ἀλλ' οἱ μηδὲν ἀδικοῦντες τὰ τῶν κακούργων ὑπέμενον, ἐστενοχωρεῖτο τὰ δεσμωτήρια, ἔρημοι ἦσαν οἱ εὐθηνούμενοι τῶν οἴκων, αἱ δὲ ἐρημίαι πλήρεις τῶν φυγαδευομένων· ἔγκλημα δὲ ἦν τοῖς ταῦτα πάσχουσιν ἡ εὐσέβεια, καὶ πατὴρ παρεδίδου παῖδα, καὶ πατέρα υἱὸς κατεμήνυεν, ἀδελφοὶ κατ' ἀλλήλων ἐμαίνοντο, καὶ δοῦλοι δεσπόταις ἑαυτῶν ἐπανίσταντο· δεινὴ δέ τις νὺξ κατειλήφει τὸν βίον, πάντων ἀγνοησάντων ἀλλήλους ἐκ τῆς τοῦ διαβόλου φρενοβλαβείας· κατεβάλλοντο μὲν οἶκοι προσευχῆς ὑπὸ χειρῶν ἀνοσίων, ἀνετρέπετο δὲ θυσιαστήρια, καὶ οὐκ ἦν προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι, ἀλλὰ κατήφεια δεινὴ, ὥσπερ τις νεφέλη, τὰ πάντα κατεῖχεν· ἀπελήλαντο μὲν οἱ τοῦ θείου θεραπευταὶ, διεπτόητο δὲ πᾶς τῆς εὐσεβείας θίασος, δαίμονες δὲ κατεχόρευον, κνίσσαις καὶ αἵμασι τὰ πάντα καταμιαίνοντες· τότε ὁ γενναῖος οὗτος προλαβὼν τὴν ἐκ τῶν δικαστηρίων ἀνάγκην, ῥίψας τὴν ζώνην, ὑπερόριος ἦν, ὑπεριδὼν δυναστείας, ὑπεριδὼν δόξης, πλούτου παντοδαποῦ, συγγενείας, φίλων, οἰκετῶν, ἀπολαύσεως βίου, πάντων ὅσα ἀνθρώποις ἐστὶ περισπούδαστα, πρὸς τὰς βαθυτάτας καὶ ἀνθρώποις ἀβάτους ἐρημίας ἀπέδραμε, τὸν μετὰ τῶν θηρίων βίον τῆς πρὸς τοὺς εἰδωλολατροῦντας κοινωνίας ἡμερώτερον ἡγησάμενος, κατὰ τὸν ζηλωτὴν Ἠλίαν· ὃς, ὅτε εἶδεν ἐπικρατοῦσαν τὴν εἰδωλολατρείαν τῆς Σιδωνίας, ἐπὶ τὸ ὄρος ἀνέδραμε τὸ Χωρὴβ, καὶ ἐν τῷ σπηλαίῳ διῆγεν, ἐκζητῶν τὸν Θεὸν, ἕως εἶδε τὸν περιπόθητον, ὡς ἰδεῖν ἀνθρώπῳ Θεὸν δυνατόν.
but those who did no wrong endured the punishments of malefactors, the prisons were overcrowded, the prosperous houses were desolate, and the deserts were full of fugitives; and piety was the charge against those who suffered these things, and father betrayed child, and son informed against father, brothers raged against one another, and slaves rose up against their own masters; and a dreadful night had seized upon life, all failing to recognize one another through the madness wrought by the devil; houses of prayer were cast down by unholy hands, altars were overturned, and there was no offering nor incense, no place for burnt sacrifice, but a dreadful gloom, like a cloud, held all things fast; the worshippers of the Divinity had been driven away, all the company of piety had been scattered in terror, and demons danced in triumph, defiling all things with burnt fat and blood; then this noble man, anticipating the compulsion of the courts of judgement, having cast off his military belt, went into exile, having disdained power, having disdained glory, wealth of every kind, kindred, friends, household servants, enjoyment of life, all things that are eagerly sought after by men, fled away to the deepest deserts untrodden by men, deeming life with wild beasts gentler than fellowship with idolaters, after the manner of the zealous Elijah; who, when he saw the idolatry of Sidonia prevailing, ran up to Mount Horeb, and dwelt in the cave, seeking out God, until he saw the Much-desired One, so far as it is possible for man to see God.
3. Τοιοῦτος οὖν ἦν καὶ ὁ Γόρδιος, ἀποφυγὼν θορύβους πολιτικοὺς, ὄχλον ἀγοραῖον, ἀρχοντικοὺς τύφους, τὰ δικαστήρια, τοὺς συκοφάντας, τοὺς πωλοῦντας, τοὺς ὠνουμένους, τοὺς ὀμνύοντας, τοὺς ψευδομένους, τὴν αἰσχρολογίαν, τὴν εὐτραπελίαν, τἆλλα ὅσα, ὥσπερ ἐφόλκια, αἱ πολυάνθρωποι τῶν πόλεων ἐπισύρονται. Καθαρεύων τὰ ὦτα, καθαρεύων τοὺς ὀφθαλμούς· καὶ πρό γε πάντων τὴν καρδίαν κεκαθαρμένος, ἵνα Θεὸν ἰδεῖν δυνηθῇ, καὶ μακάριος γένηται· εἶδε δι' ἀποκαλύψεων, ἐδιδάχθη τὰ μυστήρια, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλ' ἔχων τὸν μέγαν διδάσκαλον τὸ Πνεῦμα τῆς ἀληθείας. Ὅθεν ἐλθὼν εἰς ἔννοιαν τοῦ βίου, ὡς ἀνωφελὴς, ὡς μάταιος, ὡς ὀνείρου παντὸς καὶ σκιᾶς ἀδρανέστερος, ἠρεθίσθη σφοδρότερον πρὸς τὴν ἐπιθυμίαν τῆς ἄνω κλήσεως. Καὶ οἷον ἀθλητὴς, αισθόμενος ἑαυτοῦ ἱκανῶς γυμνασθέντος καὶ ἀλειψαμένου πρὸς τὸν ἀγῶνα, ταῖς νηστείαις, ταῖς ἀγρυπνίαις, ταῖς προσευχαῖς, τῇ διηνεκεῖ καὶ ἀπαύστῳ μελέτῃ τῶν λογίων τοῦ Πνεύματος, τηρήσας τὴν ἡμέραν ταύτην, ἐν ᾗ πανδημεὶ πᾶσα ἡ πόλις ἑορτὴν ἄγουσα φιλοπο-
3. Such, then, was Gordius also, having fled civic tumults, the crowd of the marketplace, the pride of magistrates, the lawcourts, the false accusers, the sellers, the buyers, the swearers, the liars, foul speech, ribaldry, and all the other things which, like tow-boats, populous cities drag behind them. Keeping pure his ears, keeping pure his eyes; and above all having purified his heart, that he might be able to see God, and become blessed; he saw through revelations, he was taught the mysteries, not from men, nor through men, but having as his great teacher the Spirit of truth. Whence, having come to a realization of life, how unprofitable it is, how vain, how feebler than every dream and shadow, he was stirred all the more vehemently towards the desire for the upward calling. And like an athlete, perceiving himself sufficiently trained and anointed for the contest by fastings, by vigils, by prayers, by continual and unceasing meditation on the oracles of the Spirit, having watched for this day, on which the whole city with all its people, keeping a feast for a war-