ρῃς ὑπὲρ σοῦ δυσωποῦντα τὸν Κυριον; Τεσσαράκοντά εἰσι, σύμφωνον ἀναπέμποντες προσευχήν. Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν. Ὅπου δὲ τεσσαράκοντα, τίς ἀμφιβάλλει Θεοῦ παρουσίαν; Ὁ θλιβόμενος ἐπὶ τοὺς τεσσαράκοντα καταφεύγει, ὁ εὐφραινόμενος ἐπ' αὐτοὺς ἀποτρέχει· ὁ μὲν, ἵνα λύσιν εὕρῃ τῶν δυσχερῶν· ὁ δὲ, ἵνα φυλαχθῇ αὐτῷ τὰ χρηστότερα. Ἐνταῦθα γυνὴ εὐσεβὴς ὑπὲρ τέκνων εὐχομένη καταλαμβάνεται, ἀποδημοῦντι ἀνδρὶ τὴν ἐπάνοδον αἰτουμένη, ἀῤῥωστοῦντι τὴν σωτηρίαν. Μετὰ μαρτύρων γενέσθω τὰ αἰτήματα ὑμῶν. Οἱ νεανίσκοι τοὺς ἡλικιώτας μιμείσθωσαν· οἱ πατέρες, τοιούτων εἶναι παίδων πατέρες εὐχέσθωσαν· αἱ μητέρες, καλῆς μητρὸς διήγημα διδαχθήτωσαν. Μήτηρ ἑνὸς τῶν μακαρίων ἐκείνων, θεασαμένη τοὺς ἄλλους ἤδη τῷ κρύει τελειωθέντας, τὸν δὲ ἑαυτῆς υἱὸν ἔτι ἐμπνέοντα ὑπό τε ῥώμης καὶ τῆς πρὸς τὰ δεινὰ καρτερίας, καταλιμπανόντων αὐτὸν τῶν δημίων ὡς δυνάμενόν γε μεταβουλεύσασθαι, αὐτὴ ταῖς οἰκείαις χερσὶν ἀραμένη, ἐπέθηκε τῇ ἁμάξῃ, ἐφ' ἧς οἱ λοιποὶ συγκείμενοι πρὸς τὴν πυρὰν ἤγοντο, μάρτυρος ὄντως μήτηρ. Οὐ γὰρ δάκρυον ἀφῆκεν ἀγεννές· οὐδ' ἐφθέγξατο ταπεινόν τι καὶ ἀνάξιον τοῦ καιροῦ· ἀλλ', Ἄπιθι, φησὶν, ὦ παῖ, τὴν ἀγαθὴν πορείαν μετὰ τῶν ἡλικιωτῶν, μετὰ τῶν συσκήνων· μὴ ἀπολειφθῇς τῆς χορείας· μὴ δεύτερος τῶν ἄλλων ἐμφανισθῇς τῷ Δεσπότη. Ὄντως ἀγαθῆς ῥίζης ἀγαθὸν βλάστημα. Ἔδειξεν ἡ γενναία μήτηρ, ὅτι δόγμασιν εὐσεβείας ἐξέθρεψεν αὐτὸν μᾶλλον ἢ γάλακτι. Καὶ ὁ μὲν οὕτω τραφεὶς οὕτω προεπέμφθη παρὰ μητρὸς εὐσεβοῦς· ὁ δὲ διάβολος ἀπῆλθε κατῃσχυμμένος. Ἅπασαν γὰρ ἐπ' αὐτοὺς κινήσας τὴν κτίσιν, πάντα εὗρεν ἡττώμενα τῆς τῶν ἀνδρῶν ἀρετῆς, νύκτα δυσήνεμον, πατρίδα χειμέριον, τὴν ὥραν τοῦ ἔτους, τῶν σωμάτων τὴν γύμνωσιν. Ὢ χορὸς ἅγιος! ὢ σύνταγμα ἱερόν! ὢ συνασπισμὸς ἀῤῥαγής! ὢ κοινοὶ φύλακες τοῦ γένους τῶν ἀνθρώπων! ἀγαθοὶ κοινωνοὶ φροντίδων, δεήσεως συνεργοὶ, πρεσβευταὶ δυνατώτατοι, ἀστέρες τῆς οἰκουμένης, ἄνθη τῶν Ἐκκλησιῶν. Ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο· ἠνοίγησαν ὑμῖν παραδείσου πύλαι. Ἄξιον θέαμα τῇ στρατιᾷ τῶν ἀγγέλων, ἄξιον πατριάρχαις, προφήταις, δικαίοις, ἄνδρες ἐν αὐτῷ τῷ ἄνθει τῆς νεότητος, τοῦ βίου καταφρονήσαντες, ὑπὲρ γονεῖς, ὑπὲρ τέκνα τὸν Κύριον ἀγαπήσαντες. Αὐτὸ τῆς ἡλικίας ἄγοντες τὸ
somewhere a single one entreating the Lord on your behalf? Here are forty, sending up a harmonious prayer. Where two or three are gathered together in the name of the Lord, there is He in the midst of them. And where forty are, who doubts the presence of God? One who is afflicted flees for refuge to the forty, one who rejoices runs off to them—the former, that he may find deliverance from his hardships; the latter, that his happier circumstances may be preserved for him. Here a pious woman is found praying on behalf of her children, asking return for a husband away from home, health for him when sick. Let your petitions be made together with the martyrs. Let young men imitate their peers in age; let fathers pray to be fathers of such sons; let mothers be taught the story of a noble mother. The mother of one of those blessed men, seeing the others already perfected by the cold, while her own son was still breathing both through strength and through endurance in the face of the terrors, when the executioners were leaving him behind on the ground that he might yet change his mind, lifted him up with her own hands and placed him upon the wagon on which the rest lay together as they were being taken to the pyre—truly the mother of a martyr. For she shed no ignoble tear, nor uttered anything mean and unworthy of the occasion; but said, Go, my child, on the good journey with your peers in age, with your comrades; do not be left behind from the choir; do not appear before the Master second to the others. Truly a good offshoot of a good root. The noble mother showed that she had nourished him with doctrines of piety rather than with milk. And he, thus reared, was thus escorted forth by a pious mother; while the devil departed put to shame. For having stirred up the whole creation against them, he found all things vanquished by the valour of the men: a tempestuous night, a wintry homeland, the season of the year, the nakedness of their bodies. O holy choir! O sacred band! O unbreakable phalanx! O common guardians of the human race! Good sharers in cares, fellow-workers in petition, most powerful ambassadors, stars of the inhabited world, flowers of the Churches. Not the earth hid you, but heaven welcomed you; the gates of paradise were opened to you. A spectacle worthy of the host of angels, worthy of patriarchs, prophets, and the righteous: men in the very flower of youth despising life, loving the Lord above parents, above children. Passing the very prime of their