Migne Reading Room

PG 31 · cols. 656–665 · Read from the page

Ascetica

Ascetica

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:656Read from the page
πολυπραγμονῶν, εἰς μνήμην ἦλθον τῆς βίβλου τῶν Κριτῶν, ἱστορούσης μὲν, ὅτι ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει, δηλούσης δὲ καὶ τὴν αἰτίαν ἐν τῷ εἰπεῖν ὅτι, Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ. Τούτων τοίνυν ἐπιμνησθεὶς, ἐλογισάμην καὶ περὶ τῶν παρόντων ἐκεῖνο, ὅπερ εἰπεῖν μὲν φοβερὸν ἴσως καὶ παράδοξον, κατανοῆσαι δὲ ἀληθέστατον· ὅτι μήποτε καὶ νῦν παρὰ τὴν τοῦ ἑνὸς καὶ μεγάλου τοῦ ἀληθινοῦ καὶ μόνου τῶν ὅλων βασιλέως καὶ Θεοῦ ἀθέτησιν ἡ τοσαύτη διαφωνία καὶ μάχη τῶν ἐν τῇ Ἐκκλησίᾳ γίνεται, ἑκάστου τῆς μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας ἀφισταμένου, λογισμοὺς δέ τινας καὶ ὅρους ἰδίους ἐκδικοῦντος ἐξ αὐθεντίας, καὶ μᾶλλον ἄρχειν ἀπ' ἐναντίας τοῦ Κυρίου, ἢ ἄρχεσθαι ὑπὸ τοῦ Κυρίου βουλομένου. Τοῦτο δὴ λογισάμενος, καὶ πρὸς τὸ ὑπερβάλλον τῆς ἀσεβείας ἐπτοημένος, ἐπὶ πλεῖόν τε ἐρευνῶν, ἐπειθόμην οὐδὲν ἧττον καὶ ἐκ τῶν ἐν τῷ βίῳ πραγμάτων ἀληθῆ εἶναι τὴν προειρημένην αἰτίαν. Ἐώρων γὰρ πᾶσαν μὲν πλήθους εὐταξίαν τε καὶ συμφωνίαν ἄχρι τότε κατορθουμένην, ἄχρις ἂν ἡ πρὸς ἕνα τινὰ τὸν ἄρχοντα σώζεται κοινὴ τῶν ἄλλων εὐπείθεια· πᾶσαν δὲ διαφωνίαν καὶ διάστασιν, ἔτι τε πολυαρχίαν, ἐξ ἀναρχίας ὁδοποιουμένην. Ἐγὼ δὲ εἶδόν ποτε καὶ μελισσῶν πλῆθος νόμῳ φύσεως στρατηγούμενον, καὶ κατακολουθοῦν εὐτάκτως τῷ ἰδίῳ βασιλεῖ. Καὶ πολλὰ μὲν ἐγὼ τοιαῦτα εἶδον, πολλὰ δὲ ἤκουσα· ἴσασι δὲ καὶ πλείονα οἱ περὶ ταῦτα ἠσχολημένοι, ὡς καὶ ἐκ τούτων ἀληθὲς δείκνυσθαι τὸ λεγόμενον. Εἰ γὰρ τῶν πρὸς ἓν νεῦμα ἀποβλεπόντων, καὶ βασιλεῖ χρωμένων ἑνὶ, ἴδιον εὐταξία μετὰ συμφωνίας· ἄρα διαφωνία πᾶσα καὶ διάστασις σημεῖον ἀναρχίας. Κατὰ δὴ τὸν αὐτὸν λόγον, ἡ τοιαύτη πρός τε τὰς ἐντολὰς τοῦ Κυρίου καὶ πρὸς ἀλλήλους διαφωνία καὶ ἐν ἡμῖν εὑρισκομένη κατηγόρημα ἂν εἴη ἢ ἀναχωρήσεως τοῦ ἀληθινοῦ βασιλέως, κατὰ τό· Μόνον ὁ κατέχων ἄρτι, ἕως ἂν ἐκ μέσου γένηται· ἢ ἀρνήσεως αὐτοῦ, κατὰ τό· Εἶπεν ἄφρων ἐν τῇ καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Οὗ καθάπερ σημεῖόν τι ἢ ἔλεγχον ἐπιφέρει τό· Διεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν.
inquiring busily, I came to remembrance of the book of Judges, which relates indeed that each man did what was upright in his own eyes, and discloses also the cause in saying: In those days there was no king in Israel. Calling these things to mind, therefore, I reasoned concerning present matters also that thing which to utter indeed is perhaps fearful and paradoxical, yet to perceive is most true: whether perhaps even now, owing to the rejection of the one and great, the true and sole King and God of all, so great a disagreement and battle arises among those in the Church, since each departs from the teaching of our Lord Jesus Christ, while claiming by his own authority certain reasonings and private rules, and wishes rather to rule in opposition to the Lord than to be ruled by the Lord. Having reasoned this, indeed, and being struck with dread at the excess of the impiety, and searching into it still further, I was persuaded nonetheless even from the affairs of human life that the aforesaid cause was true. For I saw that all good order and harmony of a multitude is maintained just so long as the common obedience of the rest towards some one ruler is preserved; whereas all disagreement and division, as well as the rule of many, is given its way out of anarchy. Indeed, I myself once saw even a swarm of bees marshalled by a law of nature, and following its own king in good order. And many such things indeed I myself have seen, and many I have heard; and those occupied with these matters know even more, so that from these things also what is said is shown to be true. For if good order with harmony is proper to those who look towards a single nod and have one king, then all disagreement and division is a sign of anarchy. By the very same reasoning, such disagreement both towards the commandments of the Lord and towards one another, when found among us also, would be an indictment either of a withdrawal from the true King, according to the saying: Only he who holds fast now, until he come to be out of the midst; or of a denial of Him, according to the saying: The fool said in his heart: There is no God. Of which, as a kind of sign or proof, it subjoins the saying: They were corrupted, and became abominable in their practices.
3. Ἐνταῦθα μὲν οὖν ὥσπερ χαρακτῆρα τῆς τοιαύτης ἀσεβείας κατὰ τὸ λεληθὸς ἐμφωλευούσης τῇ ψυχῇ τὴν ἐπιφαινομένην κακίαν ὁ λόγος ἀπέδειξεν. Ὅ γε μὴν μακάριος ἀπόστολος Παῦλος, σφοδρότερον ἐπιστρέφων εἰς φόβον τῶν τοῦ Θεοῦ κριμάτων τοὺς ἀπολωλεκότας την καρδίαν, τοῦτο ἀντὶ τιμωρίας
3. Here, then, the word has shown the wickedness appearing on the surface to be as it were a mark of such impiety lurking secretly in the soul. Yet the blessed apostle Paul, turning more vehemently unto fear of the judgements of God those who had ruined their heart, appoints this in place of punishment,
Notes, col. 656

On the reading

Printed Ἐώρων, for Ἑώρων.

Printed την, for τὴν.

PG 31:657Read from the page
ὁρίζεται, καταδικάζεσθαι τοὺς τῆς ἀληθοῦς θεογνωσίας ἡμεληκότας. Τί γάρ φησι; Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσης ἀδικίας, πονηρίας, πλεονεξίας, κακίας, μεστοὺς φθόνου, καὶ τῶν ἑξῆς. Καὶ τοῦτο νενοηκέναι οἶμαι τὸν Ἀπόστολον τὸ κρῖμα, οὐκ ἀφ' ἑαυτοῦ (Χριστὸν γὰρ εἶχεν ἐν ἑαυτῷ λαλοῦντα), ἀλλ' ἐξ ἐκείνης αὐτοῦ τῆς φωνῆς ὁδηγηθέντα, ἐν ᾗ φησι διὰ τοῦτο ἐν παραβολαῖς λαλεῖν τοῖς ὄχλοις, ἵνα μὴ νοήσωσι τὰ θεῖα τοῦ Εὐαγγελίου μυστήρια, ὅτι φθάσαντες αὐτοὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ ἐπαχύνθη ἡ ἀσύνετος αὐτῶν καρδία· ἵνα ἔχωσιν ἀντὶ τιμωρίας ὑπομένειν τὴν περὶ τὰ μείζονα ἀβλεψίαν, οἳ, προφθάσαντες ἑκουσίως, τὸ ὄμμα τῆς ψυχῆς ἀποτυφλώσαντες, ἐσκοτίσθησαν· ὅπερ ὁ Δαβὶδ φοβούμενος παθεῖν, ἔλεγε· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον. Ἐκ μὲν οὖν τούτων καὶ τοιούτων φανερὸν εἶναι ἐλογιζόμην, ὅτι καθόλου μὲν ἡ τῶν παθῶν κακία διὰ τῆς περὶ Θεοῦ ἀγνωσίας ἀδόκιμον γνῶσιν ἐντίθησιν· ἰδίως δὲ ἡ διαφωνία τῶν πολλῶν πρὸς ἀλλήλους, διὰ τὸ ἀναξίους ἡμᾶς ἑαυτοὺς κατασκευάσαι τῆς τοῦ Κυρίου ἐπιστασίας, ἐπισυμβαίνει. Πρὸς δὲ τὴν ἐπίσκεψιν τοῦ τοιούτου βίου εἴποτε δὴ καὶ ἐλθεῖν ἐβουλευσάμην, οὔτε μετρεῖν εἶχον τὸ μέγεθος τῆς τοιαύτης ἀναισθησίας, ἢ ἀλογίας, ἢ ἀπονοίας, ἢ διὰ τὸ ὑπερβάλλον τῆς κακίας οὐκ ἔχω τί εἴπω. Εἰ γὰρ καὶ ἐν ἀλόγοις οὕτω κατορθουμένην εὑρίσκομεν τὴν ἐν ἀλλήλοις συμφωνίαν διὰ τὴν πρὸς τὸν καθηγούμενον εὐπείθειαν· τί ἂν εἴποιμεν ἡμεῖς ἐν τοσαύτῃ μὲν τῇ πρὸς ἀλλήλους διαστάσει, τοσαύτῃ δὲ τῇ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ἐναντιότητι εὑρισκόμενοι; Ἢ οὐχὶ ταῦτα πάντα ἡγούμεθα νῦν μὲν εἰς διδασκαλίαν καὶ ἐντροπὴν ἡμετέραν ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ προτεθεῖσθαι, ἐν δὲ τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ εἰς αἰσχύνην καὶ κατάκρισιν τῶν μὴ παιδευομένων προσενεχθήσεσθαι ὑπ' αὐτοῦ τοῦ καὶ εἰπόντος ἤδη, καὶ λέγοντος ἀεὶ ὅτι· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε, καὶ πολλὰ ἄλλα τοιαῦτα; Ἐκεῖνο δὲ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον, τό· Εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη· καὶ τό· Ἵνα μὴ ᾖ σχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι
that those who have neglected the true knowledge of God be condemned. For what does he say? And just as they did not approve of having God in full knowledge, God gave them over unto a reprobate mind, to do the things that are not fitting, being filled with all unrighteousness, wickedness, covetousness, malice, full of envy, and so forth. And I think the Apostle understood this judgement not from himself (for he had Christ speaking in him), but guided by that voice of His in which He says that on this account He speaks in parables to the crowds, that they may not understand the divine mysteries of the Gospel, because they themselves first closed their eyes, and heard heavily with their ears, and their senseless heart was made gross; so that they might have to endure, in place of punishment, blindness concerning greater things, who, having voluntarily anticipated it and blinded the eye of the soul, were darkened; which very thing David fearing to suffer, said: Enlighten my eyes, lest ever I sleep unto death. From these and suchlike things, then, I reckoned it to be manifest that, in general, the wickedness of the passions implants a reprobate knowledge through ignorance concerning God; while in particular, the disagreement of the many towards one another comes to pass because we have rendered ourselves unworthy of the Lord's oversight. And whenever I resolved to come even to the examination of such a life, I was neither able to measure the magnitude of such insensibility, or irrationality, or madness, or owing to the excess of the wickedness I know not what I should say. For if even among irrational creatures we find harmony with one another thus maintained through obedience towards their leader, what could we say when we are found in so great a division towards one another, and so great an opposition towards the commandments of the Lord? Or do we not consider that all these things have now indeed been set forth by the good God for our instruction and putting to shame, whereas in the great and fearful day of judgement they shall be brought forward unto the shame and condemnation of those who remain uninstructed, by Him Who has both already said and always says: The ox knew its owner, and the ass the manger of its lord; but Israel did not know Me, and the people did not understand Me, and many other such things? And that saying uttered by the Apostle: Whether one member suffers, all the members suffer together; or one member is glorified, all the members rejoice together; and the saying: That there may be no schisms in the body, but that for one another may have the same care
PG 31:660Read from the page
τὰ μέλη, ὑπὸ μιᾶς δηλονότι κινούμενα τῆς ἐνοικούσης ψυχῆς. Τίνος ἕνεκεν οὕτως ᾠκονομήθη; Ἐγὼ μὲν οἶμαι, ἵνα σώζηται ἡ τοιαύτη ἀκολουθία τε καὶ εὐταξία πολλῷ πλέον παρὰ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, πρὸς ἣν εἴρηται· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους· κρατούσης δηλονότι καὶ συναπτούσης ἕκαστον τῷ ἄλλῳ πρὸς ὁμόνοιαν τῆς μιᾶς καὶ μόνης ἀληθῶς κεφαλῆς, ἥτις ἐστὶν ὁ Χριστός. Παρ' οἷς δὲ οὐχ ὁμόνοια κατορθοῦται, οὐχ ὁ σύνδεσμος τῆς εἰρήνης τηρεῖται, οὐχ ἡ ἐν πνεύματι πραότης φυλάσσεται, ἀλλὰ καὶ διχοστασία καὶ ἔρις καὶ ζῆλος εὑρίσκεται. Πολλῆς μὲν τόλμης ἂν εἴη μέλη Χριστοῦ τοὺς τοιούτους ὀνομάζειν, ἢ ὑπ' αὐτοῦ ἄρχεσθαι λέγειν· ἁπλῆς δὲ διανοίας, μετὰ παῤῥησίας εἰπεῖν, ὅτι κρατεῖ ἐκεῖ καὶ βασιλεύει τὸ τῆς σαρκὸς φρόνημα, κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν, λέγοντος μὲν ὁριστικῶς, ὅτι ᾯ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε· διεξιόντος δὲ σαφῶς τοῦ τοιούτου φρονήματος τὰ ἰδιώματα, ὡς ὅταν λέγῃ· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; διδάσκοντος δὲ ἅμα ἀποφαντικῶς τό τε χαλεπὸν αὐτῶν τῆς ἐκβάσεως καὶ τὸ ἀκοινώτητον πρὸς θεοσέβειαν, δι' ὧν φησιν ὅτι, Τὸ φρόνημα τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· διότι Οὐδεὶς δύναται, ὁ Κύριός φησι, δυσὶ κυρίοις δουλεύειν.
the members, being moved plainly by the one indwelling soul. For what sake was it thus ordered? I indeed think, in order that such sequence and good order might much more be preserved in the Church of God, unto whom it has been said: Now you are the body of Christ, and members in part; since plainly the one and only true Head, Which is Christ, governs and joins each to the other towards concord. Yet among some concord is not maintained, the bond of peace is not kept, meekness in spirit is not guarded, but division and strife and jealousy are even found. It would be a mark of great boldness indeed to call such men members of Christ, or to say that they are ruled by Him; and of a sincere mind to say with frankness that there the mindset of the flesh prevails and reigns, according to the voice of the Apostle, when he says definitively: To whom you present yourselves servants unto obedience, you are servants to him whom you obey; and when he clearly recounts the properties of such a mindset, as when he says: For where there is among you jealousy and strife, and divisions, are you not carnal? and at the same time teaches declaratively both the harshness of their outcome and their incompatibility towards godliness, in the words whereby he says: The mindset of the flesh is enmity unto God; for it is not subject to the law of God, for neither can it be; wherefore, No one is able, says the Lord, to serve two masters.
4. Εἶτα αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ βοῶντος, δι' οὗ τὰ πάντα ἐγένετο, Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· καὶ ὅτι Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν· καὶ, Ἐντολὴν ἔλαβον τί εἴπω, καὶ τί λαλήσω· καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τοῦ διαιροῦντος μὲν τὰ μεγάλα καὶ θαυμαστὰ χαρίσματα, ἐνεργοῦντος δὲ τὰ πάντα ἐν πᾶσι, λαλοῦντός τε ἀφ' ἑαυτοῦ οὐδὲν, ἀλλ' ὅσα ἂν ἀκούσῃ παρὰ τοῦ Κυρίου, ταῦτα λαλοῦντος· πῶς οὐ πολλῷ μᾶλλον ἀνάγκη πᾶσαν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ σπουδάζουσαν τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, πληροῦν ἐκεῖνο τὸ ἐν ταῖς Πράξεσιν εἰρημένον, ὅτι Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία; οὐδενὸς μὲν δηλονότι τὸ ἴδιον βούλημα ἱστῶντος, πάντων δὲ κοινῇ ζητούντων ἐν ἑνὶ τῷ ἁγίῳ Πνεύματι τὸ τοῦ ἑνὸς Κυρίου Ἰησοῦ Χριστοῦ θέλημα, τοῦ εἰπόντος· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· πρὸς ὃν φησιν· Οὐ περὶ τούτων δὲ
4. Furthermore, when the Only-begotten Son of God Himself, our Lord and God Jesus Christ, through Whom all things came to be, cries aloud: I have come down out of heaven, not that I may do My own will, but the will of the Father Who sent Me; and: Of Myself I do nothing; and: I received a commandment what I should say, and what I should speak; and when the Holy Spirit distributes indeed the great and marvellous gifts of grace, and works all things in all, yet speaks nothing of Himself, but whatsoever things He hears from the Lord, these He speaks: how is it not much more necessary that the whole Church of God, being eager to keep the unity of the spirit in the bond of peace, should fulfil that saying spoken in the Acts: Of the multitude of those who believed the heart and the soul were one; no one, plainly, setting up his own counsel, but all in common seeking in the one Holy Spirit the will of the one Lord Jesus Christ, Who said: I have come down out of heaven, not that I may do My own will, but the will of the Father Who sent Me; towards Whom He says: Yet not concerning these
Notes, col. 660

On the reading

Printed ἀκοινώτητον, for ἀκοινώνητον.

PG 31:661Read from the page
ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμὲ, ἵνα πάντες ἓν ὦσιν. Ἐπὶ τούτοις, καὶ πλείοσι τοῖς σεσιωπημένοις, οὕτω σαφῶς καὶ ἀναντιῤῥήτως ἀναγκαίαν μὲν εἶναι πληροφορηθεὶς τὴν παρὰ πάσης ὁμοῦ τῆς τοῦ Θεοῦ Ἐκκλησίας, κατὰ τὸ θέλημα τοῦ Χριστοῦ, ἐν Πνεύματι ἁγίῳ συμφωνίαν, ἐπικίνδυνον δὲ καὶ ὀλεθρίαν ἐν τῇ πρὸς ἀλλήλους διαστάσει τὴν πρὸς Θεὸν ἀπείθειαν (Ὁ γὰρ ἀπειθῶν, φησὶ, τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτὸν), ἐκεῖνο ἀκόλουθον ἡγησάμην ἐξετάσαι λοιπόν· ποῖα μὲν ἄρα συγγνώμην τῶν ἁμαρτημάτων ἔχειν δύναται παρὰ τῷ Θεῷ, πόσα δέ τις καὶ πηλίκα ἁμαρτήσας, ὑπεύθυνος γίνεται τῷ κρίματι τῆς ἀπειθείας. Εὑρίσκω τοίνυν, ἀναλαβὼν τὰς θείας Γραφὰς, ἐν τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ, οὔτε ἐν τῷ πλήθει τῶν ἁμαρτανομένων, οὔτε ἐν τῷ μεγέθει τῶν ἁμαρτημάτων, ἐν μόνῃ δὲ τῇ παραβάσει οὑτινοσοῦν προστάγματος, σαφῶς κρινομένην τὴν πρὸς Θεὸν ἀπείθειαν, καὶ κοινὸν κατὰ πάσης παρακοῆς τοῦ Θεοῦ τὸ κρῖμα· ἐν μὲν τῇ Παλαιᾷ τὸ φοβερὸν ἐκεῖνο τοῦ Ἄχαρ ἀναγινώσκων τέλος, ἢ τὴν κατὰ τὸν ἐν Σαββάτῳ ξύλα συλλέξαντα ἱστορίαν, ὧν ἑκάτερος οὐδὲν οὐδεπώποτε ἄλλως οὐκ εἰς Θεὸν ἡμαρτηκὼς, οὐκ ἄνθρωπον ἠδικηκὼς, οὐ μέγα, οὐ μικρὸν ὅλως εὑρίσκεται. Ἀλλ' ὁ μὲν, ἐπὶ μόνῃ καὶ πρώτῃ τῶν ξύλων συλλογῇ ἀπαραίτητον δίδωσι τὴν δίκην, οὐδὲ μετανοίας τόπον εὑρών· προστάγματι γὰρ τοῦ Θεοῦ παρὰ παντὸς τοῦ λαοῦ παραχρῆμα λιθοβολεῖται· ὁ δὲ, ὅτι μόνον ὑφείλετό τι τῶν ἀναθεμάτων οὔπω εἰσενεχθέντων εἰς τὴν συναγωγὴν, οὐδὲ προσδεχθέντων ὑπὸ τῶν ἐπιτεταγμένων τὰ τοιαῦτα, αἴτιος ἀπωλείας οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ γαμετῇ καὶ τέκνοις, πρὸς δὲ καὶ αὐτῇ τῇ σκηνῇ σὺν πᾶσι τοῖς ἰδίοις ἐγένετο. Ἔμελλε δὲ ἤδη καὶ πάντα τὸν λαὸν πυρὸς τρόπον ἐπινέμεσθαι τῆς ἁμαρτίας τὸ κακὸν, καὶ ταῦτα οὔτε εἰδότα τὸ γεγονὸς, οὐδὲ συνεγνωκότα τῷ ἁμαρτήσαντι, εἰ μὴ ταχέως ἐκ τῆς πτώσεως τῶν ἀναιρεθέντων ἀνδρῶν συνετρίβη μὲν ὁ λαὸς αἰσθόμενος τῆς ὀργῆς τοῦ Θεοῦ· ἔπεσε δὲ ἅμα τοῖς πρεσβυτέροις καταπασσάμενος χοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ οὕτω διὰ κλήρου φωραθεὶς ὁ ἔνοχος τὴν εἰρημένην ἔδωκε δίκην.
do I ask only, but also concerning those who believe through their word in Me, that all may be one. Upon these considerations, and very many others passed over in silence, having been so clearly and undeniably assured that harmony on the part of the whole Church of God together, according to the will of Christ, in the Holy Spirit, is necessary, while disobedience towards God amidst mutual division is perilous and destructive (For he who disobeys the Son, it says, shall not see life, but the wrath of God shall abide upon him), I deemed it consequent to examine next what sort of sins indeed can obtain pardon from God, and after sinning how many and how great sins one becomes liable to the judgement of disobedience. Taking up the divine Scriptures, therefore, I find in the Old and New Testament that neither in the multitude of offences committed nor in the magnitude of sins, but in the sole transgression of any command whatsoever, disobedience towards God is clearly judged, and the judgement of God is common against all disobedience: reading in the Old Testament indeed that fearful end of Achar, or the history concerning the man who gathered wood on the Sabbath, neither of whom is ever otherwise found to have sinned at all in anything against God, nor to have wronged a man, neither great nor small. Yet the one, upon his sole and first gathering of the wood, pays an inexorable penalty, not even finding a place of repentance; for by command of God he is immediately stoned by all the people; while the other, solely because he filched something of the devoted offerings before they had yet been brought into the assembly or received by those appointed over such things, became the cause of destruction not to himself alone, but also to wife and children, and besides even to his very tent together with all that belonged to him. And already the evil of the sin was about to feed like fire upon the whole people as well, even though they neither knew what had happened nor shared knowledge with the sinner, had not the people quickly been contrite from the fall of the slain men upon perceiving the wrath of God, while Joshua the son of Nun fell down together with the elders, having sprinkled dust upon himself, and thus the guilty man, detected by lot, paid the aforesaid penalty.
5. Ἀλλ' ἴσως ἐρεῖ τις ὑποπτεύεσθαι μὲν τούτους εἰκότως καὶ ἐπ' ἄλλοις ἁμαρτήμασιν, ἀφ' ὧν καὶ ἐν τούτοις ἑάλωσαν· μόνων δὲ τούτων, ὡς χαλεπωτέρων καὶ θανάτου ἀξίων, ἐπιμνησθῆναι τὴν ἁγίαν Γραφήν. Ἀλλ' εἰ καὶ λίαν εἴη ὁ τοιοῦτος τολμηρὸς προστιθέναι τι καὶ ὑφαιρεῖν, μὴ καὶ Μαρίας ἄρα τῆς ἀδελφῆς Μωϋσέως κατηγορήσει πλῆθος ἁμαρτημάτων, ἧς τὴν ἀρετὴν οὐδένα τῶν πιστῶν οἶμαι διαλανθάνειν; Αὕτη κατὰ Μωϋσέως ἐπειδὴ
5. Yet perhaps someone will say that these men are reasonably suspected of other sins also, from which they were caught in these too, while holy Scripture made mention of these alone as being more grievous and worthy of death. Yet even if such a person should be exceedingly bold to add anything and take away, will he then also accuse Miriam the sister of Moses of a multitude of sins, whose virtue, I think, escapes none of the faithful? Because against Moses she
PG 31:664Read from the page
εἶπέ τι μονον ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθὲς (Γυναῖκα γὰρ, φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ), τοσαύτης ἐπειράθη τῆς ἀγανακτήσεως τοῦ Θεοῦ, ὡς μηδὲ αὐτοῦ Μωϋσέως ἱκετεύοντος συγχωρηθῆναι αὐτῇ τῆς ἁμαρτίας τὸ ἐπιτίμιον. Αὐτὸν τοίνυν ὅταν ἴδω Μωϋσέα, τὸν τοῦ Θεοῦ θεράποντα, τὸν μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλικαύτης ἀξιωθέντα τιμῆς παρὰ Θεοῦ, οὕτω δὲ πολλάκις ὑπ' αὐτοῦ μαρτυρηθέντα, ὡς ἀκοῦσαι· Οἶδά σε παρὰ πάντας, καὶ εὕρηκας χάριν ἐνώπιόν μου· τοῦτον ὅταν ἴδω ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας οὐδενὸς ἕνεκεν ἑτέρου, ἢ ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι διὰ ἀπορίαν ὕδατος, Μὴ ἐκ ταύτης τῆς πέτρας ἐξάξομεν ὑμῖν ὕδωρ; τούτου μόνου ἕνεκεν εὐθὺς ἀπειλὴν δεχόμενον, εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐκ εἰσελεύσεσθαι, ἥτις ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφάλαιον· ὅταν ἴδω τοῦτον παρακαλοῦντα, καὶ μὴ συγχωρούμενον· ὅταν ἴδω μηδεμιᾶς συγγνώμης διὰ τὰ τοσαῦτα κατορθώματα ἐπὶ τῷ βραχεῖ ἐκείνῳ ῥήματι καταξιούμενον, ὄντως μὲν ὁρῶ Θεοῦ ἀποτομίαν, κατὰ τὸν Ἀπόστολον, ὄντως δὲ ἐκεῖνο ἀληθὲς εἶναι πείθομαι τό· Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Καὶ τί ταῦτα λέγω, Ἐκείνης ὅταν ἀκούσω τῆς φοβερᾶς τοῦ Θεοῦ ἀποφάσεως, ἣν καὶ κατὰ τοῦ μίαν ἐντολὴν ἐπ' ἀγνοίᾳ παραβεβηκότος ἀποφαίνεται, οὐκ ἔχω πῶς ἐπαξίως φοβηθῶ τῆς ὀργῆς τὸ μέγεθος. Γέγραπται γάρ· Καὶ ψυχὴ ἐὰν ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν, οἴσει κριὸν ἄμωμον ἐκ τῶν προβάτων, τιμῆς ἀργυρίου, εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἀγνοίας αὐτοῦ, ἧς ἠγνόησε, καὶ αὐτὸς οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ. Ἐπλημμέλησε γὰρ πλημμέλειαν ἔναντι Κυρίου. Εἰ δὲ ἐπὶ τῶν κατὰ ἄγνοιαν οὕτως ἀπαραίτητον τὸ κρῖμα, καὶ ὑπὲρ τῆς καθάρσεως ἡ θυσία ἀναγκαία, ἣν καὶ ὁ δίκαιος Ἰὼβ μαρτυρεῖται προσφέρειν ὑπὲρ τῶν υἱῶν, τί ἄν τις εἴποι περὶ τῶν ἐν γνώσει ἁμαρτανόντων, ἢ τῶν τούτοις ἐφησυχαζόντων; Καὶ ἵνα μὴ δόξωμεν στοχασμοῖς αὐτὸ μόνον εἰκόσιν ἀναλογίζεσθαι τὴν κατὰ τούτων ἀγανάκτησιν, αὐτῆς πάλιν ἀναγκαῖον μνημονεῦσαι τῆς θεοπνεύστου Γραφῆς, ἀρκούσης ἐπὶ τοῦ παρόντος καὶ διὰ μιᾶς ἱστορίας παραστῆσαι τὸ κρῖμα τῶν τοιούτων. Καὶ υἱοὶ, φησὶν, Ἠλεὶ τοῦ ἱερέως, υἱοὶ λοιμοί. Τούτοις δὲ τοιούτοις οὖσιν, ὅτι μὴ ἐπεξῆλθε σφοδρότερον ὁ πατὴρ, τοιαύτην ἐκίνησεν ὀργὴν τῇ μακροθυμίᾳ τοῦ Θεοῦ, ὥστε, ἐπαναστάντων τῶν ἀλλοφύλων, τοὺς μὲν υἱοὺς αὐτοῦ ἐκείνοις ἀναιρεθῆναι κατὰ τὸν πόλεμον ἐν ἡμέρᾳ μιᾷ, ἡττηθῆναι δὲ
spoke merely something by way of reproach, and that true (For he took to himself, it says, an Ethiopian woman), she experienced such great indignation from God that not even when Moses himself supplicated was the penalty of her sin remitted to her. When, therefore, I see Moses himself, the servant of God, that great man, counted worthy of so great and so high an honour from God, and so often borne witness to by Him as to hear: I know you above all, and you have found grace before Me; when I see this man at the water of strife, on account of nothing else than that he merely said to the people murmuring for lack of water: Shall we bring forth water for you out of this rock? for this sole reason straightway receiving a threat that he shall not enter into the land of promise, which was at that time the chief head of the promises made to the Jews; when I see this man entreating, and not being pardoned; when I see him counted worthy of no forgiveness on account of so many right deeds over that brief utterance, truly indeed I behold the severity of God, according to the Apostle, and truly I am persuaded that that saying is true: If the righteous man is scarcely saved, where shall the ungodly and sinner appear? And why do I say these things, When I hear that fearful sentence of God which He pronounces even against him who has transgressed a single commandment in ignorance, I know not how I may worthily fear the magnitude of His wrath. For it is written: And if a soul sin, and do one out of all the commandments of the Lord which ought not to be done, and did not know, and commit a trespass, and contract the sin, he shall bring an unblemished ram from the sheep, of a valuation of silver, for a trespass-offering to the priest. And the priest shall make atonement concerning him, concerning his ignorance wherein he was ignorant, and he himself knew it not, and it shall be forgiven him. For he committed a trespass before the Lord. Now if in the case of sins committed in ignorance the judgement is so inexorable, and the sacrifice on behalf of cleansing is necessary, which righteous Job also is borne witness to offering on behalf of his sons, what could one say concerning those who sin in knowledge, or those who keep silent over them? And lest we seem to reckon the indignation against them by mere probable conjectures alone, it is necessary once again to call to mind divinely inspired Scripture itself, which suffices for the present even through a single history to set forth the judgement of such men. And the sons of Eli the priest, it says, were pestilent sons. Because their father did not proceed more vehemently against them when they were such, he stirred up so great wrath in the long-suffering of God that, when the foreigners rose up, his sons indeed were slain along with them in the war in a single day, while defeated was
Notes, col. 664

On the reading

Printed μονον, for μόνον.

PG 31:665Read from the page
συμπαντα τὸν λαὸν, καὶ τούτων πεσεῖν ἱκανοὺς, γενέσθαι δὲ καὶ περὶ τὴν κιβωτὸν τῆς ἁγίας τοῦ Θεοῦ διαθήκης, ἃ μήτε ἠκούσθη ποτὲ πρότερον, ὥστε, ἧς οὔτε Ἰσραηλίταις, οὔτε μὴν αὐτοῖς ἱερεῦσιν ἅπασιν, οὐδὲ πάντοτε ἅπτεσθαι θεμιτὸν ἦν, οὐδὲ τόπος αὐτὴν ὁ τυχὼν ὑπεδέχετο, ταύτην ὑπὸ χειρῶν ἀσεβῶν ἄλλοτε ἀλλαχόθεν μετακομίζεσθαι, καὶ ἀντὶ τῶν ἁγίων, εἰδώλων ναοῖς ἐναποτίθεσθαι. Ἐφ' οἷς πόσον τινὰ συνέβαινεν εἶναι, καὶ κατ' αὐτοῦ τοῦ ὀνόματος τοῦ Θεοῦ, γέλωτα καὶ χλεύην παρὰ τοῖς ἀλλοφύλοις, στοχάζεσθαι πάρεστιν. Ἐπὶ τούτοις καὶ αὐτὸς ὁ Ἠλεὶ τέλει χρησάμενος οἰκτροτάτῳ ἀναγέγραπται· δεξάμενος ἀπειλὴν τοῦ καὶ τὸ σπέρμα αὐτοῦ ἀποκινηθήσεσθαι τοῦ ἱερατικοῦ ἀξιώματος· ὅπερ καὶ γέγονε.
the entire people, and a considerable number of them fell, and there befell even concerning the ark of the holy covenant of God things that had never been heard of before: so that that which it was not lawful either for Israelites, or indeed for all the priests themselves, nor at all times, to touch, nor did any ordinary place receive it, was carried about from one place to another at various times by impious hands, and instead of the holy sanctuary was deposited in temples of idols. Over which things how great a laughter and mockery arose among the foreigners even against the very name of God, one may conjecture. Upon these events Eli himself also is recorded as having met a most pitiable end, after receiving a threat that his seed too would be removed from the priestly dignity; which very thing came to pass.
6. Τοσαῦτα συμβέβηκε τῷ λαῷ. Τοιαῦτα πέπονθεν ὁ πατὴρ διὰ τὴν τῶν υἱῶν παρανομίαν, ὃς καίπερ τοῦ μὲν ἰδίου βίου ἕνεκεν οὐδὲν ᾐτιάθη ποτέ· καὶ αὐτοῖς δὲ ἐκείνοις οὐχ ὑπέμεινεν ἐφησυχάσαι, ἀλλὰ πολλὰ μὲν παρῄνει περὶ τοῦ μηκέτι τοῖς ὁμοίοις ἐπιμένειν· Μὴ, τέκνα, λέγων, μή· οὐκ ἀγαθαὶ αἱ ἀκοαὶ, ἃς ἐγὼ ἀκούω περὶ ὑμῶν· σφοδρότερον δὲ κατασκευάζων τῆς ἁμαρτίας τὸ μέγεθος, φοβερώτερον αὐτοῖς παρίστη τὸν κίνδυνον· Ἐὰν γὰρ ἁμαρτάνων ἁμάρτῃ ἄνθρωπος, φησὶν, εἰς ἄνθρωπον, προσεύξονται περὶ αὐτοῦ πρὸς Κύριον. Ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Ὅμως, ἐπειδήπερ, ὡς εἶπον, οὐχὶ τὸν πρέποντα ζῆλον κατ' αὐτῶν ἐπεδείξατο, γέγονε τὰ εἰρημένα. Τοιαῦτα μὲν οὖν πλεῖστα ὅσα κατὰ τὴν Παλαιὰν Διαθηκην εὑρίσκω τὰ κατὰ πάσης παρακοῆς κρίματα· αὖθις δὲ ὅταν ἐπὶ τὴν Καινὴν ἔλθω, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἀπολύσαντος μὲν τῆς τιμωρίας οὔτε τὰ κατὰ ἄγνοιαν, σφοδρότερον δὲ κατὰ τῶν ἐν γνώσει τὴν ἀπειλὴν ἐπιτείναντος, δι' ὧν φησιν· Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας ἑαυτὸν, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· ὅταν εὕρω αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τὰς τοιαύτας ἀποφάσεις, καὶ τῶν ἁγίων ἀποστόλων τὴν κατὰ τῶν ἁμαρτανόντων ἀγανάκτησιν· τὰ τοιαῦτα καὶ τηλικαῦτα πάθη, τῶν καὶ ἓν ὁτιοῦν ἡμαρτηκότων, οὐχ ἥττονα τῶν ἐκ τῆς Παλαιᾶς εἰρημένων, μᾶλλον δὲ καὶ πλείονα, καταμανθάνω τοῦ κρίματος τὴν σφοδρότητα. Ἐπεὶ καὶ ᾯ παρέθεντο πολὺ, περισσότερον ἀπαιτήτουσιν αὐτέν. Ἰδοὺ τοίνυν καὶ ὁ μακάριος Παῦλος ὑποδεικνὺς ὁμοῦ τῆς τε κλήσεως τὸ ἀξίωμα καὶ τὴν
6. So many things befell the people. Such things the father suffered because of the lawlessness of his sons, even though on account of his own life indeed he was never accused in anything; nor did he endure to keep silent towards those men themselves either, but admonished them much about no longer persisting in the like practices: Nay, my children, saying, nay; not good are the reports that I hear concerning you; and establishing more vehemently the magnitude of the sin, he set before them the danger in more fearful terms: For if a man sinning sin against a man, he says, they shall pray concerning him to the Lord. But if he sin against God, who shall pray concerning him? Nevertheless, since, as I said, he did not display the fitting zeal against them, the aforesaid things came to pass. Very many such judgements indeed against all disobedience do I find throughout the Old Testament; and when again I come to the New, where our Lord Jesus Christ did not absolve from punishment even offences committed in ignorance, while stretching out the threat still more vehemently against those who sin in knowledge, through the words wherein He says: And that servant who knew the will of his own lord, and did not prepare himself, nor do according to his will, shall be beaten with many stripes; whereas he who did not know, yet did things worthy of stripes, shall be beaten with few; when I find such sentences of the Only-begotten Son of God Himself, and the indignation of the holy apostles against sinners, and such and so great sufferings of those who have committed even any single sin whatsoever, not less than those recounted from the Old Testament, nay rather even greater, I perceive the severity of the judgement. Since also: Unto whom men have entrusted much, the more will they demand of him. Behold, therefore, the blessed Paul too, pointing out together both the dignity of the calling and the
Notes, col. 665

On the reading

Printed συμπαντα, for σύμπαντα.

Printed Διαθηκην, for Διαθήκην.

Printed ἀπαιτήτουσιν, for ἀπαιτήσουσιν.

Printed αὐτέν, for αὐτόν.