Migne Reading Room

PG 31 · cols. 452–461 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:452Read from the page
ὑπερβολῇ τῶν ἡδονῶν ἐξοιστρουσῶν ἐπὶ λαγνείας ἐκτετηκότες καὶ διαῤῥέοντες, ἀλλὰ καὶ αὐτῷ τῷ ὄγκῳ πεπλαδηκὸς καὶ βρυῶδες καὶ τοῦ ζωτικοῦ τόνου λελυμένον τὸ σῶμα φέροντες. Τούτων πελιδνοὶ οἱ ὀφθαλμοί· ὕπωχρος δὲ ἡ ἐπιφάνεια· πνεῦμα προσεστηκός· γλῶσσα παρειμένη, καὶ κραυγὴ ἄσημος· ἀκροσφαλεῖς οἱ πόδες καθάπερ οἱ τῶν παίδων· ἐκκρίσεις δὲ τῶν περιττωμάτων αὐτόματοι ὥσπερ ἀπὸ ἀψύχων ῥέουσαι. Ἐλεεινοὶ τῆς τρυφῆς, ἐλεεινότεροι τῶν ἐν πελάγει χειμαζομένων, οὓς ἄλλα ἐξ ἄλλων διαδεχόμενα καὶ ἐπιβαπτίζοντα κύματα ἀναφέρειν οὐκ ἐπιτρέπει τοῦ κλύδωνος. Οὕτω δὴ καὶ τούτων αἱ ψυχαὶ ὑποβρύχιοι φέρονται βεβαπτισμέναι τῷ οἴνῳ. Διόπερ ὡς τὰ χειμαζόμενα πλοῖα, ἐπειδὰν ὑπέραντλα γένηται, ἀναγκαίως τῇ ἐκβολῇ τοῦ φόρτου κουφίζεται· οὕτω καὶ τούτοις ἀναγκαῖαι τῶν βαρυνόντων αἱ ἀποθέσεις. Ἐμοῦντες γὰρ καὶ ἀποβλύζοντες, μόλις ἐλευθεροῦνται τοῦ βάρους· τοσοῦτον τῶν δυσπλοούντων ἐλεεινότεροι, ὅσον οἱ μὲν ἀνέμους καὶ θάλασσαν καὶ τὰς ἔξωθεν ἀνάγκας ἐπαιτιῶνται· οἱ δὲ αὐθαίρετον ἐπισπῶνται τὸν ἐκ τῆς μέθης χειμῶνα. Ὁ δαιμονῶν ἐλεεινός· ὁ δὲ μεθύων, τὰ αὐτὰ πάσχων, οὐδὲ τοῦ ἐλεεῖσθαι ἄξιος, αὐθαιρέτῳ δαίμονι προσπαλαίων. Οἳ καὶ μέθης συντιθέασι φάρμακα, οὐχὶ τὸ μὴ παθεῖν τι δεινὸν ἀπὸ τοῦ οἴνου, ἀλλὰ τὸ μὴ διαλείπειν μεθύοντες μηχανώμενοι. Ὀλίγη μὲν γὰρ αὐτοῖς ἡ ἡμέρα· μικρὰ δὲ ἡ νὺξ καὶ ἡ χειμέριος, πρός γε τὸν τοῦ πότου χρόνον. Τέλος δὲ οὐκ ἔστι τοῦ κακοῦ. Αὐτὸς γὰρ ἑαυτὸν ὁ οἶνος ἐπὶ τὸ πλεῖον προάγει. Οὐ γὰρ τὴν χρείαν παραμυθεῖται, ἀλλ' ἑτέρου πότου χρείαν ἀπαραίτητον ἐμποιεῖ, ἐκκαίων τοὺς μεθύοντας, καὶ ἀεὶ πρὸς τὴν τοῦ πλείονος ἔφεσιν προκαλούμενος. Ἀπλήρωτον δὲ τοῦ πίνειν τὴν ὄρεξιν ἔχειν ἐπινοοῦντες, τὸ ἐναντίον πάσχουσιν ἢ προῄρηνται. Τῷ γὰρ συνεχεῖ τῆς τρυφῆς τὰς αἰσθήσεις ἀπομαραίνουσιν. Ὡς γὰρ τὸ ἄγαν λαμπρὸν ἀμαυροῖ τὰς ὄψεις, καὶ ὥσπερ οἱ τοῖς μεγάλοις ψόφοις κατακρουόμενοι τῇ ἀμετρίᾳ τῆς πληγῆς εἰς τὸ μηδὲ ἀκούειν παντελῶς περιάγονται· οὕτω καὶ οὗτοι λελήθασιν ἑαυτοὺς ὑπὸ τῆς ἄγαν φιληδονίας τὴν ἡδονὴν ἀπολέσαντες. Ἄποιος μὲν γὰρ αὐτοῖς καὶ ὑδατώδης ὁ οἶνος, κἂν ἄκρατος ᾖ· χλιαρὰ δὲ τοῦ νεαροῦ ἡ ἀντίληψις, κἂν τὸ ἀκραιφνέστατον ᾖ, κἂν αὐτὴ χιὼν, κατασβέσαι τὴν ἔνδον ἐν αὐτοῖς ἐκ τῆς ἀμετρίας τοῦ οἴνου καιομένην φλόγα μὴ δυναμένη. Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; Οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνῳ, καὶ κατασκοπούντων ποῦ πότοι γίνονται; Τὸ οὐαὶ θρηνῶδές ἐστι ἐπίφθεγμα. Θρήνου δὲ ἄξιοι οἱ μεθύοντες, διότι Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Θόρυβος δὲ διὰ τὴν ἐκ τοῦ οἴνου ταραχὴν ἐγγινομένην τοῖς λογισμοῖς. Καὶ
melted away and dissolving through the excess of pleasures that goad them into lewdness, but also carrying about their body flabby in its very bulk, sodden, and slackened in its vital tone. Their eyes are livid; their complexion sallow; their breath choked; their tongue slack, and their cry indistinct; their feet unsteady just like those of children; and the discharges of their superfluities flow of their own accord as though from lifeless things. Pitiable for their luxury, more pitiable than those tossed by storms on the open sea, whom waves succeeding one after another and whelming them do not suffer to rise out of the surge. Even so are the souls of these men borne along submerged, whelmed in wine. Wherefore, just as storm-tossed vessels, whenever they become waterlogged, are of necessity lightened by the jettisoning of their cargo; so for these men also the castings-off of what weighs them down are necessary. For by vomiting and spewing up they are scarcely freed from the burden; by so much more pitiable than distressed mariners, inasmuch as those blame winds and sea and external necessities, whereas these of their own choice draw upon themselves the tempest that comes from drunkenness. The demoniac is pitiable; yet the drunkard, suffering the same things, is not even worthy to be pitied, since he wrestles with a self-chosen demon. They even compound drugs for drunkenness, contriving not how they may suffer no harm from the wine, but how they may not leave off being drunk. For brief to them is the day; short too is the night, even the winter night, in comparison with the time of drinking. And there is no end to the evil. For wine of itself leads itself on to more. For it does not appease the need, but produces an inexorable need of another draught, burning up the drunken, and ever provoking them towards the craving for more. Yet while devising to have an insatiable appetite for drinking, they suffer the opposite of what they have purposed. For by the continuance of luxury they wither away their senses. For as excessive brightness dims the sight, and just as those battered by loud noises are brought around by the excess of the blow to not hearing at all; so these men also have unawares lost pleasure through their excessive love of pleasure. For to them wine is tasteless and watery, even though it be unmixed; and tepid is their perception of what is fresh, even though it be the purest, even though it be snow itself, unable to quench the flame burning within them from the excess of wine. To whom is woe? to whom tumult? to whom judgements? to whom disgusts and babblings? to whom bruises without cause? whose eyes are livid? Are they not those of men lingering in wine, and spying out where drinking-bouts take place? Woe is a mournful exclamation. And worthy of mourning are the drunken, because Drunkards shall not inherit the kingdom of God. And tumult [arises] because of the confusion engendered in the thoughts by wine. And
PG 31:453Read from the page
ἀηδίαι διὰ τὰς πικρὰς ἐκ τῆς τοῦ πίνειν ἡδονῆς ἀναδόσεις. Τούτων γὰρ δεσμοῦνται μὲν οἱ πόδες, δεσμοῦνται δὲ χεῖρες ἐκ τῶν ἐπιπεμπομένων αὐτοῖς παρὰ τῆς μέθης ῥευμάτων. Καίτοι καὶ πρὸ τούτων τῶν παθῶν, παρ' αὐτὸν τὸν καιρὸν τοῦ πίνειν, τὰ τῶν φρενιτικῶν αὐτοῖς συμπίπτει πάθη. Ὅταν γὰρ πλήρεις αἱ μήνιγγες γένωνται τῆς αἰθάλης, ἣν ὁ οἶνος ἐξατμιζόμενος ἀναφέρει, βάλλεται μὲν ὀδύναις ἀφορήτοις ἡ κεφαλή· μένειν δὲ ὀρθὴ ἐπὶ τῶν ὤμων μὴ δυναμένη, ἄλλοτε ἐπ' ἄλλα καταπίπτει, τοῖς σπονδύλοις ἐνολισθαίνουσα. Λέσχην δὲ λέγει τὴν ἄμετρον ἐν τοῖς συμποσίοις καὶ ἐμφιλόνεικον ὁμιλίαν. Καὶ συντρίμματα διακενῆς γίνεται τοῖς οἰνόφλυξιν, οὐ δυναμένοις ὀρθοῦσθαι ὑπὸ τῆς μέθης. Ἀνατρέπονται γὰρ εἰς παντοῖα πτωμάτων σχήματα, ὥστε ἀναγκαῖον αὐτοὺς ἐπὶ τοῦ σώματος συντρίμματα ἔχειν διακενῆς.
disgusts because of the bitter uprisings from the pleasure of drinking. For their feet are bound and their hands are bound from the fluxes sent upon them by drunkenness. And yet even before these sufferings, at the very time of drinking, the affections of phrenetics befall them. For whenever the membranes of the brain become full of the murky vapour which the evaporating wine sends up, the head is smitten with unbearable pains; and unable to remain upright upon the shoulders, it falls down now one way, now another, slipping upon the vertebrae. And by babbling he means immoderate and contentious talk at banquets. And bruises without cause happen to wine-bibbers, since they cannot stand upright by reason of drunkenness. For they are overturned into all manner of postures of falling, so that of necessity they have bruises without cause upon the body.
5. Ἀλλὰ τίς εἴπῃ ταῦτα τοῖς οἰνοπλήκτοις; Καρηβαροῦσι γὰρ ἐκ τῆς κραιπάλης, νυστάζουσι, χασμῶνται, ἀχλὺν βλέπουσι, ναυτιῶσι. Διὰ τοῦτο οὐκ ἀκούουσι τῶν διδασκάλων πολλαχόθεν αὐτοῖς ἐμβοώντων· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία· καὶ πάλιν· Ἀκόλαστον οἶνος, καὶ ὑβριστικὸν μέθη. Ὧν παρακούοντες, αὐτόθεν ἔχουσι τὰς ἐπικαρπίας τῆς μέθης. Οἰδαίνει μὲν γὰρ ὁ ὄγκος, ὀφθαλμοὶ δίυγροι, στόμα ξηρὸν καὶ διακαές. Ὥσπερ γὰρ αἱ χαράδραι, ἕως μὲν ἂν αὐταῖς ἐπιῤῥέωσιν οἱ χείμαῤῥοι, πλήρεις εἶναι δοκοῦσι, παρελθούσης δὲ τῆς πλημμύρας, ξηραὶ καταλιμπάνονται· οὕτω καὶ τοῖς οἰνόφλυξι τὸ στόμα, ἐλλιμνάζοντος μὲν τοῦ οἴνου, πλῆρές ἐστί πως καὶ δίυγρον, μικρὸν δὲ παραδραμόντος, ξηρὸν καὶ ἄνικμον ἀπελέγχεται. Παρασυρόμενον δὲ ἀεὶ καὶ κατακλυζόμενον τῇ ἀμετρίᾳ τοῦ οἴνου, καὶ τὴν ζωτικὴν ἰκμάδα προσαποβάλλει. Ποία γὰρ κατασκευὴ ἀνθρώπου οὕτως ἰσχυρὰ, ὥστε τοῖς ἐκ τῆς μέθης κακοῖς ἀντισχεῖν; Τίς γὰρ μηχανὴ τὸ ἀεὶ θερμαινόμενον καὶ ἀεὶ διάβροχον τῷ οἴνῳ γινόμενον σῶμα μὴ οὐχὶ ἔκπλυτον καὶ ἐξίτηλον καὶ διεῤῥυηκὸς γενέσθαι; Ἐντεῦθεν οἱ τρόμοι καὶ αἱ ἀσθένειαι· κοπτομένου γὰρ αὐτοῖς τοῦ πνεύματος ὑπὸ τῆς ἀμετρίας τοῦ οἴνου, καὶ τῶν νεύρων λυομένων τῆς συντονίας, ὁ κλόνος τῷ σύμπαντι ὄγκῳ τοῦ σώματος ἐπιγίνεται. Τί τὴν κατάραν τοῦ Κάϊν ἐφ' ἑαυ-
5. Yet who could speak these things to those stricken with wine? For they are heavy-headed from their debauch, they nod in drowsiness, they yawn, they see a mist, they are nauseous. Therefore they do not hear the teachers crying aloud to them from every side: Be not drunk with wine, wherein is profligacy; and again: Wine is licentious, and drunkenness insolent. Disregarding these words, they straightway have the fruits of drunkenness. For their bulk swells up, their eyes are watery, their mouth dry and parched with heat. For just as ravines, so long as the winter torrents flow into them, seem to be full, but once the flood has passed by, are left dry; so also with wine-bibbers the mouth, while the wine stands pooled in it, is in some way full and moist, but once a little time has gone by, is proved dry and moistureless. And being ever swept along and flooded by the excess of wine, it loses its vital moisture besides. For what human constitution is so strong as to withstand the evils arising from drunkenness? For what contrivance is there whereby a body ever heated and ever becoming soaked in wine should not become washed out, faded, and decayed? Hence come tremors and weaknesses; for as their breath is cut short by the excess of wine, and the sinews are loosed from their tension, shaking comes upon the entire bulk of the body. Why the curse of Cain upon your-
PG 31:456Read from the page
τὸν ἐπισπᾶσαι, τρέμων καὶ περιφερόμενος διὰ παντὸς τοῦ βίου; Οὐ γὰρ ἔχον τὸ σῶμα τὸν ἐκ τῆς φύσεως στηριγμὸν, ἀναγκαίως πεοιδονεῖται καὶ κατασείεται.
self do you draw down, trembling and tossed about throughout your whole life? For when the body does not possess the support that comes from nature, it is of necessity whirled round and shaken down.
6. Μέχρι πότε οἶνος; μέχρι τίνος μέθη; Κινδυνεύεις λοιπὸν βόρβορος εἶναι ἀντὶ ἀνθρώπου, οὕτως ὅλος ἀνεμίχθης τῷ οἴνῳ, καὶ συγκατεσάπης αὐτῷ, ἐκ τῆς καθημερινῆς κραιπάλης οἴνου ἀπόζων, καὶ τούτου διεφθαρμένου, ὥσπερ τῶν ἀγγείων τὰ ἀχρηστότατα. Τούτους Ἠσαΐας ὀδύρεται· Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῗ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει· μετὰ γὰρ κιθάρας καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Σίκερα πᾶν τὸ δυνάμενον μέθην ἐμποιῆσαι πόμα τοῖς Ἑβραίοις ὀνομάζειν σύνηθες. Οἱ οὖν ἀρχομένης ἡμέρας περισκοποῦντες, ποῦ πότοι γίνονται, καὶ οἰνοπώλια καὶ καπηλεῖα περιαθροῦντες, καὶ ἀλλήλους ἐπὶ τὸ πίνειν παραλαμβάνοντες, καὶ πᾶσαν τῆς ψυχῆς τὴν μέριμναν περὶ τὴν τῶν τοιούτων φροντίδα καταναλίσκοντες, οὗτοι ὑπὸ τοῦ προφήτου καταθρηνοῦνται, ὡς καιρὸν οὐδένα ἑαυτοῖς πρὸς τὴν τῶν θαυμασίων τοῦ Θεοῦ κατανόησιν ἀπολείποντες. Οὐ γὰρ ἄγουσι σχολήν οἱ ὀφθαλμοὶ αὐτῶν ἀνανεῦσαι πρὸς οὐρανὸν, καὶ τὰ ἐν αὐτῷ κάλλη καταμαθεῖν, καὶ πᾶσαν τὴν ἐν τοῖς οὖσι διακόσμησιν ἐπισκέψασθαι, ὥστε ἐκ τῆς τούτων εὐταξίας τὸν δημιουργὸν ἐννοῆσαι· ἀλλ' εὐθὺς ἀρχομένης ἡμέρας κοσμοῦσιν ἑαυτῶν τὰ συμπόσια τάπησι ποικίλοις καὶ ἀνθίνοις παραπετάσμασι, σπουδήν τε καὶ ἐπιμέλειαν εἰς τὴν τῶν ἐκπωμάτων παρασκευὴν ἐπιδείκνυνται, ψυκτῆρας καὶ κρατῆρας καὶ φιάλας, ὥσπερ ἐν πομπῇ τινι καὶ πανηγύρει, διατιθέντες, ὡς ἂν τὸ τῶν ἀγγείων διάφορον τὸν κόρον αὐτοῖς ὑποκλέπτῃ, καὶ ἡ τῶν ἐκπωμάτων ὑπαλλαγὴ καὶ μετάβασις ἱκανὴν αὐτοῖς εἰς τὸ πίνειν διατριβὴν ἐμποιῇ. Συμποσίαρχοι δέ τινες ἐπὶ τούτοις καὶ ἀρχιοινοχόοι, καὶ ἀρχιτρίκλινοι· καὶ τάξις ἐν ἀταξίᾳ, καὶ διάθεσις ἐν ἀκόσμῳ πράγματι ἐπινενόηται, ἵν', ὥσπερ ταῖς ἀρχαῖς ταῖς ἔξωθεν ἐκ τῶν δορυφορούντων ἡ σεμνότης συναύξεται, οὕτω καὶ τῇ μέθῃ οἷον βασιλίδι τινὶ θεραπείαν περιστήσαντες, τὸ ἐπονείδιστον αὐτῆς τῷ ὑπερβάλλοντι τῆς σπουδῆς περιστέλλωσι. Στέφανοι
6. Until when wine? how long drunkenness? You are in danger henceforth of being mire instead of a man, so wholly have you been mixed up with wine, and rotted away together with it, reeking of wine from daily debauch, and spoiled wine at that, like the most useless of vessels. Over these Isaiah laments: Woe to those who rise up early in the morning, and pursue strong drink, who tarry until evening; for wine shall burn them up; for with harp and flutes they drink wine, but they look not upon the works of the Lord, and consider not the works of His hands. Every drink capable of producing drunkenness it is customary among the Hebrews to call sikera. Those, therefore, who as day begins look round to see where drinking-bouts are taking place, and peer about wine-shops and taverns, and take one another along to drink, and spend all the care of their soul upon concern for such things, these are bewailed by the prophet, as leaving no time to themselves for the contemplation of the wonderful works of God. For their eyes have no leisure to look up towards heaven, and learn thoroughly the beauties within it, and survey all the orderly arrangement among existing things, so as from the good order of these to conceive of the Maker; but straightway as day begins they adorn their banqueting-halls with variegated carpets and flowered hangings, and display zeal and diligence in the preparation of drinking-cups, setting out wine-coolers and mixing-bowls and goblets as though in some procession and festival, so that the variety of the vessels may steal away satiety from them, and the alternation and shifting of cups may produce for them sufficient lingering in drinking. Over these too there are certain toast-masters and chief cupbearers and stewards of the feast; and order in disorder, and arrangement in an unseemly business has been devised, so that, just as for worldly magistracies dignity is heightened from their bodyguards, so they too, having stationed a retinue round drunkenness as though round some queen, may cloak its shamefulness by the excess of their zeal. Garlands
Notes, col. 456

On the reading

Printed πεοιδονεῖται, for περιδονεῖται.

Printed σχολήν, for σχολὴν.

PG 31:457Read from the page
ἐπὶ τουτοις καὶ ἄνθη καὶ μύρα καὶ θυμιάματα, καὶ μυρίαι τινὲς ἔξωθεν θυμηδίαι, πλείονα τὴν ἀσχολίαν τοῖς ἀπολλυμένοις παρασκευάζουσιν. Εἶτα πόῤῥω προϊόντος τοῦ πότου, ἅμιλλαι περὶ τοῦ πλείονος, φιλονεικίαι καὶ ἀγωνίσματα, ἀλλήλους ὑπερβάλλεσθαι φιλοτιμουμένων κατὰ τὴν μέθην· καὶ ὁ ἀγωνοθετῶν αὐτοῖς ὁ διάβολος, καὶ ἆθλον τῆς νίκης ἡ ἁμαρτία. Ὁ γὰρ πλείονα τὸν ἄκρατον ἐκχεόμενος, οὗτος φέρεται κατὰ τῶν ἄλλων τὰ νικητήρια. Ὄντως Ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Φιλονεικοῦσι μὲν γὰρ ἀλλήλοις, ἀμύνονται δὲ ἑαυτούς. Ποῖος λόγος ἐφικέσθαι τῆς αἰσχρότητος τῶν γινομένων δύναται; Πάντα ἀλογίας γέμει, πάντα συγχύσεως οἱ ἡττηθέντες μεθύουσιν, οἱ νικῶντες μεθύουσιν, οἱ ὑπηρέται καταγελῶσιν. Ἡ χεὶρ ἀπείρηκε, τὸ στόμα οὐχ ὑποδέχεται, ἡ γαστὴρ διαῤῥήγνυται, καὶ τὸ κακὸν οὐχ ὑφίησι. Τὸ ἄθλιον σῶμα, τοῦ φυσικοῦ τόνου παοαλυθὲν, ἀπόῤῥυτόν ἐστι πανταχόθεν, τὴν ἐκ τῆς ἀμετρίας βίαν μὴ ὑπομένον.
upon these things, both flowers and unguents and incenses, and ten thousand delights of some sort from without, prepare greater occupation for those who are perishing. Then, as the drinking advances far onward, there are contests over the greater draught, rivalries and struggles, whilst they are ambitious to surpass one another in drunkenness; and he who presides over the games for them is the devil, and the prize of the victory is sin. For he who pours out for himself the greater amount of unmixed wine, this man carries off the prizes of victory against the others. Truly, Their glory is in their shame (Phil. 3:19). For they contend with one another, and they take vengeance upon themselves. What discourse is able to reach unto the baseness of the things that take place? All things are full of irrationality, all things of confusion; the vanquished are drunken, the victorious are drunken, the attendants laugh them to scorn. The hand has given out, the mouth does not receive, the belly is burst asunder, and the evil does not abate. The wretched body, paralysed in its natural tone, is flowing away on every side, not enduring the violence that comes from immoderation.
7. Ἐλεεινὸν θέαμα Χριστιανῶν ὀφθαλμοῖς ἀνὴρ ἀκμάζων καθ' ἡλικίαν, σφριγῶν τῷ σώματι, στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, φοράδην οἴκαδε κομιζόμενος, μὴ δυνάμενος ὀρθοῦσθαι, μηδὲ τοῖς ἰδίοις ποσὶν ἀπιέναι. Ἀνὴρ φοβερὸς εἶναι ὀφείλων τοῖς πολεμίοις, γέλωτός ἐστιν ἀφορμὴ τοῖς κατ' ἀγορὰν παιδίοις· ἄνευ σιδήρου καταβέβληται, ἄνευ πολεμίων πεφόνευται. Ἀνὴρ ὁπλίτης, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ ἄνθος, οἴνου γέγονε παρανάλωμα, ἕτοιμος παθεῖν τοῖς ἐχθροῖς ὅσα βούλονται. Μέθη, λογισμῶν ὄλεθρος, ἰσχύος διαφθορὰ, γῆρας ἄωρον, ὀλιγοχρόνιος θάνατος. Τί γὰρ ἄλλο εἰσὶν οἱ μεθύοντες ἢ τὰ εἴδωλα τῶν ἐθνῶν; Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσι· χεῖρες παραλέλυνται, οἱ πόδες ἀπενεκρώθησαν. Τίς ὁ ταῦτα ἐπιβουλεύσας; τίς ὁ τῶν κακῶν τούτων αἴτιος; τίς ὁ τὸ τῆς μανίας ἡμῖν φάρμακον ἐγκεράσας; Ἄνθρωπε, παρά-
7. A pitiable spectacle for the eyes of Christians is a man in the prime of his age, vigorous in his body, distinguished in the military muster-rolls, carried homeward on a litter, unable to stand upright, or even to depart on his own feet. A man who ought to be terrible to the enemies is an occasion of laughter to the children in the market-place; without iron he has been struck down, without enemies he has been slain. A heavy-armed soldier, leading the very flower of his age, has become a waste consumption of wine, ready to suffer at the hands of his enemies whatsoever they wish. Drunkenness is the ruin of reasonings, the corruption of strength, untimely old age, a short-lived death. For what else are those who are drunken than the idols of the nations? They have eyes, and they see not; they have ears, and they hear not (Ps. 113:13-14); their hands are paralysed, their feet are deadened. Who is he that has plotted these things? Who is the author of these evils? Who is he that has mixed for us the drug of madness? O man, you have turned
Notes, col. 457

On the reading

Printed τουτοις, for τούτοις.

Printed παοαλυθὲν, for παραλυθὲν.

PG 31:460Read from the page
ταξιν ἐποίησας τὸ συμπόσιον. Ἐκβάλλεις τοὺς νεανίσκους χειραγωγουμένους, ὡς τραυματίας ἀπὸ πολέμου· ἐνέκρωσας τὴν ἀκμὴν τῆς νεότητος ἀπὸ οἴνου· καὶ καλεῖς μὲν ὡς φίλον ἐπὶ τὸ δεῖπνον, ἐκβάλλεις δὲ νεκρὸν, οἴνῳ τὴν ζωὴν αὐτοῦ κατασβέσας. Ὅταν δὲ νομισθῶσι διακορεῖς εἶναι τοῦ οἴνου, τότε τοῦ πίνειν ἄρχονται, καὶ πίνουσι τὸν τῶν κτηνῶν τρόπον, ὡς ἀπὸ κρήνης αὐτοσχεδίου, ἰσαρίθμους τοῖς ἀνακειμένοις τοὺς κρουνοὺς ἀφιείσης. Προϊόντος γὰρ ἤδη τοῦ πότου, ἐπεισέρχεταί τις αὐτοῖς νεανίας, γενναῖος τοὺς ὤμους, οὔπω μεθύων, φιάλην φέρων εὐμεγέθη οἴνου κατεψυγμένου· ὃς, τὸν οἰνοχόον αὐτῶν παρωσάμενος, καταστὰς εἰς τὸ μέσον, διὰ σκολιῶν σωλήνων ἴσην τοῖς συμπόταις διανέμει τὴν μέθην. Καινὸν τοῦτο τῆς ἀμετρίας τὸ μέτρον, ἵνα κατ' ἰσομοιρίαν ἀλλήλοις συνασελγαίνωσι, μηδένα ὑπερβάλλειν ἐν τῷ πίνειν τὸν ἕτερον. Διελόμενοι γὰρ τὰς ὑδροῤῥόας, καὶ τὴν πρὸς ἑαυτὸν ἕκαστος τετραμμένην ὑποδεξάμενοι, ὥσπερ ἀπό τινος δεξαμενῆς ἀπνευστὶ πίνουσιν ὡς οἱ βόες, τοσοῦτον ὑφέλκειν ἐπειγόμενοι τοῖς λαιμοῖς, ὅσον αὐτοῖς ἄνωθεν ὁ ψυκτὴρ διὰ τῶν ἀργυρέων ὀχετῶν ἐπαφίησι. Κατάκυψόν σου πρὸς τὴν ἀθλίαν γαστέρα· κατάμαθε τοῦ ὑποδεχομένου ἀγγείου τὸ μέγεθος· ὅτι μιᾶς κοτύλης ἔχει κοιλότητα. Μὴ πρὸς τὴν οἰνοχόην ἀφόρα, πότε κενώσῃς, ἀλλὰ πρὸς τὴν σεαυτοῦ κοιλίαν, ὅτι πάλαι πεπλήρωται. Διὰ τοῦτο, Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῗ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψὲ, καὶ διημερεύοντες ἐν τῇ μέθῃ· ὡς μηδένα καιρὸν ἑαυτοῖς παρέχειν εἰς τὸ τὰ ἔργα Κυρίου ἐμβλέπειν. καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ κατανοεῖν. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει· διότι τὸ ἐκ τοῦ οἴνου θερμὸν, ἐγγινόμενον τῇ σαρκὶ, ἔξαμμα γίνεται τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Τὸν μὲν γὰρ λογισμὸν καὶ τὸν νοῦν ὁ οἶνος καταβαπτίζει· τὰ δὲ πάθη καὶ τὰς ἡδονὰς ὥσπερ τι σμῆνος μελισσῶν ἐπεγείρει. Ποῖον γὰρ ἅρμα πώλων οὕτως ἀτάκτως φέρεται, ἀποβαλὸν τὸν ἡνίοχον; Ποῖον δὲ πλοῖον ἀκυβέρνητον, ὑπὸ τῶν κυμάτων, ὡς ἂν τύχῃ, φερόμενον, οὐκ ἀσφαλέστερόν ἐστι τοῦ μεθύοντος;
array have you made the banquet. You cast out the youths led by the hand, like wounded men from war; you have deadened the flower of youth with wine; and you invite a man as a friend to supper, yet cast him out dead, having quenched his life with wine. And when they are thought to be sated with wine, then they begin to drink, and they drink after the manner of cattle, as though from an improvised spring sending forth spouts equal in number to those reclining. For as the drinking is now advancing, there comes in upon them a certain youth, broad of shoulder, not yet drunk, bearing an immense bowl of chilled wine; who, thrusting aside their cupbearer and taking his stand in the midst, distributes through crooked pipes an equal share of drunkenness to the fellow-drinkers. Novel is this measure of excess, that in equal shares they may join in debauchery with one another, no one surpassing the other in drinking. For having divided up the conduits, and each having received the one turned towards himself, as though from some cistern they drink in one breath like oxen, hastening to draw down with their throats as much as the cooler lets flow down to them from above through the silver channels. Stoop down and look at your wretched belly; learn the size of the receiving vessel: that it has the cavity of a single cotyle. Do not stare at the wine-pitcher, to see when you may empty it, but at your own belly, seeing that it has long been filled. Therefore, Woe to those who rise up early in the morning and pursue strong drink, who tarry until evening, and pass the whole day in drunkenness; so as to afford themselves no time to look upon the works of the Lord, and to consider the works of His hands. For wine shall burn them up; because the heat arising from wine, coming to be in the flesh, becomes kindling for the fiery darts of the enemy. For wine plunges down reasoning and the mind, while passions and pleasures it stirs up just like a swarm of bees. For what chariot of colts is borne along in such disorder when it has thrown off its charioteer? And what rudderless ship, borne along by the waves as chance may have it, is not safer than the drunkard?
8. Ἀπὸ τοιούτων κακῶν, ἄνδρες ὁμοῦ καὶ γυναικες, κοινοὺς συστησάμενοι χοροὺς, δαίμονι οἰνηρῷ τὰς ψυχὰς παραδόντες, ἀλλήλους ταῖς ἀκίσι τῶν παθῶν ἀντετίτρωσκον. Γέλωτες παρ' ἀμφοτέρων, ᾄσματα αἰσχρὰ, σχήματα πορνικὰ, ἐρεθίζοντα πρὸς ἀσέλγειαν. Γελᾷς, εἰπέ μοι, καὶ τέρπῃ τέρψιν ἀκόλαστον, δακρύειν δέον καὶ στένειν ἐπὶ τοῖς φθάσασιν; Ἄσματα πόρνης φθέγγῃ, ἐκβαλὼν τοὺς ψαλμοὺς καὶ τοὺς ὕμνους, οὓς ἐδιδάχθης. Κινεῖς πόδας, καὶ ἐξάλλῃ ἐμμανῶς, καὶ χορεύεις ἀχόρευτα, δέον τὰ γόνατα
8. From such evils, men and women together, having formed common dances and surrendered their souls to a wine-besotted demon, wounded one another in turn with the barbs of the passions. Laughter on both sides, shameful songs, harlotrous postures, provoking to licentiousness. Do you laugh, tell me, and delight with a dissolute delight, when you ought to weep and groan over what is past? You utter a harlot's songs, having cast out the psalms and the hymns which you were taught. You move your feet, and leap about madly, and dance dances unfit to be danced, when you ought your knees
Notes, col. 460

On the reading

Printed γυναικες, for γυναῖκες.

PG 31:461Read from the page
κάμπτειν εἰς την προσκύνησιν; Τίνας ὀδύρωμαι; τὰς κόρας τὰς ἀπειρογάμους; ἢ τὰς ἐν τῷ ζυγῷ τοῦ γάμου κατεχομένας; Αἱ μὲν γὰρ ἐπανῆλθον, τὴν παρθενίαν οὐκ ἔχουσαι· αἱ δὲ τὴν σωφροσύνην τοῖς ἀνδράσιν οὐκ ἐπανήγαγον. Ει γάρ πού τινες καὶ τῷ σώματι τὴν ἁμαρτίαν διέφυγον, ἀλλὰ πάντως γε ταῖς ψυχαῖς τὴν φθορὰν ὑπεδέξαντο. Ταῦτά μοι καὶ περὶ τῶν ἀῤῥένων εἰρήσθω. Εἶδε κακῶς, ἐθεάθη κακῶς. Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν. Εἰ αἱ ἀπὸ ταυτομάτου συντυχίαι τοῖς περιέργως κατασκοποῦσι τοσοῦτον ἔχουσι κίνδυνον, αἱ κατ' ἐπιτήδευσιν ἀπαντήσεις, ὥστε ἰδεῖν γυναῖκας ἀσχημονούσας ὑπὸ τῆς μέθης, καὶ κατασχηματιζομένας πρὸς ἔκλυσιν, καὶ μέλη τεθρυμμένα ᾀδούσας, δυνάμενα καὶ μόνον ἀκουσθέντα πάντα οἶστρον ἡδονῆς ἐμποιῆσαι τοῖς ἀκολάστοις, τί ἐροῦσιν, ἢ τί ἀπολογήσονται, ἐκ τοιούτων θεαμάτων μυρίων ἑσμὸν τῶν κακῶν συλλεξάμενοι; Οὐχ, ὡς διὰ τοῦτο ἐμβλέψαντες, ἵνα τὰς ἐπιθυμίας ἐγείρωσιν; Οὐκοῦν ὑπόδικοί εἰσι, κατὰ τὴν ἀπαραίτητον ἀπόφασιν τοῦ Κυρίου, τῷ κρίματι τῆς μοιχείας. Πῶς ὑμᾶς ἡ Πεντηκοστὴ ὑποδέξεται, οὕτω τοῦ Πάσχα καθυβρισθέντος; Ἡ Πεντηκοστὴ τοῦ Πνεύματος ἔσχε τοῦ ἁγίου τὴν ἐναργῆ καὶ πᾶσι γνωρίμην ἐπιδημίαν· σὺ δὲ, προλαβὼν, σεαυτὸν οἰκητήριον τοῦ ἀντικειμένου ἐποίησας πνεύματος, καὶ ἐγένου ναὸς εἰδώλων, ἀντὶ τοῦ γενέσθαι ναὸς Θεοῦ διὰ τῆς ἐνοικήσεως τοῦ Πνεύματος τοῦ ἁγίου. Ἐπεσπάσω τὴν ἀρὰν τοῦ προφήτου εἰπόντος ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι Στρέψω τὰς ἑορτὰς αὐτῶν εἰς πένθος. Πῶς τῶν οἰκετῶν ἄρξετε, αὐτοὶ δουλεύοντες ἐπιθυμίαις ἀνοήτοις καὶ βλαβεραῖς ὡς ἀνδράποδα; Πῶς τοὺς παῖδας νουθετήσετε, ἀνουθέτητον ζωὴν καὶ ἀδιάτακτον ζῶντες; Τί οὖν; Ἐν τούτοις ὑμᾶς καταλείπω; Ἀλλὰ φοβοῦμαι, μή πως ὁ μὲν ἀνυπότακτος στραγότερος γένηται, ὁ κατανενυγμένος τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ. Ἴαμα γὰρ, φησὶ, καταπαύσει ἁμαρτίας μεγάλας. Ἡ νηστεία τὴν μέθην θεραπευσάτω· ψαλμὸς τὴν αἰσχρὰν μελῳδίαν· δάκρυον γενέσθω τοῦ γέλωτος ἴαμα· ἀντὶ τῆς ὀρχήσεως τὸ γόνυ κλινέσθω· ἀντὶ τοῦ κρότου τῶν χειρῶν τὸ στῆθος τυπτέσθω· ἀντὶ τοῦ κόσμου τῆς ἐσθῆτος ἡ ταπείνωσις. Ἐπὶ πᾶσιν ἡ ἐλεημοσύνη ἐξαγοραζέτω σε ἀπὸ τῆς ἁμαρτίας. Λύτρον γὰρ ἀνδρὸς ὁ ἴδιος αὐτοῦ πλοῦτος. Πολλοὺς ἐργάτευσον τῶν θλιβομένων εἰς τὴν κοινωνίαν τῆς προσευχῆς, εἰ ἄρα σοι ἀφεθήσεται ἡ ἐπίνοια τῆς κακίας. Ὅτε ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· (ἡ δὲ παιδιὰ αὐτῶν εἰδωλολατρεία ἦν·) τότε οἱ Λευῗται, κατὰ τῶν ἀδελφῶν ἑαυτοὺς ἐξοπλίσαντες, εἰς ἱερωσύνην τὰς χεῖρας ἑαυτῶν
to bend in worship? Whom shall I bewail? the maidens unacquainted with marriage? or those held fast in the yoke of wedlock? For the former returned not having their virginity; and the latter did not bring back chastity to their husbands. For even if perchance some escaped sin in the body as well, yet assuredly in their souls they received corruption. Let these things be said by me concerning the males as well. He looked wickedly, he was beheld wickedly. He who looks upon a woman so as to lust after her has already committed adultery. If chance encounters hold such great danger for those who gaze curiously, what will those who meet by design say, or what defence will they make—coming so as to see women behaving unseemly from drunkenness, and fashioning their postures towards wantonness, and singing enervated airs capable even when merely heard of engendering every frenzy of pleasure in the licentious—when from such spectacles they have gathered a swarm of countless evils? Did they not look on for this very purpose, that they might stir up lusts? Therefore they are liable, according to the inexorable sentence of the Lord, to the judgement of adultery. How will Pentecost welcome you, when Pascha has been thus outraged? Pentecost had the manifest and universally known advent of the Holy Spirit; whereas you, anticipating it, made yourself a dwelling-place of the opposing spirit, and became a temple of idols, instead of becoming a temple of God through the indwelling of the Holy Spirit. You drew upon yourself the curse of the prophet speaking in the person of God: I will turn their feasts into mourning. How will you rule over your household servants, when you yourselves are enslaved to foolish and harmful lusts like bondslaves? How will you admonish your children, when you live an unadmonished and disorderly life? What then? Shall I leave you in these things? Yet I fear lest perchance the unruly man become more shameless, and he who is pricked at heart be swallowed up by overmuch sorrow. For healing, it says, will put an end to great sins. Let fasting heal drunkenness; a psalm, the shameful melody; let a tear become the healing of laughter; instead of dancing, let the knee be bent; instead of the clapping of hands, let the breast be beaten; instead of adornment of raiment, humility. Above all, let almsgiving ransom you from sin. For the ransom of a man is his own wealth. Enlist many of the afflicted into the fellowship of prayer, if perchance the intent of your wickedness may be forgiven you. When the people sat down to eat and drink, and rose up to play (and their play was idolatry), then the Levites, having armed themselves against their brethren, for priesthood their own hands
Notes, col. 461

On the reading

Printed την, for τὴν.

Printed Ει, for Εἰ.