Migne Reading Room

PG 31 · cols. 668–677 · Read from the page

Ascetica

Ascetica

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:668Read from the page
κατὰ παντὸς αμαρτήματος ἀγανάκτησιν, οἷά φησι· Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· οὐ μόνον δὲ, ἀλλὰ Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν. Ἔνθα καὶ ἐξετάσαντα τῶν εἰρημένων ἕκαστον ἐπιμελέστερον, ἔνεστι γνῶναι τὸ βούλημα τῆς θείας Γραφῆς ἀκριβέστερον, ὡς οὐκ ἀφῆκεν ἡμᾶς ἠπατημέναις τισὶ δόξαις πλάζεσθαι τὴν ἑκάστου ψυχὴν εἰς ἁμαρτίας ὄλισθον, οἰομένην τινὰ μὲν τῶν ἁμαρτημάτων ἐκδικεῖσθαι, τινὰ δὲ ἀφίεσθαι ἀνεκδίκητα. Ἀλλὰ τί φησι; Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, ὡς πᾶν ἁμάρτημα, διὰ τὴν ἐπὶ τῷ θείῳ προστάγματι καταφρόνησιν, ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ λέγεσθαι, ὅπερ καὶ ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν δηλοῦται τρανότερον. Ἐπειδὴ γὰρ, τὰ ἀκούσια τῶν ἁμαρτημάτων ἀπαριθμησάμενος, καὶ τὰς ἐπ' αὐτοῖς θυσίας διαταξάμενος ὁ Θεὸς, ἔμελλεν ἤδη καὶ περὶ τῶν ἑκουσίων νομοθετεῖν τῷ λαῷ τὰ προσήκοντα, οὕτως ἄρχεται· Καὶ ψυχὴ ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας (χεῖρα ὑπερηφανίας καλῶν τὴν τόλμαν τῶν ἑκουσίως ἁμαρτανόντων, ὅπερ ὁ Ἀπόστολος ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ὀνομάζει), ψυχὴ οὖν, φησὶν, ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας, ἢ ἀπὸ τῶν αὐτοχθόνων, ἢ ἀπὸ τῶν προσηλύτων, τὸν Θεὸν οὗτος παροξυνεῖ, καὶ ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τοῦ λαοῦ αὐτῆς. Ὅτι τὸ ῥῆμα Κυρίου ἐφαύλισε, καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη· ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ.
indignation against every sin, what things he says: For the weapons of our warfare are not carnal, but mighty unto God towards the pulling down of strongholds, pulling down reasonings and every high thing lifted up against the knowledge of God, and taking captive every thought unto the obedience of Christ; and not only so, but: And having in readiness to avenge all disobedience. Where, if one examines each of the things spoken more carefully, it is possible to know the counsel of divine Scripture more accurately, how it has not left us for the soul of each man to wander by certain deceived opinions into the slippery fall of sin, supposing some sins indeed to be avenged, and others to be left unavenged. Nay, what does he say? Pulling down reasonings, and every high thing lifted up against the knowledge of God, inasmuch as every sin, because of contempt for the divine command, is called a high thing lifted up against the knowledge of God; which very thing is declared even more plainly in the book of Numbers. For when God, having enumerated involuntary sins and appointed the sacrifices over them, was about now to legislate what was fitting for the people concerning voluntary sins also, He begins thus: And a soul which shall act with a hand of pride (calling the audacity of those who sin voluntarily a hand of pride, which the Apostle names a high thing lifted up against the knowledge of God), a soul therefore, it says, which shall act with a hand of pride, whether of the native-born or of the proselytes, this man provokes God, and that soul shall be utterly destroyed from the midst of its people. Because he despised the word of the Lord, and scattered His commandments, with utter destruction shall that soul be destroyed; its sin is in it.
7. Παρατηρητέον ἐνταῦθα ἐκεῖνο, ὅτι, ἐὰν μὴ ἐκτρίψει ἐκτριβῇ ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς οὐκ ἐν αὐτῇ μόνον, ἀλλὰ καὶ ἐπὶ τοὺς μὴ ἐπιδειξαμένους τὸν ἀγαθὸν ζῆλον, καθὼς πολλαχοῦ γέγραπται, καὶ πολλάκις γέγονε. Καὶ ἵνα ἐκ τῶν ἡττόνων παιδευθῶμεν τὸν ἐπὶ τοῖς μείζοσι φόβον, τὴν κατὰ ἱερέως ἢ κριτοῦ παρακουόντων ἀγανάκτησιν οἵαν ποιεῖται ἐν τῷ Δευτερονομίῳ καταμάθωμεν. Λέγει οὖν· Καὶ ἄνθρωπος, ὃς ἐὰν ποιήσῃ ἐν ὑπερηφανίᾳ τοῦ μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ σου, ἢ τοῦ κριτοῦ, ὃς ἐὰν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀποθανεῖται ὁ ἄνθρωπος ἐκεῖνος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ἰσραήλ. Καὶ πᾶς ὁ λαὸς ἀκούσας φοβηθήσεται, καὶ οὐκ ἀσεβήσου-
7. Here one must observe this point, that unless that soul be destroyed with utter destruction, its sin abides not in it alone, but extends also unto those who have not displayed good zeal, just as has been written in many places and has often come to pass. And in order that from lesser matters we may be taught fear over greater ones, let us learn thoroughly what indignation He expresses in Deuteronomy against those who disobey priest or judge. For it says: And the man who acts in pride, so as not to obey the priest who stands before to minister in the name of the Lord your God, or the judge whoever may be in those days, that man shall die, and you shall remove the evil one out of Israel. And all the people on hearing shall fear, and shall not act impiously
Notes, col. 668

On the reading

Printed αμαρτήματος, for ἁμαρτήματος.

PG 31:669Read from the page
σιν ἔτι. Πρὸς ἃ πῶς ἄν τις ἀξιολόγως κινούμενος φρικωδέστερον καταπλαγείη, συνορᾷν ἀκόλουθον. Εἶτα φησι· Καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· Πᾶν νόημα, οὐχὶ τοῦτο, ἢ ἐκεῖνο. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι· καὶ ἐνταῦθα πάλιν, οὐχὶ τήνδε, ἢ τινὰ, ἀλλὰ Πᾶσαν παρακοήν. Ἄρα γε ἠπάτησεν ἡμᾶς ἡ κακίστη συνήθεια· ἄρα κακῶν αἰτία ἡμῖν μεγάλων γέγονεν ἡ διεστραμμένη τῶν ἀνθρώπων παράδοσις, τὰ μὲν παραιτουμένη δῆθεν τῶν ἁμαρτημάτων, τὰ δὲ ἀδιαφόρως αἱρουμένη· καὶ κατὰ μέν τινων σφοδρῶς ἀγανακτεῖν προσποιουμένη, οἷον φόνου, καὶ μοιχείας, καὶ τῶν τοιούτων· τὰ δὲ οὐδὲ ψιλῆς γοῦν ἐπιτιμήσεως ἄξια κρίνουσα, οἷον ὀργὴν, ἢ λοιδορίαν, ἢ μέθην, ἢ πλεονεξίαν, καὶ ὅσα τοιαῦτα, καθ' ὧν ἁπάντων καὶ ἀλλαχοῦ ἔδωκε τὴν αὐτὴν ἀπόφασιν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, εἰπὼν ὅτι· Οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν. Ὅπου δὲ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ καθαιρεῖται, καὶ πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ αἰχμαλωτίζεται, καὶ πᾶσα παρακοὴ ἐπίσης ἐκδικεῖται, ἐκεῖ οὐδὲν ἀκαθαίρετον, οὐδὲν ἀνεκδίκητον ἀφίεται, οὐδὲν τῆς τοῦ Χριστοῦ ὑπακοῆς ἐκτὸς ἀπολείπεται. Κοινὸν γὰρ καὶ μέγιστον ἀσέβημα κατὰ πάσης παρακοῆς ἔδειξεν ὁ ἀπόστολος Παῦλος, ἐκεῖνο εἰπών· Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. Ἀλλ' ἄρα μὴ ταῦτα λόγοι μόνον, καὶ οὐ πράγματα; Ἰδοὺ τοίνυν· ἐν Κορίνθῳ ὁ τὴν γυναῖκα τοῦ πατρὸς ἔχων, οὐδὲν ἕτερον ἐγκληθεὶς εἰ μὴ τοῦτο μόνον, οὐ μόνον αὐτὸς παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἄχρις ἂν τοῖς ἀξίοις τῆς μετανοίας καρποῖς διορθώσηται τὸ πλημμέλημα, πᾶσαν δὲ ὁμοῦ τὴν Ἐκκλησίαν, ἐπεὶ μὴ ἐπεξῆλθε τῷ ἁμαρτήματι, ἐκείνοις περιβάλλει τοῖς ἐγκλήμασιν· Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; καὶ μετ' ὀλίγα· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας. Τί δὲ ἄρα Ἀνανίας, ὁ ἐν ταῖς Πράξεσι; Τί ἄλλο κακὸν πεποιηκὼς εὑρίσκεται ἢ ἐκεῖνο αὐτό; Ποῦ τοίνυν τοσαύτης ὀργῆς ἄξιον φαίνεται; Ἴδιον κτῆμα πωλήσας, ἤνεγκε τὰ χρήματα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων· νοσφισάμενος ἀπὸ τῆς τιμῆς, ἐπὶ τούτῳ παρ' αὐτὴν τὴν ὥραν ἅμα τῇ γυναικὶ θάνατον καταδικάζεται, οὐδὲ τοὺς περὶ τῆς μετανοίας λόγους ἐπὶ τῷ ἁμαρτήματι μαθεῖν καταξιωθεὶς, οὐ τοῦ κατανυγῆναι γοῦν ἐπὶ τούτῳ καιρὸν εὑρὼν, οὐ τοῦ μετανοῆσαι προθεσμίαν λαβών. Ὁ δὲ τοῦ τοιούτου καὶ τηλικούτου κρίματος ὑπηρέτης, ὁ τῆς τοσαύτης τοῦ
any longer. Looking unto which things, it follows to perceive how one who is worthily moved might be struck with still more dreadful awe. Next he says: And taking captive every thought unto the obedience of Christ; Every thought, not this one or that one. And having in readiness to avenge; here again, not this one, or a certain one, but All disobedience. Truly indeed most evil custom has deceived us; truly the perverse tradition of men has become for us the cause of great evils, deprecating forsooth some sins while choosing others indifferently; and pretending to be vehemently indignant against certain ones, such as murder, and adultery, and suchlike, while judging others worthy not even of bare rebuke, such as anger, or reviling, or drunkenness, or covetousness, and all such things, against all of which Paul, speaking in Christ, elsewhere also gave the same sentence, saying: Those who practise such things are worthy of death. Yet where every high thing lifted up against the knowledge of God is pulled down, and every thought is taken captive unto the obedience of Christ, and all disobedience is equally avenged, there nothing is left unpulled down, nothing unavenged, nothing is left remaining outside the obedience of Christ. For the apostle Paul showed a common and greatest impiety against all disobedience when he spoke that saying: You who boast in the law, through the transgression of the law you dishonour God. Yet are these things perchance words only, and not deeds? Behold, then: in Corinth the man who had his father's wife, accused of nothing else save this alone, not only is himself delivered over to Satan unto destruction of the flesh, until by fruits worthy of repentance he should amend the trespass, but involves the whole Church together in those charges, since it did not proceed against the sin: What do you wish? Shall I come to you with a rod? and a little after: And you are puffed up, and did not rather mourn, so that he who did this deed might be removed from your midst. And what then of Ananias, the one in the Acts? What other evil is he found to have done than that very thing? Wherein, therefore, does it appear worthy of so great wrath? Having sold his own possession, he brought the money and laid it beside the feet of the apostles; having purloined from the price, over this at that very hour together with his wife he is condemned to death, not even counted worthy to learn the words concerning repentance over his sin, finding not even an opportunity to be pierced with compunction over this, receiving no appointed term to repent. And the minister of such and so great a judgement, the one of so great a
PG 31:672Read from the page
Θεοῦ ὀργῆς ἐπὶ τὸν ἡμαρτηκότα διάκονος, ὁ μακάριος Πέτρος, ὁ πάντων μὲν τῶν μαθητῶν προκριθεὶς, μόνος δὲ πλεῖον τῶν ἄλλων μαρτυρηθεὶς καὶ μακαρισθεὶς, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν πιστευθεὶς, ὅταν ἀκούῃ παρὰ τοῦ Κυρίου, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ, ποίαν ἄρα καὶ τὴν ὁπωσοῦν λιθίνην καρδίαν οὐ δυσωπήσει πρὸς φόβον καὶ τρόμον τῶν τοῦ Θεοῦ κριμάτων; καὶ ταῦτα μὲν οὐδεμιᾶς ἁμαρτίας, οὐδεμιᾶς δὲ καταφρονήσεως ἔμφασιν δοὺς, τιμῇ δὲ μᾶλλον τῇ περὶ τὸν Δεσπότην ὑπερβαλλούσῃ χρησάμενος, καὶ τὴν προσήκουσαν δούλῳ καὶ μαθητῇ εὐλάβειαν ἐπιδειξάμενος. Ἰδὼν γὰρ τὸν ἑαυτοῦ καὶ πάντων Θεὸν καὶ Κύριον, καὶ βασιλέα, καὶ Δεσπότην, καὶ διδάσκαλον, καὶ Σωτῆρα, καὶ ὁμοῦ τὰ πάντα, ἐν ὑπηρέτου σχήματι διαζωσάμενον λέντιον, καὶ νίπτειν τοὺς πόδας αὐτοῦ βουλόμενον, εὐθὺς, ὥσπερ εἰς συναίσθησιν ἐλθὼν τῆς ἰδίας ἀναξιότητος, καὶ τὸ ἀξίωμα τοῦ προσερχομένου καταπλαγεὶς, ἐξεβόησε· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; καὶ πάλιν· Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. Ἐπὶ τούτῳ τὴν τοσαύτην εισδέχεται ἀπειλὴν, ὡς εἰ μὴ πάλιν εἰδὼς τὴν ἀλήθειαν τῶν ῥημάτων τοῦ Κυρίου, ἔφθασε τῇ ὑπακοῇ διορθωσάμενος τὴν ἀντιλογίαν, οὐδὲν ἂν αὐτῷ τῶν προλαβόντων, οὐ τῶν ἰδίων κατορθωμάτων, οὐ τῶν παρὰ τοῦ Κυρίου μακαρισμῶν τε καὶ δωρεῶν καὶ ἐπαγγελιῶν, οὐδὲ αὐτὴ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς τῆς τοιαύτης καὶ τοσαύτης εἰς τὸν μονογενῆ Υἱὸν εὐδοκίας ἀποκάλυψις ἤρκεσε παραμυθήσασθαι τὴν παροῦσαν ἀπείθειαν.
minister of the wrath of God against the one who had sinned, the blessed Peter, he who was preferred before all the disciples, and alone bore witness and was called blessed more than the others, he who was entrusted with the keys of the kingdom of the heavens, when he hears from the Lord, If I do not wash you, you have no part with Me, what sort of heart then, even one however stony, will this not put to shame unto fear and trembling at the judgements of God? And this too when he had given an appearance of no sin and of no contempt, having rather shown surpassing honour towards the Master, and having displayed the reverence fitting for a slave and a disciple. For having seen his own and all men's God and Lord, and King, and Master, and Teacher, and Saviour, and all things at once, in the guise of a servant having girded Himself with a towel, and wishing to wash his feet, straightway, coming as it were to a sense of his own unworthiness, and struck with awe at the dignity of Him Who approached, he cried out: Lord, dost Thou wash my feet? and again: Never shalt Thou wash my feet unto the age. Upon this he receives so great a threat that, unless knowing again the truth of the words of the Lord he had forestalled it by correcting his contradiction through obedience, none of the things that had gone before, none of his own right deeds, none of the beatitudes and gifts and promises from the Lord, nor even the very revelation from God and the Father of such and so great good pleasure in the only-begotten Son would have sufficed for him to appease the present disobedience.
8. Ἀλλὰ ταῦτα μὲν ἐὰν θέλω καταλέγειν, ὅσα εὑρίσκω ἔκ τε Παλαιᾶς καὶ Καινῆς Διαθήκης, ἐπιλείψει με τάχα διηγούμενον ὁ χρόνος. Ἤδη δὲ καὶ ἐπ' αὐτὰς ὅταν ἔλθω τὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῷ Εὐαγγελίῳ φωνὰς, αὐτοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς τὰ ῥήματα, ἃ πάσης μὲν ἱστορίας, πάσης δὲ ἄλλης ἀποδείξεως παρὰ τοῖς πιστοῖς ἀξιοπιστότερα, πολλὴν μὲν ἐν αὐτοῖς καταμανθάνω τῆς ἐν πᾶσι πρὸς Θεὸν εὐπειθείας, ἵνα οὕτως εἴπω, ἀνάγκην· οὐδεμίαν δὲ ὅλως, ἐπ' οὐδενὶ προστάγματι, καταλειπομένην τοῖς μὴ μετανοοῦσι τῆς ἀπειθείας συγγνώμην, εἰ μή τι ἕτερόν ἐστι τολμῆσαι, καὶ μέχρις ἐννοίας λαβεῖν, πρὸς οὕτω γυμνὰς, σαφεῖς τε καὶ ἀπολύτους ἀποφάσεις· Ὁ οὐρανὸς γὰρ, φησὶ, καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ
8. Yet if I wish to recount these things, as many as I find from both the Old and the New Testament, time will perhaps fail me as I narrate them. And now when I come even to the very utterances of our Lord Jesus Christ in the Gospel, the words of Him Who is about to judge the living and the dead, which among the faithful are more trustworthy than all history and all other proof, I perceive in them a great necessity, so to speak, of ready obedience towards God in all things, and no pardon at all for disobedience, upon any command whatever, left behind for those who do not repent, unless one is to dare something else, and even conceive it so far as thought, in the face of declarations so bare, clear, and absolute: For heaven, He says, and earth shall pass away, but
Notes, col. 672

On the reading

Printed εισδέχεται, for εἰσδέχεται.

PG 31:673Read from the page
λόγοι μου οὐ μὴ παρέλθωσιν. Οὐκ ἔστιν ἐνταῦθα διαφορὰ, οὐκ ἔττι διαίρεσις, οὐδὲν οὐδαμοῦ ὅλως ὑπολέλειπται. Οὐκ εἶπεν· Οὗτοι ἢ ἐκεῖνοι, ἀλλ', Οἱ λόγοι μου, πάντες ὁμοῦ δηλονότι, οὐ μὴ παρέλθωσι. Γέγραπται γάρ· Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ· εἴτε ἀπαγορεύων ὁτιοῦν, εἴτε προστάσσων, εἴτε ἐπαγγελλόμενος, εἴτε ἀπειλῶν, καὶ εἴτε ἐπὶ τῇ πράξει τῶν ἀπηγορευμένων, εἴτε ἐπὶ τῇ ἐλλείψει τῶν ἐπιτεταγμένων. Ὅτι γὰρ ἐπίσης τῇ ἐνεργείᾳ τῶν κακῶν καὶ ἡ τῶν ἀγαθῶν ἔργων ἔλλειψις ἐκδικεῖται, ἤρκει μὲν καὶ πρὸς ἀπόδειξιν καὶ πληροφορίαν τῇ γε μὴ παντελῆ ἀπιστίαν νοσούσῃ ψυχῇ τὸ προειρημένον ἐπὶ τῷ Πέτρῳ κρῖμα· ὃς, οὐκ ἀπηγορευμένον τι πράξας, οὐδὲ μὴν πρόσταγμά τι τοιοῦτον ἐλλείψας, ὃ ῥᾳθυμίαν ἢ καταφρόνησιν κατηγορεῖ τοῦ ἐλλείποντος, ὑπηρεσίαν δὲ καὶ τιμὴν τὴν παρὰ τοῦ Δεσπότου μόνον ὑποδέξασθαι εὐλαβηθεὶς, τοιαύτην ἐδέξατο τὴν ἀπειλὴν ἣν οὐκ ἔφυγεν ἂν, εἰ μὴ, καθὼς προείρηται, ἔφθασε τὴν ὀργὴν τῇ ταχύτητι καὶ σφοδρότητι τῆς διορθώσεως. Πλὴν ἐπειδὴ ὁ ἀγαθὸς καὶ εὔσπλαγχνος Θεὸς μακροθυμῶν ἐφ' ἡμῖν εὐδόκησε, καὶ πολλάκις ἡμῖν τὸ αὐτὸ καὶ διὰ πολλῶν ὑποδεῖξαι, ἵνα τῷ πλήθει καὶ τῇ συνεχείᾳ δυνηθῇ μόλις ποτὲ μοχλευθεῖσα καὶ καταντληθεῖσα ἡ ψυχὴ ἀποτρίψασθαι τὴν πολυχρόνιον τῆς παρανομίας συνήθειαν, ἐκείνων μόνων πρὸς τὸ παρὸν μνημονεῦσαι ἀναγκαῖον τῶν ἐν τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ ἐξ ἀριστερῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἱσταμένων· πρὸς οὓς ἔλεγεν ὁ πᾶσαν τὴν ἐξουσίαν τῆς κρίσεως λαβὼν παρὰ τοῦ Πατρὸς, ὁ ἐρχόμενος φωτίσαι τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶσαι τὰς βουλὰς τῶν καρδιῶν· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ τὴν αἰτίαν ἐπήγαγεν, οὐχ· Ὅτι ἐφονεύσατε, λέγων, ἢ ἐπορνεύσατε, ἢ ἐψεύσασθε, ἤ τινα ἠδικήσατε, ἢ ἄλλο τι τῶν ἀπηγορευμένων, κἂν τὸ βραχύτατον γοῦν, ἐπράξατε· ἀλλὰ τί; Ὅτι τῶν ἀγαθῶν ἔργων ἠμελήσατε. Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. Ταῦτα καὶ τὰ τοιαῦτα Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τοῦ θέλοντος μὲν πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, διδάσκοντος δὲ ἄνθρωπον γνῶσιν, καταμαθὼν ἐν ταῖς θεοπνεύστοις Γραφαῖς, καὶ γνωρίσας μὲν τὴν φρικωδεστάτην αἰτίαν τῆς τοιαύτης τῶν πολλῶν πρός τε ἀλλήλους καὶ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διαφωνίας, παιδευθεὶς δὲ τὸ φοβερὸν ἐκεῖνο κρῖμα τῆς τοσαύτης παρανομίας, διδαχθεὶς δὲ καὶ πᾶσαν παρακοὴν παντὸς κρίματος
My words shall by no means pass away. There is no difference here, there is no division, nothing anywhere at all has been left excepted. He did not say: These or those, but, My words, plainly all of them together, shall by no means pass away. For it is written: The Lord is faithful in all His words; whether forbidding anything whatever, or commanding, or promising, or threatening, and whether upon the doing of the things forbidden, or upon the omission of the things enjoined. For that the omission of good works is avenged equally with the working of evil things, the aforesaid judgement upon Peter sufficed indeed both for proof and for full assurance to a soul not sick with utter unbelief; who, having done nothing forbidden, nor yet having omitted any such command as charges sloth or contempt against the one omitting it, but out of reverence alone having shrunk from receiving service and honour from the Master, received so great a threat, which he would not have escaped unless, as has been said before, he had forestalled the wrath by the swiftness and vehemence of his amendment. Nevertheless, since the good and compassionate God in His long-suffering towards us was well pleased to show us the same thing both often and through many examples, so that by their multitude and continuity the soul, pried loose and drenched as it were, might scarcely at length be able to rub off its long-standing habit of lawlessness, it is necessary for the present to call to mind those alone who stand in the great and fearful day of judgement on the left hand of our Lord Jesus Christ; to whom He Who received all authority of judgement from the Father, Who comes to bring to light the hidden things of darkness and to make manifest the counsels of the hearts, said: Depart from Me, you cursed, into the eternal fire prepared for the devil and his angels. And He adduced the cause, not saying: Because you murdered, or committed fornication, or lied, or wronged someone, or did something else of the things forbidden, even the very least; but what? Because you neglected good works. For I was hungry, He says, and you did not give Me to eat; I was thirsty, and you did not give Me drink; I was a stranger, and you did not take Me in; naked, and you did not clothe Me; sick and in prison, and you did not visit Me. Having learned these and such things in the divinely inspired Scriptures by the grace of the good God, Who wills all men to be saved and to come to the knowledge of truth, and Who teaches man knowledge, and having recognized on the one hand the most dreadful cause of such discord of the many both towards one another and towards the commandments of our Lord Jesus Christ, and having been taught that fearful judgement upon so great lawlessness, and having also been instructed that every disobedience of every judgement
Notes, col. 673

On the reading

Printed ἔττι, for ἔστι.

PG 31:675Read from the page
Θεοῦ ἐπίσης ἐκδικεῖσθαι· ἔτι δὲ καὶ τὸ φοβερὸν ἐκεῖνο κρῖμα καταμαθὼν, τὸ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας μὲν, παραπολαύσαντας δὲ ὅμως τῆς ὀργῆς, διὰ τὸ μὴ τὸν ἀγαθὸν ζῆλον κατὰ τῶν ἡμαρτηκότων ἐπιδείξασθαι, καίτοι πολλάκις μηδὲ συνεγνωκότας τὸ ἁμάρτημα· ἀναγκαῖον ἐλογισάμην, εἰ καὶ ὀψὲ τοῦ καιροῦ, διὰ τὸ ἀναμένειν ἀεὶ τοὺς τὸν αὐτὸν ἀγῶνα τῆς θεοσεβείας ἀνειληφότας, καὶ μὴ θαῤῥεῖν ἑαυτῷ μόνῳ, ἀλλ' οὐκ ἀκαίρως γε τάχα, νῦν γοῦν πρὸς ὑπόμνησιν τοῖς ἀγωνιζομένοις τὸν ἀγῶνα τῆς θεοσεβείας, ἀναλεξάμενος ἐκ τῶν θεοπνεύστων Γραφῶν τά τε ἀπαρέσκοντα τῷ Θεῷ, καὶ οἷς εὐαρεστεῖται παραθέσθαι, ὡς ἂν οἷός τε ὦ, κατ' εὐχὰς κοινάς· ἵνα καταξιωθῶμεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διδασκαλίᾳ τοῦ ἁγίου Πνεύματος, ἀποπηδήσαντες μὲν τῆς τε τῶν ἰδίων θελημάτων συνηθείας, καὶ τῆς τῶν ἀνθρωπίνων παραδόσεων παρατηρήσεως· στοιχήσαντες δὲ τῷ Εὐαγγελίῳ τοῦ μακαρίου Θεοῦ Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου ἡμῶν, καὶ κατὰ τὸν καιρὸν τὸν παρόντα εὐαρέστως αὐτῷ ζήσαντες διά τε σφοδροτέρας ἀναχωρήσεως τῶν κεκωλυμένων καὶ σπουδαιοτέρας ἐπιμελείας τῶν ἐγκεκριμένων, ἐν τῷ μέλλοντι αἰῶνι τῆς ἀθανασίας φυγεῖν μὲν τὴν ὀργὴν τὴν ἐπερχομένην ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας δυναίμεθα, ἄξιοι δὲ εὑρεθῆναι τῆς αἰωνίου ζωῆς, καὶ ἐπουρανίου βασιλείας τῆς ἐπηγγελμένης παρὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ πᾶσι Τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς. Μεμνημένος δὲ τοῦ Ἀποστόλου εἰπόντος· Ἐν Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουμένη· ἀκόλουθον ὁμοῦ καὶ ἀναγκαῖον ἐλογισάμην, τὴν ὑγιαίνουσαν πίστιν καὶ εὐσεβῆ δόξαν περί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος παραθέσθαι πρότερον, καὶ οὕτως ἐπισυνάψαι τὰ ἠθικά.
of God are avenged alike; and having furthermore learned that fearful judgement which comes upon those who, though they have not sinned themselves, nevertheless share in the wrath because they did not display good zeal against those who had sinned, even though oftentimes they were not even aware of the sin; I accounted it necessary, even if late in the season—because of always waiting for those who had undertaken the same contest of godliness, and not trusting to myself alone—yet perhaps not unseasonably, now at least, for a reminder to those contending in the contest of godliness, having gathered from the divinely inspired Scriptures both the things that displease God and those wherewith He is well pleased, to set them forth so far as I am able, in accordance with common prayers; so that we may be counted worthy, by the grace of our Lord Jesus Christ and by the teaching of the Holy Spirit, having leaped away both from the habit of our own wills and from the observance of human traditions, and having walked according to the Gospel of the blessed God Jesus Christ our Lord, and in the present time having lived well-pleasing to Him both through a more vehement withdrawal from things forbidden and a more earnest care for things approved, in the coming age of immortality we may be able both to escape the wrath that comes upon the sons of disobedience, and to be found worthy of eternal life and of the heavenly kingdom promised by the Lord Jesus Christ to all Those who keep His covenant, and remember His commandments to do them (Ps. 102:18). And remembering the Apostle who said: In Christ Jesus neither circumcision availeth anything, nor uncircumcision, but faith working through love (Gal. 5:6), I accounted it at once consistent and necessary to set forth first the sound faith and pious doctrine concerning the Father and the Son and the Holy Spirit, and so to append the moral rules.
ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΙΣΤΕΩΣ.
OF THE SAME, ON FAITH.
1. Θεοῦ τοῦ ἀγαθοῦ χάριτι τὸ ἐπίταγμα τῆς ὑμετέρας εὐλαβείας καταμαθὼν ἄξιον τῆς ἐν Χριστῷ πρὸς τὸν Θεὸν ἀγάπης, ἐν ᾧ τῆς εὐσεβοῦς πίστεως ἔγγραφον ἐπεζητήσατε παρ' ἡμῶν ὁμολογίαν, τὰ μὲν πρῶτα ἐπαισθανόμενος τῆς ἑαυτοῦ ταπεινώσεως καὶ ἀσθενείας, ὤκνουν πρὸς τὴν ἀπόκρισιν· ὡς δὲ ἐμνημόνευσα τοῦ Ἀποστόλου εἰπόντος, Ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ· καὶ πάλιν, Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· οὐκ ἀκίνδυνον ἡγησάμην τὸ ἀντειπεῖν μὲν ὑμῖν, σιωπῆσαι δὲ τὴν σωτήριον ὁμολογίαν, πεποίθησιν ἔχων διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεὸν, ὡς γέγραπται· Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ'
1. Having by the grace of the good God learned the injunction of your reverence, worthy of the love in Christ towards God, wherein you sought from us a written confession of the pious faith, at first indeed, being conscious of my own lowliness and weakness, I shrank from the reply; but when I remembered the Apostle who said, Forbearing one another in love (Eph. 4:2), and again, For with the heart man believeth unto righteousness, and with the mouth confession is made unto salvation (Rom. 10:10), I deemed it not free from danger to refuse you and to pass over in silence the saving confession, having confidence through Christ towards God, as it is written: Not that we are sufficient of
PG 31:677Read from the page
ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν· ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, τοῦ τότε μὲν ἐκείνους, νῦν δὲ καὶ ἡμᾶς, καὶ τοῦτο δι' ὑμᾶς, ἱκανώσαντος γενέσθαι διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. Διακόνου δὲ πιστοῦ ἴδιον ἴστε πάντως καὶ αὐτοὶ τὸ, ἅπερ ἂν εἰς τοὺς συνδούλους οἰκονομῆσαι παρὰ τοῦ ἀγαθοῦ Δεσπότου πιστευθῇ, ταῦτα διασῶσαι τούτοις ἀνοθεύτως καὶ ἀκαπηλεύτως. Ὥστε κἀγὼ, ἅπερ ἔμαθον ἐκ τῆς θεοπνεύστου Γραφῆς, ταῦτα ὑμῖν παραθέσθαι κατὰ τὸ ἀρέσκον Θεῷ, πρὸς τὸ κοινῇ συμφέρον ὀφειλέτης εἰμί. Εἰ γὰρ αὐτὸς ὁ Κύριος, ἐν ᾧ εὐδόκησεν ὁ Πατὴρ, Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι, ὁ πᾶσαν μὲν τὴν ἐξουσίαν, πᾶσαν δὲ τὴν κρίσιν λαβὼν παρὰ τοῦ Πατρὸς, Ἐντολὴν ἔδωκέ μοι, φησὶ, τί εἴπω, καὶ τί λαλήσω· καὶ πάλιν· Ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέ μοι ὁ Πατὴρ, οὕτω λαλῶ· καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀφ' ἑαυτοῦ οὐ λαλεῖ, ἀλλ' ὅσα ἂν ἀκούσῃ παρ' αὐτοῦ, ταῦτα λαλεῖ· πόσῳ μᾶλλον ἡμῖν εὐσεβές τε ὁμοῦ καὶ ἀσφαλὲς τοῦτο φρονεῖν καὶ ποιεῖν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ἕως μὲν οὖν ἀγωνίζεσθαι πρὸς τὰς ἐπανισταμένας κατὰ καιρὸν αἱρέσεις ἐχρῆν, ἑπόμενος τοῖς προειληφόσιν, ἀκόλουθον ἡγούμην τῇ διαφορᾷ τῆς ἐπισπειρομένης ὑπὸ τοῦ διαβόλου ἀσεβείας, ταῖς ἀντιθέτοις φωναῖς κωλύειν, ἢ καὶ ἀνατρέπειν τὰς ἐπαγομένας βλασφημίας, καὶ ἄλλοτε ἄλλαις, ὡς ἂν ἡ χρεία τῶν νοσούντων κατηνάγκασε, καὶ ταύταις πολλάκις ἀγράφοις μὲν, ὅμως δ' οὖν οὐκ ἀπεξενωμέναις τῆς κατὰ τὴν Γραφὴν εὐσεβοῦς διανοίας· τοῦ Ἀποστόλου πολλάκις καὶ Ἑλληνικοῖς ῥήμασι χρήσασθαι μὴ παραιτησαμένου πρὸς τὸν ἴδιον σκοπόν. Νῦν δὲ πρὸς τὸν κοινὸν ἡμῶν τε καὶ ὑμῶν σκοπὸν ἁρμόζον ἐλογισάμην ἐν ἁπλότητι τῆς ὑγιαινούσης πίστεως τὸ ἐπίταγμα τῆς ὑμετέρας ἐν Χριστῷ ἀγάπης πληρῶσαι, εἰπὼν ἃ ἐδιδάχθην παρὰ τῆς θεθπνεύστου Γραφῆς· φειδόμενος μὲν καὶ τῶν ὀνομάτων, καὶ ῥημάτων ἐκείνων, ἃ λέξεσι μὲν αὐταῖς οὐκ ἐμφέρεται τῇ θείᾳ Γραφῇ, διάνοιάν γε μὴν τὴν ἐκείνην ἐγκειμένην τῇ Γραφῇ διασώζει· ὅσα δὲ πρὸς τῷ ξένῳ τῆς λέξεως ἔτι καὶ τὸν νοῦν ξένον ἡμῖν ἐπεισάγει, καὶ ἃ οὐκ ἔστιν ὑπὸ τῶν ἁγίων κηρυσσόμενα εὑρεῖν, ταῦτα ὡς ξένα καὶ ἀλλότρια τῆς εὐσεβοῦς πίστεως παντάπασι παραιτούμενος. Πίστις μὲν οὖν ἐστι συγκατάθεσις ἀδιάκριτος τῶν ἀκουσθέν-
of ourselves to reckon anything as from ourselves; rather, our sufficiency is from God, Who made sufficient them at that time, and now us also, and this on your account, to become ministers of a New Covenant, not of the letter, but of the spirit. And you yourselves also altogether know it to be proper to a faithful minister that, whatever things he has been entrusted with by the good Master to dispense to his fellow slaves, he preserve these things for them unadulterated and uncorrupted. Wherefore I too am a debtor to set before you, according as is pleasing to God and for the common profit, whatever things I have learned from the divinely inspired Scripture. For if the Lord Himself, in Whom the Father was well pleased, In Whom are all the hidden treasures of wisdom and of knowledge, Who received all authority and all judgement from the Father, says, He gave Me a commandment, what I should say and what I should speak; and again: Whatever things therefore I speak, just as the Father has told Me, so I speak; and the Holy Spirit does not speak from Himself, but whatever things He hears from Him, these He speaks: how much more is it at once pious and safe for us both to think and to do this in the name of our Lord Jesus Christ? So long, therefore, as it was necessary to contend against the heresies rising up from time to time, following those who had gone before, I deemed it fitting, in accordance with the diversity of the impiety sown afterward by the devil, to check or even to overturn the blasphemies brought forward by means of opposing expressions, and at different times by different ones, according as the need of those who were sick compelled, and these oftentimes unwritten indeed, yet nonetheless not estranged from the pious meaning according to Scripture; since the Apostle oftentimes did not decline to make use even of Greek sayings for his own purpose. Now, however, I reckoned it fitting for our and your common purpose to fulfil in simplicity of sound faith the injunction of your love in Christ, speaking the things that I was taught from the divinely inspired Scripture; sparing indeed even those names and expressions which are not borne in those very words in divine Scripture, yet preserve that meaning inherent in Scripture; while whatever things besides the strangeness of their wording also bring in to us a strange sense, and which cannot be found proclaimed by the saints, rejecting these altogether as strange and alien to pious faith. Faith, then, is an unhesitating assent to the things heard
Notes, col. 677

On the reading

Printed θεθπνεύστου, for θεοπνεύστου.