Migne Reading Room

PG 31 · cols. 512–521 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:512Read from the page
ἐκδέχεσθαι· ἠπειλεῖτο δὲ πᾶν εἶδος κολάσεως, καὶ πολὺς ὁ θυμὸς καὶ θηριώδης παρὰ τῶν κριτῶν τῆς ἀδικίας κατὰ τῶν εὐσεβούντων κεκίνητο· ἐπιβουλαὶ δὲ καὶ δόλοι κατ' αὐτῶν συνεῤῥάπτοντο, καὶ ποικίλα εἴδη βασάνων ἐπετηδεύετο, καὶ οἱ αἰκιζόμενοι ἀπαραίτητοι, τὸ πῦρ ἕτοιμον, τὸ ξίφος ἠκόνητο, ὁ σταυρὸς ἐπεπήγει· ὁ βόθρος, ὁ τροχὸς, αἱ μάστιγες· οἱ μὲν ἔφευγον, οἱ δὲ ὑπέκυπτον, οἱ δὲ ἐσαλεύοντο· τινὲς δὲ πρὸ τῆς πείρας μόνην τὴν ἀπειλὴν κατεπλάγησαν· ἕτεροι δὲ, ἐγγὺς γενόμενοι τῶν δεινῶν, ἰλιγγίασαν· ἄλλοι δὲ, τοῖς ἀγῶσιν ἐμβάντες, εἶτα διαρκέσαι πρὸς τὸ πέρας τῶν πόνων ἀδυνατήσαντες, περὶ τὰ μέσα που τῆς ἀθλήσεως ἀπειπόντες, ὥσπερ οἱ ἐν πελάγει χειμαζόμενοι, καὶ ἃ εἶχον ἤδη ἀγώγιμα τῆς ὑπομονῆς ἐναυάγησαν· τότε δὴ οὗτοι, οἱ ἀήττητοι καὶ γενναῖοι τοῦ Χριστοῦ στρατιῶται, παρελθόντες εἰς μέσους, ἐπιδεικνύντος τοῦ ἄρχοντος τὰ βασιλέως γράμματα καὶ τὴν ὑπακοὴν ἀπαιτοῦντος, ἐλευθέρᾳ τῇ φωνῇ, εὐθαρσῶς καὶ ἀνδρείως, οὐδὲν ὑποπτήξαντες τῶν ὁρωμένων, οὐδὲ καταπλαγέντες τὰ ἀπειλούμενα, Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν. Ὢ μακάριαι γλῶσσαι, ὅσαι τὴν ἱερὰν ἐκείνην ἀφῆκαν φωνὴν, ἣν ἀὴρ μὲν δεξάμενος ἡγιάσθη, ἄγγελοι δὲ ἀκούσαντες ἐπεκρότησαν· διάβολος δὲ μετὰ δαιμόνων ἐτραυματίσθη· Κύριος δὲ ἐν οὐρανοῖς ἀπεγράψατο.
to await; and every kind of punishment was threatened, and great and fierce wrath was stirred up on the part of the judges of iniquity against the pious; and plots and snares were stitched together against them, and manifold forms of tortures were devised, and the torturers were inexorable, the fire was ready, the sword had been sharpened, the cross had been set up; the pit, the wheel, the scourges; some fled, others succumbed, others wavered; some before the trial were terrified at the mere threat; others, coming near the terrors, grew dizzy; and others, having entered into the contests, and then proving unable to hold out to the end of the toils, giving up somewhere about the middle of the struggle, like men storm-tossed on the open sea, suffered shipwreck even of the cargo of endurance which they already possessed; then indeed these men, the invincible and noble soldiers of Christ, coming forward into the midst while the ruler was displaying the emperor's letters and demanding obedience, with a free voice, boldly and courageously, crouching before none of the things seen, nor dismayed at the things threatened, proclaimed themselves Christians. O blessed tongues, that sent forth that sacred voice, which the air received and was sanctified, and which angels heard and applauded; while the devil together with his demons was wounded, and the Lord inscribed it in the heavens.
4. Εἶπον τοίνυν ἕκαστος εἰς τὸ μέσον παριών· Χριστιανός εἰμι. Καὶ ὥσπερ ἐν τοῖς σταδίοις οἱ ἐπ' ἄθλησιν παροδεύοντες ὁμοῦ τε λέγουσιν ἑαυτῶν τὰ ὀνόματα, καὶ ἐπὶ τὸν τόπον τῆς ἀγωνίας μεθίστανται· οὕτω δὴ καὶ οὗτοι τότε, ῥίψαντες τὰς ἀπὸ γενέσεως αὐτοῖς ἐπιφημισθείσας προσηγορίας, ἀπὸ τοῦ κοινοῦ Σωτῆρος ἕκαστος ἑαυτὸν ἀνηγόρευον. Καὶ τοῦτο ἐποίουν ἅπαντες, τῷ προλαβόντι ἑαυτὸν συνάπτων ὁ ἐφεξῆς. Ὥστε ἐγένετο πάντων προσηγορία μία· οὐκέτι γὰρ ὁ δεῖνα, ἢ ὁ δεῖνα, ἀλλὰ Χριστιανοὶ πάντες ἀνεκηρύττοντο. Τί οὖν ὁ κρατῶν τότε; Δεινὸς γὰρ ἦν καὶ ποικίλος, τὰ μὲν θωπείαις ὑπελθεῖν, τὰ δὲ ἀπειλαῖς παρατρέψαι. Πρῶτον μὲν αὐτοὺς κατεγοήτευε ταῖς θωπείαις, τὸν τόνον τῆς εὐσεβείας παραλύειν πειρώμενος. Μὴ προδῶτε ὑμῶν τὴν νεότητα· μηδὲ θάνατον ἄωρον τῆς ἡδείας ταύτης ζωῆς διαμείψητε. Ἄτοπον γὰρ τοὺς ἐν τοῖς πολέμοις ἀριστεύειν συνειθισμένους τὸν τῶν κακούργων θάνατον ἀποθνήσκειν. Πρὸς τούτοις χρήματα ὑπισχνεῖτο. Τὰ δὲ ἐδίδου, τιμὰς ἐκ βασιλέως, καὶ ἀξιωμάτων
4. Each one, therefore, coming forward into the midst, said: I am a Christian. And just as in the stadiums those who come forward for the contest at once declare their own names and pass over to the place of the struggle, so indeed did these men also at that time: casting away the appellations bestowed upon them from birth, each one named himself after the common Saviour. And all of them did this, the next in turn joining himself to the one who went before. Thus there came to be one appellation for all; for no longer were they proclaimed as such a one or such a one, but all were proclaimed Christians. What then did the man in power do at that time? For he was clever and versatile, skilled both at beguiling by flatteries and at turning men aside by threats. First, indeed, he tried to bewitch them with flatteries, attempting to slacken the tension of their piety: Do not betray your youth, nor exchange this sweet life for an untimely death. For it is absurd that men accustomed to excel in valour in wars should die the death of malefactors. In addition to these words he promised money. And some things he offered to give—honours from the emperor, and of offices
PG 31:513Read from the page
διανομὰς, καὶ μυρίαις αὐτοὺς ἐπινοίαις κατεστρατήγει. Ὡς δὲ οὐκ ἐνεδίδοσαν πρὸς τὴν πεῖραν ταύτην, ἐπὶ τὸ ἕτερον εἶδος τῆς μηχανῆς μετῄει. Πληγὰς αὐτοῖς, καὶ θανάτους, καὶ κολάσεων ἀνηκέστων πεῖραν ἐπανετείνετο. Καὶ ὁ μὲν τοιαῦτα, τὰ δὲ τῶν μαρτύρων ὁποῖα; Τί, φησὶ, δελεάζεις ἡμᾶς, ὦ θεομάχε, ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, καὶ δουλεύειν δαίμοσιν ὀλεθρίοις, προτεινόμενος ἡμῖν τὰ σὰ ἀγαθά; Τί τοσοῦτον δίδως, ὅσον ἀφελέσθαι σπουδάζεις; Μισῶ δωρεὰν ζημίας πρόξενον· οὐ δέχομαι τιμὴν ἀτιμίας μητέρα. Χρήματα δίδως τὰ ἀπομένοντα, δόξαν τὴν ἀπανθοῦσαν. Γνώριμον ποιεῖς βασιλεῖ, ἀλλὰ τοῦ ὄντος βασιλέως ἀλλοτριοῖς. Τί μικρολόγως ὀλίγα τῶν ἐκ τοῦ κόσμου προτείνεις; Ὅλος ἡμῖν ὁ κόσμος καταπεφρόνηται. Οὐκ ἔστιν ἡμῖν τῆς ἐπιθυμουμένης ἐλπίδος ἀντάξια τὰ ὁρώμενα. Ὁρᾷς τὸν οὐρανὸν τοῦτον, ὡς καλὸς ἰδεῖν, ὡς δὲ μέγας; καὶ τὴν γῆν, ἡλίκη; καὶ τὰ ἐν αὐτῇ θαύματα; Οὐδὲν τούτων ἐξισοῦται τῇ μακαριότητι τῶν δικαίων. Ταῦτα μὲν γὰρ παρέρχεται· τὰ δὲ ἡμέτερα μένει. Μιᾶς ἐπιθυμῶ δωρεᾶς, τοῦ στεφάνου τῆς δικαιοσύνης· περὶ μίαν δόξαν ἐπτόημαι, τὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Φιλότιμός εἰμι πρὸς τὴν ἄνω τιμήν· κόλασιν δέδοικα τὴν ἐν τῇ γεέννῃ. Πῦρ ἐκεῖνό μοι φοβερόν· τὸ δὲ παρ' ὑμῶν ἀπειλούμενον ὁμόδουλόν ἐστιν. Οἶδεν αἰδεῖσθαι τοὺς εἰδώλων καταφρονοῦντας. Βέλη νηπίων λογίζομαι τὰς πληγὰς ὑμῶν. Σῶμα γὰρ τύπτεις· ὅπερ, ἐὰν μὲν ἐπὶ πλεῖον ἀντίσχῃ, λαμπρότερον στεφανοῦται, ἐὰν δὲ θᾶττον ἀπαγορεύσῃ, οἴχεται ἀπαλλαγὲν δικαστῶν οὕτω βιαίων, οἳ, σωμάτων ὑπηρεσίαν παραλαβόντες, ἔτι καὶ τῶν ψυχῶν κατάρχειν φιλονεικεῖτε· οἵ γε, εἰ μὴ καὶ τοῦ Θεοῦ ἡμῶν προτιμηθείητε, ὡς τὰ ἔσχατα ὑβρισμένοι παρ' ἡμῶν, χαλεπαίνετε, καὶ τὰς φοβερὰς ταύτας κολάσεις ἐπανατείνεσθε, ἔγκλημα ἡμῖν ἐπάγοντες τὴν εὐσέβειαν. Ἀλλὰ γὰρ οὐ δειλοῖς, οὐδὲ φιλοζώοις, οὐδ' εὐκαταπλήκτοις ἐντεύξεσθε, ὑπὲρ τῆς εἰς Θεὸν ἀγάπης. Οἶδε ἡμεῖς καὶ τροχίζεσθαι, καὶ στρεβλοῦσθαι, καὶ καταπίμπρασθαι, καὶ πᾶν εἶδος βασανιστηρίων ἕτοιμοι καταδέχεσθαι.
distributions, and sought to outmanoeuvre them with ten thousand devices. But when they did not yield to this trial, he passed over to the other kind of stratagem. He held over them blows, and deaths, and the trial of irremediable punishments. Such were his actions; and what were those of the martyrs? Why, say they, do you entice us, O fighter against God, to revolt from the living God and to serve destructive demons, holding out to us your good things? Why do you give as much as you are eager to take away? I hate a gift that procures loss; I do not accept an honour that is the mother of dishonour. You give wealth that stays behind, glory that fades away. You make me known to the emperor, yet you alienate me from the true King. Why do you niggardly hold out a few of the things of the world? The whole world has been despised by us. Things seen are not worthy to be compared with the hope for which we long. Do you see this heaven, how fair to behold, and how great? And the earth, how vast it is? And the wonders that are in it? None of these equals the blessedness of the righteous. For these things pass away, whereas ours abide. One gift I desire, the crown of righteousness; about one glory I am passionately eager, that in the kingdom of the heavens. I am ambitious towards the honour above; I fear the punishment in Gehenna. That fire is fearful to me; whereas the one threatened by you is my fellow-servant. It knows how to reverence those who despise idols. I count your blows the arrows of infants. For you strike the body, which, if it holds out longer, is crowned the more splendidly, and if it gives out sooner, departs freed from judges so violent, who, having received the service of bodies, strive ambitiously to rule over souls as well; who indeed, unless you are preferred even above our God, are angry as though insulted to the uttermost by us, and hold over us these fearful punishments, bringing piety against us as an accusation. Yet for the love towards God you will encounter men neither cowardly, nor fond of life, nor easily terrified. Such men as we are ready both to be broken on the wheel, and to be racked, and to be burned up, and to welcome every form of instruments of torture.
5. Ἐπεὶ δὲ τούτων ἤκουσεν ὁ ἀλαζὼν ἐκεῖνος καὶ βάρβαρος, οὐκ ἐνεγκὼν τῶν ἀνδρῶν τὴν παῤῥησίαν, ὑπερζέσας τῷ θυμῷ, ἐσκόπει τίνα ἂν ἐξεύροι μηχανὴν, ὥστε μακρόν τε αὐτοῖς καὶ πικρὸν ὁμοῦ κατασκευάσαι τὸν θάνατον. Εὗρε δὴ οὖν ἐπίνοιαν, καὶ σκοπεῖτε ὡς χαλεπήν. Περισκεψάμενος γὰρ τὴν φύσιν τῆς χώρας, ὅτι κρυμώδης, καὶ τὴν ὥραν τοῦ ἔτους, ὅτι χειμέριος, νύκτα ἐπιτηρήσας ἐν ᾗ μάλιστα τὸ
5. Now when that arrogant and barbarous man heard these things, not enduring the boldness of speech of the men, boiling over with wrath, he considered what contrivance he might find so as to prepare for them a death at once lingering and bitter. He found, then, a device—and observe how grievous it was. For having surveyed the nature of the region, that it was icy, and the season of the year, that it was wintry, watching for a night in which above all the
Notes, col. 513

On the reading

Printed Οἶδε, for Οἷοι.

PG 31:516Read from the page
δεινὸν ἐπιτείνεται, ἄλλως δὲ καὶ τότε βορεου αὐτὴν ἐπιπνέοντος, ἐκέλευσε πάντας γυμνωθέντας ὑπὸ τὸ αἴθριον ἐν μέσῃ τῇ πόλει πηγνυμένους ἀποθανεῖν. Πάντως δὲ ἴστε, οἱ πεπειραμένοι χειμῶνος, ὡς ἀφόρητόν ἐστι τῆς βασάνου τὸ εἶδος. Οὐδὲ γὰρ δυνατὸν ἄλλοις ἐνδείξασθαι ἢ τοῖς προαποκείμενα ἔχουσιν ἐκ τῆς πείρας αὐτῆς τῶν λεγομένων τὰ ὑποδείγματα. Σῶμα γὰρ κρύει παραπεσὸν πρῶτον μὲν ὅλον ἐστὶ πελιδνὸν, πηγνυμένου τοῦ αἵματος· ἔπειτα κλονεῖται καὶ ἀναβράσσεται, ὀδόντων ἀρασσομένων, σπωμένων δὲ τῶν ἰνῶν, καὶ παντὸς τοῦ ὄγκου ἀπροαιρέτως συνελκομένου. Ὀδύνη δέ τις δριμεῖα, καὶ πόνος ἄῤῥητος αὐτῶν καθικνούμενος τῶν μυελῶν, δυσφορωτάτην ποιεῖται τοῖς πηγνυμένοις τὴν αἴσθησιν. Ἔπειτα ἀκρωτηριάζεται, ὥσπερ ἀπὸ πυρὸς, καιομένων τῶν ἄκρων. Ἀποδιωκόμενον γὰρ τὸ θερμὸν ἀπὸ τῶν περάτων τοῦ σώματος, καὶ συμφεῦγον ἐπὶ τὸ βάθος, τὰ μὲν, ὅθεν ἀπέστη, νεκρὰ καταλείπει, τὰ δὲ, ἐφ' ἃ συνωθεῖται, ὀδύναις δίδωσι, κατὰ μικρὸν τοῦ θανάτου διὰ τῆς πήξεως προσιόντος. Τότε τοίνυν αἴθριοι διανυκτερεύειν κατεδικάσθησαν, ὅτε λίμνη μὲν, περὶ ἣν ἡ πόλις κατῴκισται, ἐν ᾗ ταῦτα διήθλουν οἱ ἅγιοι, οἷόν τι πεδίον ἱππήλατον ἦν, μεταποιήσαντος αὐτὴν τοῦ κρυστάλλου· καὶ ἠπειρωθεῖσα τῷ κρύει, ἀσφαλῶς ὑπὲρ νῶτον πεζεύειν παρείχετο τοῖς περιοίκοις· ποταμοὶ δὲ ἀένναα ῥέοντες, τῷ κρυστάλλῳ δεθέντες, τῶν ῥείθρων ἔστησαν· ἥ τε ἁπαλὴ τοῦ ὕδατος φύσις πρὸς τὴν τῶν λίθων ἀντιτυπίαν μετεποιήθη· βορέου δὲ δριμεῖαι πνοαὶ τὸ ἔμψυχον ἅπαν ἐπὶ τὸν θάνατον ἤπειγον.
severity is intensified, especially since the north wind was also blowing upon it at that time, he ordered that all of them should be stripped naked in the open air in the middle of the city and freeze to death. Assuredly you who have had experience of winter know how unendurable this form of torture is. For it is not even possible to demonstrate it to others than to those who from experience itself possess beforehand the examples of what is said. For a body exposed to frost at first becomes wholly livid as the blood congeals; next it shudders and convulses, with teeth chattering, the sinews cramping, and the entire mass involuntarily contracting. And a sharp pang and unspeakable pain reaching down to the very marrow renders the sensation most intolerable to those who are freezing. Next it is mutilated, as though by fire, as the extremities are frost-burned. For the warmth, driven away from the extremities of the body and fleeing together into the depth, leaves dead the parts from which it has withdrawn, while the parts into which it is crowded together it delivers over to pangs, as death approaches little by little through the freezing. At that time, accordingly, they were condemned to pass the night in the open air, when the lake around which the city is settled, in which the saints were enduring these contests, was like some plain fit for riding, the ice having transformed it; and turned into mainland by the cold, it safely afforded passage on foot across its back to those dwelling round about; and ever-flowing rivers, bound fast by the ice, ceased from their streams; and the soft nature of water was transformed into the hardness of stones; and piercingly keen blasts of the north wind were driving every living thing towards death.
6. Τότε τοίνυν ἀκούσαντες τοῦ προστάγματος (καὶ σκόπει μοι ἐνταῦθα τῶν ἀνδρῶν τὸ ἀήττητον), μετὰ χαρᾶς ἀποῤῥίψαντες ἕκαστος καὶ τὸν τελευταῖον χιτῶνα, πρὸς τὸν διὰ τοῦ κρύους ἐχώρουν θάνατον, ὥσπερ ἐν σκύλων διαρπαγῇ ἀλλήλοις ἐγκελευόμενοι.
6. Then indeed, having heard the command (and observe for me here the invincible spirit of the men), each one with joy casting off even his last tunic, they advanced towards death through the cold, cheering one another on as though at the plundering of spoils.
Notes, col. 516

On the reading

Printed βορεου, for βορέου.

PG 31:517Read from the page
Μὴ γὰρ ἱμάτιον, φησὶν, ἀποδυόμεθα, ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Εὐχαριστοῦμέν σοι, Κύριε, τῷ ἱματίῳ τούτῳ τὴν ἁμαρτίαν συναποβάλλοντες. Ἐπειδὴ διὰ τὸν ὄφιν ἐνεδυσάμεθα, διὰ τὸν Χριστὸν ἐκδυσώμεθα. Μὴ ἀντισχώμεθα ἱματίων διὰ τὸν παράδεισον ὃν ἀπωλέσαμεν. Τί ἀνταποδῶμεν τῷ Κυρίῳ; Ἐξεδύθη ἡμῶν καὶ ὁ Κύριος. Τί μέγα δούλῳ τὰ τοῦ Δεσπότου παθεῖν; Μᾶλλον δὲ καὶ αὐτὸν τὸν Κύριον ἡμεῖς ἐσμεν οἱ ἐκδύσαντες. Στρατιωτῶν γὰρ ἐκεῖνο τὸ τόλμημα, ἐκεῖνοι ἐξέδυσαν καὶ διεμερίσαντο τὰ ἱμάτια. Ἀνάγραπτον οὖν ἡμῶν κατηγορίαν δι' ἑαυτῶν ἀπαλείψωμεν. Δριμὺς ὁ χειμὼν, ἀλλὰ γλυκὺς ὁ παράδεισος· ἀλγεινὴ ἡ πῆξις, ἀλλ' ἡδεῖα ἡ ἀνάπαυσις. Μικρὸν ἀναμείνωμεν, καὶ ὁ κόλπος ἡμᾶς θάλψει τοῦ πατριάρχου. Μιᾶς νυκτὸς ὅλον αἰῶνα ἀνταλλαξώμεθα. Καυθήτω ὁ ποῦς, ἵνα διηνεκῶς μετ' ἀγγέλων χορεύῃ· ἀποῤῥυήτω ἡ χεὶρ, ἵνα ἔχῃ παῤῥησίαν πρὸς τὸν Δεσπότην ἐπαίρεσθαι. Πόσοι τῶν στρατιωτῶν τῶν ἡμετέρων ἐπὶ παρατάξεως ἔπεσον, βασιλεῖ φθαρτῷ τὴν πίστιν φυλάττοντες; ἡμεῖς δὲ ὑπὲρ τῆς εἰς τὸν ἀληθινὸν βασιλέα πίστεως τὴν ζωὴν ταύτην οὐ προησόμεθα; Πόσοι τὸν τῶν κακούργων ὑπέστησαν θάνατον, ἁλόντες ἐπ' ἀδικήμασιν; ἡμεῖς δὲ ὑπὲρ δικαιοσύνης τὸν θάνατον οὐχ ὑποίσομεν; Μὴ ἐκκλίνωμεν, ὦ συστρατιῶται, μὴ δῶμεν νῶτα τῷ διαβόλῳ. Σάρκες εἰσὶ, μὴ φεισώμεθα· ἐπειδὴ δεῖ πάντως ἀποθανεῖν, ἀποθάνωμεν ἵνα ζήσωμεν. Γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου, Κύριε· καὶ προσδεχθείημεν, ὡς θυσία ζῶσα, εὐάρεστός σοι, τῷ κρύει τούτῳ ὁλοκαυτούμενοι, καλὴ ἡ προσφορὰ, καινὸν τὸ ὁλοκαύτωμα, οὐ διὰ πυρὸς, ἀλλὰ διὰ κρύους ὁλοκαρπούμενον. Τούτους τοὺς παρακλητικοὺς ἐνδιδόντες ἀλλήλοις, καὶ ἄλλος ἄλλῳ ἐγκελευόμενοι, ὥσπερ τινὰ προφυλακὴν ἐν πολέμῳ πληροῦντες, τὴν νύκτα παρέπεμπον, φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, καταγελῶντες τοῦ ἀντιπάλου. Μία δὲ ἦν
For we are not taking off a cloak, say they, but putting off the old man, who is being corrupted according to the desires of deceit. We give thanks to Thee, O Lord, casting off sin together with this garment. Since on account of the serpent we put on clothing, on account of Christ let us strip ourselves. Let us not cling to garments, on account of the paradise which we lost. What shall we render to the Lord? Our Lord too was stripped. What great thing is it for a slave to suffer the things of his Master? Nay rather, it was we ourselves who stripped the Lord Himself. For that daring deed belonged to soldiers; they stripped [Him] and divided the garments among themselves. Let us therefore blot out through ourselves the indictment recorded against us. Keen is the winter, yet sweet is paradise; painful is the freezing, yet pleasant is the repose. Let us wait a little while, and the bosom of the patriarch will warm us. For one night let us gain in exchange an entire eternity. Let the foot be frost-burned, that it may dance perpetually with angels; let the hand fall away, that it may have boldness to be lifted up towards the Master. How many of our fellow-soldiers have fallen in battle-array, keeping faith to a mortal king; and shall we not give up this life for faith in the true King? How many have undergone the death of malefactors, caught in wrongdoings; and shall we not endure death on behalf of righteousness? Let us not turn aside, O fellow-soldiers; let us not turn our backs to the devil. They are flesh, let us not spare them; since we must certainly die, let us die that we may live. Let our sacrifice come before Thee, O Lord; and may we be received as a living sacrifice, well-pleasing to Thee, offered as a whole burnt-offering by this cold—a fair oblation, a new whole burnt-offering, offered up wholly not by fire, but by cold. Imparting these words of exhortation to one another, and each cheering the other on, as though keeping an outpost watch in war, they passed the night through, bearing the things at hand nobly, rejoicing in the things hoped for, laughing the adversary to scorn. And there was one
Notes, col. 517

On the reading

Printed ποῦς, for πούς.

PG 31:520Read from the page
πάντων εὐχή. Τεσσαράκοντα εἰσήλθομεν εἰς τὸ στάδιον, οἱ τεσσαράκοντα στεφανωθείημεν, Δέσποτα. Μὴ λείψῃ τῷ ἀριθμῷ μηδὲ εἷς. Τίμιός ἐστιν, ὃν ἐτίμησας τῇ νηστείᾳ τῶν τεσσαράκοντα ἡμερῶν, δι' οὗ νομοθεσία εἰσῆλθεν εἰς τὸν κόσμον. Τεσσαράκοντα ἡμέραις ἐν νηστείᾳ Ἠλίας ἐκζητήσας τὸν Κύριον, τῆς θέας ἔτυχεν. Καὶ ἡ μὲν ἐκείνων εὐχὴ τοιαύτη· εἷς δὲ τοῦ ἀριθμοῦ, ὀκλάσας πρὸς τὰ δεινὰ, λειποτακτήσας ᾤχετο, πένθος ἀμύθητον τοῖς ἁγίοις καταλιπών. Ἀλλ' οὐ γὰρ ἀφῆκεν αὐτῶν ἀτελεῖς γενέσθαι τὰς δεήσεις ὁ Κύριος. Ὁ γὰρ τὴν φυλακὴν τῶν μαρτύρων πεπιστευμένος, ἐγγύθεν ἀπό τινος γυμνασίου διαθαλπόμενος, ἀπεσκόπει τὸ μέλλον, ἕτοιμος προσδέχεσθαι τῶν στρατιωτῶν τοὺς προσφεύγοντας. Καὶ γὰρ αὖ καὶ τοῦτο, ἐγγύθεν εἶναι λουτρὸν, ἐπενοήθη, ὀξεῖαν τὴν βοήθειαν τοῖς μεταβαλλομένοις ἐπαγγελλόμενον. Ὅπερ μέντοι τοῖς ἐναντίοις κακούργως ἐπενοήθη, τοιοῦτον ἐξευρεῖν τῆς ἀθλήσεως τόπον, ἐν ᾧ τὸ ἕτοιμον τῆς παραμυθίας ἐκλύειν ἔμελλε τῶν ἀγωνιζομένων τὴν ἔνστασιν· τοῦτο λαμπροτέραν ἐδείκνυε τὴν ὑπομονὴν τῶν μαρτύρων. Οὐ γὰρ ὁ ἀπορῶν τῶν ἀναγκαίων καρτερικὸς, ἀλλ' ὁ ἐν ἀφθονίᾳ τῆς ἀπολαύσεως ἐγκαρτερῶν τοῖς δεινοῖς.
prayer of them all: Forty we entered into the stadium; may we forty be crowned, O Master. Let not even one be wanting to the number. Honourable is it, which Thou didst honour by the fast of forty days, through which lawgiving entered into the world. Seeking out the Lord in fasting for forty days, Elijah obtained the vision. Such indeed was their prayer; yet one of the number, sinking beneath the terrors, deserted his post and departed, leaving behind unspeakable grief to the saints. Yet the Lord did not suffer their petitions to go unfulfilled. For the man entrusted with the guard over the martyrs, warming himself nearby from a certain gymnasium, was watching what would come to pass, ready to welcome any of the soldiers who fled to him for refuge. For indeed this too had been contrived—that a bathhouse should be nearby, promising swift relief to those who changed their mind. Yet the very thing that had been maliciously contrived by the adversaries—to devise such a place for the contest, in which the readiness of relief was meant to dissolve the steadfastness of the contestants—this showed the endurance of the martyrs all the more resplendent. For not he who lacks necessities is steadfast, but he who amidst abundance of enjoyment perseveres in terrors.
7. Ὡς δὲ οἱ μὲν ἠγωνίζοντο, ο δὲ ἐπετήρει τὸ ἐκβησόμενον, εἶδε θέαμα ξένον, δυνάμεις τινὰς ἐξ οὐρανῶν κατιούσας, καὶ οἷον παρὰ βασιλέως δωρεὰς μεγάλας διανεμούσας τοῖς στρατιώταις· αἳ τοῖς μὲν ἄλλοις πᾶσι διῄρουν τὰ δῶρα, ἕνα δὲ μόνον ἀφῆκαν ἀγέραστον, ἀνάξιον κρίνασαι τῶν οὐρανίων τιμῶν· ὃς εὐθὺς, πρὸς τοὺς πόνους ἀπαγορεύσας, πρὸς τοὺς ἐναντίους ἀπηυτομόλησεν. Ἐλεεινὸν θέαμα τοῖς δικαίοις ὁ στρατιώτης φυγὰς, ὁ ἀριστεὺς αἰχμάλωτος, τὸ Χριστοῦ πρόβατον θηριάλωτον· καὶ τό γε ἐλεεινότερον, ὅτι καὶ τῆς αἰωνίου ζωῆς διήμαρτε, καὶ οὐδὲ ταύτης ἀπήλαυσεν, εὐθὺς αὐτῷ τῆς σαρκὸς ἐν τῇ προσβολῇ τῆς θέρμης διαλυθείσης. Καὶ ὁ μὲν φιλόζωος ἔπεσεν ἀνομήσας διακενῆς· ὁ δὲ δήμιος, ὡς εἶδεν αὐτὸν ἐκκλίναντα, καὶ πρὸς τὸ βαλανεῖον ἀποδραμόντα, ἑαυτὸν εἰς τὴν τοῦ λειποτακτήσαντος χώραν ἀντικατέστησε, καὶ ῥίψας τὰ περιβόλαια, τοῖς γυμνοῖς ἑαυτὸν ἐγκατέμιξε, κράζων τὴν αὐτὴν βοὴν τοῖς ἁγίοις· Χριστιανός εἰμι. Καὶ τῷ ἀθρόῳ τῆς μεταβολῆς ἐκπλήξας τοὺς συμπαρόντας, τόν τε ἀριθμὸν ἀνεπλήρωσε, καὶ τὴν ἐπὶ τῷ καταμαλακισθέντι λύπην τῇ παρ' ἑαυτοῦ προσθήκῃ παρεμυθήσατο, μιμησάμενος τοὺς ἐπὶ παρατάξεως, οἳ, τοῦ κατὰ τὴν πρώτην ἀσπίδα πεσόντος, εὐθὺς ἀναπληροῦσι τὴν φάλαγγα, ὡς μὴ τὸν συνασπισμὸν αὐτοῖς διακοπῆναι τῷ λείποντι. Τοιοῦτον δή τι καὶ αὐτὸς ἐποίησεν. Εἶδε τὰ οὐράνια θαύματα, ἐπέγνω τὴν
7. Now while they were contending and he was watching the outcome, he beheld a strange spectacle: certain powers descending from the heavens and distributing great gifts to the soldiers as though from a king; these apportioned the gifts to all the others, yet left one man alone unrewarded, judging him unworthy of the heavenly honours; and he straightway, giving out in the face of the toils, deserted to the adversaries. A pitiable spectacle to the righteous: the soldier a fugitive, the champion a captive, Christ's sheep seized by wild beasts; and what was more pitiable still, he both missed eternal life and did not even enjoy this present one, his flesh dissolving immediately upon the impact of the heat. And so the lover of life fell, having transgressed in vain; whereas the executioner, when he saw him turn aside and run off towards the bathhouse, set himself in the place of the deserter, and casting off his garments mingled himself with the naked men, crying out the very same cry as the saints: I am a Christian. And astounding the bystanders by the suddenness of the change, he both filled up the number and consoled their grief over the man who had turned cowardly by the addition of himself, imitating men in battle-array who, when one in the front rank falls, straightway fill up the phalanx, so that their locked shield-line may not be broken by the gap. Just such a thing did he also do. He beheld the heavenly wonders, recognized the
Notes, col. 520

On the reading

Printed ο, for ὁ.

PG 31:521Read from the page
ἀλήθειαν, προσέφυγε τῷ Δεσπότῃ, συνηριθμήθη τοῖς μάρτυσι. Τὰ τῶν μαθητῶν ἀνενεώσατο. Ἀπῆλθεν Ἰούδας, καὶ ἀντεισήχθη Ματθίας. Μιμητὴς ἐγένετο Παύλου, ὁ χθὲς διώκτης, σήμερον εὐαγγελιζόμενος. Ἄνωθεν ἔσχε καὶ αὐτὸς τὴν κλῆσιν, Οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου. Ἐπίστευσεν εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐβαπτίσθη εἰς αὐτὸν, οὐχ ὑπὸ ἄλλου, ἀλλ' ὑπὸ τῆς οἰκείας πίστεως· οὐκ ἐν ὕδατι, ἀλλ' ἐν τῷ ἰδίῳ αἵματι.
truth, fled for refuge to the Master, and was numbered among the martyrs. He renewed the story of the disciples. Judas departed, and Matthias was brought in in his stead. He became an imitator of Paul: yesterday a persecutor, today a preacher of good tidings. From above did he also receive his calling, Not from men, nor through man. He believed in the name of our Lord Jesus Christ; he was baptized into Him, not by another, but by his own faith; not in water, but in his own blood.
8. Καὶ οὕτως, ἡμέρας ἀρχομένης, ἔτι ἐμπνέοντες τῷ πυρὶ παρεδόθησαν, καὶ τὰ τοῦ πυρὸς λείψανα ἐπὶ τὸν ποταμὸν ἀπεῤῥίφη· ὥστε διὰ πάσης τῆς κτίσεως διεξελθεῖν τῶν μακαρίων τὴν ἄθλησιν. Ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο. Ἐκείνων ἐστὶν ἡ φωνή· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οὗτοί εἰσιν οἱ τὴν καθ' ἡμᾶς χώραν διαλαβόντες, οἱονεὶ πύργοι τινὲς συνεχεῖς, ἀσφάλειαν ἐκ τῆς τῶν ἐναντίων καταδρομῆς παρεχόμενοι, οὐχ ἑνὶ τόπῳ ἑαυτοὺς κατακλείσαντες, ἀλλὰ πολλοῖς ἤδη ἐπιξενωθέντες χωρίοις, καὶ πολλὰς πατρίδας κατακοσμήσαντες. Καὶ τὸ παράδοξον, οὐ καθ' ἕνα διαμερισθέντες τοῖς δεχομένοις ἐπιφοιτῶσιν· ἀλλ' ἀναμιχθέντες ἀλλήλοις, ἡνωμένως χορεύουσιν. Ὢ τοῦ θαύματος! Οὔτε ἐλλείπουσι τῷ ἀριθμῷ, οὔτε πλεονασμὸν ἐπιδέχονται. Ἐὰν εἰς ἑκατὸν αὐτοὺς διέλῃς, τὸν οἰκεῖον ἀριθμὸν οὐκ ἐκβαίνουσιν· ἐὰν εἰς ἓν συναγάγῃς, τεσσαράκοντα καὶ οὕτω μένουσι, κατὰ τὴν τοῦ πυρὸς φύσιν. Καὶ γὰρ ἐκεῖνο καὶ πρὸς τὸν ἐξάπτοντα μεταβαίνει, καὶ ὅλον ἐστὶ παρὰ τῷ ἔχοντι· καὶ οἱ τεσσαράκοντα καὶ πάντες εἰσὶν ὁμοῦ, καὶ πάντες εἰσὶ παρ' ἑκάστῳ. Ἡ ἄφθονος εὐεργεσία, ἡ μὴ δαπανωμένη χάρις· ἑτοίμη βοήθεια Χριστιανοῖς, ἐκκλησία μαρτύρων, στρατὸς τροπαιοφόρων, χορὸς δοξολογούντων. Πόσα ἂν ἔκαμες, ἵνα ἕνα που εὕ-
8. And thus, as day began, while still breathing they were delivered over to the fire, and the remains left by the fire were cast upon the river, so that the contest of the blessed ones passed through the whole creation. Upon the earth they contended, in the air they persevered, to the fire they were delivered over, the water received them. Theirs is the voice: We passed through fire and water, and Thou didst bring us out into refreshment. These are they who have occupied our country, like continuous towers affording security against the inroad of adversaries, not shutting themselves up in a single place, but already received as guests in many places and adorning many homelands. And the marvel is that they do not visit those who receive them divided up one by one, but mingled with one another they dance in unity. O the wonder! They neither fall short in number, nor admit of increase. If you divide them into a hundred parts, they do not exceed their proper number; if you gather them together into one, forty even so they remain, after the nature of fire. For fire too both passes over to him who kindles from it and remains whole with him who possesses it; and the forty are both all together and all with each person. Unstinting beneficence, grace unspent; ready help for Christians, an assembly of martyrs, an army of trophy-bearers, a choir of those who glorify [God]. How much would you have toiled to find