Migne Reading Room

PG 31 · cols. 680–689 · Read from the page

Ascetica

Ascetica

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:680Read from the page
των ἐν πληροφορίᾳ τῆς ἀληθείας τῶν κηρυχθέντων Θεοῦ χάριτι, ἥντινα ἐπεδείξατο μαρτυρηθεὶς Ἀβραὰμ, ὅτι Οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι, ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Εἰ δὲ Πιστὸς μὲν ὁ Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, Πισταὶ δὲ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι, φανερὰ ἔκπτωσις πίστεως καὶ ὑπερηφανίας κατηγορία, ἢ ἀθετεῖν τι τῶν γεγραμμένων, ἢ ἐπεισάγειν τῶν μὴ γεγραμμένων, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει· καὶ πρὸ τούτου δὲ εἰρηκότος· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ· ὅτι οὐκ οἶδασι τῶν ἀλλοτρίων τὴν φωνήν· καὶ τοῦ Ἀποστόλου ἐν ὑποδείγματι ἀνθρωπίνῳ σφοδρότερον ἀπαγορεύοντος τὸ προσθεῖναι ἢ ὑφελεῖν τι ἐν ταῖς θεοπνεύστοις Γραφαῖς, δι' ὧν φησιν· Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται.
in full assurance of the truth of the things proclaimed by the grace of God, which Abraham displayed when he received witness that He did not waver through unbelief, but was strengthened in faith, giving glory to God, and being fully assured that what He has promised, He is able also to do. And if The Lord is faithful in all His words, and All His commandments are faithful, established unto the age of the age, wrought in truth and uprightness, it is a manifest falling away from faith and an indictment of pride either to set aside anything of the things written, or to bring in beside them any of the things not written, since our Lord Jesus Christ has said: My sheep hear My voice; and before this also had said: And a stranger they will by no means follow, but will flee from him; because they do not know the voice of strangers; and since the Apostle in a human example still more vehemently forbids adding or taking away anything in the divinely inspired Scriptures, through the words in which he says: Yet even a man's ratified covenant no one sets aside, or adds to.
2. Πᾶσαν μὲν οὖν ἀλλοτρίαν τῆς τοῦ Κυρίου διδασκαλίας φωνὴν καὶ ἔννοιαν οὕτως ἡμεῖς πάντοτε καὶ νῦν ἀποφεύγειν ἐγνώκαμεν, καὶ τοῦ σκοποῦ δὲ, ὡς προεῖπον, τοῦ νῦν ἡμῖν τε καὶ ὑμῖν προκειμένου, καταπολὺ διαφέροντος τῶν ὑποθέσεων ἐκείνων, ὑφ' ὧν ἄλλοτε ἄλλως ἐπὶ τὸ γράψαι τι ἢ εἰπεῖν προήχθημεν. Διότι τότε μὲν αἱρέσεως ἔλεγχος καὶ ἀνατροπὴ τῆς τοῦ διαβόλου μεθοδείας ἐσπουδάζετο, νῦν δὲ τῆς ὑγιαινούσης πίστεως ὁμολογία τε καὶ φανέρωσις ἁπλῆ πρόκειται. Οὐκοῦν οὔτε τοῦ λόγου χαρακτὴρ ὁ αὐτὸς ἡμῖν καὶ νῦν ἁρμόζει. Ὡς γὰρ οὐκ ἂν λάβοι μετὰ χεῖρας ἄνθρωπος σκεύη τὰ αὐτὰ πολεμῶν καὶ γεωργῶν (ἄλλα γὰρ σκεύη τῶν ἐν ἀδείᾳ τὰ πρὸς τὸ ζῇν ἑαυτοῖς ἐκπονούντων, ἄλλαι δὲ πανοπλίαι τῶν ἐν πολέμῳ παρατασσομένων), οὕτως οὐκ ἂν εἴποι τὰ αὐτὰ ὁ παρακαλῶν ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, καὶ ὁ τοὺς ἀντιλέγοντας ἐλέγχων. Ἄλλο γὰρ εἶδος λόγου ἐλεγκτικοῦ, καὶ ἄλλο εἶδος λόγου παρακλητικοῦ. Ἄλλη ἁπλότης τῶν ἐν εἰρήνῃ τὴν εὐσέβειαν ὁμολογούντων, καὶ ἄλλοι ἱδρῶτες τῶν πρὸς τὰς ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως ἱσταμένων. Ὥστε ἂν τούτῳ τῷ τρόπῳ καὶ ἡμεῖς οἰκονομοῦντες τοὺς λόγους ἡμῶν ἐν κρίσει, πανταχοῦ τοῖς πρὸς τὴν φυλακὴν ἢ οἰκοδομὴν τῆς πίστεως ἀκολούθως χρησαίμεθα, ποτὲ μὲν τοῖς ἐν μεθοδείᾳ τοῦ διαβόλου καταλύειν πειρωμένοις αὐτὴν ἀγωνιστικώτερον ἀνθιστάμενοι, ποτὲ δὲ τοῖς οἰκοδομεῖσθαι βουλομένοις ἐν αὐτῇ ἁπλοϊκώτερον καὶ οἰκειότερον αὐτὴν ἐξηγούμενοι, καὶ οὐδὲν ἄλλο ποιοῦντες ἢ ἐκεῖνο τὸ παρὰ τοῦ Ἀποστόλου εἰρημένον· Εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκριθῆναι. Πρὶν δὲ ἐλθεῖν ἐπ' αὐτὴν τὴν τῆς
2. Every utterance and notion, therefore, alien to the teaching of the Lord we have thus determined always and now to shun, while the aim, as I said before, that now lies before both us and you differs greatly from those occasions by which at other times in various ways we were led on to write or say something. Because at that time the refutation of heresy and the overturning of the craftiness of the devil were our earnest concern, whereas now a simple confession and manifestation of sound faith lies before us. Accordingly neither does the same character of discourse befit us now as well. For just as a man would not take in hand the same implements when waging war and when tilling the soil (for of one kind are the implements of those who in security labour to procure for themselves the means of living, and of another kind the panoplies of those arrayed in war), so he who exhorts in sound teaching and he who refutes gainsayers would not say the same things. For of one kind is the form of refutative discourse, and of another kind the form of hortatory discourse. Of one kind is the simplicity of those who confess piety in peace, and of another kind the sweats of those who stand against the oppositions of falsely named knowledge. So that if in this manner we too dispense our words with judgement, we may everywhere make consistent use of the things that make for the guarding or upbuilding of the faith, at one time withstanding more combatively those who by the craftiness of the devil attempt to destroy it, and at another time expounding it more simply and familiarly to those who wish to be built up in it, and doing nothing else than that which is spoken by the Apostle: To know how you ought to answer each one. Yet before coming to the very
Notes, col. 680

On the reading

Printed οἶδασι, for οἴδασι.

PG 31:681Read from the page
πίστεως ὁμολογίαν, κἀκεῖνο ἐπισημήνασθαι ἄξιον· ὅτι τὴν τοῦ Θεοῦ μεγαλειότητα καὶ δόξαν, καὶ λόγῳ ἀπερίληπτον οὖσαν, καὶ νῷ ἀκατάληπτον, ἑνὶ μὲν ῥήματι ἢ νοήματι οὔτε δηλωθῆναι, οὔτε νοηθῆναι οἷόν τε ἦν· διὰ πλειόνων δὲ τῶν ἐνστρεφομένων τῇ ἡμετέρᾳ χρήσει ἡ θεόπνευστος Γραφὴ μόλις τοῖς καθαροῖς τῇ καρδίᾳ, ὡς δι' ἐσόπτρου, ᾐνίξατο. Τὸ μὲν γὰρ πρόσωπον πρὸς πρόσωπον, καὶ ἡ τελεία ἐπίγνωσις ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις ἀποδοθῆναι ἐπήγγελται· νῦν δὲ, κἂν Παῦλός τις ᾖ, κἂν Πέτρος, βλέπει μὲν ἀληθῶς ἃ βλέπει, καὶ οὐ πλανᾶται, οὐδε φαντάζεται, δι' ἐσόπτρου δὲ ὅμως βλέπει, καὶ ἐν αἰνίγματι, καὶ τὸ ἐκ μέρους νῦν εὐχαρίστως δεχόμενος, τὸ τέλειον εἰς τὸ μέλλον περιχαρῶς ἀπεκδέχεται. Ὅπερ πιστοῦται μὲν ὁ ἀπόστολος Παῦλος, τῷ τοιούτῳ τινὶ τρόπῳ κατασκευάζων τὸν λόγον, ὅτι Ὥσπερ, Ὅτε μὲν ἤμην νήπιος, ἄρτι τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ ἐκμανθάνων, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ ἐπείγομαι φθάσαι, τὰ τοῦ νηπίου κατήργηκα. Καὶ τοσαύτην ἔσχον ἐν τῇ τῶν θείων καταλήψει τὴν προκοπὴν καὶ βελτίωσιν, ὥστε τὴν μὲν ἐν τῇ Ἰουδαϊκῇ λατρείᾳ ἐπίγνωσιν νηπίας φρενὸς ἐοικέναι κινήμασιν, ἀνδρὶ δὲ ἤδη τὰ πάντα τελείῳ προσήκουσαν τὴν διὰ τοῦ Εὐαγγελίου γνῶσιν. Οὕτως ἐν συγκρίσει τῆς ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις ἀποκαλυφθησομένης γνώσεως, καὶ τὸ δοκοῦν νῦν ἐν τῇ γνώσει τέλειον βραχύ τι καὶ ἀμυδρότερον τοσοῦτον, ὡς πλέον ἀπολιμπάνεσθαι τῆς ἐν τῷ μέλλοντι αἰῶνι τρανότητος, ἢ ὅσον ἀπολιμπάνεται τοῦ πρόσωπον πρὸς πρόσωπον τὸ δι' ἐσόπτρου βλέπειν καὶ ἐν αἰνίγματι. Συνιστῶσι δὲ τοῦτο καὶ οἱ περὶ τὸν μακάριον Πέτρον καὶ Ἰωάννην μαθηταὶ τοῦ Κυρίου, τῇ κατὰ τὸν παρόντα βίον ἀεὶ πρὸς τὸ μεῖζον ἐπιδόσει καὶ προκοπῇ τὸ ὑπερβάλλον τῆς ἐν τῷ μέλλοντι τηρουμένης αἰῶνι γνώσεως οὐκ ἔλαττον καὶ αὐτοὶ πιστούμενοι. Οἵτινες, μετὰ τὸ ἄξιοι φανῆναι τῆς παρὰ τοῦ Κυρίου ἐκλογῆς, τῆς σὺν αὐτῷ διαγωγῆς, τῆς παρ' αὐτοῦ ἀποστολῆς, τῆς τῶν πνευματικῶν χαρισμάτων διανομῆς, μετὰ τὸ ἀκοῦσαι· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, μετὰ τὴν τοιαύτην γνῶσιν, μετὰ τὴν ἀποκάλυψιν τῶν τοῖς λοιποῖς ἀποῤῥήτων, ὅμως ὕστερόν ποτε, περὶ αὐτὸ λοιπὸν τοῦ Κυρίου
confession of faith, this too is worthy to be noted: that the majesty and glory of God, being both uncircumscribed by speech and incomprehensible to mind, could neither be set forth nor be conceived by a single word or thought; whereas through a plurality of terms conversant with our usage the divinely inspired Scripture dimly hinted at it, as through a mirror, scarce even to the pure in heart. For face to face, and full knowledge, has been promised to be rendered to the worthy in the age to come; whereas now, even if someone be a Paul, even if a Peter, he truly sees indeed the things that he sees, and neither goes astray nor imagines vainly, yet he sees through a mirror and in a riddle, and thankfully receiving what is now in part, with exceeding joy he awaits what is complete for the future. Which very thing the apostle Paul confirms, framing his argument in some such manner as this: Just as, When I was an infant, newly learning thoroughly the elements of the beginning of the oracles of God, I spoke as an infant, I minded as an infant, I reasoned as an infant; but when I have become a man, and hasten to attain unto the measure of the stature of the fullness of Christ, I have done away with the things of the infant. And I had so great an advance and improvement in the apprehension of divine things that the knowledge in the Jewish worship resembled the motions of an infant mind, whereas the knowledge through the Gospel befitted a man already mature in all respects. Thus, in comparison with the knowledge that shall be revealed to the worthy in the age to come, even that which now seems complete in knowledge is something slight and so much dimmer as to fall further short of the clearness in the age to come than seeing through a mirror and in a riddle falls short of face to face. And the disciples of the Lord around the blessed Peter and John establish this as well, confirming no less themselves too, by their continual growth and advance towards what is greater during the present life, the surpassingness of the knowledge kept in store in the age to come. Who, after appearing worthy of election by the Lord, of way of life with Him, of mission from Him, of the distribution of spiritual gifts, after hearing: To you it has been given to know the mysteries of the kingdom of the heavens, after such knowledge, after the revelation of things unutterable to the rest, nevertheless later on, right around the Lord's very
Notes, col. 681

On the reading

Printed οὐδε, for οὐδὲ.

PG 31:684Read from the page
τὸ πάθος, ἀκούουσιν· Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι.
passion, hear: I have still many things to say to you, but you cannot bear them now.
3. Ἐκ τούτων καὶ τῶν τοιούτων μανθάνομεν, ὅτι τοσοῦτον μὲν οἶδεν ἡ θεόπνευστος Γραφὴ τῆς ἐπιγνώσεως τὸ ἀπέραντον, τοσοῦτον δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ τῶν θείων μυστηρίων ἐν τῷ παρόντι ἀνέφικτον, ἀεὶ μὲν κατὰ προκοπὴν ἑκάστῳ προστιθεμένου τοῦ πλείονος, ἀεὶ δὲ τοῦ πρὸς ἀξίαν ἀπολιμπανομένου ἁπάντων, ἄχρις ἂν ἔλθῃ τὸ τέλειον, ὅτε τὸ ἐκ μέρους καταργηθήσεται· οὐκοῦν οὔτε ἑνὸς ὀνόματος ἀρκοῦντος πάσας ὁμοῦ δηλῶσαι τὰς τοῦ Θεοῦ δόξας, οὔτε ἑκάστου ἐξ ὁλοκλήρου ἀκινδύνως παραλαμβανομένου. Ἄν τε γὰρ εἴπῃ τις, Θεὸς, οὐκ ἐδήλωσε τὸ, Πατήρ· τῷ δὲ, Πατὴρ, λείπει τὸ, κτίστης. Τούτοις δὲ πάλιν χρεία ἀγαθότητος, σοφίας, δυνάμεως, καὶ τῶν λοιπῶν τῶν φερομένων ἐν τῇ ἁγίᾳ Γραφῇ. Πάλιν δὲ τὸ, Πατὴρ, ὁλόκληρον κατὰ τὴν ἡμετέραν χρῆσιν, ἐὰν ἐκλάβώμεν ἐπὶ Θεοῦ, ἀσεβοῦμεν· πάθος γὰρ καὶ ἀπόῤῥοιαν, καὶ ἄγνοιαν, καὶ ἀσθένειαν, καὶ ὅσα τοιαῦτα ἐπιφημίζει. Ὁμοίως δὲ καὶ τὸ, κτίστης. Εφ' ἡμῶν γὰρ χρεία χρόνου, ὕλης, σκευῶν, βοηθείας· ὧν ἁπάντων καθαρεύειν δεῖ τὴν εὐσεβῆ περὶ Θεοῦ δόξαν, ὡς δυνατὸν ἀνθρώπῳ. Τοῦ γὰρ πρὸς ἀξίαν, ὡς ἔφην, κἂν εἰ πᾶσαι μὲν διάνοιαι πρὸς τὴν ἔρευναν συναφθεῖεν, πᾶσαι δὲ γλῶσσαι πρὸς τὴν ἐπαγγελίαν συνδράμοιεν, οὐδέποτε ἄν τις ἐφίκοιτο. Ταύτην δὲ ἡμῖν τὴν ἔννοιαν σαφῶς παρίστησι καὶ ὁ σοφώτατος Σολομὼν λέγων· Εἶπα· Σοφισθήσομαι· καὶ αὕτη ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν, ὑπὲρ ὃ ἦν· οὐ τῷ φεύγειν, ἀλλὰ τῷ ἐκείνοις μάλιστα φανεροῦσθαι αὐτῆς τὸ ἀκατάληπτον, οἷς Θεοῦ χάριτι περισσοτέρως προσγέγονεν ἡ γνῶσις. Ἡ μὲν οὖν θεόπνευστος Γραφὴ πλείοσιν ὀνόμασιν ἀναγκαίως χρῆται καὶ ῥήμασιν εἰς μερικήν τινα, καὶ ταύτην αἰνιγματώδη, τῆς θείας δόξης παράστασιν. Ἡμῖν δὲ πάντα μὲν τὰ πανταχοῦ ὑπὸ τῆς θεοπνεύστου Γραφῆς περί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος εἰρημένα τὸ παρὸν ἀναλέγειν οὔτε δύναμις, οὔτε σχολὴ, διὰ τὸ κατεπείγειν ὑμᾶς· ὀλίγα δὲ ἐκ πάντων παραθέμενοι, ἀρκεῖν ἡγούμεθα καὶ ταῦτα τῇ ὑμετέρᾳ συνειδήσει, πρός τε τὴν τοῦ ἡμετέρου ἐκ τῶν Γραφῶν φρονήματος φανέρωσιν, καὶ τὴν ὑμῶν αὐτῶν καὶ τῶν βουλομένων ἐφ' ἡμῖν πληροφορίαν. Ὡς γὰρ τὰ πολλὰ μίαν ἡμῖν τὴν εὐσεβῆ ἔννοιαν ἐξαγγέλλει, οὕτω καὶ ἐκ τῶν ὀλίγων ὁ εὐγνώμων, οἶμαι, τὸ ἐν πᾶσιν εὐσεβὲς ἐπιγινώσκει.
3. From these and such things we learn that just as the divinely inspired Scripture knows the boundlessness of full knowledge, so too it knows the unattainability by human nature in the present life of the divine mysteries, more being continually added to each according to his advance, while that which is worthy of the reality continually outstrips all men, until what is complete comes, when what is in part shall be done away with; neither a single name, therefore, sufficing to set forth all the glories of God together, nor each name being taken in its entirety without danger. For whether one says, God, one has not set forth Father; and to Father there is lacking Creator. And these again have need of goodness, wisdom, power, and the rest of the attributes borne in holy Scripture. Again, if we take Father in its entirety according to our usage when speaking of God, we commit impiety; for it attributes passion and effluence, and ignorance, and weakness, and all such things. And likewise also Creator. For in our case there is need of time, matter, implements, assistance; of all which things the pious conception concerning God must be pure, so far as is possible for man. For of what is worthy, as I said, even if all minds should be joined together for inquiry, and all tongues run together for utterance, never could anyone attain unto it. And this thought the wisest Solomon also clearly sets before us, saying: I said: I will become wise; and she was removed far from me, beyond what she was; not by fleeing, but because her incomprehensibility is made manifest most of all to those to whom by the grace of God knowledge has accrued more abundantly. The divinely inspired Scripture, therefore, of necessity employs many names and expressions for a partial, and even this enigmatic, representation of the divine glory. For us, however, there is neither strength nor leisure at present to gather up all the things spoken everywhere by the divinely inspired Scripture concerning Father and Son and Holy Spirit, because you press us urgently; yet having set side by side a few out of all, we deem even these to suffice for your conscience, both for the manifestation of our mind drawn from the Scriptures, and for the full assurance of yourselves and of those who desire it in our regard. For just as the many passages declare to us one pious meaning, so too from the few the fair-minded man, I think, recognizes the piety present in all.
Notes, col. 684

On the reading

Printed ἐκλάβώμεν, for ἐκλάβωμεν.

Printed Εφ', for Ἐφ'.

PG 31:685Read from the page
4. Πιστεύομεν τοίνυν καὶ ὁμολογοῦμεν ἕνα μόνον ⟨…⟩ληθινὸν καὶ ἀγαθὸν Θεὸν, καὶ Πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα· τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ. Καὶ ἕνα τὸν μονογενῆ αὐτοῦ Υἱὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν, μόνον ἀληθινὸν, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ ἐν ᾧ τὰ πάντα συνέστηκεν· ὃς ἐν ἀρχῇ ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν· καὶ μετὰ ταῦτα, κατὰ τὴν Γραφὴν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, καὶ διὰ τῆς ἐκ Παρθένου γεννήσεως μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, πάντα τὰ εἰς αὐτὸν καὶ περὶ αὐτοῦ γεγραμμένα ἐπλήρωσε κατὰ τὴν ἐντολὴν τοῦ Πατρὸς, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθεὶς ἐκ νεκρῶν, κατὰ τὰς Γραφὰς, ὤφθη τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς, καὶ τοῖς λοιποῖς, ὡς γέγραπται· ἀνέβη τε εἰς οὐρανοὺς καὶ κάθηται ἐν δεξιᾷ τοῦ Πατρός· ὅθεν ἔρχεται ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου ἀναστῆσαι πάντας, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅτε οἱ μὲν δίκαιοι προσληφθήσονται εἰς ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν, οἱ δὲ ἁμαρτωλοὶ κατακριθήσονται εἰς κόλασιν αἰώνιον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Καὶ ἓν μόνον Πνεῦμα ἅγιον, τὸ Παράκλητον, ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀπολυτρώσεως· τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ Πνεῦμα τῆς υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ· τὸ διαιροῦν καὶ ἐνεργοῦν τὰ παρὰ τοῦ Θεοῦ χαρίσματα ἑκάστῳ πρὸς τὸ συμφέρον, καθὼς βούλεται· τὸ διδάσκον καὶ ὑπομιμνῆσκον πάντα, ὅσα ἂν ἀκούῃ παρὰ τοῦ Υἱοῦ· τὸ ἀγαθὸν, τὸ ὁδηγοῦν εἰς πᾶσαν τὴν ἀλήθειαν, καὶ στηρίζον πάντας τοὺς πιστεύοντας πρός τε γνῶσιν ἀσφαλῆ, καὶ ὁμολογίαν ἀκριβῆ, καὶ λατρείαν εὐσεβῆ, καὶ προσκύνησιν πνευματικὴν καὶ ἀληθῆ Θεοῦ Πατρὸς καὶ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἑαυτοῦ· ἑκάστου ὀνόματος τὴν τοῦ ὀνομαζομένου ἰδιότητα σαφῶς ἡμῖν διευκρινοῦντος, καὶ περὶ ἑκάστου τῶν ὀνομαζομένων πάντως τινῶν ἐξαιρέτων ἰδιωμάτων εὐσεβῶς θεωρου-
4. We believe, therefore, and confess one only [true] and good God, and Father almighty, from Whom are all things: the God and Father of our Lord and God Jesus Christ. And one, His only-begotten Son, our Lord and God Jesus Christ, alone true, through Whom all things came to be, both the things visible and the things invisible, and in Whom all things hold together; Who in the beginning was with God, and was God; and after these things, according to the Scripture, was seen upon the earth, and conversed with men; Who, subsisting in the form of God, did not deem equality with God a thing to be grasped, but emptied Himself, and through birth from the Virgin having taken the form of a slave, and having been found in fashion as a man, fulfilled all the things written unto Him and concerning Him according to the commandment of the Father, having become obedient unto death, even the death of the cross; and on the third day having been raised from the dead, according to the Scriptures, He appeared to His holy disciples, and to the rest, as it is written; and He ascended into the heavens and sits at the right hand of the Father; whence He comes at the consummation of this age to raise up all men, and to render to each according to his deed; when the righteous shall be received unto eternal life and the kingdom of the heavens, while sinners shall be condemned unto eternal punishment, where their worm does not die, and the fire is not quenched. And one only Holy Spirit, the Paraclete, in Whom we were sealed unto the day of redemption; the Spirit of truth, the Spirit of adoption, in Whom we cry: Abba, Father; dividing and working the gifts that come from God for each unto what is profitable, just as He wills; teaching and calling to remembrance all things, whatever He hears from the Son; the good One, guiding into all the truth, and establishing all who believe unto sure knowledge, and exact confession, and pious service, and spiritual and true worship of God the Father and of His only-begotten Son our Lord and God Jesus Christ, and of Himself; each name clearly distinguishing for us the distinctive property of the One named, and concerning each of Those named certain special distinctive properties altogether being piously contem-
PG 31:687Read from the page
μένων, τοῦ μὲν Πατρὸς ἐν τῷ ἰδιώματι τοῦ Πατρὸς, τοῦ δὲ Υἱοῦ ἐν τῷ ἰδιώματι τοῦ Υἱοῦ, τοῦ δὲ ἁγίου Πνεύματος ἐν τῷ οἰκείῳ ἰδιώματι· μήτε τοῦ ἁγίου Πνεύματος ἀφ' ἑαυτοῦ λαλοῦντος, μήτε τοῦ Υἱοῦ ἀφ' ἑαυτοῦ τι ποιοῦντος· καὶ τοῦ μὲν Πατρὸς πέμποντος τὸν Υἱὸν, τοῦ δὲ Υἱοῦ πέμποντος τὸ ἅγιον Πνεῦμα. Οὕτως φρονοῦμεν, καὶ οὕτως βαπτίζομεν εἰς Τριάδα ὁμοούσιον, κατὰ τὴν ἐντολὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Ἅπερ τηροῦντες μὲν, τὴν εἰς αὐτὸν ἀγάπην ἐπιδεικνύμεθα, καὶ ἐν αὐτῇ μένειν καταξιούμεθα, καθὼς γέγραπται· μὴ τηροῦντες δὲ, ἐναντίως ἔχοντες ἐλεγχόμεθα. Ὁ μὴ ἀγαπῶν με, γάρ φησιν ὁ Κύριος, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ πάλιν· Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με.
abiding, the Father in the proper character of the Father, the Son in the proper character of the Son, and the Holy Spirit in His own proper character; neither the Holy Spirit speaking of Himself (John 16:13), nor the Son doing anything of Himself (John 8:28); and the Father sending the Son, and the Son sending the Holy Spirit. Thus we think, and thus we baptize into a consubstantial Trinity, according to the commandment of our Lord Jesus Christ Himself, Who said: Go ye and make disciples of all the nations, baptizing them into the name of the Father and of the Son and of the Holy Spirit, teaching them to observe all things whatsoever I have commanded you (Matt. 28:19-20). Which things if we keep, we display our love towards Him, and are counted worthy to abide in it, even as it is written (John 15:10); whereas if we do not keep them, we are convicted of being oppositely disposed. He that loveth Me not, says the Lord, keepeth not My words (John 14:24); and again: He that hath My commandments, and keepeth them, he it is that loveth Me (John 14:21).
5. Θαυμάζω δὲ περισσοτέρως, ὅτι, αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς· καὶ πάλιν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε μετ' ἀλλήλων· ὅθεν ὁ Ἀπόστολος, ἐν πᾶσι τὸ τῆς ἀγάπης ἀναγκαῖον δεικνὺς, διαμαρτύρεται λέγων· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον· κἂν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι· καὶ μετ' ὀλίγα· Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται, καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει· Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη· τούτων καὶ τῶν τοιούτων οὕτως ὑπό τε τοῦ Κυρίου καὶ τοῦ Ἀποστόλου διωρισμένων, θαυμάζων φημὶ, πῶς περὶ μὲν τὰ καταργούμενα καὶ παυόμενα τοσαύτην ἔχουσιν οἱ ἄνθρωποι σπουδὴν καὶ πτόησιν, περὶ δὲ τὰ μένοντα, καὶ μάλιστα τὴν μείζω πάντων ἀγάπην, τὴν χαρακτηρίζουσαν τὸν Χριστιανὸν, οὐ μόνον αὐτοὶ φροντίδα οὐδεμίαν ποιοῦνται, ἀλλὰ καὶ τοῖς ἐσπουδακόσιν ἐναντιοῦνται, καὶ μαχόμενοι πληροῦσι τὸ εἰρημένον· Οὔτε αὐτοὶ εἰσέρχονται, καὶ τοὺς εἰσερχομένους κωλύουσιν εἰσελθεῖν. Διόπερ παρακαλῶ
5. Moreover, I marvel exceedingly that, whereas our Lord Jesus Christ Himself says: Rejoice not, that the spirits are subject unto you; but rejoice, that your names are written in the heavens (Luke 10:20); and again: By this shall all men know that ye are My disciples, if ye have love one to another (John 13:35); whence the Apostle, showing in all things the necessity of love, testifies, saying: If I speak with the tongues of men and of angels, but have not love, I am become sounding brass, or a clanging cymbal; and if I have prophecy, and know all mysteries and all knowledge, and if I have all faith, so as to remove mountains, but have not love, I am nothing (1 Cor. 13:1-2); and a little after: Whether prophecies, they shall be done away; whether tongues, they shall cease; whether knowledge, it shall be done away (1 Cor. 13:8), and the rest, to which he subjoins: But now abideth faith, hope, love, these three; and the greatest of these is love (1 Cor. 13:13); whereas these and such things have been thus determined both by the Lord and by the Apostle, marvelling I say, how people have so great zeal and excitement about the things that are being done away and ceasing, while about the things that abide, and especially love, the greatest of all, which marks the Christian, they not only take no care themselves, but even oppose those who are earnest, and by fighting fulfil what was spoken: Neither do they themselves enter in, and them that are entering in they hinder from entering (cf. Luke 11:52). Wherefore I exhort
Notes, col. 687

On the reading

Printed γλώσσαι, for γλῶσσαι.

Printed ἐλπις, for ἐλπὶς.

PG 31:689Read from the page
καὶ δέομαι, παυσαμένους τῆς περιέργου ζητήσεως καὶ ἀπρεποῦς λογομαχίας, ἀρκεῖσθαι τοῖς ὑπὸ τῶν ἁγίων καὶ αὐτοῦ τοῦ Κυρίου εἰρημένοις, ἄξια δὲ τῆς ἐπουρανίου κλήσεως φρονεῖν· καὶ ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθαι, ἐπ' ἐλπίδι τῆς αἰωνίου ζωῆς, καὶ ἐπουρανίου βασιλείας, τῆς ἡτοιμασμένης πᾶσι τοῖς φυλάσσουσι τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ Πατρὸς, τὰς κατὰ τὸ Εὐαγγέλιον τοῦ μακαρίου Θεοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἐν Πνεύματι ἁγίῳ καὶ ἀληθείᾳ. Ταῦτα ὑπομνησθέντες παρὰ τῆς ὑμετέρας εὐλαβείας ὑπαγορεῦσαι ἐν τοῖς τελευταίοις, καὶ τὸ ἑαυτῶν φρόνημα φανερὸν ποιῆσαι ὑμῖν τε καὶ δι' ὑμῶν τοῖς ἐν Χριστῷ ἀδελφοῖς, εἰς πληροφορίαν ὑμῶν τε καὶ αὐτῶν ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀναγκαῖον καὶ ἡμῖν ἐπιβάλλον ἡγησάμεθα πρὸς τὸ μηδαμῶς περιφέρεσθαί τινων τὸν νοῦν ἐν τῇ διαφορᾷ τῶν ἄλλοτε μὲν ἄλλως παρ' ἡμῶν ἐκτεθέντων, ἀεὶ δὲ πρὸς τὴν ἐπεισαγομένην παρὰ τῶν ἀντιδιατιθεμένων τῇ ἀληθείᾳ ὑπόθεσιν ἀναγκαζομένων ἡμῶν ἐνίστασθαι, μήτε μὴν διασαλεύεσθαί τινας ἐν τῇ ἐναντιότητι τῶν ἐν ἡμῖν τὰ ἀλλότρια ἐπιφημίζειν θελόντων, ἢ καὶ τὰ ἴδια πάθη πολλάκις ἐπὶ τὸ συναρπάσαι τοὺς ἁπλουστέρους τοῦ ἡμετέρου φρονήματος καταψευδομένων· οὓς καὶ ὑμῖν φυλάξασθαι, ὡς ἀλλοτρίους τῆς εὐαγγελικῆς καὶ ἀποστολικῆς πίστεώς τε καὶ ἀγάπης, ἀναγκαῖον· μεμνῆσθαι δὲ τοῦ Ἀποστόλου εἰπόντος· Ἀλλὰ καὶ ἐὰν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω· ἵνα τηροῦντες κἀκεῖνο τὸ, Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν· καὶ τὸ, Στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρέλαβον παρ' ἡμῶν, στοιχῶμεν τῷ κανόνι τῶν ἁγίων, ὡς Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. Ὁ δὲ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Πιστὸς ὁ Θεὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρήσωμεν, χάριτι τοῦ Χριστοῦ ἐν Πνεύματι ἁγίῳ.
and beseech you, ceasing from curious inquiry and unseemly word-strife, to be content with the things spoken by the saints and by the Lord Himself, and to think things worthy of the heavenly calling, and to conduct yourselves worthily of the Gospel of Christ, in the hope of eternal life and of the heavenly kingdom prepared for all who keep the commandments of God and the Father, those according to the Gospel of the blessed God Jesus Christ our Lord, in the Holy Spirit and in truth. Having been reminded by your reverence to dictate these things at the close, and to make our own mind manifest both to you and through you to the brethren in Christ, for the full assurance both of you and of them in the name of our Lord Jesus Christ, we deemed it necessary and incumbent upon us, to the end that the mind of none may in any wise be carried about by the difference of the things set forth by us at different times in different ways, as we were always compelled to resist the hypothesis brought in by those who oppose themselves to the truth, and that none may be shaken by the contradiction of those who wish to attribute to us things foreign to us, or who even oftentimes falsely allege their own passions against our mind in order to carry away the simpler folk; against whom it is necessary for you also to be on your guard, as strangers to the evangelical and apostolic faith and love, and to remember the Apostle who said: But though we, or an angel from heaven, should preach unto you any gospel other than that which we preached unto you, let him be anathema (Gal. 1:8); so that, keeping also that saying, Beware of false prophets (Matt. 7:15), and that saying, Withdraw yourselves from every brother that walketh disorderly, and not after the tradition which they received from us (2 Thess. 3:6), we may walk by the rule of the saints, as Being built upon the foundation of the apostles and prophets, Christ Jesus our Lord Himself being the chief corner-stone, in Whom each several building, fitly framed together, groweth into a holy temple in the Lord (Eph. 2:20-21). And may the God of peace sanctify you wholly; and may your spirit and soul and body be preserved entire, without blame at the coming of our Lord Jesus Christ. Faithful is God Who calleth you, Who will also do it (1 Thess. 5:23-24), if only we keep His commandments, by the grace of Christ in the Holy Spirit.
6. Τὰ περὶ τῆς ὑγιαινούσης πίστεως ἐν τοῖς
6. Concerning the things that pertain to the sound faith, in the