Migne Reading Room

PG 31 · cols. 548–557 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:548Read from the page
δι' αἰῶνος αὐτῶν· ἐπ' ὀλίγον δὲ ἀπὸ τούτων ὀνομασθεὶς, ἄλλοις πάλιν τῆς εὐπορίας ἐκστήσεται, βραχεῖαν γῆν αὐτὸς ὑποδὺς, πολλάκις δὲ καὶ πρὸ τοῦ τάφου, καὶ πρὸ τῆς ἐντεῦθεν ἀπαναστάσεως, εἰς ἑτέρους, καὶ πολεμίους τυχὸν, τὴν εὐπραγίαν ὄψεται μεταβαίνουσαν. Ἢ οὐκ ἴσμεν ὁπόσοι μὲν ἀγροὶ, πόσαι δὲ οἰκίαι, πόσα δὲ ἔθνη καὶ πόλεις, καὶ ζώντων ἔτι τῶν κτησαμένων, ἑτέρων ὀνόματα μετημφιάσαντο δεσποτῶν; καὶ ὡς οἱ μὲν πάλαι δουλεύοντες ἐπὶ τὸν τῆς ἀρχῆς θρόνον ἀνέβησαν, οἱ δὲ κύριοι καὶ δεσπόται καλούμενοι στῆναι μετὰ τῶν ἀρχομένων ἠγάπησαν, καὶ τοῖς ἑαυτῶν δούλοις ὑπέκυψαν, ὥσπερ ἐν κύβων περιτροπαῖς, μεταχθέντων ἄφνω τῶν πραγμάτων αὐτοῖς;
of them throughout eternity; and having been named after these things for a little while, he will again yield his abundance to others, himself going down beneath a little earth, and oftentimes even before the tomb, and before his departure hence, he will see his prosperity passing over to others, and perhaps to enemies. Or do we not know how many fields, how many houses, and how many nations and cities, even while those who acquired them were still living, have put on in exchange the names of other masters? And how those who formerly served as slaves ascended upon the throne of rule, whereas those who were called lords and masters were content to stand among the ruled, and bowed down beneath their own slaves, as though in the turns of dice, when affairs suddenly shifted for them?
4. Τά γε μὴν εἰς βρῶσιν ἡμῖν ἐπινενοημένα καὶ πόσιν, καὶ πάντα, ὅσα πέρα τῆς χρείας ὁ πλοῦτος ὑβρίζων ἐμηχανήσατο πρὸς θεραπείαν τῆς ἀχαρίστου καὶ μηδὲν στεγούσης γαστρὸς, πότ' ἂν ἡμέτερα γένοιτο, κἂν ἐπαντλῆται διηνεκῶς; Ἅ γε μικράν τινα τῇ γεύσει μόνον ἐναποθέμενα κατὰ τὴν πάροδον ἡδονὴν, εὐθὺς ὡς ὀχληρὰ καὶ περιττὰ δυσχεραίνομεν, καὶ μετὰ σπουδῆς ἔξω ποι βάλλομεν, ὡς εἰ τοῖς σπλάγχνοις ἐγχρονίσοι, τὰ μέγιστα περὶ τοῦ ζῇν κινδυνεύσοντες. Πολλοῖς γοῦν ὁ κόρος ἤγαγε θάνατον, καὶ τοῦ μηδενὸς ἀπολαύειν ἔτι γεγένηται πρόξενος. Κοῖται δὲ ἀσελγεῖς, καὶ βέβηλοι συμπλοκαὶ, καὶ πάντα ὅσα λυττώσης ἔργα καὶ παραφόρου ψυχῆς, οὐχὶ πρόδηλος πάντη ζημία τῇ φύσει, καὶ βλάβη περιφανὴς, καὶ τῶν ἰδίων ὄντως ἑκάστου μᾶλλον ἀλλοτρίωσίς τε καὶ μείωσις, ἐλαττουμένου τοῦ σώματος ἐν ταῖς μίξεσι, καὶ τῆς γνησιωτάτης καὶ συνεκτικωτάτης τῶν μελῶν ἀποσυλωμένου τροφῆς; Τοιγαροῦν ἑκάστου τῶν ταῖς ἀσελγέσιν ἐγκαλινδηθέντων εὐναῖς, μετὰ τὴν πρᾶξιν εὐθὺς, ὅταν ὁ μὲν τῆς σαρκὸς οἶστρος ἀπομαρανθῇ, πρὸς τὸ βδελυρὸν δὲ ὧν ἐνεχείρησε πέρας ἐλθὼν ὁ νοῦς, ὥσπερ ἐκ μέθης ἢ χειμῶνός τινος, τοῦ λογίσασθαι, ποῖ ποτέ ἐστι, λάβοι σχολὴν, σφοδρός τις εἰσέρχεται τῆς ἀκρασίας μετάμελος. Ἀδρανεστέρου τε γὰρ αἰσθάνεται γεγενημένου τοῦ σώματος, καὶ πρὸς τὴν τῶν ἀναγκαίων ἐργασίαν νωθροῦ, καὶ παντάπασιν ἀσθενοῦς. Τοῦτο δὴ ἄρα καὶ τοῖς παιδοτρίβαις κατανοήσασιν ὁ τῆς σωφροσύνης ἐν ταῖς παλαίστραις γέγραπται νόμος, ἄσυλα παρὰ τῶν ἡδονῶν τοῖς νεανίσκοις φυλάττων τὰ σώματα, καὶ οὐκ ἐπιτρέπων ἀγωνιζομένοις αὐτοῖς, οὐδὲ ὅσον προσβλέψαι ταῖς λαμπούσαις μορφαῖς, εἴγε ἐθέλοιεν στεφανωθῆναι τὴν κεφαλὴν, ὡς τῆς ἀκρασίας γέλωτα ἀγούσης ἐν τῷ παλαίειν, οὐ στέφανον.
4. Moreover, the things devised for us for eating and drinking, and all that insolent wealth has contrived beyond need for the service of the thankless belly that retains nothing, when could they ever become ours, even if they be poured in continually? For after depositing merely some slight pleasure upon the taste in passing, straightway we loathe them as troublesome and superfluous, and in haste cast them out somewhere, as though we should incur the greatest peril of our life if they lingered in our bowels. Indeed, to many satiety has brought death, and has become the cause of their enjoying nothing any longer. And licentious beds, and profane embraces, and all the works of a raving and deranged soul, are they not an altogether manifest loss to nature, and a conspicuous harm, and rather an alienation and diminution of what is truly each man's own, while the body is wasted in copulations and robbed of the most genuine and sustaining nourishment of its members? Wherefore in every one of those who have wallowed in licentious couches, immediately after the deed, when the frenzy of the flesh has withered away, and the mind, having arrived at the abominable issue of what it undertook, gains leisure, as if out of drunkenness or some storm, to reckon where it ever is, a vehement remorse for its incontinence enters in. For he perceives that his body has become more sluggish, and slothful towards the performance of necessary tasks, and altogether weak. It was in view of this very thing, then, that the athletic trainers also perceived it and wrote the law of temperance in the wrestling-schools, keeping the young men's bodies inviolate from pleasures, and not permitting them while contending so much as to look upon radiant forms, if indeed they should wish to have their head crowned, inasmuch as incontinence brings ridicule in wrestling, not a crown.
5. Ταῦτα μὲν ὡς ἀλλότρια πάντη καὶ περιττὰ, καὶ οὐδενὸς ἴδια γενέσθαι δυνάμενα, παρατρέχειν καλὸν, τοὺς ὀφθαλμοὺς ἐπιμύσαντας· τῶν δὲ ὄντως ἡμετέρων πρόνοιαν προσήκει ποιεῖσθαι πολλήν. Τί δὲ ὄντως
5. These things, then, as altogether foreign and superfluous, and capable of becoming no one's own, it is good to run past with eyes shut tight; whereas for the things that are truly ours it befits us to take great forethought. And what is truly
Notes, col. 548

On the reading

Printed ἐπαντλῆται, for ἐπαντλῇται.

PG 31:549Read from the page
ἡμέτερον; Ψυχή τε, ᾗ ζῶμεν, λεπτή τις οὖσα καὶ νοερὰ, καὶ οὐδὲν δεομένη τῶν βαρυνόντων· καὶ σῶμα, τὸ ταύτῃ δοθὲν ὄχημα πρὸς τὸν βίον παρὰ τοῦ κτίσαντος. Τοῦτο γὰρ ἄνθρωπος· νοῦς ἐνδεδεμένος προσφόρῳ καὶ πρεπούσῃ σαρκί. Τοῦτο ὑπὸ τοῦ πανσόφου τεχνίτου τῶν ὅλων ἐν τοῖς μητρῴοις ἡμῶν πλάττεται κόλποις. Τοῦτο εἰς φῶς ἐκ τῶν σκοτεινῶν ἐκείνων θαλάμων ὁ τῶν ὠδίνων ἄγει καιρός. Τοῦτο ἄρχειν ἐτάχθη τῶν ἐπὶ γῆς. Τούτῳ γυμνάσιον ἀρετῆς ἡ κτίσις ὑφήπλωται. Τούτῳ κεῖται νόμος, μιμεῖσθαι τὸν πλάστην εἰς δύναμιν, καὶ τὴν ἐν οὐρανοῖς εὐταξίαν σκιαγραφεῖν ἐπὶ γῆς. Τοῦτο, ἐντεῦθεν καλούμενον, ἀπανίσταται. Τοῦτο τῷ τοῦ πέμψαντος Θεοῦ παρίσταται βήματι. Τοῦτο εὐθύνεται· τοῦτο δέχεται τὴν τῶν ἐνταῦθα πεπολιτευμένων ἀντίδοσιν. Καὶ τὰς ἀρετὰς δὲ ἡμέτερα κτήματα γινόμενα εὕροι τις ἂν, ὅταν ἐξ ἐπιμελείας συνυφανθῶσι τῇ φύσει· καὶ οὔτε ἐπὶ γῆς μοχθοῦντας ἡμᾶς ἀπολιμπάνειν ἐθέλουσιν, ἢν μὴ πρὸς βίαν αὐτὰς ἑκόντες ἀποδιώξωμεν ταῖς τῶν χειρόνων ἐπαγωγαῖς· ἐκεῖσέ τε ἐπειγομένων προτρέχουσι, καὶ τοῖς ἀγγέλοις τὸν κτησάμενον συντάττουσι, καὶ λάμπουσι δι' αἰῶνος ὑπὸ τοῖς τοῦ κτίσαντος ὀφθαλμοῖς. Πλοῦτος δὲ, καὶ δυναστεία, καὶ περιφάνεια, καὶ τρυφὴ, καὶ πᾶς ὁ τοιοῦτος ὄχλος, ὁ καθ' ἡμέραν ἐκ τῆς ἡμετέρας ἀνοίας αὐξανόμενος, οὔτε συμπροῆλθε πρὸς τὸν βίον ἡμῖν, οὔτε συναπῆλθέ τισιν, ἀλλὰ τὸ τῷ δικαίῳ πάλαι ῥηθὲν ἐπὶ παντὸς ἀνθρώπου πέπηγε καὶ κρατεῖ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι.
ours? Both the soul, whereby we live, being subtle and intellectual, and needing none of the things that weigh down; and the body, the chariot given to it for life by the Creator. For this is man: a mind bound within a fitting and suitable flesh. This is fashioned in our maternal wombs by the all-wise Craftsman of the universe. This the season of birth-pangs brings forth into light out of those dark chambers. This was appointed to rule over the things upon earth. Before this, creation has been spread out beneath as a training-ground of virtue. For this a law is laid down, to imitate the Fashioner according to its power, and to sketch out upon earth the good order that is in the heavens. This, when called hence, departs. This stands before the judgement-seat of the God Who sent it. This is called to account; this receives the recompense of its conduct here. And the virtues too one would find becoming our own possessions, when through diligence they are woven together with our nature; and neither are they willing to forsake us while we toil upon earth, unless by force we willingly drive them away through the allurements of worse things; and when we hasten thither they run ahead, and range him who acquired them among the angels, and shine throughout eternity beneath the eyes of the Creator. But wealth, and dominion, and renown, and luxury, and all such crowd as grows day by day out of our folly, neither came forth with us into life, nor departed along with any, but that which was spoken of old by the righteous man stands fixed and prevails over every man: Naked came I forth from my mother's womb, and naked shall I depart.
6. Ὁ μὲν οὖν ἄριστα βουλευόμενος, τῆς ψυχῆς ὅτι μάλιστα φροντίσει, καὶ τοῦτο διὰ πάντων πειράσεται σώζειν εἰλικρινές τε καὶ γνήσιον· τῆς σαρκὸς δὲ ἢ λιμῷ τηκομένης, ἢ κρυμῷ καὶ θάλπει προσπαλαιούσης, ἢ νόσοις ἀλγυνομένης, ἢ πασχούσης τι παρά τινων βίαιον, ὀλίγον ποιήσεται τὸν λόγον, τὸ τοῦ Παύλου φωνῶν ἐφ' ἑκάστου τῶν δυσχερῶν, καὶ φθεγγόμενος· Ει καὶ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ' ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέραν καθ' ἡμέραν. Καὶ οὔτε τοὺς ὑπὲρ τοῦ ζῇν κινδύνους προϊόντας ὁρῶν, φανήσεται δεδιὼς, ἀλλ' ἑαυτῷ λέξει θαῤῥῶν· Οἴδαμεν, ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οικία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αιώνιον ἐν τοῖς οὐρανοῖς. Εἰ δέ τις ἐθέλοι φείδεσθαι καὶ τοῦ σώματος, ὡς μόνου κτήματος ἀναγκαίου ψυχῇ, καὶ συνεργοῦντος αὐτῇ πρὸς τὸ ζῇν ἐπὶ γῆς, μικρὰ πρὸς τὰς τούτου χρείας ἐπιστραφήσεται, καὶ ὥστε συνέχειν μόνον αὐτὸ, καὶ τῇ τῆς ψυχῆς ὑπηρεσίᾳ διὰ μετρίας ἐπιμελείας ἐῤῥωμένον τηρεῖν, μὴ μέντοιγε ἐπιτρέπειν ὑπὸ κόρου σκιρτᾶν. Εἰ δὲ ἴδοι ποτὲ ταῖς τοῦ πλείονος καὶ πέρα τοῦ λυσιτελοῦντος ἐπιθυμίαις φλεγόμενον, βοήσει πρὸς αὐτὸ τὸ τοῦ Παύλου νομοθετῶν· Οὐδὲν
6. He, therefore, who takes the best counsel will care utmost for the soul, and will endeavour through all things to preserve this pure and genuine; while if the flesh wastes away with hunger, or wrestles against cold and heat, or is pained by diseases, or suffers some violence at the hands of certain men, he will make little account of it, uttering the saying of Paul over each hardship, and declaring: Though our outward man perishes, yet the inward man is renewed day by day. And neither when he sees perils for his life advancing will he appear afraid, but taking courage he will say to himself: We know that, if our earthly house of the tent be dissolved, we have a building from God, a house not made with hands, eternal in the heavens. Yet if anyone should wish to spare the body also, as a sole possession needful to the soul, and working together with it towards living upon earth, he will attend slightly to its needs, even so as merely to hold it together, and through moderate care to keep it vigorous for the service of the soul, yet by no means to suffer it to gambol from satiety. And if ever he should see it inflamed with desires for more and beyond what is profitable, he will cry out towards it, laying down the law of Paul: Nothing
Notes, col. 549

On the reading

Printed Ει, for Εἰ.

Printed οικία, for οἰκία.

Printed αιώνιον, for αἰώνιον.

PG 31:552Read from the page
εισηνέγκαμεν εις τὸν κόσμον τοῦτον· δῆλον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Ταῦτα μὲν γὰρ ἐπάδων αὐτῷ συνεχῶς καὶ βοῶν, εὐήνιόν τε αὐτὸ καὶ κοῦφον ἀεὶ πρὸς τὴν οὐράνιον ὁδοιπορίαν ἐργάσεται, καὶ μᾶλλον εἰς τὰ προκείμενα κτήσεται συνεργόν· εἰ δὲ ὑβρίζειν αὐτὸ συγχωρήσοι, καὶ πάντων ἐφ' ἡμέραν ἐμπίπλασθαι, καθάπερ τι θηρίον ἀνήμερον, ὕστερον ταῖς βιαίοις αὐτοῦ πρὸς γῆν ἀνθολκαῖς συνεπισπασθεὶς, κείσεται στένων ἀνόνητα. Καὶ πρὸς τὸν Δεσπότην ἀχθεὶς, καὶ τῆς ἐπὶ γῆς πορείας τῆς ἐνδοθείσης αὐτῷ τὸν καρπὸν ἀπαιτούμενος, εἶτα οὐκ ἔχων δοῦναι, θρηνήσει μακρὰ, καὶ σκότος οἰκήσει διηνεκὲς, πολλὰ τῇ τρυφῇ καὶ τῇ ταύτης πλάνῃ μεμφόμενος, ὑφ' ἧς τὸν τῆς σωτηρίας ἐσυλήθη καιρόν· οὐδὲν δὲ ἐκ τῶν δακρύων ἔτι κερδαίνων. Ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; φησὶν ὁ Δαβίδ.
did we bring into this world; it is evident that neither are we able to carry anything out. But having food and coverings, with these we shall be content. For by chanting these words to it continually and crying aloud, he will render it both tractable and ever light towards the heavenly journey, and will rather acquire a fellow-worker for the tasks set before him; whereas if he should permit it to wax insolent, and to gorge itself day by day with all things like some untamed beast, afterwards, dragged down along with its violent counter-pulls towards earth, he will lie groaning to no avail. And when brought before the Master, and required to render the fruit of the journey upon earth that was entrusted to him, then having nothing to give, he will lament at length, and will inhabit perpetual darkness, blaming luxury much and its deceit, whereby he was robbed of the season of salvation, yet gaining nothing any longer from his tears. For in Hades who shall confess unto Thee? says David.
7. Φύγωμεν οὖν ὅπως ἔνι τάχους, μὴ ἑαυτοὺς ἑκόντες συμπνίξωμεν. Εἰ δ' ἄρα τις καὶ πάλαι δελεασθεὶς, ἢ πλούτου κόνιν ἐξ ἀδικίας ἐφ' ἑαυτὸν συνεφόρησε, καὶ τὸν νοῦν ταῖς τούτου μερίμναις κατέδησεν, ἢ μύσος ἀσελγείας προσῆψε τῇ φύσει δυσέκνιπτον, ἢ τῶν ἄλλων ἐγκλημάτων ἐπλήρωσεν ἑαυτόν· οὗτος, ὡς ἔτι καιρὸς, πρὶν ἐλθεῖν εἰς τελείαν ἀπώλειαν, ἀποθέσθω τῶν φορτίων τὰ πλείονα, καὶ πρὶν ὑποβρύχιον γενέσθαι τὸ σκάφος, ἐκβολὴν ποιησάσθω τῶν ἀγωγίμων, ἃ μὴ δεόντως συνέλεξε, καὶ μιμησάσθω τοὺς τῆς θαλάττης ἐργάτας. Ἐκεῖνοι γὰρ, εἰ καί τι τῶν ἀναγκαίων ἐπὶ τῆς νηὸς ἄγοντες τύχοιεν, κλύδων δὲ ἐπαναστῇ ζέων ἐκ τοῦ πελάγους αὐτοῖς, καὶ καλύπτειν ἀπειλήση πεπιεσμένην τῷ φόρτῳ τὴν ναῦν, ὅπως ἔχουσι τάχους, τὸ πολὺ τοῦ βάρους ἀποσκευάζουσι, καὶ τὴν ἐμπορίαν ἀφειδῶς ἀντλοῦσιν εἰς θάλασσαν, ὥστε ὑψηλοτέραν ποιῆσαι τὴν ναῦν τοῦ κύματος, καὶ μόναις ταῖς ψυχαῖς, εἴπερ οἷόν τε, καὶ τοῖς σώμασιν ἐκ τοῦ κινδύνου δοῦναι φυγήν. Πολλῷ δὲ ἐκείνων δήπου μᾶλλον ταῦτα ἡμᾶς βουλεύεσθαί τε προσήκει καὶ πράττειν. Ἐκεῖνοι μὲν γὰρ ὅπερ ἂν ἀποῤῥίψωσιν, εὐθέως ἀπώλεσαν, καὶ περιίσταται λοιπὸν βία πενίας αὐτοῖς· ἡμεῖς δὲ ἐφ' ὅσὸν ἂν τὸν πονηρὸν ἐξαντλήσωμεν φόρτον, πλείονα καὶ βελτίονα ταῖς ψυχαῖς πλοῦτον ἐπισωρεύσομεν. Πορνεία μὲν γὰρ, καὶ ὅσα τοιαῦτα, ῥιφέντα διόλλυται, καὶ πρὸς τὸ μηδὲ εἶναι χωρεῖ, λυθέντα τοῖς δάκρυσιν· ἁγιότης δὲ καὶ δικαιοσύνη λοιπὸν εἰς τὸν ἐκείνων μεθίσταται χῶρον, πράγματα κοῦφα, καὶ οὐκ εἰδότα κύμασι καλυφθῆναί τισι. Τὰ χρήματά γε μὴν, ἐκβληθέντα καλῶς, οὔτε ἀπόλλυται τοῖς ἐκβαλοῦσι καὶ ῥίψασιν· ἀλλ', ὥσπερ εἰς ὁλκάδας ἄλλας ἀσφαλεστέρας τινὰς, τὰς
7. Let us flee, therefore, as swiftly as may be, lest we willingly choke ourselves. And if indeed anyone, having been enticed even long ago, has either heaped upon himself the dust of wealth out of injustice and bound down his mind with its cares, or fastened upon his nature a defilement of licentiousness hard to wash out, or filled himself with other offences: let this man, while there is still time, before coming to utter ruin, lay aside the greater part of his burdens, and before the vessel sinks underwater, let him jettison the cargo which he gathered improperly, and imitate the labourers of the sea. For even if they happen to be carrying something necessary aboard the ship, yet when a seething surge rises up against them out of the open sea and threatens to engulf the ship weighed down by its freight, as swiftly as they can they clear away the bulk of the weight, and unsparingly cast the merchandise out into the sea, so as to make the ship ride higher than the wave, and grant escape from peril, if at all possible, to their lives and bodies alone. Yet surely it befits us far more than them both to resolve upon these things and to do them. For whatever they cast away, they lose straightway, and thereafter the constraint of poverty comes round upon them; whereas we, in proportion as we bail out the evil freight, shall heap up more and better wealth for our souls. For fornication, and all such things, when cast out perish utterly, and pass away into not even existing, dissolved by tears; while holiness and righteousness thereafter remove into their place, light things that know not how to be overwhelmed by any waves. And as for money, when rightly cast out, neither is it lost to those who cast it forth and throw it away; rather, being transferred, as into certain other safer merchant-vessels, into the
Notes, col. 552

On the reading

Printed εισηνέγκαμεν, for εἰσηνέγκαμεν.

Printed εις, for εἰς.

Printed ἀπειλήση, for ἀπειλήσῃ.

Printed ὅσὸν, for ὅσον.

PG 31:553Read from the page
τῶν πενήτων μετατεθέντα γαστέρας, διασώζεται καὶ φθάνει πρὸς λιμένας ἐλθόντα, καὶ φυλάττεται τοῖς ἐκβάλλουσι, κόσμος, οὐ κίνδυνος.
bellies of the poor, it is preserved safe and arrives ahead into harbours, and is kept for those who cast it out, an ornament, not a peril.
8. Βουλευσώμεθα τοίνυν, ἀγαπητοὶ, περὶ ἑαυτούς τι φιλάνθρωπον, καὶ τὸ τῆς εὐπορίας ἄχθος, εἴπερ ὅλως ἐθέλοιμεν ποιήσασθαι κέρδος ἡμέτερον, πολλοῖς διανείμωμεν, οἳ βαστάσουσί τε αὐτὸ περιχαρῶς, καὶ τοῖς τοῦ Δεσπότου κόλποις, ἀσύλοις ταμείοις, ἐναποκλείσουσιν, Ὅπου σὴς οὐκ ἀφανίζει, οὐδὲ λησταὶ διορύττουσιν, οὐδὲ κλέπτουσι. Δῶμεν ἐξουσίαν ὑπερχυθῆναι βουλομένῳ πρὸς τοὺς δεομένους τῷ πλούτῳ. Μὴ παραδράμωμεν τοὺς ἐν ὀφθαλμοῖς ἡμῶν ἔτι καὶ νῦν κειμένους Λαζάρους, μηδὲ τῶν ψιχίων τῆς ἡμετέρας τραπέζης ἀρκούντων αὐτοῖς εἰς κόρον βασκήνωμεν· μηδὲ, τὸν ἀνήμερον ἐκεῖνον ζηλώσαντες πλούσιον, πρὸς τὴν αὐτὴν ἐκείνῳ τῆς γεέννης φλόγα μετέλθωμεν. Ἐπεὶ πολλὰ μὲν τοῦ Ἀβραὰμ δεηθησόμεθα τότε, πολλὰ δὲ ἑκάστου τῶν βεβιωκότων καλῶς· οὐδὲν δὲ ἔσται κέρδος ἡμῖν τῆς βοῆς· Ἀδελφὸς γὰρ οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἐρεῖ δὲ ἕκαστος ἐκείνων ἡμῖν κεκραγώς· Μὴ ζήτει φιλανθρωπίαν, ἣν αὐτὸς ἐφ' ἑτέρων ἠγνόησας· μηδὲ βούλου λαβεῖν οὕτω μεγάλα σὺ τῶν ἐλαττόνων φεισάμενος. Ἀπόλαυε τούτων ὧν ἐν τῷ βίῳ συνέλεξας. Δάκρυε νῦν, ἐπειδὴ τότε δακρύοντα τὸν ἀδελφὸν ὁρῶν οὐκ ἠλέησας. Ταῦτα ἐροῦσι, καὶ δικαίως, ἡμῖν. Δέδοικα δὲ ἐγὼ, μὴ καὶ πικροτέροις ἡμᾶς τούτων βάλωσι ῥήμασιν, ἐπειδὴ καὶ νικῶμεν ἐκεῖνον, ὡς ἴστε, τῇ πονηρίᾳ τὸν πλούσιον. Οὐδὲ γὰρ φειδόμενοι καθάπαξ πλούτου, τοὺς ἐῤῥιμμένους χαμαὶ παρατρέχομεν ἀδελφοὺς, οὐδὲ τοῖς παισὶν ἢ τοῖς ἄλλοις οἰκείοις τὴν εὐπορίαν φυλάττοντες, ἀποκλείομεν τοῖς δεομένοις τὰς ἀκοάς· ἀλλὰ τὴν δαπάνην μετατιθέντες ἐπὶ τοῖς χείροσι, καὶ τὸ φιλότιμον ἀκόνην πονηρίας ποιούμενοι τοῖς ταύτην ἐπιτηδεύουσι. Πόσαι γὰρ ἢ πόσοι τῶν ἐνίων περιεστήκασι τράπεζαν! οἱ μὲν αἰσχροῖς ῥήμασι τὸν ἑστιάτορα θέλγοντες, οἱ δὲ ἀτόποις βλέμμασί τε καὶ σχήμασι τὸ τῆς ἀκρασίας ἐκκαίοντες πῦρ· οἱ δὲ τοῖς εἰς ἀλλήλους σκώμμασι γέλωτα τῷ κεκληκότι κατασκευάζειν ἐθέλοντες· ἄλλοι δὲ ἐψευσμένοις ἐπαίνοις ἀπατῶντες αὐτόν. Καὶ οὐ τὸ μὲν οὕτως ἑστιαθῆναι λαμπρῶς μόνον κερδαίνουσιν, ἀλλὰ καὶ τὰς χεῖρας πεπληρωμένας πολυτελῶν δώρων κατάγουσι, καὶ μανθάνουσι παρ' ἡμῶν, ὅτι λυσιτελεῖ μᾶλλον τῶν ἀρετῶν τὰ τοιαῦτα μετιέναι καὶ πράττειν αὐτοῖς. Εἰ δὲ παρασταίη πένης ἡμῖν,
8. Let us therefore resolve upon something humane concerning ourselves, beloved, and let us distribute the burden of abundance, if we wish at all to make it our own gain, among many, who will both carry it right gladly and lock it away in the bosoms of the Master, inviolable storehouses, Where moth does not consume, nor do robbers dig through, nor steal. Let us grant leave to wealth that wishes to overflow towards the needy. Let us not run past the Lazaruses lying even now before our eyes, nor begrudge the crumbs of our table when these suffice for their fill; nor, emulating that pitiless rich man, let us depart into the same flame of Gehenna as he. Since we shall entreat Abraham much then, and much too each of those who have lived nobly; yet there will be no profit to us from our cry: For a brother does not redeem, shall a man redeem? And each of them will cry out and say to us: Do not seek humanity, which you yourself ignored towards others; nor wish to receive things so great when you spared the lesser. Enjoy these things which you gathered in life. Weep now, seeing that then, beholding your brother weeping, you had no mercy. These things they will say to us, and justly. Yet I fear lest they pelt us with words even more bitter than these, seeing that, as you know, we even surpass that rich man in wickedness. For it is not out of sparing wealth altogether that we run past our brothers cast upon the ground, nor in keeping our abundance for our children or other kinsfolk that we shut our ears to the needy; rather, transferring our outlay to worse things, we make munificence a whetstone of wickedness for those who practise it. For how many women or how many men stand round the table of certain people! some charming the host with shameful words, others kindling the fire of incontinence with unseemly glances and gestures; others wishing to contrive laughter for him who invited them by jeers at one another; and others deceiving him with false praises. And they do not merely gain being feasted thus splendidly, but also carry away their hands filled with costly gifts, and learn from us that it is more profitable for them to pursue and practise such things rather than the virtues. Yet if a poor man stands beside us,
PG 31:556Read from the page
μόλις ὑπὸ τοῦ λιμοῦ καὶ φθεγγόμενος, ἀποστρεφόμεθα τὸν ὁμοφυῆ, βδελυττόμεθα, μετὰ σπουδῆς ἀποτρέχομεν, ὥσπερ δεδοικότες μὴ καὶ τῆς δυσπραγίας αὐτῆς ἐκ τοῦ σχολαίτερον βαδίσαι μετάσχωμεν. Καὶ, εἰ μὲν εἰς γῆν νεύσοι, τὴν συμφορὰν αἰσχυνόμενος, ὑποκρίσεως εἶναι λέγομεν ἐργάτην αὐτόν· εἰ δὲ μετὰ παῤῥησίας προσβλέψοι διὰ τὸ βαρὺ τοῦ λιμοῦ κέντρον ἡμᾶς, ἀναιδῆ πάλιν καλοῦμεν καὶ βίαιον. Καὶ, εἰ μὲν τύχοι καλυπτόμενος ὑγιέσιν ἐσθήμασιν δεδωκότος τινὸς, ὡς ἄπληστον ἀπελαύνομεν, καὶ ὀμνύμεθα προσποιεῖσθαι πενίαν αὐτόν· εἰ δὲ σκεπάζοιτο σεσηπόσι ῥακίοις, ὡς ὀδωδότα πάλιν διώκομεν, καὶ οὔτε τὸ τοῦ κτίσαντος ὄνομα ταῖς ἱκετηρίαις ἐκεῖνος ἀναμιγνὺς, οὔτε τὸ μὴ τοιούτοις πάθεσι περιπεσεῖν ἡμᾶς ἐξορκῶν συνεχῶς, δύναται τὴν ἀνελεῆ κάμψαι προαίρεσιν. Διὰ ταῦτα ὑφορῶμαι βαρύτερον τῆς γεέννης τὸ πῦρ ἤπερ ἐκεῖνος ὁ πλούσιος. Εἰ μὲν οὖν ὁ καιρὸς ἐνεδίδου, δύναμίς τε ἀρκοῦσα ὑπῆν, πάντα ἂν ὑμῖν τὰ κατ' ἐκεῖνον, ὅπως ἔδειξεν ἡ Βίβλος, ἐπεξελθὼν ἀπέδωκα τὴν ἐργασίαν τῶν λόγων· νῦν δὲ ὥρα διαφεῖναι πεπονηκότας ὑμᾶς. Αὐτοὶ δὲ εἰ καί τι παραλελοίπαμεν δι' ἀσθένειαν ἐννοίας ἅμα καὶ γλώττης, ἑαυτοῖς ἀναπλάττοντες, ὥσπερ τινὰ φάρμακα τοῖς τῶν ψυχῶν προσαγάγετε τραύμασι. Δίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται, φησὶν ἡ Γραφή. Δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εις ὑμᾶς, ἵνα, ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εις πᾶν ἔργον ἀγαθόν.
scarcely even uttering a sound from hunger, we turn away from one of our own nature, we loathe him, we run off in haste, as though fearing lest from walking more leisurely we might partake of the misfortune itself. And if he bends his gaze towards the ground, ashamed of his calamity, we say he is a practitioner of hypocrisy; whereas if he looks upon us frankly on account of the heavy sting of hunger, again we call him shameless and violent. And if he happens to be covered with sound garments because someone gave them, we drive him away as greedy, and swear that he is feigning poverty; whereas if he is clad in rotten rags, again we chase him off as foul-smelling, and neither by mingling the name of the Creator with his supplications, nor by continually praying that we may not fall into such sufferings, is that man able to bend our merciless resolve. On account of these things I dread the fire of Gehenna more grievously than did that rich man. Now if the time permitted, and sufficient strength were present, I should have gone through for you all that befell him, just as the Book showed, and fulfilled the task of my discourse; but now it is time to dismiss you who are wearied. Yet if we have left anything out through weakness both of thought and of tongue, fashioning it for yourselves, apply it like healing remedies to the wounds of your souls. For give an occasion to a wise man, and he will be wiser, says the Scripture. And God is able to make all grace abound towards you, so that, having always all sufficiency in everything, you may abound unto every good work.
9. Ἀλλὰ γὰρ ἤδη πρὸς λιμένας ἡμῖν, ὡς ὁρᾶτε, καταχθέντα τὸν λόγον, εἰς τὸν τῆς συμβουλῆς δρόμον αὖθις ἀδελφοί τινες ἐπανάγουσι, μὴ παραδραμεῖν τὰ χθὲς ὑπὸ τοῦ Δεσπότου θαυματουργηθέντα κελεύοντες, μηδὲ σιγῆσαι τὸ τρόπαιον, ὃ κατὰ τῆς τοῦ διαβόλου λύττης ἔστησεν ὁ Σωτήρ· δοῦναι δὲ ἀφορμὴν τῶν τῆς ὑμνῳδίας σκιρτημάτων ὑμῖν. Πάλιν μὲν γὰρ, ὡς ἴστε, τὴν οἰκείαν ὁ διάβολος καθ' ἡμῶν ἐπεδείξατο λύτταν, καὶ φλογὶ πυρὸς ὁπλίσας ἑαυτὸν, τοῖς τῆς Ἐκκλησίας σηκοῖς ἐπεστράτευσε. Πάλιν δὲ ἡ κοινὴ μήτηρ ἐνίκησε, καὶ τῷ πολεμίῳ περιέτρεψε τὸ μηχάνημα, καὶ οὐδὲν ὑπῆρξεν αὐτῷ πλὴν τοῦ δημοσιεῦσαι τὴν ἔχθραν. Ἀντέπνευσεν ἡ χάρις ταῖς τοῦ πολεμίου ῥοπαῖς· ἔμεινεν ὁ νεὼς ἀπαθής. Οὐκ ἴσχυσεν ὁ προσαχθεὶς ὑπὸ τοῦ πολεμίου χειμὼν τινάξαι τὴν πέτραν ἐφ' ἧς ὁ Χριστὸς τὴν τῆς ἑαυτοῦ ποίμνης ᾠκοδόμησε μάνδραν. Ἐτάχθη καὶ νῦν μεθ' ἡμῶν ὁ καὶ πάλαι σβέσας ἐν Βαβυλῶνι τὴν κάμινον. Πῶς οἴεσθε στένει σήμερον ὁ διάβολος, οὐκ ἀπολαύσας ἐφ' ᾧπερ ἠβουλήθη τῆς ἐγχειρήσεως; Γείτονα μὲν γὰρ τῆς Ἐκκλησίας ὁ δυσμενὴς ἀνῆψε πυρὰν, ἵνα ταῖς ἡμετέραις εὐπραγίαις λυμήνηται· καὶ πανταχόθεν ἡ
9. Yet indeed, now that our discourse, as you see, has already been brought down into harbour, certain brothers lead it back again into the course of counsel, bidding us not to pass over the wonders wrought yesterday by the Master, nor to pass over in silence the trophy which the Saviour set up against the madness of the devil, but to give you an occasion for the exultant leaps of psalmody. For once again, as you know, the devil displayed his own madness against us, and arming himself with a flame of fire, marched against the precincts of the Church. Yet once again our common mother prevailed, and turned the engine back upon the enemy, and nothing accrued to him save to make public his enmity. Grace blew counter to the blasts of the enemy; the temple remained unharmed. The tempest brought up by the enemy had no strength to shake the rock upon which Christ built the fold of His own flock. Arrayed with us even now was He Who of old also quenched the furnace in Babylon. How much, think you, does the devil groan today, having reaped no fruit of his attempt unto the end he wished? For the adversary kindled a pyre neighbouring the Church, that he might mar our prosperity; and from every side the
Notes, col. 556

On the reading

Printed εις, for εἰς.

Printed εις, for εἰς.

PG 31:557Read from the page
φλὸξ ἀναῤῥιπιζομένη ταῖς βιαίοις ἐκείνου πνοαῖς, ὑπερεχεῖτο τῶν ὑποκειμένων αὐτῇ, καὶ τὸν ἀέρα τὸν ἐγγὺς ἐπενέμετο, ψαῦσαι τῶν ἀνακτόρων ἀναγκαζομένη, καὶ πρὸς κοινωνίαν ἡμᾶς καθέλκουσα τῆς συμφορᾶς. Ὁ Σωτὴρ δὲ ἐπὶ τὸν ἀνάψαντα ταύτην ῥυῆναι πεποίηκε, καὶ συστεῖλαι τὴν μανίαν αὐτοῦ εἰς ἑαυτὸν πάλιν προσέταξε. Καὶ τὸ μὲν τῆς ἐπιβουλῆς τόξον ηὐτρέπισεν ὁ πολέμιος· ἀφεῖναι δὲ τὸ βέλος κεκώλυται· μᾶλλον δὲ ἀφῆκε μὲν, ἀντέστραπται δὲ ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. Αὐτὸς ἀπολαύει τῶν πικρῶν ἐκείνων δακρύων, ἅπερ ἡμῖν παρεσκεύασεν. Ἀλλὰ ποιήσωμεν, ἀδελφοὶ, τὸ τραῦμα τῷ δυσμενεῖ φορτικώτερον, ἐπιτείνωμεν τὸ πένθος αὐτοῦ. Τὸ δὲ ὅπως, λέξω μὲν ἐγὼ, πράξατε δὲ ὑμεῖς. Εἰσί τινες ἐκ τῆς ἐπικρατείας τοῦ πυρὸς ἀναρπασθέντες ὑπὸ τοῦ κτίσαντος, καὶ μηδεμίαν ἔχοντες περιλελειμμένην αὐτοῖς βίου λοιπὸν ἀφορμὴν, ἀλλὰ μόνῃ τῇ ψυχῇ καὶ τῷ σώματι διαφυγόντες τὸν κίνδυνον. Ἡμεῖς τοίνυν ὅσοι τῆς τῶν δυσχερῶν ἄγευστοι πείρας ἐμείναμεν, κοινὴν ἐκείνοις προθῶμεν τὴν εὐπορίαν τὴν ἑαυτῶν. Ἐναγκαλισώμεθα τοὺς περισωθέντας μόλις τῶν ἀδελφῶν, εἴπωμεν πρὸς ἕκαστον ἕκαστος· Νεκρὸς ἦν, καὶ ἀνέζησεν· ἀπολωλὼς, καὶ εὑρέθη· καὶ τὸ συγγενὲς σῶμα σκεπάσωμεν. Ἀντιστήσωμεν ταῖς τοῦ δυσμενοῦς ἐπηρείαις τὴν ἡμετέραν παράκλησιν, ἵνα καὶ βλάπτων ἐκεῖνος μηδὲν μέγα βλάψαι δοκῇ, καὶ πολεμήσας, μηδένα δεῖξαι νενικημένον, καὶ περιελὼν τὴν εὐπορίαν τῶν ἀδελφῶν, ὑπὸ τῆς ἡμετέρας φιλοτιμίας φανείη νικώμενος.
flame, fanned up by his violent blasts, overflowed the materials subject to it, and fed upon the nearby air, being forced to touch the sacred sanctuary, and dragging us down into fellowship in the calamity. Yet the Saviour caused it to flow back upon him who kindled it, and commanded his madness to contract back into himself. And the enemy indeed made ready the bow of his plot, yet he has been prevented from shooting the arrow; or rather he did shoot it indeed, yet it has been turned back upon his own head. He himself reaps the enjoyment of those bitter tears which he prepared for us. Come, brethren, let us make the wound more burdensome for the foe, let us intensify his mourning. And how this may be, I indeed will tell, and do you perform it. There are some who have been snatched out of the dominion of the fire by the Creator, and who have no resource for life left remaining to them hereafter, but have escaped the danger with their soul and body alone. Let us therefore, as many as have remained untasted by the experience of the hardships, set forth our own abundance in common for those men. Let us embrace those of the brethren who have scarcely been preserved safe, let us say each one unto each: He was dead, and has come to life again; he was lost, and has been found (Luke 15:24); and let us clothe the kindred body. Let us set our consolation against the despiteful treatments of the foe, so that even in harming he may seem to have done no great harm, and having waged war, to show no one vanquished, and having stripped away the abundance of the brethren, he may appear conquered by our generosity.
10. Ὑμεῖς δὲ οἱ διαφυγόντες τὸν κίνδυνον, ἀδελφοὶ, μὴ σφόδρα ἄχθεσθε τοῖς συμβεβηκόσι κακοῖς, μηδὲ κατασεισθῆτε τὴν ἔννοιαν, ἀλλ' ἀποτινάξασθε τὴν τῆς λύπης ἀχλὺν, καὶ τὰς ψυχὰς ἀναῤῥώσατε λογισμοῖς ἀνδρειοτέροις χρησάμενοι, καὶ τὸ συμβεβηκὸς στεφάνων ποιήσασθε πρόφασιν. Ἂν γὰρ ἀκατάσειστοι μείνητε, καὶ τῇ πίστει φανήσεσθε δοκιμώτεροι, καθάπερ χρυσὸς εὐγενὴς ἐκ τοῦ πυρὸς ἀναλάμψαντες, καὶ τῷ δυσμενεῖ τὴν αἰσχύνην αὐξήσετε μᾶλλον, ὡς οὐδὲ δάκρυον ὑμῖν δυνηθέντι κινῆσαι, δι' ὧν ἐπεβούλευσεν. Ἀναμνήσατε τῆς τοῦ Ἰὼβ ἑαυτοὺς καρτερίας. Εἴπατε πρὸς ἑαυτοὺς ἅπερ ἐκεῖνος· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Καὶ μηδεὶς ἐξ ὧν ἔπαθεν ἀναπεισθῇ λογίσασθαί τε καὶ λὲγειν, ὡς ἄρα οὐδεμία πρόνοια τάττει τὰ καθ' ἡμᾶς, μηδὲ κατηγορείτω τῆς οἰκονομίας τοῦ Δεσπότου καὶ κρίσεως· ἀλλ' εἰς τὸν ἀθλητὴν ἐκεῖνον ὁράτω, κἀκεῖνον σύμβουλον ποιείσθω τοῦ κρείττονος. Ἀναλογιζέσθω τοὺς ἀγῶνας ἅπαντας ἐφεξῆς, ἐφ' οἷς ἐκεῖνος ἠρίστευσε· καὶ πόσοις βέλεσιν ὑπὸ τοῦ διαβόλου βληθεὶς, οὐκ ἐδέξατο καιρίαν πληγήν. Περιεῖλε μὲν γὰρ αὐτοῦ τὴν εὐπραγίαν τῶν οἰκείων, καταχῶσαι δὲ αὐτὸν ταῖς ἐπαλλήλοις τῶν κακῶν ἐβουλεύσατο φήμαις. Ἔτι
10. And you who have escaped the danger, brethren, be not exceedingly grieved at the evils that have happened, nor be shaken in your mind, but shake off the mist of sorrow, and strengthen your souls by employing more courageous reasonings, and make what has happened an occasion of crowns. For if you remain unshaken, you will both appear more approved in faith, having shone forth like noble gold out of the fire, and increase the shame all the more for the foe, inasmuch as he was not able to stir even a tear in you through the things whereby he plotted against you. Remind yourselves of the endurance of Job. Say unto yourselves the very things that he said: The Lord gave, the Lord took away; as it seemed good to the Lord, so also it came to pass (Job 1:21). And let no one, from the things which he has suffered, be persuaded both to reckon and to say that after all no providence orders the affairs that concern us, nor let him accuse the dispensation and judgement of the Master; rather, let him look unto that athlete, and make him his counsellor of the better course. Let him reckon up all the contests in succession, wherein that man won valour; and with how many darts having been struck by the devil, he did not receive a mortal stroke. For he stripped away indeed the prosperity of his household, and resolved to bury him under the successive reports of evils. While
Notes, col. 557

On the reading

Printed λὲγειν, for λέγειν.