2. Καὶ πρό γε πάντων χρὴ μοναχὸν ἐγκρατεύεσθαι ἀπὸ συντυχίας γυναικῶν, καὶ ἀπὸ οἰνοποσίας, ὅτι οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς· καὶ κατορθοῦντα κατὰ τὸ δυνατὸν τὰς τοῦ Κυρίου ἐντολὰς, μὴ ἀκηδιᾷν, ἀλλὰ τὸν μισθὸν καὶ τὸν ἔπαινον παρ' αὐτοῦ ἐκδέχεσθαι, καὶ τῆς αἰωνίου ζωῆς ποθεῖν τὴν ἀπόλαυσιν, τό τε ῥητὸν τοῦ Δαβὶδ πρὸ ὀφθαλμῶν ἀεὶ ἔχειν, καὶ λέγειν· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Καὶ ὡς μὲν υἱὸς ἐξ ὅλης καρδίας, καὶ ἰσχύος, καὶ διανοίας, καὶ τῆς δυνάμεως ἀγαπᾷν τὸν Θεόν· ὡς δὲ δοῦλος, εὐλαβεῖσθαι καὶ φοβεῖσθαι, καὶ ὑπακούειν αὐτῷ, καὶ μετὰ φόβου καὶ τρόμου τὴν σωτηρίαν ἑαυτοῦ κατεργάζεσθαι· τῷ πνεύματι ζέειν, ἐνδεδυμένον εἶναι τὴν πανοπλίαν τοῦ ἁγίου Πνεύματος, καὶ τρέχειν οὐκ ἀδήλως καὶ πυκτεύειν ὡς οὐκ ἀέρα δέροντα, καὶ καταπαλαίειν τοῦ ἐχθροῦ ἐν τῇ ἀσθενείᾳ τῆς σαρκὸς καὶ ἐν τῇ πτωχείᾳ τῆς ψυχῆς, καὶ πάντα τὰ διατεταγμένα ποιεῖν, καὶ ἀχρεῖον ἑαυτὸν λέγειν· εὐχαριστεῖν τῷ ἁγίῳ καὶ ἐνδόξῳ καὶ φοβερῷ Θεῷ, καὶ μηδὲν κατ' ἐριθείαν καὶ κενοδοξίαν ποιεῖν, ἀλλὰ διὰ τὸν Θεὸν, καὶ πρὸς τὴν ἑαυτοῦ ἀρέσκειαν· Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων. Μὴ καυχᾶσθαι τὸ σύνολον, μηδὲ ἐγκώμια ἑαυτοῦ λέγειν, μηδὲ ἄλλου ἐγκωμιάζοντος ἡδέως ἀκούειν· ἐν κρυπτῷ δὲ πάντα δουλεύειν, καὶ μὴ πρὸς ἐπίδειξιν ἀνθρώπων ποιεῖν· ἀλλὰ μόνον τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον ζητεῖν, καὶ τὴν φοβερὰν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν ἐννοεῖν· τὴν μετάβασιν τὴν ἐντεῦθεν, τὰ ἀποκείμενα ἀγαθὰ τοῖς δικαίοις, ὁμοίως τὸ ἡτοιμασμένον πῦρ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπὶ πᾶσι δὲ τούτοις τοῦ ἀποστολικοῦ ῥητοῦ μνημονεύειν· Ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Καὶ σὺν τῷ Δαβὶδ προλέγειν· Τοῖς φυλάσσουσι τὰς ἐντολὰς αὐτοῦ ἀνταπόδοσις πολλὴ, μισθὸς πολὺς, καὶ στέφανοι δικαιοσύνης, αἰώνιοι σκηναὶ, ζωὴ ἀτελεύτητος, χαρὰ ἀνεκλάλητος, μονὴ ἀκατάλυτος παρὰ τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, τῷ ἐν οὐρανοῖς ἀληθινῷ Θεῷ· ἐμφανισμὸς προσώπου πρὸς πρόσωπον· μετὰ ἀγγέλων χορεῖαι, μετὰ Πατέρων, μετὰ πατριαρχῶν, μετὰ προφητῶν, μετὰ ἀποστόλων, καὶ μαρτύρων, καὶ ὁμολογητῶν, καὶ τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, μεθ' ὧν εὑρεθῆναι σπουδάσωμεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
2. And before all things indeed the monk must abstain from company with women, and from wine-drinking, because wine and women will lead the understanding astray; and while fulfilling as far as possible the commandments of the Lord, not grow weary, but await the reward and the praise from Him, and long for the enjoyment of eternal life, and ever keep the saying of David before his eyes, and say: I beheld the Lord always before me, because He is at my right hand, that I may not be shaken. And as a son, to love God with his whole heart, and strength, and mind, and power; and as a servant, to reverence and fear, and obey Him, and with fear and trembling work out his own salvation; to be fervent in spirit, to be clothed with the whole armour of the Holy Spirit, and to run not uncertainly, and to box as not beating the air, and to wrestle down the enemy in the weakness of the flesh and in the poverty of the soul, and to do all things that have been commanded, and call himself unprofitable; to give thanks to the holy and glorious and fearful God, and to do nothing out of faction and vainglory, but on account of God, and so as to please Him: Because God has scattered the bones of men-pleasers. Not to boast at all, nor to speak praises of himself, nor to listen gladly when another praises him; but to perform all service in secret, and not do it for a display before men; rather to seek only the praise that comes from God, and to ponder His fearful and glorious coming: the departure hence, the good things laid up for the righteous, likewise the fire prepared for the devil and his angels. And over all these things to remember the apostolic saying: That the sufferings of the present time are not worthy to be compared with the glory about to be revealed to us. And with David to foretell: In keeping His commandments there is great recompense, abundant reward, and crowns of righteousness, eternal tabernacles, unending life, unutterable joy, an indestructible dwelling with the Father, and the Son, and the Holy Spirit, the true God in heaven; manifestation face to face; choirs with angels, with Fathers, with patriarchs, with prophets, with apostles, and martyrs, and confessors, and those who from of old have been well-pleasing to God, with whom let us earnestly strive to be found by the grace of our Lord Jesus Christ, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.