Migne Reading Room

PG 31 · cols. 536–545 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:536Read from the page
κεκάθαρται. Καὶ τῶν μὲν ἡ δικαιοσύνη γέγονεν ὡς ῥάκος ἀποκαθημένης, τῶν δὲ ἐθνῶν ἡ ἀνομία καὶ ἡ ἀσέβεια διὰ πίστεως ἐξήλειπται. Καθόλου μέμνησο τῆς ἀληθοῦς παροιμίας· Ὑπερηφάνοις Θεὸς ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ἔχε τοῦ Κυρίου τὸ ῥῆμα πρόχειρον· Πᾶς ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται· καὶ ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται. Μὴ γίνου κριτὴς ἄνισος σεαυτοῦ, μηδὲ πρὸς χάριν ἐξέταζε· εἰ μέν τι δοκεῖς ἔχειν καλὸν, τοῦτο ἐν ψήφῳ τιθεὶς, τῶν δὲ πταισμάτων ἑκὼν ἐπιλανθανόμενος, μηδὲ ἐφ' οἷς μὲν σήμερον κατορθοῖς μεγαλυνόμενος, ἐφ' οἷς δὲ πρώην καὶ πάλαι κακῶς εἰργάσω, συγχώρησιν σεαυτῷ διδούς· ἀλλ' ὅταν σε τὸ παρὸν ἐπάρῃ, τὸ παλαιὸν εἰς ἀνάμνησιν ἀγέτω, καὶ παύσῃ τῆς ἀναισθήτου φλεγμονῆς. Καὶ εἰ τὸν πέλας ἁμαρτάνοντα θεωρήσεις, μὴ τοῦτο μόνον αὐτοῦ σκοπήσῃς· ἐνθυμήθητι δὲ καὶ ὅσα πέπραχεν ἢ πράττει καλῶς, καὶ πολλάκις εὑρήσεις αὐτὸν ἀμείνονα σεαυτοῦ, διὰ πάντων ἐξετάζων, καὶ μὴ μερικὰ ψηφιζόμενος. Οὐδὲ γὰρ Θεὸς μερικῶς ἐξετάζει τὸν ἄνθρωπον· Ἐγὼ γὰρ, φησὶ, τὰ ἔργα καὶ τοὺς λογισμοὺς αὐτῶν ἔρχομαι συναγαγεῖν. Καὶ τῷ Ἰωσαφὰτ ἐπιτιμήσας ποτὲ διὰ τὴν παραπόδας ἁμαρτίαν, ἐμνήσθη καὶ τῶν κατωρθωμένων αὐτῷ, λέγων· Πλὴν ἀλλὰ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί.
have been cleansed. And the righteousness of the former has become like the rag of a menstruous woman, whereas the lawlessness and the ungodliness of the Gentiles have been wiped away through faith. Altogether remember the true proverb: "God sets Himself against the arrogant, but gives grace to the lowly." Keep the saying of the Lord ready at hand: "Everyone who humbles himself shall be exalted; and he who exalts himself shall be humbled." Do not become an unequal judge of yourself, nor examine with partiality: if you think you have anything good, setting this down in the reckoning while willingly forgetting your stumbles, nor magnifying yourself over the things in which you succeed today while granting pardon to yourself over the things that you wrought wickedly of late and long ago; rather, whenever the present lifts you up, let the past bring you to remembrance, and you will cease from your unfeeling inflammation. And if you behold your neighbour sinning, do not look at this alone in him; reflect also upon all that he has done or does well, and oftentimes you will find him better than yourself, when you examine thoroughly across all things and do not reckon piecemeal. For neither does God examine man piecemeal: "For I," He says, "come to gather together their works and their thoughts." And when He once rebuked Jehoshaphat on account of the sin immediately at hand, He remembered also the things rightly accomplished by him, saying: "Nevertheless, good matters have been found in you."
6. Ταῦτα καὶ τὰ τοιαῦτα πρὸς τὴν ὑπερηφανίαν ἐπᾴδωμεν ἑαυτοῖς ἑκάστοτε, καθαιροῦντες ἑαυτοὺς ἵν' ὑψωθῶμεν, μιμούμενοι τὸν ἐξ οὐρανοῦ καταβάντα Κύριον πρὸς τὴν ἐσχάτην ταπεινότητα, καὶ τοὐναντίον ἐκ ταπεινότητος εἰς ὕψος αἴσιον ἐξογκούμενοι. Πάντα γὰρ δὴ πρὸς ταπεινοφροσύνην παιδεύοντα τὰ τοῦ Κυρίου εὑρίσκομεν. Βρέφος ὢν, εὐθὺς ἐν σπηλαίῳ, καὶ οὐδὲ ἐπὶ κλίνης, ἀλλ' ἐπὶ φάτνης· ἐν οἴκῳ τέκτονος καὶ μητρὸς πενιχρᾶς, ὑποτασσόμενος τῇ μητρὶ καὶ τῷ ταύτης μνηστῆρι· διδασκόμενος, ἀκούων ὧν οὐκ ἐδεῖτο, ἐπερωτῶν δὲ ὅμως, καὶ διὰ τῆς ἐρωτήσεως ἐπὶ τῇ σοφίᾳ θαυμαζόμενος· ὑποτασσόμενος Ἰωάννῃ, καὶ βάπτισμα παρὰ τοῦ δούλου δεχόμενος ὁ Δεσπότης· οὐδενὶ τῶν ἐπανισταμένων ἀνθιστάμενος, οὐδὲ τὴν ἄφατον ἐξουσίαν, ἣν εἶχεν, ἐπανατεινόμενος· ἀλλ' ὡς δυνατωτέροις ὑποχωρῶν, καὶ τῇ προσκαίρῳ ἐξουσίᾳ τὸ κατ' αὐτὴν ἰσχυρὸν ἐπιτρέπων· ἐπὶ τῶν ἀρχιερέων ἱστάμενος ἐν σχήματι δικαζομένου, ἡγεμόνι προσαγόμενος καὶ κρίσιν ὑποφέρων, καὶ παρὸν ἐλέγχειν τοὺς συκοφαντοῦντας, σιωπῇ φέρων τὰς συκοφαντίας· ἐμπτυόμενος ὑπὸ δούλων καὶ παιδαρίων εὐτελεστάτων, θανάτῳ παραδιδόμενος, καὶ θανάτῳ τῷ παρὰ
6. Let us chant these and suchlike things to ourselves continually against arrogance, bringing ourselves low so that we may be exalted, imitating the Lord Who came down from heaven unto uttermost lowliness, and on the contrary being raised out of lowliness unto an auspicious height. For indeed we find all the things of the Lord instructing us towards lowliness of mind. Being an infant, straightway [He lay] in a cave, and not even upon a bed, but in a manger; in the house of a carpenter and of a poor mother, subjecting Himself to His mother and to her betrothed; being taught, hearing things of which He had no need, yet inquiring nonetheless, and through His questioning being marvelled at for His wisdom; subjecting Himself to John, and the Master receiving baptism from the servant; resisting none of those who rose up against Him, nor wielding against them the ineffable authority which He possessed, but giving way as though to stronger men, and permitting to temporal authority the power belonging to it; standing before the chief priests in the guise of one on trial, being led before a governor and undergoing judgement, and though it was in His power to confute the false accusers, bearing their calumnies in silence; being spat upon by slaves and most paltry menials, being delivered up to death, and to the death that among
PG 31:537Read from the page
ἀνθρώποις αισχίστῳ. Οὕτω τὸν ἄνθρωπον διεξῆλθε πάντα τὰ ἀπὸ γενέσεως εἰς τέλος· καὶ μετὰ τοσαύτην ταπεινοφροσύνην ὕστερον τὴν δόξαν ἐκφαίνει, συνδοξάζων ἑαυτῷ τοὺς συναδοξήσαντας. Ὧν οἱ μακάριοι μαθηταὶ πρῶτοι, πένητες καὶ γυμνοὶ τὴν οἰκουμένην διαδραμόντες, οὐκ ἐν σοφίᾳ λόγου, οὐκ ἐν ἀκολούθων πλήθει, μόνοι, καὶ ἀλῆται, καὶ ἔρημοι, γῆν τε καὶ θάλατταν ἐξαμείβοντες, μαστιζόμενοι, λιθοβολούμενοι, διωκόμενοι, τέλος ἀναιρούμενοι. Ταῦτα ἡμῖν πατρῷα καὶ θεῖα παιδεύματα. Πρὸς τὴν τούτων ἔλθωμεν μίμησιν, ἵν' ἡμῖν ἐκ τῆς ταπεινότητος ἀνατείλῃ δόξα αἰώνιος, ἡ τελεία καὶ ἀληθὴς Χριστοῦ δωρεά.
men is most shameful. Thus all the things from birth unto the end passed through Him as man; and after so great a lowliness of mind He afterwards manifests His glory, glorifying together with Himself those who shared His dishonour. Foremost of whom were the blessed disciples, who poor and naked traversed the inhabited world, not in wisdom of speech, not in a multitude of followers, solitary, and wanderers, and desolate, passing over both land and sea, scourged, stoned, persecuted, finally put to death. These are our ancestral and divine lessons. Let us come to the imitation of them, so that out of lowliness eternal glory may dawn for us, the perfect and true gift of Christ.
7. Πῶς οὖν εἰς τὴν σωτήριον ταπεινοφροσύνην καταβησόμεθα, τὸν ὀλέθριον ὄγκον τῆς ὑπερηφανίας καταλιπόντες; Ἐὰν διὰ πάντων ἀσκῶμεν τὸ τοιοῦτο, καὶ μηδὲν παρορῶμεν ὡς οὐ παρὰ τοῦτο βλαβησόμενοι. Τοῖς γὰρ ἐπιτηδεύμασιν ὁμοιοῦται ψυχὴ, καὶ πρὸς ἃ πράττει, τυποῦται, καὶ πρὸς ταῦτα σχηματίζεται. Ἔστω σοι καὶ σχῆμα, καὶ ἱμάτιον, καὶ βάδισμα, καὶ καθέδρα, καὶ τροφῆς κατάστασις, καὶ στρωμνῆς παρασκευὴ, καὶ οἶκος, καὶ τὰ ἐν οἴκῳ σκεύη πάντα πρὸς εὐτέλειαν ἠσκημένα· καὶ λόγος, καὶ ᾠδὴ, καὶ ἡ τοῦ πλησίον ἔντευξις, καὶ ταῦτα πρὸς μετριότητα μᾶλλον ἢ πρὸς ὄγκον ὁράτω. Μή μοι κόμπους ἐν λόγῳ σοφιστικοὺς, μηδὲ ἐν ᾠδαῖς ἡδυφωνίας ὑπερβαλλούσας, μηδὲ διαλέξεις ὑπερηφάνους καὶ βαρείας· ἀλλ' ἐν ἅπασιν ὑφαίρει τοῦ μεγέθους· χρηστὸς πρὸς τὸν φίλον, ἤπιος πρὸς τὸν οἰκέτην, ἀνεξίκακος πρὸς τοὺς θρασεῖς, φιλάνθρωπος πρὸς τοὺς ταπεινοὺς, παρηγορῶν κακουμένους, ἐπισκεπτόμενος τοὺς ἐν ὀδύναις, μηδένα καθάπαξ ὑπερορῶν, γλυκὺς ἐν προσηγορίᾳ, φαιδρὸς ἐν ἀποκρίσει, δεξιὸς, εὐπρόσιτος ἅπασι, μήτε σεαυτοῦ διεξιὼν ἐγκώμια, μηδὲ ἑτέρους λέγειν παρασκευάζων, μηδὲ λόγον ἄσεμνον ἀποδεχόμενος, ἐπικαλύπτων ὅσα δυνατὸν τῶν σεαυτοῦ πλεονεκτημάτων· ἐπὶ δὲ τοῖς ἁμαρτήμασι κατηγορῶν σεαυτοῦ, καὶ μὴ τοὺς ἑτέρων ἐλέγχους ἀναμένων, ἵνα γένῃ κατὰ τὸν δίκαιον τὸν ἑαυτοῦ κατήγορον ἐν πρωτολογίᾳ, ἵνα ᾖς κατὰ τὸν Ἰὼβ, ὃς οὐ διετράπη πολυοχλίαν πόλεως, ἐπ' αὐτῶν ἐξαγορεῦσαι τὸ ἴδιον πταῖσμα. Μὴ βαρὺς ἐν ἐπιτιμήσεσι γίνου, μηδὲ ταχέως, μηδὲ ἐμπαθῶς ἐξελέγχων (αὔθαδες γὰρ τὸ τοιοῦτον), μηδὲ ἐπὶ μικροῖς καταδικάζων, ὡς ἀκριβοδίκαιος αὐτὸς ὑπάρχων· τοὺς ἐν παραπτώματι προσλαμβανόμενος, καὶ πνευματικῶς καταρτίζων αὐτοὺς, ὡς ὁ Ἀπόστολος παραινεῖ· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς· τοσαύτην ποιούμενος σπουδὴν μὴ δοξάζεσθαι παρὰ ἀνθρώποις, ὅσην ἕτεροι περὶ τοῦ δοξάζεσθαι, εἴ γε
7. How then shall we descend unto saving lowliness of mind, leaving behind the ruinous swelling of arrogance? If throughout all things we practise such a course, and overlook nothing as though we should take no harm thereby. For the soul is assimilated to its pursuits, and is moulded according to the things it does, and is fashioned after these. Let your bearing also, and cloak, and gait, and seat, and ordering of food, and preparation of bedding, and house, and all the vessels in the house be practised towards frugality; and speech, and song, and converse with your neighbour, let these too look towards moderation rather than towards swelling pride. Give me no sophistical boasts in speech, nor excessive sweetnesses of voice in songs, nor arrogant and weighty disputations; rather, in all things take away from grandeur: be kind towards your friend, gentle towards your domestic servant, forbearing towards the insolent, humane towards the lowly, comforting those in distress, visiting those in pains, despising no one at all, pleasant in address, cheerful in reply, courteous, approachable to all, neither rehearsing praises of yourself, nor contriving for others to speak them, nor welcoming unseemly speech, concealing so far as possible your own advantages; whereas over your sins accusing yourself, and not waiting for the reproofs of others, so that you may become like the righteous man who is his own accuser in his opening speech, so that you may be like Job, who did not shrink before the dense crowd of a city from confessing before them his own stumble. Do not become harsh in rebukes, neither reproving hastily nor with passion (for such a thing is self-willed), nor condemning over small matters, as though being yourself strictly righteous; receiving those in a trespass, and restoring them spiritually, as the Apostle exhorts: "Looking to yourself, lest you also be tempted"; making as great an effort not to be glorified among men as others make concerning being glorified, if indeed
Notes, col. 537

On the reading

Printed αισχίστῳ, for αἰσχίστῳ.

PG 31:540Read from the page
μέμνησαι τοῦ Χριστοῦ, ζημίαν λέγοντος εἶναι τοῦ παρὰ Θεῷ μισθοῦ, τὴν ἑκούσιον παρὰ ἀνθρώποις ἐπιφάνειαν, καὶ τὸ ποιεῖν ἀγαθὸν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· Ἀπέχουσι γὰρ, φησὶν, τὸν μισθὸν αὐτῶν. Μὴ τοίνυν ζημίου σεαυτὸν, ἐπὶ ἀνθρώπων φαίνεσθαι βουλόμενος. Ἐπειδὴ Θεὸς μέγας θεατὴς, φιλοδόξησον ἐπὶ Θεοῦ· λαμπρὸν γὰρ ἀποδίδωσι τὸν μισθόν. Ἀλλὰ προεδρίας ἠξιώθης, καὶ περιέπουσί σε ἄνθρωποι καὶ δοξάζουσι; Γίνου τοῖς ὑπηκόοις ἴσος, Μὴ ὡς κατεξουσιάζων τῶν κλήρων, φησὶ, μηδε κατὰ τοὺς κοσμικοὺς ἄρχοντας. Τὸν γὰρ θέλοντα πρῶτον εἶναι, δοῦλον εἶναι πάντων ὁ Κύριος ἐκέλευσε. Καθόλου δὲ εἰπεῖν, οὕτω δίωξον τὴν ταπεινοφροσύνην, ὡς ἐραστὴς αὐτῆς. Ἐράσθητι αὐτῆς, καὶ δοξάσει σε. Οὕτω καλῶς ἐπὶ δόξαν ὁδεύσεις τὴν ἀληθῆ, τὴν ἐν ἀγγέλοις, τὴν παρὰ Θεῷ. Ὁμολογήσει δέ σε Χριστὸς ὡς ἴδιον μαθητὴν ἐπὶ τῶν ἀγγέλων, καὶ δοξάσει σε, ἂν γένῃ τῆς ταπεινοφροσύνης αὐτοῦ μιμητὴς, τοῦ λέγοντος· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός ειμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
you remember Christ, Who says that voluntary ostentation among men, and doing good in order to be seen by men, is a forfeiture of the reward from God: "For they have received," He says, "their reward." Do not therefore cause loss to yourself by wishing to make a show before men. Since God is a great spectator, be ambitious for glory before God; for He renders a splendid reward. Yet have you been deemed worthy of a chief seat, and do men attend upon you and glorify you? Become equal to those under you, "Not as lording it over the charges," he says, nor after the manner of worldly rulers. For him who wishes to be first, the Lord commanded to be servant of all. And to speak generally, pursue lowliness of mind in such a way as a lover of her. Fall in love with her, and she will glorify you. Thus you will journey nobly unto true glory, that which is among the angels, that which is with God. And Christ will confess you as His own disciple before the angels, and will glorify you, if you become an imitator of the lowliness of mind of Him Who says: "Learn from Me, for I am meek and lowly in heart, and you shall find rest for your souls"; to Whom be the glory and the dominion unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΚΑʹ.
Homily XXI.
Περὶ τοῦ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς, καὶ περὶ τοῦ γενομένου ἐμπρησμοῦ ἔξωθεν τῆς Ἐκκλησίας.
On not being nailed to the things of this life, and concerning the conflagration that took place outside the Church.
1. Ἐγὼ μὲν ᾤμην, ἀγαπητοὶ, σφοδρότερον ἑκάστοτε τοῦ λόγου τὸ κέντρον προσάγων, λυπηρός τις εἶναι δόξειν ὑμῖν, ὡς περιττήν τινα παῤῥησίαν ἐπιδεικνύμενος, καὶ οὔτε ξένῳ πρέπουσαν, οὔτε ἀνδρὶ κατειλημμένῳ παραπλησίοις ἐγκλήμασιν· ὑμεῖς δὲ ἐκ τῶν ἐλέγχων εἰς εὔνοιαν ἠρεθίσθητε, καὶ τὰς ἀπὸ τῆς γλώττης πληγὰς ὑπέκκαυμα πόθου πεποίησθε πλείονος. Καὶ οὐδὲν ξένον. Ἐστὲ γὰρ σοφοὶ τὰ τοῦ πνεύματος. Ἔλεγχε δὲ σοφὸν, καὶ ἀγαπήσει σε, φησί που τῶν αὐτοῦ λόγων ὁ Σολομών. Διὰ ταῦτο, ἀδελφοὶ, καὶ νῦν ἐπὶ τὴν αὐτὴν ἥκω παραίνεσιν, ὅπηπερ ἂν οἷός τε ὦ, τῶν τοῦ διαβόλου δικτύων ὑμᾶς ἀπάγειν βουλόμενος. Πολὺν γὰρ, ἀγαπητοὶ, καὶ ποικίλον ἐφ' ἡμέραν ἡμῖν ὁ τῆς ἀληθείας ἐχθρὸς προσάγει τὸν πόλεμον. Προσάγει δὲ, ὡς ἴστε, τὰς ἡμετέρας ἐπιθυμίας καθ' ἡμῶν βέλη ποιούμενος, καὶ παρ' ἡμῶν εἰς τὸ βλάπτειν ἡμᾶς ἀεὶ λαμβάνων ἰσχύν. Ἐπειδὴ γὰρ τὸ πολὺ τῆς ἐκείνου δυνάμεως ὁ Δεσπότης νόμοις ἀλύτοις κατέδησε, καὶ οὐκ εἴασεν εἰς ἅπαξ ὁρμήσαντα τὸ γένος ἐκτρῖψαι τῆς γῆς, κλέπτει τὴν καθ' ἡμῶν νίκην λοιπὸν ἐκ τῆς ἡμετέρας ἀνοίας ὁ βάσκανος. Καὶ καθάπερ οἱ πονηροὶ καὶ πλεονεκτικοὶ τῶν ἀνθρώπων, οἷς ἔργον μέν ἐστι καὶ προαί-
1. I indeed supposed, beloved, that by applying the goad of speech rather vehemently on each occasion I would seem to you to be someone irksome, as displaying a certain excessive outspokenness, befitting neither a stranger nor a man overtaken by similar charges; yet by the reproofs you were stirred up to goodwill, and you have made the blows from my tongue kindling for greater longing. And it is nothing strange. For you are wise in the things of the spirit. "Reprove a wise man, and he will love you," says Solomon somewhere in his sayings. On this account, brothers, now too I come to the same exhortation, wishing, in whatever way I am able, to lead you away from the nets of the devil. For great and varied, beloved, is the war that the enemy of the truth brings against us day by day. And he brings it, as you know, making our own desires arrows against us, and continually taking strength from us in order to harm us. For since the Master bound down the greater part of that one's power by indissoluble laws, and did not suffer him, rushing on all at once, to wipe out our race from the earth, the envious one henceforth steals the victory against us out of our own folly. And just as wicked and covetous men, whose work indeed it is and pur-
Notes, col. 540

On the reading

Printed μηδε, for μηδὲ.

Printed ειμι, for εἰμι.

Printed ταῦτο, for τοῦτο.

PG 31:541Read from the page
ρεσις ἐκ τῶν ἀλλοτρίων πλουτεῖν, δύναμις δὲ οὐ πάρεστιν ὥστε μετὰ παῤῥησίας βιάζεσθαι, ταῖς ὁδοῖς ἐφεδρεύειν εἰώθασι· καὶ ει ἴδωσί τι χωρίον περὶ αὐτὰς, ἢ φάραγξι βαθείαις διεῤῥωγὸς, ἢ φυτῶν πυκνότητι σύσκιον, εἰς τοῦτο καταδυόμενοι, καὶ τὴν ἐκ πολλοῦ πρόοψιν τῶν ὁδοιπορούντων τοιούτοις ὑποτεμνόμενοι προκαλύμμασιν, ἀθρόον ἐπιπηδῶσιν αὐτοῖς, ὥστε μὴ πρότερον δυνηθῆναί τινα τοὺς τοῦ κινδύνου βρόχους ἰδεῖν πρὶν εἰς τούτους πεσεῖν· οὕτως ὁ δυσμενὴς ἄνωθεν ἡμῖν καὶ πολέμιος τὰς τῶν κοσμικῶν τέρψεων ὑποτρέχων σκιὰς, αἳ περὶ τὴν ὁδὸν τοῦ βίου τούτου πεφύκασι δειναὶ κρῦψαι λῃστὴν, καὶ τὸν ἐπιβουλεύοντα ποιῆσαι λαθεῖν, ἐντεῦθεν ἀπροόπτως τὰς τῆς ἀπωλείας ὑποσπείρει παγίδας ἡμῖν. Δεῖ τοίνυν ἡμᾶς, εἴπερ ἐθέλοιμεν ἀσφαλῶς τὴν ὑποκειμένην ὁδὸν τοῦ βίου διαδραμεῖν, καὶ παραστῆσαι Χριστῷ τὴν ψυχήν τε ὁμοῦ καὶ τὸ σῶμα τῆς ἐκ τῶν τραυμάτων αἰσχύνης ἐλεύθερα, καὶ τοὺς ἐπὶ τῇ νίκῃ στεφάνους λαβεῖν, ἐγρηγορότας περιάγειν ἀεὶ πανταχόσε τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς καὶ πάντα ὑποπτεύειν ὅσα τερπνὰ, καὶ παρατρέχειν εὐθὺς, καὶ μηδενὶ προσερείδειν τὴν ἔννοιαν, μηδὲ εἰ χρυσὸς φαίνοιτο χύδην προκείμενος, ἕτοιμος εἰς τὰς τῶν βουλομένων χεῖρας ἐλθεῖν (Πλοῦτος γὰρ, φησὶν, ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ)· μηδὲ ει γῆ βλαστάνουσα πᾶσαν τρυφὴν, καὶ πολυτελεῖς δεικνύουσα σκηνὰς (Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανῷ, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Χριστόν)· μηδὲ ει χορεῖαι, καὶ κῶμοι, καὶ μέθαι, καὶ καταυλούμεναι τράπεζαι (Ματαιότης γὰρ, φησὶν, ματαιοτήτων, τὰ πάντα ματαιότης)· μηδὲ εἰ σωμάτων κάλλη προτείνοιτο, παρὰ πονηρῶν ψυχῶν ἐνοικούμενα (Ἀπὸ προσώπου γὰρ γυναικὸς ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε, φησὶν ὁ Σοφός)· μηδὲ εἰ δυναστεῖαι καὶ τυραννίδες, καὶ δορυφόρων ἢ κολάκων ἑσμοί· μηδὲ ει θρόνος ὑψηλὸς καὶ λαμπρὸς, ὑποζεύξας ἔθνη καὶ πόλεις εἰς δουλείαν ἑκούσιον (Πᾶσα γὰρ σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε). Τούτοις γὰρ δὴ πᾶσι τοῖς οὕτω τερπνοῖς ὁ κοινὸς ὑποκάθηται δυσμενὴς, ἀναμένων εἴ ποτε, τοῖς ὁρωμένοις δελεασθέντες, τῆς μὲν εὐθείας ἐκτραπῶμεν ὁδοῦ, πρὸς δὲ τὸν ἐκείνου λόχον ἑαυτοὺς ἀποκλίνωμεν. Καὶ δέος πολὺ μή ποτε, προσδραμόντες ἀφυλάκτως αὐτοῖς, καὶ τὴν ἐκ τῆς ἀπολαύσεως τέρψιν οὐδὲν ἡγησάμενοι βλαβερὸν, ἐγκεκρυμμένον τῇ πρώτῃ γεύσει τὸ τοῦ δόλου καταπίωμεν ἄγκιστρον· εἶτα ὑπὸ τούτου τὰ μὲν ἑκόντες, τὰ δὲ ἄκοντες, προσδεθῶμεν αὐτοῖς, καὶ πρὸς τὸ φοβερὸν τοῦ λῃστοῦ καταγώγιον τὸν θάνατον λάθωμεν ἑλκυσθέντες ὑπὸ τῶν ἡδονῶν.
pose to grow rich from the goods of others, yet who lack the strength to use force openly, are accustomed to lie in ambush along the roads; and if they see some spot beside them, either rent by deep ravines or heavily shaded by a thicket of plants, plunging down into this, and cutting off from afar the foresight of wayfarers by such screens, they leap out upon them all at once, so that no one can see the snares of danger before falling into them: so too he who from of old is hostile to us and our foe, slipping beneath the shadows of worldly delights, which along the road of this life are naturally apt to hide a robber and make the plotter escape notice, from there unforeseen secretly sows for us the traps of destruction. We must therefore, if indeed we would wish safely to traverse the road of life set before us, and to present to Christ both soul and body together free from the shame that comes of wounds, and to receive the crowns upon victory, continually turn the wakeful eyes of the soul round everywhere and hold in suspicion all things that are pleasant, and pass swiftly by, and fix our mind upon none of them: not even if gold should appear poured out in heaps, ready to come into the hands of any who wish ("For if wealth flow in," he says, "do not set your heart upon it"); nor if land sprouting forth every luxury and displaying sumptuous dwellings ("For our commonwealth is in heaven, from whence also we eagerly await a Saviour, Christ"); nor if dances, and revels, and drunkenness, and tables echoing with flutes ("For vanity of vanities," he says, "all things are vanity"); nor if beauties of bodies should be held out, indwelt by wicked souls ("For from the face of a woman flee as from the face of a serpent," says the Wise Man); nor if lordships and tyrannies, and swarms of bodyguards or flatterers; nor if a lofty and splendid throne, yoking nations and cities into voluntary slavery ("For all flesh is as grass, and all the glory of man as the flower of grass; the grass withered, and the flower fell away"). For indeed beneath all these things that are so pleasant lurks the common foe, waiting lest ever, enticed by the things seen, we turn aside from the straight road and incline ourselves towards his ambush. And great is the fear lest ever, running up to them unguardedly, and deeming the delight of enjoyment nothing harmful, we swallow down the hook of deceit hidden in the first taste; and thereafter, drawn by this partly willingly and partly unwillingly, we be bound fast to them, and unawares be dragged by pleasures unto the fearful lodging-place of the robber, death.
Notes, col. 541

On the reading

Printed ει, for εἰ.

Printed ει, for εἰ.

Printed ει, for εἰ.

Printed ει, for εἰ.

PG 31:544Read from the page
2. Ὥστε ἀναγκαῖον καὶ λυσιτελὲς ἅπασιν, ἀδελφοὶ, καθάπερ ὁδοιπόρους ἢ δρομέας στειλαμένους ἡμᾶς, καὶ πανταχόθεν τὸ κοῦφον ταῖς ψυχαῖς πρὸς τὸν δρόμον τοῦτον ἐπινοήσαντας, ἀμεταστρέπτως ἐπὶ τὸ τῆς ὁδοῦ πέρας ἐπείγεσθαι. Καί με μηδεὶς ὑπολάβοι καινῶν ὀνομάτων γίνεσθαι ποιητὴν, ὅτι τὴν ἀνθρωπίνην ζωὴν ὁδὸν ἐκάλεσα νῦν, ἐπεὶ καὶ Δαβὶδ ὁ προφήτης οὕτω τὸν βίον ὠνόμασε· νῦν μὲν ὧδέ πη λέγων· Μακάριοι οι ἄμωμοι ἐν ὁδῷ, οι πορευόμενοι ἐν νόμῳ Κυρίου· νῦν δὲ πρὸς τὸν ἑαυτοῦ Δεσπότην βοῶν· Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ποτὲ δὲ ὑμνῶν τὴν ὀξεῖαν τοῦ Θεοῦ κατὰ τῶν ἐπηρεαζόντων βοήθειαν, καὶ τῇ λύρᾳ προσάγων μεθ' ἡδονῆς, Καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; ἔλεγεν· Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· πανταχοῦ τὴν ἐπὶ γῆς τῶν ἀνθρώπων διατριβὴν, ἢ θαυμαζομένην ἢ φαύλην, οὕτω δεῖν προσαγορεύειν ἡγούμενος εἰκότως. Ὥσπερ γὰρ οἵ τινα συντεταμένην πορείαν ἀνύοντες, ἐπὶ τὰ πρόσω τὰς τῶν ποδῶν βάσεις ἁμιλλωμένας ἀλλήλαις εἰς δρόμον ἀμείβοντες, καὶ τὴν ἀεὶ προτέραν ἐπὶ τῆς γῆς ἐρεισθεῖσαν δευτέραν ἀποδεικνύντες τῇ ταχείᾳ μεταθέσει τῆς ἄλλης, ῥᾳδίως ἐπὶ τὸ τῆς ὁδοῦ τέρμα χωροῦσιν· οὕτως οἱ πρὸς τὸ ζῆν παραχθέντες ὑπὸ τοῦ κτίσαντος, εὐθὺς ἐν ἀρχῇ τοῖς τοῦ χρόνου τμήμασιν ἐπεμβαίνοντες, καὶ τὸ πρότερον ἀεὶ καταλιμπάνοντες ὕστερον, ἐπὶ τὸ πέρας φθάνουσι τῆς ζωῆς. Ἢ οὐχὶ καὶ ὑμῖν δοκεῖ συνεχής τις ὁδὸς ὑφηπλῶσθαι ἡ παροῦσα ζωὴ, καὶ πορεία διειλημμένη ταῖς ἡλικίαις καθάπερ σταθμοῖς, ἀρχὴν μὲν ἑκάστῳ τῆς ὁδοιπορίας παρέχουσα τὰς τῶν μητρῶν ὠδῖνας, τέρμα δὲ ὑποδεικνῦσα τοῦ δρόμου τὰς τῶν τάφων σκηνὰς, καὶ πρὸς ἐκείνας ἅπαντας ἄγουσα, τοὺς μὲν θᾶττον, τοὺς δὲ βραδύτερον, καὶ τοὺς μὲν διὰ πάντων τῶν τοῦ χρόνου διαστημάτων ὁδεύσαντας, τοὺς δὲ οὐδὲ τοῖς πρώτοις ἐναυλισθέντας τοῦ βίου σταθμοῖς; Τὰς μὲν οὖν ἄλλας ὁδοὺς, ὅσαι πρὸς πόλιν ἐκ πόλεως ἄγουσιν, ἔστιν ἐκκλῖναι, καὶ μὴ ὁδεῦσαι τὸν μὴ βουλόμενον· αὕτη δὲ, κἂν ἡμεῖς ἀναβάλλεσθαι βουληθῶμεν τὸν δρόμον, περιλαβοῦσα πρὸς βίαν, ἐπὶ τὸ τεταγμένον ὑπὸ τοῦ Δεσπότου πέρας ἕλκει τοὺς ἐπ' αὐτῆς· καὶ οὐκ ἔστιν, ἀγαπητοὶ, τὸν ἅπαξ ὑπεκδραμόντα τὴν ἐπὶ τόνδε τὸν βίον φέρουσαν πύλην, καὶ τῆς ὁδοῦ ταύτης ἐπιβάντα, μὴ καὶ πρὸς τὸ τέλος ταύτης ἐλθεῖν· ἕκαστος δὲ ἡμῶν, μετὰ τὸ τοὺς μητρῴους κόλπους ἀποφυγεῖν, εὐθὺς τοῖς τοῦ χρόνου ῥεύμασιν ἐνδεθεὶς ὑποσύρεται, κατόπιν ἀεὶ τὴν βεβιωμένην ἡμέραν ἐῶν, καὶ πρὸς τὴν χθὲς ἐπανελθεῖν οὐδέποτε, κἂν θελήσοι, δυνάμενος. Ἡμεῖς δὲ ἡδόμεθα μὲν ἐπὶ τὰ πρόσω φερόμενοι, καὶ τὰς ἡλικίας ἀμείβοντες, ὥς τι προσλαμβάνοντες, χαίρομεν· καὶ μακάριον κρίνομεν, ὅταν ἐκ παιδὸς μὲν ἀνὴρ, ἐκ
2. Wherefore it is necessary and profitable for all, brothers, that equipping ourselves like wayfarers or runners, and contriving from every side lightness for our souls towards this course, we hasten without turning back unto the end of the road. And let no one suppose me to become a maker of new names because I have now called human life a road, since David the prophet also named life thus: now speaking somewhere after this manner: "Blessed are the blameless in the way, who walk in the law of the Lord"; and now crying out to his own Master: "Remove from me the way of iniquity, and by Thy law have mercy upon me." And once, singing praise for the swift help of God against those who acted despitefully, and setting it to the lyre with gladness, "And who is God save our God?" he said; "God Who girds me about with strength, and set blameless my way": reasonably deeming that everywhere the sojourn of men upon earth, whether admired or base, ought thus to be called. For just as those who accomplish some strenuous march, exchanging forward into a run the steps of their feet vying with one another, and rendering the foot ever planted first upon the ground second by the swift shifting of the other, easily advance unto the goal of the road; so those brought forth into life by Him Who created [them], stepping straightway at the beginning into the segments of time, and ever leaving behind what came before, arrive at the end of life. Or does not present life seem to you also to be spread out beneath as a kind of continuous road, and a journey divided up by the ages of life as though by halting-stations, furnishing to each one as the beginning of the journey the birth-pangs of mothers, and pointing out as the goal of the course the tents of the tombs, and leading all unto those, some sooner, others more slowly, both those who have travelled through all the intervals of time, and those who have not even lodged at the first stations of life? Now other roads, as many as lead from city to city, one who does not wish to travel them may turn aside from and not take; whereas this one, even if we should wish to put off the course, seizing forcibly those upon it, drags them unto the end appointed by the Master; and it is impossible, beloved, that one who has once slipped out through the gate leading into this life, and has set foot upon this road, should not also come unto the end thereof; and each one of us, after escaping the maternal womb, is straightway bound fast to the streams of time and swept along, ever leaving behind the day that has been lived, and never able, even if he should wish, to return to yesterday. Yet we take pleasure in being borne onward, and as we exchange one age of life for another we rejoice as though gaining something; and we judge it blessed when out of a child one becomes a man, and out
Notes, col. 544

On the reading

Printed οι, for οἱ.

Printed οι, for οἱ.

PG 31:545Read from the page
δὲ ἀνδρὸς γένηταί τις πρεσβύτης· ἀγνοοῦμεν δὲ ἄρα, εοσοῦτον απολλύντες ἑκάστοτε τῆς ζωῆς, ὅσον ἐζήσαμεν, καὶ οὐκ αἰσθανόμεθα δαπανωμένου τοῦ βίου, καίτοιγε ἀεὶ μετροῦντες αὐτὸν ἀπὸ τοῦ παραδραμόντος καὶ παραῤῥεύσαντος, οὐδὲ ἐννοοῦμεν, ὡς ἄρα ἄδηλον ὁπόσον ὁ πρὸς τὴν ὁδοιπορίαν ταύτην ἐκπέμψας ἡμᾶς ἐνδοῦναι τῷ δρόμῳ χρόνον βουλήσεται, καὶ πότε ἑκάστῳ τῶν δρομέων ἀνοίξει τῆς εἰσόδου τὰς πύλας, καὶ ὅτι δεῖ παρεσκευασμένους ἐφ' ἡμέραν εἶναι πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν ἡμᾶς, καὶ τὸ τοῦ Δεσπότου νεῦμα περιμένειν ἑστῶσι τοῖς ὀφθαλμοῖς. Ἔστωσαν γὰρ, φησὶν, αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα, ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ.
of a man an old man; yet we are ignorant, then, that on each occasion we lose so much of life as we have lived, and we do not perceive life being spent away, although ever measuring it by what has run past and flowed by, nor do we reflect how uncertain it is how much time He Who sent us forth upon this journey will will to grant to the course, and when He will open for each of the runners the gates of entrance, and that we must be prepared day by day for our departure hence, and await the nod of the Master with fixed eyes. "For let your loins," He says, "be girded about, and your lamps burning; and you yourselves like men waiting for their own lord, when he shall return from the wedding-feast, so that, when he comes and knocks, they may straightway open to him."
5. Οὐδὲ ἐθέλομεν σκοπεῖν ἀκριβῶς, ποῖα μὲν κοῦφα φορτία πρὸς τὸν τοιοῦτον δρόμον ἡμῖν καὶ συμμεθίστασθαι δύναται τοῖς συλλέξασι, καὶ τὸν ἐκεῖ περιχαρῆ ποιεῖ βίον ἡμῖν, ἴδια τῶν κτησαμένων γινόμενα· ποῖα δὲ βαρέα καὶ δυσχερῆ καὶ προσηλωμένα τῇ γῇ, καὶ οὐ πεφυκότα τοῖς ἀνθρώποις οἰκειοῦσθαι καθάπαξ, οὐδὲ συγχωρούμενα διὰ τῆς στενῆς ἐκείνης πύλης ἀκολουθῆσαι τοῖς ἔχουσιν. Ἀλλ' ὅσα μὲν συλλέγειν ἐχρῆν, κατελίπομεν· ὧν δὲ ὑπερορᾶν προσήκει, ταῦτα συλλέγομεν· καὶ ἃ μὲν ἡμῖν ἑνωθῆναι, καὶ κόσμος ὄντως γενέσθαι δύναται συμφυὴς ψυχῇ τε καὶ σώματι, τούτοις οὐδὲ προσέχομεν· ἃ δὲ ἀλλότρια μένει διηνεκῶς, μόνην ἡμῖν ἐναποματτόμενα τὴν αἰσχύνην, ταῦτα ἀθροίζειν ἐπιχειροῦμεν, μοχθοῦντες διακενῆς, καὶ πονοῦντες πόνον, οἱονεί τις ἑαυτὸν ἀπατῶν, εἰς τετρημένον πίθον ἀντλεῖν ἐθελήσειε. Τοῦτο γὰρ δήπου γνώριμον οἶμαι καὶ νηπίοις πᾶσιν, ὡς οὐδὲν τῶν ἐν τῷ βίῳ τερπνῶν, ἐφ' οἷς οἱ πλείους μεμήνασιν, ἡμέτερον ὄντως ἐστὶν, ἢ γίνεσθαι πέφυκεν· ἀλλ' ὁμοίως ἁπάντων ἀλλότρια φαίνεται, τῶν τε ἀπολαύειν δοκούντων, τῶν τε οὔτε προσπελαζόντων αὐτοῖς. Οὐδὲ γὰρ εἰ χρυσόν τινες ἐν τῷ βίῳ συναγάγοιεν ἄπλετον, ἴδιος αὐτῶν μένει διηνεκῶς· ἀλλ' ἢ ζῶντας ἔτι πανταχόθεν αὐτὸν περισφίγγοντας ἀποδιδράσκει, πρὸς τοὺς δυνατωτέρους μεταῤῥυεὶς, ἢ πρὸς τῷ θανάτῳ γεγενημένους ἤδη καταλιμπάνει, καὶ οὐκ ἐθέλει τοῖς κτησαμένοις συνεκδημεῖν. Ἀλλ' οἱ μὲν ὑπὸ τοῦ πρὸς βίαν χωρίζοντος τὰς ψυχὰς τῆς τὰλαιπώρου ταύτης σαρκὸς ἑλκόμενοι πρὸς τὴν ἀναγκαίαν ὁδὸν, πυκνὰ μεταστρεφήμενοι πρὸς τὰ χρήματα, τοὺς ἐκ νεότητος ἐπ' αὐτοῖς ἱδρῶτας ἀποδακρύουσιν· ὁ πλοῦτος δὲ εἰς ἑτέρων χεῖρας ὁρᾷ, μόνον ἐκείνοις τὸν ἐπὶ τῇ συλλογῇ μόχθον καὶ τὸ τῆς πλεονεξίας ἔγκλημα προστριψάμενος. Οὔτε ει ἐπὶ γῆς πλέθρα κτήσαιτό τις μυρία, καὶ μεγαλοπρεπεῖς οἰκίας, καὶ ζώων ἀγέλας παντοδαπῶν, καὶ τὴν ἐν ἀνθρώποις ἅπασαν περιβάλοιτο δυναστείαν, ἀπολαύει
3. Nor do we wish to consider accurately what sort of light burdens for such a course both are able to remove along with those who have gathered them, and make life yonder exceedingly joyful for us, becoming the own possession of those who have acquired them; and what sort are heavy and hard to manage and nailed to the earth, and by nature never able to become man's own at all, nor permitted to follow their possessors through that narrow gate. Rather, all the things that we ought to have gathered, we have left behind; while the things that it befits us to despise, these we gather; and the things that are able to be united to us and to become truly a natural adornment for both soul and body, to these we do not even pay heed; whereas the things that remain perpetually alien, stamping upon us shame alone, these we endeavour to amass, toiling in vain and labouring a bootless labour, just as though someone deceiving himself should wish to draw water into a pierced jar. For this, I suppose, is surely well known even to all infants, that none of the pleasant things in life over which most men have gone mad is truly ours, or is by nature able to become so; rather, they appear alike alien to all, both to those who seem to enjoy them and to those who do not even come near them. For not even if certain men in life should gather boundless gold does it remain perpetually their own; rather, either while they are still living and clutching it tightly on every side it runs away, flowing over to stronger men, or when they have already come near to death it forsakes them, and is unwilling to depart abroad along with those who acquired it. Instead, they indeed, being dragged off towards the unavoidable road by him who forcibly separates souls from this wretched flesh, turning around repeatedly towards their riches, weep over the sweat spent upon them since youth; while their wealth looks towards the hands of others, having fastened upon those men only the toil of its gathering and the charge of covetousness. Neither if upon earth someone should acquire myriad acres, and magnificent houses, and herds of living creatures of every kind, and should clothe himself with all dominion among men, does he enjoy
Notes, col. 545

On the reading

Printed εοσοῦτον, for τοσοῦτον.

Printed απολλύντες, for ἀπολλύντες.

Printed 5., for 3..

Printed τὰλαιπώρου, for ταλαιπώρου.

Printed μεταστρεφήμενοι, for μεταστρεφόμενοι.

Printed ει, for εἰ.