀδικήματα μυρία δι' ἑτέρας ἐπιθυμίας. Καὶ τὸ μὴ μεθύειν, ἐγκράτειά ἐστιν· καὶ τὸ μὴ διαῤῥήγνυσθαι ὑπερεμπιπλάμενον. Καὶ τὸ κρατεῖν τοῦ σώματος, ἐγκράτειά ἐστιν, καὶ τὸ κυριεύειν λογισμῶν πονηρῶν. Ποσάκις ἐτάραξεν ψυχὴν ἔννοια, οὐκ ἀγαθὴ οὖσα οὔτε ἀληθὴς, καὶ καρδίαν ἐμέρισεν εἰς πολλὰ φροντίζειν κενῶς. Πάντως ἐλευθεροῖ ἡ ἐγκράτεια, ἅμα θεραπεύουσα καὶ δύναμις οὖσα· οὐ γὰρ διδάσκει σωφροσύνην, ἀλλὰ παρέχει. Χάρις ἐστὶν Θεοῦ ἐγκράτεια. Ἰησοῦς ἐγκράτεια ἐφάνη, καὶ γῇ καὶ θαλάσσῃ κοῦφος γενόμενος. Οὔτε γὰρ γῆ ἐβάστασεν αὐτὸν, οὔτε πελάγη· ἀλλ' ὥσπερ ἐπάτησεν θάλασσαν, οὕτως οὐκ ἐβάρησεν τὴν γῆν. Εἰ γὰρ ἐκ τοῦ φθείρεσθαι τὸ ἀποθανεῖν, ἐκ δὲ τοῦ φθορὰν μὴ ἔχειν, τὸ μὴ ἀποθανεῖν, θεότητα ὁ Ἰησοῦς εἰργάζετο, οὐ θνητότητα. Ἤσθιεν καὶ ἔπινεν ἰδίως, οὐκ ἀποδιδοὺς τὰ βρώματα· τοσαύτη ἐν αὐτῷ ἡ ἐγκράτεια δύναμις ἦν, ὥστε μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν. Ὀλίγον τι ἐν ἡμῖν ἐὰν ᾖ ἐγκράτεια, ἀνώτεροι ἁπάντων ἐσμέν. Καὶ γὰρ ἀγγέλους ἠκούσαμεν ἀκρατεῖς γεγονέναι κατασπασθέντας οὐρανοῦ δι' ἐπιθυμίαν. Ἑάλωσαν γὰρ, οὐχὶ κατέβησαν· τί γὰρ ἔπραττεν ἐκεῖ αὕτη ἡ νόσος, εἰ μή τις ἐκεῖ τοιοῦτος ὀφθαλμὸς ἦν; Διὰ τοῦτο ἔφην· Ὀλίγον ἐγκράτειαν ἐὰν ἔχωμεν, καὶ τοῦ βίου μὴ ἐρασθῶμεν, ἀλλ' αἰώνων τῶν ἀνωτέρων, ἐκεῖ εὑρεθησόμεθα ὅπου ἀναπέμπομεν τὸν νοῦν. Δοκεῖ γὰρ ὀφθαλμὸν εἶναι τοῦτον, τὸν τὰ ἀφανῆ ἰδεῖν δυνάμενον. Καὶ γὰρ λέγεται· Νοῦς ὁρᾷ, καὶ νοῦς ἀκούει. Ταῦτά σοι ὀλίγα δοκοῦντα, πολλὰ γέγραφα· ὅτι ἑκάστη λέξις, νοῦς ἐστιν· καὶ οἶδα, ὅτι ἀναγνοὺς αἰσθήσῃ.
draws from everything mortal, having the Spirit of God as a body; and it causes one to be mingled with God, having neither jealousy nor envy. For he who loves a body is moved to envy against another; whereas he who has not received into his heart the disease of corruption is strong henceforth for every labour, though dead indeed in the body, yet living in incorruption. And to me, learning it thoroughly, continence seems to be God, because He desires nothing, but has all things in Himself; and He reaches out for nothing, nor has He passion about the eyes, nor about the ears; but being in need of nothing, He is full throughout. Desire is a disease of the soul; and health is continence. Yet one must view continence not only concerning one form, such as for the sake of bodily pleasures, but also concerning the other things, whatsoever the soul desires evilly, not being contented with necessary things: envy arises on account of gold, and ten thousand wrongs on account of other desires. Both not to be drunken is continence, and not to burst by being overfilled. Both to master the body is continence, and to rule over evil thoughts. How many times has a thought troubled a soul, being neither good nor true, and divided a heart into many things to be anxious in vain. Continence wholly sets free, at once healing and being a power; for it does not teach temperance, but bestows it. Continence is a grace of God. Jesus appeared as continence, becoming light to both land and sea. For neither did the land bear Him, nor the seas; but just as He trod the sea, so He did not weigh down the land. For if dying comes from being corrupted, and not dying comes from not having corruption, Jesus wrought Godhead, not mortality. He ate and drank in a manner of His own, not voiding the foods; so great a power in Him was continence, so that the nourishment was not corrupted in Him, since He Himself had not corruption. If continence be in us a little, we are superior to all things. For indeed we have heard that angels became incontinent, dragged down from heaven through desire. For they were captured, they did not come down; for what was this disease doing there, unless there was some such eye there? On this account I said: If we have a little continence, and do not fall in love with life, but with the higher ages, we shall be found there whither we send up the mind. For it seems that this is an eye, the one able to see things unseen. For indeed it is said: Mind sees, and mind hears. These things, seeming few to thee, I have written as many; because each word is a thought; and I know that when thou hast read thou wilt perceive.
Notes, col. 1112

On the reading

Printed του, for τοῦ.

PG 32:1113Read from the page
APPENDIX
APPENDIX
TOMI TERTII OPERUM S. BASILII MAGNI
TO THE THIRD TOME OF THE WORKS OF SAINT BASIL THE GREAT
COMPLECTENS
COMPRISING
Viginti quatuor De moribus sermones ex ejus operibus a Symeone Metaphraste collectos, ac librum De virginitate falso ascriptum nomini Basilii.
Twenty-four discourses On Morals collected from his works by Symeon Metaphrastes, and the book On Virginity falsely ascribed to the name of Basil.
MONITUM.
NOTICE.
Primum in hac Appendice locum merito sortientur viginti quatuor De moribus sermones, qui cum toti sint ex Basilii operibus contexti, Basilium ipsum loquentem nobis exhibent, non alienos fetus illius nomini affingunt. Hos consuit centones Symeon magister et logotheta, Metaphrastes vocari solitus: quo in opere nihil fere apponit de suo, nisi cum rerum junctura unum aliquod verbum addi postulat aut mutari. Non enim seriem et ordinem penitus neglexit; sed, si nonnulla excipias testimonia, quae nec cum iis quae praecedunt, nec cum iis quae sequuntur, necessitudinem habent, caetera satis inter se apta et nexa sunt. Quod autem ejusmodi operibus accidere solet, ut quae nitebant in propria sede, deformentur in aliena, hoc vitium non semper effugit Metaphrastes. Exempli gratia, negat Basilius in epist. 250, adduci se debere, ut communionem suam omnibus concedat, ac nonnullos ab ea excludendos contendit: charitatem communioni substituit Symeon, et Basilium perabsurde loquentem inducit serm. 3, n. 2. Non levius peccat, cum impium Eunomii principium, ut praeclare dictum Basilii, refert, serm. 18, n. 1. Quod enim Eunomius praesentes et futuros lectores obtestatur, ut verum ex multitudine non dijudicent, parti majori palma delata, nec dignitatum habeant rationem, neque aures obturent posterioribus, priorum agmini concessa victoria; id Metaphrastes sancto Basilio affinxit; nec subodoratus est in his verbis artificium haeretici, qui cum se et totius antiquitatis auctoritate et omnium Ecclesiarum consensu premi videret, tanti argumenti momentum, dissimulando et cavillando, elevabat. Caeterum satis utile hoc opus cum ipsa similium testimoniorum appositione, quae ex variis locis in unum coguntur; tum etiam quia interdum prodest ad emendandum sancti Basilii contextum, ac multa continet, quae cum in Basilii operibus non appareant, ex his quae amisimus, eruta videri possunt. Ejusmodi testimonia stellulis distinximus ab aliis, quae suis reperta locis indicantur. In duobus Regiis codicibus, quibus usi sumus, generatim ad marginem indicantur opera Basilii, sive orationes, ex quibus desumptum videtur unumquodque testimonium: verbi gratia, ex antirrheticis, ex asceticis, ex commentario in Isaiam, ex epistolis, ex homil. in Hexaem. Soli Psalmi accuratius, apposito ipsius psalmi numero, citantur. In his ad marginem admonitionibus duae orationes recensentur, quae hodie non exstant, nempe homilia De eleemosyna et judicio, serm. 4, et homilia, Quod Deus incomprehensibilis, serm. 15.
The first place in this Appendix will deservedly be allotted to the twenty-four discourses On Morals, which, since they are woven entirely out of the works of Basil, present to us Basil himself speaking, and do not fasten alien productions upon his name. Symeon the Magister and Logothete, commonly called Metaphrastes, stitched these patchworks together: in which work he adds almost nothing of his own, save when the joining of the subjects requires some single word to be added or altered. For he did not altogether neglect sequence and order; but, if you except a few testimonies which have no connexion either with those that precede or with those that follow, the rest are sufficiently fitted and linked with one another. Yet what usually happens to works of this sort, that things which shone in their own place are disfigured in a foreign one, is a fault that Metaphrastes did not always escape. For example, Basil denies in Letter 250 that he ought to be induced to grant his communion to all, and maintains that some must be excluded from it: Symeon substituted charity for communion, and introduces Basil speaking most absurdly in Discourse 3, no. 2. No less gravely does he err when he reports an impious principle of Eunomius as an admirable saying of Basil, in Discourse 18, no. 1. For whereas Eunomius implores present and future readers not to judge the truth from the multitude, awarding the palm to the greater party, nor to take account of dignities, nor to stop their ears to later men because victory has been granted to the company of earlier ones, Metaphrastes fastened this upon Saint Basil; nor did he scent in these words the artifice of the heretic, who, seeing himself pressed both by the authority of all antiquity and by the consensus of all the Churches, sought by dissembling and cavilling to disparage the weight of so great an argument. For the rest, this work is fairly useful both from the very juxtaposition of similar testimonies, which are gathered into one from various places, and also because it sometimes helps to emend the text of Saint Basil, and contains many things which, since they do not appear in the works of Basil, may seem to have been rescued from those that we have lost. Testimonies of this kind we have distinguished by asterisks from the others, which are indicated as found in their own places. In the two Royal manuscripts which we have used, the works or discourses of Basil from which each testimony seems to have been taken are indicated generally in the margin: for example, from the Antirrhetics, from the Ascetics, from the Commentary on Isaiah, from the Letters, from the Homilies on the Hexaemeron. Only the Psalms are cited more accurately, with the number of the psalm itself affixed. In these marginal notices two discourses are listed which do not survive today, namely the homily On Almsgiving and Judgement, in Discourse 4, and the homily That God is Incomprehensible, in Discourse 15.
Prodierunt hi Sermones, inquit doctissimus Fabricius, primum Graece e bibl. Regis Christianissimi, Paris. apud Guil. Morellum, 1556, 8°. Hinc a Simone Mailleo archiepiscopo Turonensi translati in Latinum sermonem, ibid. 1558, 8°. Postea utraque lingua cum nova interpretatione Stanislai Ilovii, Francf. 1598 et 1611, 8°. Simonis a Maille interpretatio Latina servata est in Graeco-Latinis operum Basilii editionibus. Ex his ethicis suspicor esse homilias novem breviores, quas a Francisco Vergara versas esse Latine narrat Nicolaus Antonius in Bibl. Hispana. Archiepiscopi Turonensis interpretatio, quae cardinali Lotharingio nuncupata est, diligentiae interpretis ac peritiae Graeci sermonis egregium monumentum est, sed tamen eam minime retinui, propterea quod doctissimus praesul, dum vitiosi codicis contextum sequitur, plurima incidit in errata quae facile vitasset, si alium ejusdem Regiae bibliothecae codicem, qui magno mihi usui fuit, in manibus habuisset. Quare cum hoc opus ex comportatis testimoniis textum sit, satius visum est eam interpretationem apponere, quam suo quaeque loco habuerant. Plurima tamen emendavimus, minus accurate reddita, aut minus clare. Quod autem spectat ad contextum, ex duobus codicibus Regiis, quibuscum collatus fuit, alter, qui 1992 notatur, magno, ut jam dixi, praesidio mihi fuit; alter, qui est 1910, ab editis tam parum discrepat, ut ad primam viginti quatuor sermonum editionem adhibitus fuisse videatur.
These Discourses appeared, says the most learned Fabricius, first in Greek from the library of the Most Christian King, at Paris, at the press of Guillaume Morel, 1556, 8vo. Hence they were translated into Latin by Simon de Maillé, Archbishop of Tours, ibid., 1558, 8vo. Afterwards in both languages with a new translation by Stanislaus Ilovius, Frankfurt, 1598 and 1611, 8vo. The Latin translation of Simon de Maillé was retained in the Graeco-Latin editions of the works of Basil. From these moral discourses I suspect come the nine shorter homilies which Nicolas Antonio in his Bibliotheca Hispana relates were translated into Latin by Francisco Vergara. The translation of the Archbishop of Tours, which was dedicated to the Cardinal of Lorraine, is an admirable monument of the translator's diligence and skill in the Greek tongue; yet I have by no means retained it, because the most learned prelate, while following the text of a faulty manuscript, fell into very many errors which he would easily have avoided if he had held in his hands another manuscript of the same Royal Library, which was of great use to me. Wherefore, since this work is woven out of collected testimonies, it seemed preferable to annex that translation which each passage had in its own place. Very many things, however, we have emended where they were rendered less accurately or less clearly. As regards the text, of the two Royal manuscripts with which it was collated, the one, which is marked 1992, was, as I have already said, of great assistance to me; the other, which is 1910, differs so little from the printed editions that it seems to have been used for the first edition of the twenty-four discourses.
PG 32:1115Read from the page
ΗΘΙΚΟΙ ΛΟΓΟΙ ΚΔʹ ΕΚΛΕΧΘΕΝΤΕΣ ΔΙΑ ΣΥΜΕΩΝ ΤΟΥ ΜΑΓΙΣΤΡΟΥ ΚΑΙ ΛΟΓΟΘΕΤΟΥ
TWENTY-FOUR MORAL DISCOURSES SELECTED BY SYMEON THE MAGISTER AND LOGOTHETE
Ἐκ πασῶν τῶν πραγματειῶν τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου ἀρχιεπισκόπου Καισαρείας τῆς Καππαδοκίας.
From all the treatises of our Father among the saints Basil, Archbishop of Caesarea in Cappadocia.
ΠΕΡΙ ΑΡΕΤΗΣ ΚΑΙ ΚΑΚΙΑΣ.
ON VIRTUE AND VICE.
ΛΟΓΟΣ Αʹ.
DISCOURSE 1.
1. Ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῖς ἀποστόλοις, Πορευθέντες, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς, οὐχὶ τὰ μὲν τηρεῖν, τῶν δὲ ἀμελεῖν, ἀλλὰ τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, τουτέστι μηδὲ μικρόν τι παρεῖναι τῶν διατεταγμένων. Εἰ γὰρ μὴ πάντα ἡμῖν τρὸς τὸν τῆς σωτηρίας σκοπὸν ἀναγκαῖα ἦν, οὔτ' ἂν ἐγράφησαν πᾶσαι αἱ ἐντολαὶ, οὔτ' ἂν πάσας φυλαχθῆναι διηγορεύθη. Ἡμεῖς δὲ μίαν που τῶν ἐντολῶν πεποιηκέναι νομίσαντες (οὐ γὰρ ἂν φαίην ὅτι ποιήσαντες· πᾶσαι γὰρ ἀλλήλων ἔχονται, κατὰ τὸν ὑγιῆ τοῦ σκοποῦ λόγον, ὡς ἐν τῇ λύσει τῆς μιᾶς καὶ τὰς λοιπὰς ἐξ ἀνάγκης συγκαταλύεσθαι), οὐκ ἐπὶ τοῖς παρεθεῖσι τὴν ὀργὴν ἐκδεχόμεθα, ἀλλ' ἐπὶ τῷ κατορθωθέντι δῆθεν τὰς τιμὰς ἀναμένομεν· οὐκ εἰδότες, ὡς ὁ ἐκ τῶν δέκα ταλάντων τῆς παρακαταθήκης ἕν που ἢ δύο κατασχὼν, τὰ δὲ λοιπὰ ἀποτίσας, οὐχὶ εὐγνώμων διὰ τὴν ἀπότισιν τῶν πλειόνων γνωρίζεται, ἀλλ' ἄδικος καὶ πλεονέκτης ἐπὶ τῇ τῶν ἐλαττόνων ἀποστερήσει ἐλέγχεται. Τί δὲ λέγω ἀποστερήσει; ὁπότε ὁ τὸ ἓν τάλαντον πιστευθεὶς, εἶτα ἀποδοὺς ἐκεῖνο αὐτὸ ὁλόκληρον καὶ ἀκέραιον ὃ ὑπεδέξατο, ὅτι μὴ προσειργάσατο τῷ δοθέντι, κατακρίνεται· καὶ ὁ δέκα ἔτη τὸν πατέρα τιμήσας, μίαν δὲ πληγὴν ὕστερον ἐμβαλὼν μόνην, οὐχ ὡς εὐεργέτης τιμᾶται, ἀλλ' ὡς πατραλοίας καταδικάζεται. Ὁ τοίνυν ἐν προκοπῇ γενόμενος ἀγαθῶν ἔργων, εἶτα παλινδρομήσας πρὸς τὴν ἀρχαίαν συνήθειαν, οὐ μόνον
1. Our Lord Jesus Christ says to the apostles, Go and make disciples of all the nations, teaching them (Matt. 28:19), not to observe some things and neglect others, but to observe all things whatsoever I have commanded you (Matt. 28:20), that is, not to pass over even some small part of the things enjoined. For if all things were not necessary for us towards the goal of salvation, neither would all the commandments have been written down, nor would it have been expressly enjoined that all be kept. Yet we, supposing that we have fulfilled some one of the commandments (for I would not say that we have fulfilled it; for all hold together with one another, according to the sound principle of their aim, so that in the dissolution of the one the rest too are of necessity dissolved along with it), do not expect wrath for the things neglected, but forsooth await honours for what has been rightly done; not knowing that he who out of the ten talents of the deposit has held back some one or two, and paid back the rest, is not recognized as grateful on account of the repayment of the greater part, but is convicted as unjust and grasping over the withholding of the lesser. And why do I say withholding? seeing that he who was entrusted with the one talent, and then gave back whole and intact that very thing which he had received, is condemned because he did not gain more besides with what was given (Matt. 25:24-30); and he who has honoured his father for ten years, and afterwards inflicts a single blow only, is not honoured as a benefactor, but is condemned as a parricide. He, therefore, who has made progress in good works, and then has run back to his ancient habit, not only
Notes, col. 1115

On the reading

Printed τρὸς, for πρὸς.

PG 32:1117Read from the page
τὸν ἐπὶ τοῖς προπεπονημένοις μισθὸν ἐζημιώθη, ἀλλὰ καὶ βαρυτέρας ἀξιοῦται τῆς κατακρίσεως, ὅτι γευσάμενος καλὸν Θεοῦ ῥῆμα, καὶ γνώσεως μυστηρίου ἀξιωθεὶς, πάντα προέδωκεν, ἡδονῇ βραχείᾳ δελεασθείς.
forfeited the reward for his previous labours, but is also deemed worthy of a heavier condemnation, because having tasted the good word of God, and having been deemed worthy of the knowledge of a mystery, he betrayed all things, lured by a brief pleasure.
2. Δέον οὖν ἡμᾶς, εἴπερ ἐθέλοιμεν ἀσφαλῶς την ὑποκειμένην ὁδὸν τοῦ βίου διαδραμεῖν, καὶ παραστῆσαι Χριστῷ τὴν ψυχήν τε ὁμοῦ καὶ τὸ σῶμα τῆς ἐκ τῶν τραυμάτων αἰσχύνης ἐλεύθερα, καὶ τοὺς ἐπὶ τῇ νίκῃ στεφάνους λαβεῖν, ἐγρηγορότας περιάγειν ἀεὶ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, καὶ πάντα ὑποπτεύειν ὅσα τερπνὰ, καὶ μηδενὶ προσερείδειν τὴν ἔννοιαν, μηδὲ εἰ χρυσὸς φαίνοιτο χύδην προκείμενος, ἕτοιμος εἰς τὰς τῶν βουλομένων χεῖρας ἐλθεῖν (Πλοῦτος γὰρ, φησὶν, ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ)· μηδὲ εἰ γῆ βλαστάνουσα πᾶσαν τρυφὴν, καὶ πολυτελεῖς δεικνύουσα σκηνάς (Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανῷ, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Χριστόν)· μηδὲ εἰ χορεῖαι, καὶ κῶμοι, καὶ μέθαι, καὶ καταυλούμεναι τράπεζαι (Ματαιότης γὰρ, φησὶ, ματαιοτήτων, τὰ πάντα ματαιότης)· μηδὲ εἰ σωμάτων κάλλη προτείνοιτο, παρὰ πονηρῶν ψυχῶν ἐνοικούμενα (Ἀπὸ προσώπου γὰρ γυναικὸς ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε, φησὶν ὁ σοφός)· μηδὲ εἰ δυναστεῖαι καὶ τυραννίδες, καὶ δορυφόρων ἢ κολάκων ἑσμοὶ, μηδὲ εἰ θρόνος ὑψηλὸς καὶ λαμπρὸς, ὑποζεύξας ἔθνη καὶ πόλεις εἰς δουλείαν ἀκούσιον· Πᾶσα γὰρ σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Τούτοις γὰρ δὴ πᾶσι τοῖς οὕτω τερπνοῖς ὁ κοινὸς ὑποκάθηται δυσμενὴς, ἀναμένων πότε τοῖς ὁρωμένοις δελεασθέντες, τῆς μὲν εὐθείας ἐκτραπῶμεν ὁδοῦ, πρὸς δὲ τὸν ἐκείνου λόχον ἑαυτοὺς ἀποκλίνωμεν. Καὶ δέος πολὺ, μή ποτε προσδραμόντες ἀφυλάκτως αὐτοῖς, καὶ τὴν ἐκ τῆς ἀπολαύσεως τέρψιν οὐδὲν ἡγησάμενοι βλαβερὸν, ἐγκεκρυμμένον τῇ πρώτῃ γεύσει τὸ τοῦ διαβόλου καταπίωμεν ἄγκιστρον· εἶτα ὑπὸ τούτου, τὰ μὲν ἑκόντες, τὰ δὲ ἄκοντες, προσδεθῶμεν αὐτοῖς, καὶ πρὸς τὸ φοβερὸν τοῦ λῃστοῦ καταγώγιον, τὸν θάνατον, λάθωμεν ἑλκυσθέντες ὑπὸ τῶν ἡδονῶν. Αἱ μὲν γὰρ ἀρεταὶ, ὅταν ἐξ ἐπιμελείας συναφθῶσι τῇ φύσει, ἡμέτερα κτήματα γίνεται, καὶ οὔτε ἐπὶ γῆς μοχθοῦντας ἡμᾶς ἀπολιμπάνειν ἐθέλουσιν (ἢν μὴ πρὸς βίαν αὐτὰς ἑκόντες ἀποδιώξωμεν ταῖς τῶν χειρόνων ἐπαγωγαῖς), ἐκεῖσέ τε ἐπειγομένων προτρέχουσι, καὶ τοῖς ἀγγέλοις τοὺς κτησαμένους συνάπτουσι, καὶ λάμπουσι δι' αἰῶνος ὑπὸ τοῖς τοῦ κτίσαντος ὀφθαλμοῖς. Πλοῦτος δὲ, καὶ δυναστεία, καὶ περιφάνεια, καὶ τρυφὴ, καὶ πᾶς ὁ τοιοῦτος ὄχλος, ὁ καθ'
2. It being needful therefore for us, if indeed we should wish to run safely the path of life set before us, and to present to Christ both soul and body together free from the shame of wounds, and to receive the crowns of victory, always to turn about wakefully the eyes of the soul, and to suspect all things that are pleasant, and to fix our thought upon none of them, not even if gold should appear lying in heaps before us, ready to come into the hands of those who wish (For if riches flow, he says, set not your heart upon them); nor if land sprouting forth every luxury, and showing costly dwellings (For our citizenship is in heaven, from whence also we await a Saviour, Christ); nor if dances, and revels, and drunkenness, and tables accompanied by flutes (For vanity of vanities, he says, all things are vanity); nor if beauties of bodies should be held out, indwelt by wicked souls (For flee from the face of a woman as from the face of a serpent, says the wise man); nor if lordships and tyrannies, and swarms of bodyguards or flatterers, nor if a high and splendid throne, having yoked nations and cities into unwilling slavery: For all flesh is grass, and all the glory of man as the flower of grass; the grass withered, and the flower fell away. For under all these things that are so pleasant lurks the common enemy, waiting until, lured by the things seen, we may turn aside from the straight way, and incline ourselves towards his ambush. And there is great fear, lest at any time running up to them unguardedly, and deeming the delight from enjoyment nothing harmful, we swallow the hook of the devil hidden in the first taste; then by this, partly willingly, partly unwillingly, we be bound fast to them, and unawares be dragged by pleasures towards the dreadful lodging-place of the robber, death. For virtues, when out of diligence they are joined together with nature, become our possessions, and neither do they wish to leave us while toiling upon earth (unless by force we willingly drive them away by the introductions of worse things), and when we hasten thither they run before, and join to the angels those who have acquired them, and shine for ever beneath the eyes of Him Who created. Whereas wealth, and lordship, and splendour, and luxury, and all such a crowd, which day
Notes, col. 1117

On the reading

Printed την, for τὴν.