Migne Reading Room

PG 31 · cols. 499–509 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:499Read from the page
τὰ ἐκείνου ῥήματα. Καὶ θροῦς τις ἄσημος, οἷον αὔρα, διὰ παντὸς τοῦ θεάτρου διεξιὼν, τὸν ἱππόδρομον ὑπερήχει. Ἐπεὶ δὲ διὰ τῶν κηρύκων σιωπὴ τῷ δήμῳ ὑπεσημάνθη, ἐκοιμήθησαν μὲν αὐλοὶ, κατεσιγάσθησαν δὲ ὄργανα πολυαρμόνια· ἠκούετο Γόρδιος, ἐθεωρεῖτο Γόρδιος. Καὶ εὐθὺς ἀνάρπαστος ἦν πρὸς τὸν ἄρχοντα αὐτοῦ που καθήμενον, καὶ τὸν ἀγῶνα διατιθέντα. Τέως μὲν οὖν πραείᾳ καὶ ἡμέρῳ φωνῇ τίς καὶ πόθεν εἴη διεπυνθάνετο. Ὡς δὲ εἶπε τὴν πατρίδα, τὸ γένος, τὸ εἶδος τοῦ ἀξιώματος ἐν ᾧ ἦν, τὴν αἰτίαν τῆς φυγῆς, τὴν ἐπάνοδον, ὅτι Πάρειμι, ἔργῳ καὶ τὴν τῶν ὑμετέρων προσταγμάτων καταφρόνησιν, καὶ τὴν εἰς Θεὸν, ἐφ' ὃν ἤλπισα, πίστιν ἐπιδειξόμενος· καὶ γὰρ ἤκουσά σε, φησὶ, πολλῶν διαφέρειν τῇ ἀγριότητι· ὡς οὖν ἐπιτήδειόν μοι τὸν καιρὸν τοῦτον εἰς τὸ πληρωθῆναί μου τὴν ἐπιθυμίαν ἐξελεξάμην. Τούτοις τοῖς λόγοις τὸν θυμὸν τοῦ ἄρχοντος ὡς πῦρ ἀναφλέξας, ὅλην ἤγειρεν ἐφ' ἑαυτὸν τοῦ ἀνδρὸς τὴν μανίαν. Καὶ, Κάλει, φησὶ, δημίους. Ποῦ δὲ αἱ μολυβίδες; ποῦ δὲ αἱ μάστιγες; Ἐπὶ τροχοῦ κατατεινέσθω, ἐπὶ τοῦ ξύλου στρεβλούσθω, φερέσθω τὰ κολαστήρια· τὰ θηρία, τὸ πῦρ, τὸ ξίφος, ὁ σταυρὸς, ὁ βόθρος εὐτρεπιζέσθω. Ἀλλὰ γὰρ οἷα κερδαίνει, φησὶν, ἅπαξ μόνον ἀποθνήσκων ὁ ἀλιτήριος; Οἷα μὲν οὖν ζημιοῦμαι, ὑποφθάσας εἶπεν ὁ Γόρδιος, μὴ δυνάμενος ὑπὲρ Χριστοῦ πολλάκις ἀποθανεῖν! Ὁ δὲ, πρὸς τῇ ἐκ φύσεως ἀγριότητι, ἔτι χαλεπώτερος ἦν πρὸς τὸ ἀξίωμα τοῦ ἀνδρὸς ἀποβλέπων, οἰκείαν ἀτιμίαν ἡγούμενος τὸ νεανικὸν τῆς διανοίας ἀνάστημα. Καὶ ὅσῳ μᾶλλον ἑώρα τὴν καρδίαν ἀπτόητον, τοσούτῳ μειζόνως ἐξηγριοῦτο, καὶ φιλονεικότερος ἦν νικῆσαι τὴν ἔνστασιν τοῦ ἀνδρὸς τῇ ἐπινοίᾳ τῶν ἀλγεινῶν. Καὶ ὁ μὲν ταῦτα.
his words. And a certain indistinct murmur, like a breeze, passing through the whole theatre, resounded above the hippodrome. But when silence was signalled to the people by the heralds, the flutes were lulled to rest, and the many-toned instruments were silenced; Gordius was heard, Gordius was beheld. And straightway he was snatched away unto the ruler, who was sitting somewhere there and ordering the contest. For a while, then, with a gentle and mild voice he inquired who and whence he was. And when he told his fatherland, his race, the kind of rank wherein he was, the cause of his flight, his return, saying: I am present, to display in deed both my contempt of your commands, and my faith in God, in Whom I have hoped; for indeed I heard, says he, that you surpass many in savagery; wherefore I chose this season as suitable for me for the fulfilment of my desire. Having kindled the wrath of the ruler like fire by these words, he stirred up the whole madness of the man against himself. And he says: Call the executioners. Where are the leaden-weighted lashes? Where are the whips? Let him be stretched out upon the wheel, let him be racked upon the timber, let the instruments of punishment be brought; let the wild beasts, the fire, the sword, the cross, the pit be made ready. Yet what sort of gain does he make, says he, when the accursed wretch dies once only? Nay rather, what sort of loss do I suffer, said Gordius, anticipating him, in not being able to die many times for Christ! And the other, in addition to his natural savagery, was still more harsh as he looked upon the dignity of the man, accounting the youthful elevation of his mind as his own dishonour. And the more he saw his heart undismayed, the more greatly was he made savage, and the more contentious was he to conquer the firmness of the man by the invention of painful torments. And he indeed did these things.
5. Ὁ δὲ πρὸς τὸν Θεὸν ἀποβλέπων, ἐκ τῶν ἱερῶν Ψαλμῶν κατεπῇδεν ἑαυτοῦ τῇ ψυχῇ, λέγων· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος· καὶ τό· Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ· καὶ ὅσα συγγενῆ τούτοις, πρὸς ἀνδρίαν παρακαλοῦντα, ἐκ τῶν θείων λογίων δεδιδαγμένος ἦν· ὅς γε τοσοῦτον ἀπεῖχεν εἶξαι τοῖς ἀπειλουμένοις καὶ ὑποπτῆξαι, ὥστε καὶ προεκαλεῖτο ἐφ' ἑαυτὸν τὰ δεινά. Τί μέλλετε; φησί· τί ἑστήκατε; Ξαινέσθω σῶμα, στρεβλούσθω μέλη· βασανιζέσθω ὡς ἂν ἐθέλητε. Μή μοι βασκήνητε τῆς μακαρίας ἐλπίδος. Ὅσῳ γὰρ ἂν ἐπιτείνητε τὰ δεινὰ, τοσούτῳ μείζονά μοι τὴν ἀντίδοσιν προξενεῖτε. Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην.
5. But he, looking unto God, charmed his own soul from the sacred Psalms, saying: The Lord is my helper, and I will not fear what man shall do unto me (Ps. 117:6); and this: I will not fear evils, for Thou art with me (Ps. 22:4); and whatsoever things akin to these, exhorting unto bravery, he had been taught from the divine oracles; who indeed was so far from yielding to the things threatened and cowering, that he even provoked the terrors against himself. Why do you delay? says he; why do you stand still? Let my body be mangled, let my limbs be racked; let it be tortured howsoever you wish. Do not begrudge me my blessed hope. For by howsoever much you intensify the terrors, by so much do you procure the recompense greater for me. These things are covenants for us with the Master.
PG 31:501Read from the page
Ἀντὶ τῶν μωλώπων, τῶν ἐπανισταμένων τῷ σώματι, φωτεινὸν ἔνδυμα ἡμῖν ἐν τῇ ἀναστάσει ἐπανθήσει· ἀντὶ τῆς ἀτιμίας στέφανοι, ἀντὶ δεσμωτηρίου παράδεισος, ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης ἡ μετ' ἀγγέλων διαγωγή. Σπείρατε πολλὰ ἐν ἐμοὶ ἵνα θερίσω πολλαπλασίονα. Ὡς δὲ τοῖς φοβεροῖς ἑλεῖν αὐτὸν οὐκ ἠδύναντο, καὶ τὸ πρᾶγμα ἀμήχανον ἦν, μεταβαλόντες ἐθώπευον. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου μεθοδεία· τὸν δειλὸν ἐκπλήσσει, τὸν ἀνδρεῖον μαλάσσει. Ὁποῖα ἦν καὶ τὰ τότε τεχνάσματα τοῦ κακούργου. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν οὐκ ἐνδιδόντα ταῖς ἀπειλαῖς, ἀπάταις αὐτὸν καὶ δελεάσμασι περιελθεῖν ἐπειρᾶτο. Καὶ δωρεὰς καθυπισχνεῖτο, τὰς δὲ ἐδίδου, καὶ ἄλλας παρὰ βασιλέως ἥξειν διηγγυᾶτο, τὴν ἐν στρατείᾳ περιφάνειαν, χρημάτων πόρους, πᾶν ὅ τι ἂν βούλοιτο.
In place of the weals rising up upon the body, a radiant garment shall bloom for us in the resurrection; in place of dishonour, crowns; in place of prison, paradise; in place of condemnation with malefactors, life with angels. Sow richly in me that I may reap manifold. Now when they could not overcome him by terrors, and the matter was impossible, changing their course they flattered him. For such is the craft of the devil: the coward he terrifies, the brave man he softens. Such also were the contrivances of that malefactor at that time. For since he saw him not yielding to threats, he tried to circumvent him by deceits and allurements. And some gifts he promised, others he offered on the spot, and still others he pledged would come from the emperor: distinction in military service, revenues of money, whatever he might wish.
6. Ἐπειδὴ δὲ ἀπετύγχανε τῆς πείρας (ἀκούσας γὰρ τῶν ὑποσχέσεων ὁ μακάριος, κατεγέλασεν αὐτοῦ τῆς ἀνοίας, εἴ τι νομίζοι βασιλείας οὐρανῶν ἀντάξιον δώσειν), τότε δὴ ἀφόρητος ἦν τῷ θυμῷ, καὶ ξίφος ἐγύμνου, καὶ τὸν δήμιον παρεστήσατο, καὶ χειρὶ καὶ γλώσσῃ μιαιφονῶν θανάτῳ κατεδίκαζε τὸν μακάριον. Μετέβαινε δὲ πᾶν τὸ θέατρον ἐπὶ τὸν τόπον τοῦτον· καὶ ὅσον λειπόμενον ἦν τῶν οἰκητόρων, ἐκχυθὲν πρὸ τοῦ τείχους, ἑώρα τὸ μέγα ἐκεῖνο καὶ ἐναγώνιον θέαμα, τὸ θαυμαστὸν καὶ ἀγγέλοις καὶ πάσῃ τῇ κτίσει, ὀδυνηρὸν τῷ διαβόλῳ, καὶ φοβερὸν δαίμοσιν. Ἐκενώθη τῶν οἰκητόρων ἡ πόλις, ὥσπερ τινὸς ῥεύματος, τοῦ πλήθους ἀθρόως ἐπὶ τὸν τόπον τοῦτον μεταῤῥυέντος. Οὐ γυνὴ κατεδέξατο τῆς θέας ἀπολειφθῆναι, οὐκ ἀνὴρ ἀφανὴς ἢ ἐπίσημος. Ἐξέλειπον τὰς φυλακὰς τῶν οἴκων οἱ φύλακες· ἄκλειστα μὲν ἦν τῶν ἐμπόρων τὰ ἐργαστήρια· διέῤῥιπτο δὲ κατὰ τὴν ἀγορὰν τὰ ὤνια· μία δὲ πάντων φυλακὴ καὶ ἀσφάλεια, τὸ πάντας ὁμοίως ὑπεξελθεῖν, καὶ μηδὲ κακοῦργον ἐναπομεῖναι τῇ πόλει. Κατέλειπον δοῦλοι δεσποτῶν θεραπείας· καὶ ὅσον ξένον τοῦ δήμου, καὶ ὅσον ἐγχώριον, ὧδε παρῆν πρὸς τὸν ἄνδρα. Τότε καὶ παρθένος ὄψεως ἀῤῥένων κατατολμήσασα, καὶ πρεσβύτης καὶ ἄῤῥωστος τὴν ἀσθένειαν βιασάμενοι, ἔξω τοῦ τείχους ἦσαν. Ἤδη δὲ ὁρμῶντα πρὸς τὴν διὰ τοῦ θανάτου ζωὴν τὸν μακάριον περιστάντες οἱ ἐπιτήδειοι, περιεπτύσσοντο, ποτνιώμενοι καὶ τὰ τελευταῖα κατασπαζόμενοι· καὶ θερμὸν ἐπ' αὐτῷ δάκρυον ἀφιέντες, ἱκέτευον μὴ παραδοῦναι ἑαυτὸν τῷ πυρὶ, μὴ παραναλῶσαι ἑαυτοῦ τὴν νεότητα, μὴ καταλιπεῖν τὸν γλυκὺν τοῦτον ἥλιον. Ἄλλοι δὲ συμβουλαῖς πιθαναῖς ἐπειρῶντο παραλογίζεσθαι· Ῥήματι μόνῳ εἰπὲ τὴν ἄρνησιν, ψυχῇ δὲ ἔχε τὴν πίστιν ὡς ἂν ἐθέλῃς. Πάντως οὐχὶ τῇ γλώσσῃ προσ-
6. But when he failed in the attempt (for having heard the promises, the blessed man laughed to scorn his folly, if he supposed he would give anything worthy to be compared with the kingdom of the heavens), then indeed he became unbearable in his wrath, and bared the sword, and set the executioner beside him, and polluting himself with murder in hand and tongue condemned the blessed man to death. And the whole theatre removed to that place; and whatever remained of the inhabitants, pouring out before the wall, beheld that great spectacle of contest, wondrous both to angels and to the whole creation, painful to the devil, and terrible to demons. The city was emptied of its inhabitants, the multitude streaming over in a body to that place like a river. No woman brooked to be left out of the spectacle, no man obscure or distinguished. The guards left off guarding the houses; the shops of the merchants stood unlocked; wares lay scattered about the marketplace; and there was one guard and security of all things, that all alike had gone out, and not even a malefactor remained behind in the city. Slaves left the service of masters; and whatever of the populace was foreign, and whatever was native, was present here beside the man. Then even a virgin ventured upon the sight of men, and the aged and the infirm, forcing their weakness, were outside the wall. And now his friends, standing round the blessed man as he hastened towards life through death, embraced him, lamenting aloud and giving him their last kisses; and shedding hot tears over him, they implored him not to hand himself over to the fire, not to squander away his youth, not to forsake this sweet sun. Others tried to beguile him by plausible counsels: Utter the denial in word alone, and in soul keep the faith as you may wish. Assuredly not to the tongue does
PG 31:504Read from the page
έχει Θεὸς, ἀλλὰ τῇ διανοιᾳ τοῦ φθεγγομένου. Οὕτω γὰρ ὑπάρξει σοι καὶ τὸν κριτὴν ἐκμειλίξασθαι, καὶ τὸν Θεὸν ἐξιλεώσασθαι.
God pay heed, but to the mind of him who utters it. For thus it will be open to you both to appease the judge and to propitiate God.
7. Ὁ δὲ ἄκαμπτος ἦν, καὶ ἀδάμαστος, καὶ πάσῃ προσβολῇ πειρατηρίων ἄτρωτος. Εἰκάσαις ἂν αὐτοῦ τῆς διανοίας τὸ ἄσειστον τῇ οἰκίᾳ τοῦ φρονίμου, ἣν οὔτε ἀνέμων ἀφόρητοι βίαι, οὔτε λάβρον ὕδωρ ἐκ νεφῶν καταῤῥηγνύμενον, οὔτε χαράδραι περιῤῥηγνύμεναι, διὰ τὴν ἐκ τῆς πέτρας ἀσφάλειαν, διασαλεῦσαι δύνανται. Τοιοῦτος ἦν ὁ ἀνὴρ, ἀσάλευτον τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως διασώζων. Βλέπων τοῖς πνευματικοῖς ὀφθαλμοῖς περιτρέχοντα τὸν διάβολον, καὶ τὸν μὲν κινοῦντα πρὸς δάκρυον, τῷ δὲ συνεργοῦντα πρὸς πιθανότητα· τοῖς μὲν κλαίουσιν εἶπε τὸ τοῦ Κυρίου ῥῆμα· Μὴ κλαίετε ἐπ' ἐμοί· ἀλλὰ κλαύσατε ἐπὶ τοὺς θεομάχους, τοὺς τὰ τοιαῦτα τολμῶντας κατὰ τῶν εὐσεβούντων, τοὺς διὰ τῆς φλογὸς ταύτης, ἣν καθ' ἡμῶν καίουσιν, ἑαυτοῖς τῆς γεέννης τὸ πῦρ θησαυρίζοντας. Παύσασθε κλαίοντες, καὶ συνθρύπτοντές μου τὴν καρδίαν. Ἐγὼ γὰρ οὐ μόνον ἅπαξ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ, ἀλλὰ καὶ μυριάκις, ἐὰν οἷόν τε ᾖ. Τοῖς δὲ τὴν διὰ τῆς γλώσσης ἄρνησιν συμβουλεύουσι τοσοῦτον ἀπεκρίνατο, ὅτι οὐκ ἀνέχεται ἡ γλῶσσα κτισθεῖσα παρὰ Χριστοῦ φθέγξασθαί τι κατὰ τοῦ κτίσαντος. Καρδίᾳ γὰρ πιστεύομεν εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογοῦμεν εἰς σωτηρίαν. Μὴ γὰρ ἀπεγνωσμένον ἐστὶ πρὸς σωτηρίαν τὸ στρατιωτικὸν τάγμα; μὴ γὰρ οὐδεὶς ἑκατόνταρχος εὐσεβής; Μέμνημαι τοῦ πρώτου ἑκατοντάρχου, ὃς, παρεστὼς τῷ σταυρῷ τοῦ Χριστοῦ, ἐκ τῶν θαυμάτων τὴν δύναμιν ἐπιγνοὺς, ἔτι θερμοῦ τοῦ τολμήματος ὄντος τῶν Ἰουδαίων, οὐκ ἐφοβήθη τὸν θυμὸν αὐτῶν, οὐδὲ μὴν ὑπεστάλη ἀναγγεῖλαι τὴν ἀλήθειαν, ἀλλ' ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο, ὅτι ἀληθῶς Θεοῦ Υἱὸς ἦν. Οἶδα καὶ ἄλλον ἑκατόνταρχον, ἐν σαρκὶ ἔτι τὸν Κύριον ἐπιγνόντα, ὅτι Θεός ἐστι καὶ βασιλεὺς τῶν δυνάμεων, καὶ προστάγματι μόνῳ διὰ τῶν λειτουργικῶν πνευμάτων ἱκανὸς ἐξαποστέλλειν τὰς βοηθείας τοῖς δεομένοις· οὗ καὶ τὴν πίστιν ὁ Κύριος μείζονα εἶναι παντὸς τοῦ Ἰσραὴλ ἀπεφήνατο. Κορνήλιος δὲ οὐχ, ἑκατόνταρχος ὢν, τῆς ὀπτασίας ἠξιώθη τῆς τοῦ ἀγγέλου, καὶ τὸ τελευταῖον διὰ τοῦ Πέτρου τῆς σωτηρίας ἔτυχεν; Αἱ γὰρ ἐλεημοσύναι αὐτοῦ καὶ αἱ δεήσεις εἰσηκούσθησαν παρὰ τῷ Θεῷ. Ἐκείνων εἶναι βούλομαι μαθητής. Πῶς οὖν ἀρνήσομαι τὸν Θεόν
7. Yet he was unbending, and untamable, and unwounded by every assault of temptations. You might liken the unshakenness of his mind to the house of the prudent man, which neither unbearable blasts of winds, nor furious water bursting down out of the clouds, nor torrents breaking around it are able to shake, because of its security from the rock. Such was the man, preserving unshaken the steadfastness of his faith in Christ. Seeing with spiritual eyes the devil running round about, stirring up one to tears and working with another towards persuasiveness; to those who wept he spoke the word of the Lord: Weep not over me; but weep over the fighters against God, who dare such things against the pious, who through this flame, which they burn against us, treasure up for themselves the fire of Gehenna. Cease weeping, and breaking my heart. For I am ready to die for the name of the Lord Jesus not once only, but even ten thousand times, if it be possible. And to those who counselled denial with the tongue he answered thus much, that the tongue created by Christ does not endure to utter anything against Him Who created it. For with the heart we believe unto righteousness, and with the mouth we confess unto salvation. Why, is the military order despaired of as regards salvation? Is no centurion pious? I remember the first centurion, who, standing beside the cross of Christ, having recognized His power from the miracles, while the daring deed of the Jews was still warm, did not fear their wrath, nor indeed shrank back from declaring the truth, but confessed, and denied not, that truly He was the Son of God. I know also another centurion, who while the Lord was still in the flesh recognized that He is God and King of the powers, and able by command alone through the ministering spirits to send forth aids to those in need; whose faith also the Lord declared to be greater than that of all Israel. And was not Cornelius, being a centurion, deemed worthy of the vision of the angel, and did he not finally obtain salvation through Peter? For his alms and his prayers were heard before God. Of those men I wish to be a disciple. How then shall I deny God
Notes, col. 504

On the reading

Printed διανοιᾳ, for διανοίᾳ.

PG 31:505Read from the page
μου, ὃν ἐκ παιδὸς προσεκύνησα; Οὐχὶ δὲ φρίξει ὁ οὐρανὸς ἄνωθεν; οὐ συσκοτάσει δὲ ἐπ' ἐμοὶ τὰ ἄστρα, ἡ γῆ δέ με ὑποστήσεται ὅλως; Μὴ πλανᾶσθε· Θεὸς οὐ μυκτηρίζεται. Ἐκ τοῦ στόματος ἡμᾶς τοῦ ἡμετέρου κρίνει, ἐκ τῶν λόγων δικαιοῖ, καὶ ἐκ τῶν λόγων καταδικάζει. Οὐκ ἀνέγνωτε τὴν φοβερὰν ἀπειλὴν τοῦ Κυρίου; ὅτι Ὃς ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς;
Whom I have worshipped from childhood? And will not the heaven shudder from above? And will not the stars grow dark over me, and will the earth endure me at all? Be not deceived; God is not mocked. Out of our own mouth He judges us, out of our words He justifies, and out of our words He condemns (Matt. 12:37). Have you not read the fearful threat of the Lord? that Whosoever shall deny Me before men, I also will deny him before My Father, Who is in the heavens (Matt. 10:33)?
8. Ἀντὶ τίνος δέ με καὶ ταῦτα σοφίζεσθαι συμβουλεύετε; Ἵνα τι ἐμαυτῷ ἐκ τῆς τοιαύτης καταπράξωμαι τέχνης; ἵνα μικρὰς ἡμέρας κερδήσω; Ἀλλ' αἰῶνα ὅλον ζημιωθήσομαι. Ἵνα φύγω τῆς σαρκὸς τὰ ἐπίπονα; Ἀλλ' οὐκ ὄψομαι τὰ ἀγαθὰ τῶν δικαίων. Μανία σαφὴς μετὰ τέχνης ἀπόλλυσθαι, μετὰ πανουργίας καὶ δόλου τὴν αἰωνίαν κόλασιν ἑαυτῷ πραγματεύεσθαι. Ἀλλὰ καὶ ὑμῖν συμβουλεύω. Εἰ μὲν κακῶς φρονεῖτε, μεταμάθετε τὴν εὐσέβειαν· εἰ δὲ καθυποκρίνεσθε τὸν καιρὸν, Ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν. Εἴπατε· Ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ταύτην γὰρ τὴν φωνὴν πᾶσα ἀφήσει γλῶσσα, ὅταν Ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Θνητοὶ πάντες ἄνθρωποι, μάρτυρες δὲ ὀλίγοι. Μὴ ἀναμείνωμεν γενέσθαι νεκροὶ, ἀλλ' ἀπὸ ζωῆς εἰς ζωὴν μεταβῶμεν. Τί τὸν αὐτόματον ἐκδέχεσθε θάνατον; Ἄκαρπός ἐστιν, ἀκερδὴς, κοινὸς κτηνῶν καὶ ἀνθρώπων. Τὸν γὰρ διὰ γενέσεως εἰς τὸν βίον ἐλθόντα ἢ χρόνος ἀνάλωσεν, ἢ νόσος διέλυσεν, ἢ βιαιότεραι συμπτωμάτων ἀνάγκαι διέφθειραν. Ἐπεὶ οὖν δεῖ πάντως ἀποθανεῖν, τὴν ζωὴν ἑαυτοῖς διὰ τοῦ θανάτου πραγματευσώμεθα. Ἑκούσιον ποιήσατε τὸ κατηναγκασμένον. Μὴ φείδεσθε ζωῆς, ἧς ἀναγκαία ἡ στέρησις. Καίτοι εἰ καὶ τὸ διαρκὲς ὅμοιον εἶχε τὰ γήϊνα, σπουδάζειν ἐχρῆν διαμείβειν αὐτὰ πρὸς τὰ οὐράνια· εἰ δὲ καὶ ὀλιγοχρόνια, καὶ τῇ ἀξίᾳ τοσοῦτον ἀπολειπόμενα, παραπληξία δεινὴ τῇ περὶ ταῦτα σπουδῇ τῶν ἐν ταῖς ἐλπίσιν ἀποκειμένων μακαρισμῶν ἐκπίπτειν. Ταῦτα εἰπὼν, καὶ ἑαυτῷ τὸν τύπον τοῦ σταυροῦ περιγράψας, ἐχώρει πρὸς τὴν πληγὴν, οὐδὲν παρατρέψας τοῦ χρώματος, οὐδ' ἀλλοιώσας τι τῆς τοῦ προσώπου φαιδρότητος. Διέκειτο γὰρ οὐχ ὡς δημίῳ ἐντεύξεσθαι μέλλων, ἀλλ' ὡς ἀγγέλων χερσὶν ἑαυτὸν παραθήσεσθαι οὓς, εὐθὺς αὐτὸν νεοσφαγῆ παραλαβόντας πρὸς τὴν μακαρίαν ζωὴν μεταθήσειν ὥσπερ τὸν Λάζαρον. Τίς ἐκείνου τοῦ δήμου τὴν βοὴν διηγήσεται; Ποία βροντὴ τοσοῦτον ἐκ νεφῶν ἦχον ἐπαφῆκε τῇ γῇ, ὅσος ἐκ τῶν κάτω τότε πρὸς οὐρανὸν ἀνεδόθη; Τοῦτό ἐστι τὸ στάδιον
8. And for the sake of what do you counsel me even to devise these subtleties? That I may accomplish what for myself out of such an artifice? That I may gain a few days? Yet I shall suffer the loss of a whole age. That I may flee the painful things of the flesh? Yet I shall not see the good things of the righteous. It is manifest madness to perish with artifice, with craftiness and deceit to contrive eternal punishment for oneself. Yet I also counsel you. If indeed you are minded amiss, learn piety instead; but if you are playing the hypocrite for the season, Putting away falsehood, speak truth (Eph. 4:25). Say: That Jesus Christ is Lord, unto the glory of God the Father (Phil. 2:11). For every tongue shall utter this voice, when In the name of Jesus every knee shall bow, of beings heavenly, and earthly, and subterranean (Phil. 2:10). All men are mortal, but martyrs are few. Let us not wait to become dead men, but let us pass over from life unto life. Why do you await spontaneous death? It is fruitless, unprofitable, common to beasts and men. For him who has come into life through generation either time has consumed, or disease has dissolved, or the more violent necessities of accidents have destroyed. Since therefore one must altogether die, let us procure life for ourselves through death. Make voluntary that which is forced by necessity. Spare not a life of which the deprivation is necessary. And yet, even if earthly things had a like permanence, one ought to be eager to exchange them for the heavenly things; but if they are both short-lived and fall so far short in dignity, it is a terrible derangement through eagerness concerning these things to fall away from the beatitudes laid up in our hopes. Having spoken these things, and having traced around himself the sign of the cross, he advanced towards the stroke, having turned aside nothing of his colour, nor altered aught of the brightness of his countenance. For he was disposed not as being about to meet an executioner, but as being about to commit himself into the hands of angels who, receiving him straightway newly slain, would translate him towards the blessed life even as Lazarus. Who shall recount the shout of that people? What thunder discharged so great a sound from the clouds upon the earth, as was sent up then from those below towards heaven? This is the stadium
Notes, col. 505

On the reading

Printed Ἵνα τι, for Ἵνα τί.

PG 31:508Read from the page
ἐκείνου τού στεφανίτου. Αὕτη ἐπεῖδεν ἡ ἡμέρα τὸ θαυμαστὸν ἐκεῖνο θέαμα, ὃ οὐκ ἠμαύρωσεν ὁ χρόνος, οὐδὲ ἐξέλυσεν ἡ συνήθεια· οὐκ ἐνίκησεν ἡ τῶν ἐπιγινομένων ὑπερβολή. Ὥσπερ γὰρ τὸν ἥλιον ἀεὶ καθορῶντες, ἀεὶ θαυμάζομεν· οὕτω καὶ τοῦ ἀνδρὸς ἐκείνου ἀεὶ νεαρὰν τὴν μνήμην ἔχομεν. Εἰς μνημόσυνον γὰρ αἰώνιον ἔσται δίκαιος, καὶ παρὰ τοῖς ἐπὶ γῆς, ἕως ἐστὶν ἡ γῆ, καὶ ἐν τοῖς οὐρανοῖς, καὶ παρὰ τῷ δικαίῳ κριτῇ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
that crowned victor. This day looked upon that wondrous spectacle, which time has not dimmed, nor custom dissolved; the surpassing magnitude of later events has not overcome it. For just as, ever beholding the sun, we ever marvel at it; so also we ever keep fresh the remembrance of that man. For the righteous man shall be in everlasting remembrance, both among those upon earth, so long as the earth exists, and in the heavens, and before the righteous Judge; to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
ΟΜΙΛΙΑ ΙΘʹ.
Homily XIX.
Εἰς τοὺς ἁγίους τεσσαράκοντα μαρτυρας.
On the Holy Forty Martyrs.
1. Μαρτύρων μνήμης τίς ἂν γένοιτο κόρος τῷ φιλομάρτυρι; διότι ἡ πρὸς τοὺς ἀγαθοὺς τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν Δεσπότην εὐνοίας. Δῆλον γὰρ, ὅτι ὁ τοὺς γενναίους ἄνδρας ἀποδεχόμενος ἐν τοῖς ὁμοίοις καιροῖς οὐκ ἀπολειφθήσεται τῆς μιμήσεως. Μακάρισον γνησίως τὸν μαρτυρήσαντα, ἵνα γένῃ μάρτυς τῇ προαιρέσει, καὶ ἐκβῇς χωρὶς διωγμοῦ, χωρὶς πυρὸς, χωρὶς μαστίγων, τῶν αὐτῶν ἐκείνοις μισθῶν ἠξιωμένος. Ἡμῖν δὲ οὐχ ἕνα πρόκειται θαυμάζειν, οὐδὲ δύο μόνους, οὐδὲ μέχρι δεκάδος ὁ ἀριθμὸς πρόεισι τῶν μακαριζομένων· ἀλλὰ τεσσαράκοντα ἄνδρες, ὡς μίαν ψυχὴν ἐν διηρημένοις σώμασιν ἔχοντες, ἐν μιᾷ συμπνοίᾳ καὶ ὁμονοίᾳ τῆς πίστεως, μίαν καὶ τὴν πρὸς τὰ δεινὰ καρτερίαν, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας ἔνστασιν ἐπεδείξαντο. Πάντες παραπλήσιοι ἀλλήλοις, ἴσοι τὴν γνώμην, ἴσοι τὴν ἄθλησιν. Διὸ καὶ ὁμοτίμων τῶν στεφάνων τῆς δόξης κατηξιώθησαν. Τίς ἂν οὖν ἐφίκοιτο λόγος τῆς τούτων ἀξίας; Οὐδὲ τεσσαρᾶκοντα γλῶσσαι ἐξήρκεσαν ἂν τοσούτων ἀνδρῶν ἀρετὴν ἀνυμνῆσαι. Καίτοι, εἰ καὶ εἷς ἦν ὁ θαυμαζόμενος; τήν γε τῶν ἡμετέρων λόγων δύναμιν ἐξήρκει καταπαλαῖσαι, μὴ ὅτι πλῆθος τοσοῦτον, φάλαγξ στρατιωτικὴ, σύστημα δυσκαταγώνιστον, ὁμοίως ἔν τε πολέμοις ἀήττητον καὶ ἐν ἐπαίνοις ἀπρόσιτον.
1. What satiety of the remembrance of martyrs could there be for the lover of martyrs? Because honour towards the good among our fellow servants holds proof of goodwill towards the common Master. For it is plain that he who welcomes noble men will not fall short of imitation in like circumstances. Account him truly blessed who has borne witness, that you may become a martyr by resolve, and come forth without persecution, without fire, without scourges, deemed worthy of the same rewards as they. Now before us is set not one man to marvel at, nor two alone, nor even up to ten does the number of those accounted blessed advance; but forty men, having as it were one soul in divided bodies, in one harmony of breath and concord of faith, displayed one endurance also towards terrors, and firmness on behalf of the truth. All were like unto one another, equal in resolve, equal in contest. Wherefore also they were deemed worthy of crowns of glory of equal honour. What discourse, then, could attain to the worth of these men? Not even forty tongues would have sufficed to hymn the virtue of so many men. And yet, even if he who is marvelled at had been one, he would have sufficed to wrestle down the power of our words, much more so great a multitude, a military phalanx, a corps hard to vanquish, alike unconquered in wars and unapproachable in praises.
2. Δεῦρο δὴ οὖν, εις μεσον αὐτοὺς ἀγαγόντες διὰ τῆς ὑπομνήσεως, κοινὴν τὴν ἀπ' αὐτῶν ὠφέλειαν τοῖς παροῦσι καταστησώμεθα, προδείξαντες πᾶσιν, ὥσπερ ἐν γραφῇ, τὰς τῶν ἀνδρῶν ἀριστείας. Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι
2. Come now, therefore, bringing them into the midst through remembrance, let us make the profit from them common to those present, setting forth before all, as though in a picture, the prowess of the men. Since brave deeds of wars both prose-writers
Notes, col. 508

On the reading

Printed τού, for τοῦ.

Printed μαρτυρας, for μάρτυρας.

Printed τεσσαρᾶκοντα, for τεσσαράκοντα.

Printed εις, for εἰς.

Printed μεσον, for μέσον.

PG 31:509Read from the page
πολλάκις, καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ διακοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπήγειραν πρὸς ἀνδρίαν ἑκάτεροι. Ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας διὰ τῆς ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν. Οὕτω δὴ καὶ ἡμεῖς ἀναμνήσωμεν τῆς ἀρετῆς τῶν ἀνδρῶν τοὺς παρόντας, καὶ οἱονεὶ ὑπ' ὄψιν αὐτῶν ἀγαγόντες τὰς πράξεις, κινήσωμεν πρὸς τὴν μίμησιν τοὺς γενναιοτέρους καὶ οἰκειοτέρους αὐτοῖς τὴν προαίρεσιν. Τοῦτο γάρ ἐστι μαρτύρων ἐγκώμιον, ἡ πρὸς ἀρετὴν παράκλησις τῶν συνειλεγμένων. Οὐδὲ γὰρ καταδέχονται νόμοις ἐγκωμίων δουλεύειν οἱ περὶ τῶν ἁγίων λόγοι. Διότι οἱ εὐφημοῦντες ἐκ τῶν τοῦ κόσμου ἀφορμῶν τὰς ἀρχὰς τῶν εὐφημιῶν λαμβάνουσιν· οἷς δὲ ὁ κόσμος ἐσταύρωται, πῶς δύναταί τι τῶν ἐν αὐτῷ ἀφορμὴν παρέχειν εἰς περιφάνειαν; Οὐκ ἦν μία πατρὶς τοῖς ἁγίοις· ἄλλος γὰρ ἀλλαχόθεν ὥρμητο. Τί οὖν; ἀπόλιδας αὐτοὺς εἴπωμεν, ἢ τῆς οἰκουμένης πολίτας, Ὥσπερ γὰρ ἐν ταῖς τῶν ἐράνων συνεισφοραῖς τὰ παρ' ἑκάστου καταβληθέντα κοινὰ τῶν εἰσενεγκάντων γίνεται· οὕτω καὶ ἐπὶ τῶν μακαρίων τούτων ἡ ἑκάστου πατρὶς κοινὴ πάντων ἐστί· καὶ πάντες εἰσὶ πανταχόθεν ἀντιδιδόντες ἀλλήλοις τὰς ἐνεγκούσας. Μᾶλλον δὲ τί δεῖ τὰς χαμαὶ κειμένας περιζητεῖν, ἐξὸν τὴν νῦν αὐτῶν πόλιν, ἥτις ἐστὶν, ἐννοεῖν Πόλις τοίνυν μαρτύρων ἡ πόλις ἐστὶ τοῦ Θεοῦ· ἧ⟨ς⟩ τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς, ἡ ἄνω Ἰερουσαλὴμ ἡ ἐλευθέρα, ἡ μήτηρ Παύλου, καὶ τῶν ἐκείνῳ παραπλησίων. Γένος δὲ τὸ μὲν ἀνθρώπινον ἄλλο ἄλλου· τὸ δὲ πνευματικὸν ἓν ἁπάντων. Κοινὸς γὰρ αὐτῶν πατὴρ ὁ Θεὸς, καὶ ἀδελφοὶ πάντες, οὐκ ἀπὸ ἑνὸς καὶ μιᾶς γεννηθέντες, ἀλλ' ἐκ τῆς υἱοθεσίας τοῦ Πνεύματος εἰς τὴν διὰ τῆς ἀγάπης ὁμόνοιαν ἀλλήλοις συναρμοσθέντες. Χορὸς ἕτοιμος, προσθήκη μεγάλη τῶν ἀπ' αἰῶνος δοξαζόντων τὸν Κύριον, οὐ καθ' ἕνα συναθροισθέντες, ἀλλ' ἀθρόως μετατεθέντες. Τίς δὲ ὁ τρόπος τῆς μεταθέσεως; Οὗτοι, μεγέθει σώματος, καὶ ἡλικίας ἀκμῇ, καὶ δυνάμει τῶν καθ' ἑαυτοὺς ἁπάντων διενεγκόντες, εἰς τοὺς στρατιωτικοὺς τελεῖν ἐτάχθησαν καταλόγους· καὶ δι' ἐμπειρίαν πολεμικὴν, καὶ ἀνδρείαν ψυχῆς, ἤδη τὰς πρώτας εἶχον παρὰ βασιλέων τιμὰς, ὀνομαστοὶ παρὰ πᾶσιν ὄντες δι' ἀρετήν.
oftentimes, and painters too set forth, the former adorning them by speech, the latter engraving them upon tablets, and both have roused many towards courage. For the things which the word of history presents through hearing, these silent painting shows through imitation. Thus indeed let us also remind those present of the virtue of the men, and bringing their deeds as it were before their eyes, let us move towards imitation those who are nobler and more akin to them in resolve. For this is the encomium of martyrs, the exhortation of those assembled towards virtue. For discourses concerning the saints do not brook to be enslaved to the laws of encomiums. Wherefore those who eulogize take the starting-points of their eulogies from worldly occasions; whereas for those to whom the world has been crucified, how can anything among the things in it afford an occasion unto distinction? There was not one fatherland for the saints; for one had set out from one place and another from another. What then? Shall we call them cityless, or citizens of the inhabited world? For just as in the joint contributions of common banquets the things laid down by each become the common property of the contributors; so also in the case of these blessed men the fatherland of each is common to all; and all from every side give their mother-cities in exchange to one another. Nay rather, what need is there to search around for cities lying on the ground, when one may contemplate their present city, what it is? The city of martyrs, therefore, is the city of God; whose artificer and framer is God, the Jerusalem above which is free, the mother of Paul, and of those like unto him. And as for lineage, the human is different for different men; whereas the spiritual is one for all. For God is their common Father, and all are brothers, not begotten from one father and one mother, but fitted together with one another out of the adoption of the Spirit into concord through love. A ready choir, a great addition to those who from of old glorify the Lord, not gathered together one by one, but translated in a body. And what was the manner of their translation? These men, excelling all their contemporaries in stature of body, and in prime of age, and in strength, were assigned to serve in the military rolls; and because of experience in war, and courage of soul, they already held the foremost honours from the emperors, being renowned among all on account of virtue.
3. Ἐπειδὴ δὲ περιηγγέλη τὸ ἄθεον ἐκεῖνο καὶ ἀσεβὲς κήρυγμα, μὴ ὁμολογεῖν τὸν Χριστὸν, ἢ κινδύνους
3. Now when that godless and impious proclamation was published abroad, not to confess Christ, or perils