Migne Reading Room

PG 31 · cols. 440–449 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:440Read from the page
τῆς ἄγρας· ἀλλὰ ταῖς ἐλπίσιν αὐτοὺς ποικίλως παρακατέχουσα, τῇ περὶ ἑαυτὴν ἀσχολίᾳ, τοῖς νεοσσοῖς τὴν ἄδειαν τῆς φυγῆς προεξένησεν, εἶτα τὸ τελευταῖον καὶ αὐτὴ συναπέπτη. Φοβήθητι, μὴ καὶ σὺ τὰ παραπλήσια πάθῃς, ἐν ταῖς περὶ τῶν ἀδήλων ἐλπίσι τὰ φανερὰ προϊέμενος. Δεῦρο δὴ οὖν μοι, ὅλον σεαυτὸν μετάθες ἐπὶ τὸν Κύριον· ἐπίδος σεαυτοῦ τὴν ὀνομασίαν· καταγράφηθι μετὰ τῆς Ἐκκλησίας. Ὁ στρατιώτης καταλόγοις ἐναριθμεῖται· ὁ ἀθλητὴς ἐναπογραψάμενος ἀγωνίζεται· ὁ δημότης πολιτογραφηθεὶς τοῖς φυλέταις ἐναριθμεῖται. Πᾶσι τούτοις ὑπεύθυνος εἶ, ὡς στρατιώτης Χριστοῦ, ὡς ἀθλητὴς εὐσεβείας, ὡς τὸ πολίτευμα ἔχων ἐν οὐρανοῖς. Ἀπογράφηθι ἐν ταύτῃ τῇ βίβλῳ, ἵνα μεταγραφῇς εἰς τὴν ἄνω. Μάθε, διδάχθητι εὐαγγελικὴν πολιτείαν, ὀφθαλμῶν ἀκρίβειαν, γλώσσης ἐγκράτειαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινὸν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν. Ἀγγαρευόμενος προστίθει· ἀποστερούμενος μὴ δικάζου· μισούμενος ἀγάπα· διωκόμενος ἀνέχου· βλασφημούμενος παρακάλει. Νεκρώθητι τῇ ἁμαρτίᾳ· συσταυρώθητι τῷ Χριστῷ· ὅλην τὴν ἀγάπην μετάθες ἐπὶ τὸν Κύριον. Ἀλλὰ χαλεπὰ ταῦτα. Τί δὲ τῶν ἀγαθῶν εὔκολον; Τίς καθεύδων τρόπαιον ἔστησε; Τίς τρυφῶν καὶ καταυλούμενος τοῖς τῆς καρτερίας στεφάνοις κατεκοσμήθη; Οὐδεὶς μὴ δραμὼν ἀνείλετο τὸ βραβεῖον. Πόνοι γεννῶσι δόξαν, κάματοι προξενοῦσι στεφάνους. Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, φημὶ κἀγώ· ἀλλὰ ταύτας μὲν τὰς θλίψεις ἡ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μακαριότης ἐκδέχεται· τοὺς δὲ τῆς ἁμαρτίας καμάτους τὸ τῆς γεέννης ἐπίπονον καὶ σκυθρωπὸν ἀναμένει. Ἀλλὰ γὰρ ἀκριβῶς σκοποῦντι, οὐδὲ τὰ τοῦ διαβόλου ἔργα τοῖς ἐργάταις τῆς ἀνομίας ἀκμητὶ παραγίνεται. Ποῖοι ἱδρῶτες τῆς σωφροσύνης; Ὁ δὲ πορνεύων καθίδρως ἐστὶ, τῆς ἡδονῆς αὐτὸν ἐκτηκούσης. Τί τοσοῦτον ὑφαιρεῖ τοῦ σώματος ἡ ἐγκράτεια, ὅσον ἡ βδελυρὰ καὶ λυσσώδης ἀκολασία διαφθείρει; Νύκτες δὲ ἄϋπνοι τῶν διανυκτερευόντων ἐν προσευχαῖς· ἀλλὰ πολλῷ χαλεπώτεραι τῶν ἐπαγρυπνούντων ταῖς ἀδικίαις. Ὅ τε γὰρ φόβος τοῦ φωραθήσεσθαι, καὶ ὁ ἐπὶ ταῖς ἡδοναῖς οἶστρος πᾶσαν ἀνάπαυσιν παντελῶς ἀπελαύνει. Εἰ δὲ, φεύγων τὸ στενὸν τῆς ἐπὶ σωτηρίαν φερούσης, τὸ εὐρύχωρον διώκεις τῆς ἁμαρτίας, φοβοῦμαι μή, μέχρι τέλους τὴν πλατεῖαν ὁδεύσας, ἀκόλουθον εὕρῃς τῇ ὁδῷ τὸ κατάλυμα. Ἀλλὰ δυσφύλακτος ὁ θησαυρός. Καὶ ἐπαγρύπνησον, ἀδελφέ. Ἔχεις συνεργοὺς, ἐὰν θέλῃς, προσευχὴν νυκτοφυλακοῦσαν, νηστείαν οἰκουροῦσαν, ψαλμῳδίαν ψυχαγωγοῦσαν. Ταύτας συμπαράλαβε. Αὗται συναγραυλείτωσάν σοι ἐπὶ τὰς φυλακὰς τῶν
of the catch; rather, detaining them in manifold ways by hopes, through their preoccupation over herself she procured for her young security for flight, and then at the last she herself also flew away with them. Fear, lest you too suffer the like, sacrificing what is manifest amid hopes concerning things uncertain. Come now therefore to me, transfer your whole self unto the Lord; hand in the enrolment of your name; be registered with the Church. The soldier is numbered on muster-rolls; the athlete contends after having enrolled himself; the citizen registered on the civic roll is numbered among the tribesmen. To all these you are answerable, as a soldier of Christ, as an athlete of piety, as having your citizenship in heaven. Have yourself enrolled in this book, that you may be transferred into the one above. Learn, be taught the evangelical way of life, strictness of eyes, continence of tongue, subjection of body, a lowly mind, purity of thought, extinction of anger. Pressed into service, add more; defrauded, do not go to law; hated, love; persecuted, endure; slandered, entreat. Be put to death unto sin; be crucified together with Christ; transfer your whole love unto the Lord. Yet these things are hard. What good thing, though, is easy? Who while sleeping ever set up a trophy? Who while luxuriating and listening to flutes was ever adorned with the crowns of endurance? No one who did not run ever took up the prize. Labours beget glory, toils procure crowns. Through many tribulations we must enter into the kingdom of heaven, say I too; yet blessedness in the kingdom of heaven awaits these tribulations, whereas the painful and gloomy lot of Gehenna awaits the toils of sin. Indeed, for one who considers accurately, not even the works of the devil accrue without toil to the workers of iniquity. What sweats belong to temperance? Yet the fornicator is drenched in sweat, as pleasure wastes him away. How does continence take away so much from the body as loathsome and rabid intemperance destroys? Sleepless are the nights of those who pass the night in prayers; yet far harder are those of men who stay awake over unrighteous deeds. For both the fear of being detected and the frenzy over pleasures drive away all rest altogether. And if, fleeing the narrowness of the way leading unto salvation, you pursue the spaciousness of sin, I fear lest, having travelled the broad way to the end, you find the lodging answerable to the road. Yet the treasure is hard to guard. Keep watch over it as well, brother. You have fellow-workers, if you will: prayer keeping night-watch, fasting guarding the house, psalmody gladdening the soul. Take these along with you. Let these bivouac together with you for the guarding of
PG 31:441Read from the page
τιμίων. Τί βέλτιον, εἰπέ μοι, πλουτοῦντας ἡμᾶς ὑπὲρ τῆς φυλακῆς τῶν τιμίων ἀγωνιᾷν, ἢ μηδὲ ἔχειν τὴν ἀρχὴν ὃ φυλάξωμεν; Οὐδεὶς φόβῳ τῶν στερήσεων τὰ ἀγαθὰ ἀπωθεῖται. Οὕτω γὰρ ἂν οὐδὲν τῶν ἀνθρωπίνων συνέστη, εἰ ἐφ' ἑκάστῳ τῶν σπουδαζομένων τὰς ἀποτυχίας ἐλογιζόμεθα. Παράκειται γὰρ τῇ γεωργίᾳ μὲν ἡ ἀφορία, ταῖς ἐμπορίαις δὲ τὰ ναυάγια, τοῖς γάμοις αἱ χηρεῖαι, ταῖς παιδοτροφίαις αἱ ἀτεκνώσεις. Ἀλλ' ὅμως ἐγχειροῦμεν τοῖς ἔργοις, ταῖς χρηστοτέραις ἐλπίσιν ἐπερειδόμενοι· τὴν δὲ τῶν ἐλπισθέντων ἔκβασιν ἀνατιθέντες τῷ τὰ ἡμέτερα οἰκονομοῦντι Θεῷ. Σὺ δὲ λόγῳ μὲν ἀποσεμνύνεις τὸν ἁγιασμόν· ἔργῳ δὲ τοῖς κατεγνωσμένοις ἐνδιατρίβεις. Ὅρα μή ποτέ σοι μεταμελήσῃ τῶν κακῶν βουλευμάτων, ὅτε ὄφελός σοι τῆς μεταμελείας οὐδέν. Σωφρονισάτω σε τὸ τῶν παρθένων ὑπόδειγμα. Ἐκεῖναι τὸ ἔλαιον ἐν τοῖς ἀγγείοις μὴ ἔχουσαι, ὅτε συνεισελθεῖν αὐτὰς ἐχρῆν τῷ νυμφίῳ, τότε ἐνδεῶς ἔχουσαι τῶν ἀναγκαίων ᾔσθάνοντο. Διὸ καὶ μωρὰς αὐτὰς ὁ λόγος ἀπεκάλεσεν, ὅτι, τὸν καιρὸν τῆς τοῦ ἐλαίου χρήσεως εἰς τὸ περιιέναι καὶ συμπορίζειν παραναλώσασαι, ἔλαθον ἑαυτὰς ἀποκλείσασαι τῆς φαιδρότητος τοῦ νυμφῶνος. Μήποτε καὶ σὺ, ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, καὶ μῆνας ἐκ μηνῶν, καὶ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενος, καὶ μὴ λαμβάνων τὸ ἔλαιον τὴν τροφὴν τοῦ φωτὸς, ἐμπέσῃς ποτὲ εἰς ἣν οὐ προσδοκᾷς ἡμέραν, ἡνίκα ἂν ἐπιλείπωσί σε λοιπὸν αἱ τοῦ ζῆν ἀφορμαί· ἀπορία δὲ ᾖ πάντοθεν καὶ θλῖψις ἀπαραμύθητος, ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰκείων· ὅτε πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχόμενος, πυρετοῦ λάβρου διακαίοντος τὰ ἔνδον καὶ ὑποσμύχοντος, στενάξεις μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑρήσεις. Καὶ φθέγξῃ μέν τι λεπτὸν καὶ ἀδρανὲς, ὁ δὲ ἀκούων οὐκ ἔσται· πᾶν δὲ τὸ λαλούμενον παρὰ σοῦ ὡς παραφροσύνη καταφρονεῖται. Τίς δώσει τὸ βάπτισμα τότε; Τίς ὑπομνήσει κεκαρωμένον τῷ πάθει; Οἱ προσήκοντες ἀθυμοῦσιν, οἱ ἔξω τοῦ πάθους καταφρονοῦσιν, ὁ φίλος ὀκνεῖ τὴν ὑπόμνησιν ὡς ταραχὴν ἐμποιοῦσαν, ἤ που καὶ ἰατρὸς ἐξαπατᾷ, καὶ σεαυτὸν οὐκ ἀπογινώσκεις διὰ τὸ φύσει φιλόζωον. Νὺξ καὶ ἐρημία τῶν βοηθούντων· ὁ βαπτίζων οὐ πάρεστιν. Ὁ θάνατος παρέστηκεν· οἱ ἀπάγοντες κατεπείγουσι. Τίς ὁ ἐξαιρούμενος; Θεὸς, ὁ καταφρονηθείς; Ἀλλ' εἰσακούσεται τότε· σὺ γὰρ αὐτοῦ νῦν εἰσακούεις. Προθεσμίαν δώσει; Καλῶς γὰρ ἐχρήσω τῇ δεδομένῃ.
precious things. What is better, tell me, that we who are rich should be anxious over the guarding of our precious things, or not even to have at the outset anything that we may guard? No one thrusts away good things for fear of deprivations. For thus nothing of human affairs would hold together, if in each of our pursuits we reckoned up the failures. For barrenness lies beside husbandry, shipwrecks beside commerce, widowhoods beside marriages, childlessness beside the rearing of children. Yet nevertheless we set our hands to our works, leaning upon better hopes, and committing the outcome of the things hoped for to God Who stewards our affairs. But you in word indeed honour sanctification; yet in deed you linger among the condemned. See to it lest at some time you repent of your evil counsels, when there is no profit for you from repentance. Let the example of the virgins chasten you (Matt. 25:1-12). They, not having oil in their vessels when they ought to have entered in with the bridegroom, then perceived that they were destitute of what was needful. Wherefore the word also called them foolish, because, having squandered the season for using the oil in going about and procuring it, they unawares shut themselves out from the brightness of the bridal chamber. Lest perchance you also, putting off year after year, and months after months, and day after day, and not taking the oil that is the nourishment of the light, should fall one day upon a day that you do not expect, whenever the resources of living henceforth fail you; and there be perplexity on every side and inconsolable affliction, physicians having given up hope, and your kinsfolk having given up hope; when, held fast by thick and dry gasping, while a fierce fever burns through and consumes your inward parts, you shall groan from the midst of your heart, yet find none to grieve with you. And you shall utter something faint and feeble, and there shall be none to hear; and everything spoken by you is despised as delirium. Who will give baptism then? Who will remind you when stupefied by the malady? Relatives are despondent, strangers outside the malady are indifferent, the friend shrinks from reminding you as causing agitation, perchance even the physician deceives you, and you do not despair of yourself because of your natural love of life. There is night and a dearth of helpers; he who baptizes is not present. Death stands beside you; those who lead you away hasten. Who is there to rescue you? God, Who was despised? Why, surely He will hearken then, for you hearken to Him now! Will He grant an extension of time? Why, surely you have used well the time that was given!
8. Μηδείς σε ἐξαπανάτω κενοῖς λόγοις. Ἐπιστήσεται γάρ σοι αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρέσται. Ἥξει ἄγγελος κατηφὴς, ἀπ-
8. Let no one deceive you with empty words (Eph. 5:6). For sudden destruction will come upon you (1 Thess. 5:3), and ruin will be present like a whirlwind. A gloomy angel will come, leading-
Notes, col. 441

On the reading

Printed θλῖψις, for θλίψις.

Printed ἐξαπανάτω, for ἐξαπατάτω.

PG 31:444Read from the page
ἄγων βιαίως καὶ σύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς ἁμαρτίαις, πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε, καὶ ὀδυρομένην ἄνευ φωνῆς, τοῦ ὀργάνου λοιπὸν τῶν θρήνων ἀποκλεισθέντος. Ὢ πόσα σπαράξεις σεαυτόν! πόσα στενάξεις! ἄπρακτα μετανοῶν ἐπὶ τοῖς βουλευθεῖσιν, ὅταν ἴδῃς τὴν φαιδρότητα τῶν δικαίων ἐν τῇ λαμπρᾷ διανομῇ τῶν δώρων, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ. Οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου τότε; Αἶ μὲ, μὴ ἀποῤῥίψαι τὸ βαρὺ τοῦτο φορτίον τῆς ἁμαρτίας, οὕτω ῥᾳδίας οὔσης τῆς ἀποθέσεως, ἀλλὰ τὸν σωρὸν τῶν κακῶν τούτων ἐφέλκεσθαι. Αἶ μὲ, τὰς κηλῖδας μὴ ἀποπλύνασθαι, ἀλλὰ ἐστιγμένον εἶναι ταῖς ἁμαρτίαις. Νῦν ἂν ἤμην μετὰ τῶν ἀγγέλων· νῦν ἂν τοῖς οὐρανίοις ἀγαθοῖς ἐνετρύφων. Ὢ τῶν πονηρῶν βουλευμάτων! διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν ἀθάνατα βασανίζομαι· δι' ἡδονὴν σαρκὸς τῷ πυρὶ παραδίδομαι. Δικαια ἡ κρίσις τοῦ Θεοῦ· ἐκαλούμην, καὶ οὐχ ὑπήκουον· ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· διεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς, ἀποκλαιόμενος σεαυτὸν, ἐὰν προαναρπασθῇς τοῦ βαπτίσματος. Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι. Μὴ ἀτιμάσῃς τὴν κλῆσιν. Μὴ εἴπῃς, Ἔχε με παρητημένον διὰ τὸ καὶ τό. Οὐδεμία πρόφασις ἱκανὴ πρὸς παραίτησιν. Ἐμοὶ δακρύειν ἐπέρχεται, ὅταν ἐνθυμηθῶ, ὅτι τὰ ἔργα τῆς αἰσχύνης προτιμᾷς τῆς μεγάλης δόξης τοῦ Θεοῦ, καὶ διὰ τὸ τῆς ἀκολασίας ἡδὺ δυσαποσπάστως ἔχων τῆς ἁμαρτίας, τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν σεαυτὸν ἀποκλείεις, ὡς μὴ ἰδεῖν τὰ ἀγαθὰ τῆς Ἱερουσαλὴμ τῆς ἐπουρανίου. Ἐκεῖ ἀγγέλων μυριάδες, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. Ἐκείνοις σεαυτὸν ἐπιθύμησον συναριθμηθῆναι, ἀπολουσάμενος καὶ ἁγιασθεὶς κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
leading away by force and dragging your soul bound in sins, turning round again and again towards the things here, and lamenting voicelessly, once the organ of lamentations has been shut off. O how greatly you will tear yourself! how greatly you will groan! repenting fruitlessly over your counsels, when you see the brightness of the righteous in the splendid distribution of gifts, and the dejection of sinners in the deepest darkness. What things will you say in the anguish of your heart then? Woe is me, that I did not cast off this heavy burden of sin, when laying it aside was so easy, but dragged after me the heap of these evils! Woe is me, that I did not wash away the stains, but am branded with sins! Now I would have been with the angels; now I would have been delighting in the heavenly good things. O the wicked counsels! on account of a fleeting enjoyment of sin I am tormented immortally; on account of pleasure of flesh I am delivered over to the fire. Righteous is the judgement of God: I was called, and I did not obey; I was taught, and I paid no heed; they testified earnestly to me, while I mocked. These and suchlike things you will say, bewailing yourself, if you are snatched away beforehand without baptism. Man, either fear Gehenna, or lay claim to the kingdom. Do not dishonour the calling. Do not say, Hold me excused on account of this and that. No pretext is sufficient for excuse. Weeping comes over me whenever I reflect that you prefer the works of shame to the great glory of God, and, clinging inextricably to sin because of the sweetness of intemperance, shut yourself out from the good things in the promises, so as not to see the good things of the heavenly Jerusalem. There are myriads of angels, festal assemblies of the firstborn, thrones of apostles, seats of honour of prophets, sceptres of patriarchs, crowns of martyrs, praises of the righteous. Desire to have yourself numbered among those, having washed yourself clean and been sanctified according to the gift of Christ; for to Him belongs the glory and the dominion unto the ages of the ages. Amen.
ΟΜΙΛΙΑ ΙΔʹ.
Homily XIV.
Κατὰ μεθυόντων.
Against Drunkards.
1. Κινεῖ μέν με πρὸς τὸν λόγον τὰ ἑσπερινὰ θεάματα· κατέχει δέ μου πάλιν τὴν ὁρμὴν, καὶ ἀπαμβλύνει τὴν προθυμίαν τῶν προλαβόντων πόνων τὸ ἄκαρπον. Ἐπεὶ καὶ γεωργὸς, τῶν πρώτων αὐτῷ σπερμάτων μὴ ἐκφυέντων, ὀκνηρότερός ἐστι πρὸς τὸ δεύτερον ταῖς αὐταῖς ἀρούραις πάλιν ἐγκαταβάλλειν. Εἰ γὰρ ἐπὶ τοσαύταις παραινέσεσιν, ἃς ἔν τε τῷ προλαβόντι χρόνῳ παρακαλοῦντες ὑμᾶς οὐ διελίπομεν, καὶ ἐφεξῆς τῶν ἑπτὰ τούτων τῆς νηστείας ἑβδομάδων νυκτὸς καὶ ἡμέρας διαμαρτυρό-
1. The evening spectacles move me indeed to speech; yet on the other hand the fruitlessness of my preceding labours checks my impulse and blunts my eagerness. Since a husbandman too, when his first seeds have not sprung up for him, is more reluctant to cast seed a second time into the same fields again. For if after so many exhortations, which both in the preceding time we did not cease urging upon you, and throughout these seven successive weeks of the fast testifying by night and day
Notes, col. 444

On the reading

Printed Δικαια, for Δικαία.

PG 31:445Read from the page
μενοι ὑμῖν τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ οὐκ ἐπαυσάμεθα, οὐδὲν γέγονεν ὄφελος· ἐπὶ ποίαις ἐλπίσι διαλεχθῶμεν σήμερον; Ὢ πόσας νύκτας εἰκῆ ἠγρυπνήσατε! πόσας ἡμέρας εἰκῆ συνηθροίσθητε! εἴ γε καὶ εἰκῆ. Ὁ γὰρ ἐν προκοπῇ γενόμενος ἀγαθῶν ἔργων, εἶτα παλινδρομήσας πρὸς τὴν ἀρχαίαν συνήθειαν, οὐ μόνον τὸν ἐπὶ τοῖς πεπονημένοις μισθὸν ἐζημιώθη, ἀλλὰ καὶ βαρυτέρας ἀξιοῦται τῆς κατακρίσεως· ὅτι, γευσάμενος καλὸν Θεοῦ ῥῆμα, καὶ γνώσεως μυστηρίων ἀξιωθεὶς, πάντα προέδωκεν, ἡδονῇ βραχείᾳ δελεασθείς. Ὁ μὲν γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ, φησὶ, δυνατῶς ἐτασθήσονται. Μία ἑσπέρα, καὶ μία προσβολὴ τοῦ ἐχθροῦ πάντα τὸν πόνον ἐκεῖνον διέλυσε καὶ ἠφάνισε. Ποία οὖν προθυμία τοῦ νῦν λόγου; Ὥστε κἂν ἐσιώπησα, εὖ ἴστε, εἰ μὴ ἐφοβούμην τὸ ὑπόδειγμα τοῦ Ἱερεμίου, ὃς, πρὸς ἀπειθῆ λαὸν φθέγγεσθαι μὴ βουλόμενος, ἔπαθεν ἐκεῖνα ἅπερ αὐτὸς διηγήσατο· ὅτι ἐγένετο αὐτῷ πῦρ ἐν τοῖς ἐγκάτοις, καὶ παρεῖτο πάντοθεν, καὶ οὐκ ἠδύνατο φέρειν. Γυναῖκες ἀκόλαστοι, ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ πυρὸς τοῦ αἰωνίου καταφρονήσασαι, ἐν ἡμέρᾳ τοιαύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν τῆς ἀναστάσεως καθῆσθαι ἐν τοῖς οἴκοις, καὶ ἔννοιαν λαμβάνειν τῆς ἡμέρας ἐκείνης, καθ' ἣν ἀνοιγήσονται μὲν οἱ οὐρανοὶ, ἐπιφανήσεται δὲ ἡμῖν ὁ κριτὴς ἐξ οὐρανῶν, καὶ σάλπιγγες Θεοῦ, καὶ ἀνάστασις νεκρῶν, καὶ κρίσις δικαία, καὶ ἀντίδοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ· ἀντὶ τοῦ ταῦτα ἔχειν ἐν τοῖς διαλογισμοῖς, καὶ καθαίρειν μὲν ἑαυτῶν τὰς καρδίας ἀπὸ πονηρῶν ἐνθυμήσεων, ἐξαλείφειν δὲ τοῖς δάκρυσι τὰ προημαρτημένα, ἑτοιμάζεσθαι δὲ πρὸς τὴν ἀπάντησιν τοῦ Χριστοῦ κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας αὐτοῦ, ἀποσεισάμεναι τὸν ζυγὸν τῆς δουλείας τοῦ Χριστοῦ, ῥίψασαι ἀπὸ τῶν κεφαλῶν τὰ τῆς εὐσχημοσύνης καλύμματα, καταφρονήσασαι τοῦ Θεοῦ, καταφρονήσασαι τῶν ἀγγέλων αὐτοῦ, καταναισχυντήσασαι πάσης ἄῤῥενος ὄψεως, σοβοῦσαι τὰς κόμας, σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, ὀφθαλμῷ ἀσελγεῖ, γέλωτι ἐκκεχυμένῳ πρὸς ὄρχησιν ἐκμανεῖσαι, πᾶσαν νέων ἀκολασίαν ἐφ' ἑαυτὰς προσκαλούμεναι, ἐν τοῖς πρὸ τῆς πόλεως μαρτυρίοις χοροὺς συστησάμεναι, ἐργαστήριον τῆς οἰκείας αὐτῶν ἀσχημοσύνης τοὺς ἡγιασμένους τόπους πεποίηνται. Ἐμίαναν μὲν τὸν ἀέρα τοῖς ᾄσμασι τοῖς πορνικοῖς, ἐμίαναν δὲ τὴν γῆν τοῖς ἀκαθάρτοις
to you the Gospel of the grace of God, we did not leave off, no profit has come of it, upon what hopes shall we discourse today? O how many nights have you kept vigil in vain! how many days have you assembled in vain! if indeed only in vain. For he who has advanced in good works, and then run back to his ancient habit, has not only forfeited the reward for his past labours, but is even counted worthy of heavier condemnation; because, having tasted the good word of God, and having been counted worthy of the knowledge of mysteries, he betrayed all things, enticed by a brief pleasure. For the least man is pardonable of mercy; but mighty men, says Scripture, shall be mightily examined. A single evening and a single assault of the enemy dissolved and effaced all that labour. What eagerness, then, can there be for the present discourse? So that I would even have kept silent, be well assured, did I not fear the example of Jeremiah, who, unwilling to speak to a disobedient people, suffered those things which he himself recounted: that there came to be a fire in his inward parts, and he grew faint on every side, and could not bear up. Dissolute women, having forgotten the fear of God, having despised the eternal fire, on such a day, when because of the remembrance of the resurrection they ought to have been sitting in their homes and taking thought of that day on which the heavens shall be opened, and the Judge shall appear to us out of heaven, and the trumpets of God, and the resurrection of the dead, and righteous judgement, and recompense to each according to his work—instead of holding these things in their reflections, and cleansing their hearts from wicked thoughts, and wiping out past sins with tears, and preparing themselves to meet Christ at the great day of His appearing, having shaken off the yoke of the service of Christ, having cast from their heads the veils of decency, having despised God, having despised His angels, having behaved shamelessly before every male gaze, tossing their hair, trailing their tunics, and sporting the while with their feet, with wanton eye, with unrestrained laughter maddened unto dancing, inviting upon themselves all the licentiousness of young men, having set up dances in the martyrs' shrines before the city, have made the sanctified places a workshop of their own indecency. They defiled the air with their harlotries of song, and they defiled the earth with their unclean
PG 31:447Read from the page
ποσὶν, ἣν ἐν ταῖς ὀρχήσεσι κατεκρότησαν, θέατρον ἑαυταῖς νεανίσκων ὄχλον περιστησάμεναι, σοβάδες ὄντως καὶ παράφοροι παντελῶς, μανίας οὐδεμίαν ὑπερβολὴν ἀπολείπουσαι. Ταῦτα πῶς μὲν σιωπήσω; πῶς δὲ κατ' ἀξίαν ὀδύρωμαι; Οἶνος ἡμῖν τῶν ψυχῶν τούτων τὴν ζημίαν ἐποίησεν· οἶνος, τὸ παρὰ Θεοῦ δῶρον εἰς παραμυθίαν τῆς ἀσθενείας δεδομένον τοῖς σωφρονοῦσιν· ὅπλον δὲ νῦν γενόμενον ἀκολασίας τοῖς ἀσελγαίνουσιν.
feet, which they stamped in their dances, having set a crowd of young men around themselves as a theatre, truly insolent women and utterly frenzied, leaving no excess of madness behind. How shall I keep silent about these things? And how shall I lament them worthily? Wine has wrought for us the loss of these souls; wine, the gift from God given to the temperate for the relief of infirmity, but now become a weapon of licentiousness for the wanton.
2. Μέθη, ὁ αὐθαίρετος δαίμων, ἐξ ἡδονῆς ταῖς ψυχαῖς ἐμβαλλόμενος, μέθη, κακίας μήτηρ, ἀρετῆς ἐναντίωσις, τὸν ἀνδρεῖον δειλὸν ἀποδείκνυσι, τὸν σώφρονα ἀσελγῆ· δικαιοσύνην οὐκ οἶδε, φρόνησιν ἀναιρεῖ. Ὥσπερ γὰρ ὕδωρ πολέμιόν ἐστι πυρὶ, οὕτως ἀμετρία οἴνου λογισμὸν κατασβέννυσι. Διόπερ ὤκνουν τι λέγειν κατὰ μέθης, οὐχ ὡς περὶ μικροῦ τινος κακοῦ ἢ παροφθῆναι ἀξίου, ἀλλ' ὡς οὐδὲν ὄφελος παρεχομένου τοῦ λόγου. Εἰ γὰρ ὁ μεθύων παραφρονεῖ καὶ ἐσκότωται, εἰκῆ ῥαψῳδεῖ ὁ ἐπιπλήττων τῷ μὴ ἀκούοντι. Τίσιν οὖν διαλεχθῶμεν; εἴπερ ὁ μὲν χρήζων τῆς παραινέσεως οὐκ ἀκούει τῶν λεγομένων· ὁ δὲ σωφρονῶν καὶ νήφων οὐ δεῖται τῆς ἐκ τοῦ λόγου βοηθείας, καθαρεύων τοῦ πάθους. Τί οὖν χρήσομαι τοῖς παροῦσιν, εἰ καὶ ὁ λόγος ἄχρηστος, καὶ ἡ σιωπὴ ἄπορος; Παρίδωμεν τὴν ἐπιμέλειαν; Ἀλλ' ἐπικίνδυνος ἡ ἀμέλεια. Ἀλλὰ φθέγξομαί τι κατὰ τῶν μεθυόντων; Ἀλλ' εἰς νεκρὰς ἀκοὰς ἐνηχοῦμεν. Μήποτε οὖν, ὡς ἐπὶ τῶν λοιμικῶν νοσημάτων οἱ τῶν σωμάτων θεραπευταὶ τοὺς μὲν ὑγιαίνοντας τοῖς προφυλακτικοῖς βοηθήμασιν ἀσφαλίζονται, τοῖς δὲ κεκρατημένοις ὑπὸ τοῦ πάθους οὐκ ἐγχειροῦσιν· οὕτω καὶ ὑμῖν ἐξ ἡμισείας ἔχει ὁ λόγος τὸ χρήσιμον· φυλακὴν ὑποδεικνὺς τοῖς ἀπαθέσιν, οὐκ ἀπαλλαγὴν καὶ ἴασιν τοῖς ὑπὸ τοῦ πάθους κεκρατημένοις.
2. Drunkenness, the self-chosen demon cast into souls through pleasure, drunkenness, the mother of vice, the adversary of virtue, shows the brave man a coward, the chaste man licentious; it knows not justice, it destroys prudence. For just as water is hostile to fire, so excess of wine quenches reason. Wherefore I hesitated to say anything against drunkenness, not as concerning some small evil or one worthy to be overlooked, but because the discourse affords no profit. For if the drunken man is beside himself and darkened in mind, he who rebukes him who does not hear declaims in vain. With whom then shall we converse, if indeed he who needs the exhortation does not hear the things that are said, while he who is temperate and sober does not need the help that comes from the discourse, being pure of the passion? How then shall I deal with the present circumstances, if both speech is useless and silence is helpless? Shall we neglect their care? Yet negligence is dangerous. Or shall I utter something against the drunken? Yet we sound into dead ears. Perchance therefore, just as in pestilential diseases the healers of bodies secure the healthy with preventive remedies, but do not lay hands upon those who have been overcome by the malady; so also for you our discourse possesses its usefulness by halves: pointing out a safeguard for the unharmed, not deliverance and healing for those who have been overcome by the passion.
3. Τίνι διενήνοχας τῶν ἀλόγων, ὦ ἄνθρωπε; Οὐ τῇ δωρεᾷ τοῦ λόγου, ἣν λαβὼν παρὰ τοῦ κτίσαντός σε, ἄρχων καὶ κύριος ἐγένου πάσης τῆς κτίσεως; Ὁ τοίνυν ἀφελόμενος ἑαυτοῦ τὴν φρόνησιν διὰ τῆς μέθης, Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Μᾶλλον δὲ καὶ τῶν βοσκημάτων φαίην ἂν ἔγωγε ἀλογωτέρους εἶναι τοὺς ἐν τῇ μέθῃ· εἴπερ τὰ μὲν τετράποδα πάντα καὶ τὰ θηρία τεταγμένας ἔχει τὰς πρὸς τὴν μίξιν ὁρμὰς, οἱ δὲ ὑπὸ τῆς μέθης τὴν ψυχὴν κατεχόμενοι, καὶ τὸ σῶμα τῆς παρὰ φύσιν θερμότητος ἀναπλήσαντες, πάντα καιρὸν καὶ πᾶσαν ὥραν πρὸς τὰς ἀκαθάρτους καὶ ἀσχήμονας συμπλοκὰς καὶ ἡδονὰς συνελαύνονται. Καὶ οὐ τοῦτο μόνον τὴν ἀλογίαν αὐτοῖς ἐμποιεῖ,
3. Wherein have you differed from irrational creatures, O man? Is it not by the gift of reason, having received which from Him Who created you, you became ruler and lord of all creation? He therefore who has deprived himself of understanding through drunkenness has been compared to the senseless beasts, and become like unto them (Ps. 48:13). Or rather, I for my part would say that those in drunkenness are even more irrational than cattle; seeing that all quadrupeds and wild beasts have their impulses towards mating regulated, whereas those whose soul is possessed by drunkenness, having also filled their body with unnatural heat, at every season and every hour are driven together to impure and shameless embraces and pleasures. And not this alone produces irrationality in them,
PG 31:449Read from the page
ἀλλὰ καὶ ἡ τῶν αἰσθήσεων παρατροπὴ χείρονα παντὸς κτήνους ἀποδείκνυσι τὸν μεθύοντα. Ποῖον γὰρ βόσκημα οὕτω παραβλέπει καὶ οὕτω παρακούει ὡς ὁ μεθύων; Οὐκ ἀγνοοῦσι μὲν τοὺς οἰκειοτάτους, προστρέχουσι δὲ πολλάκις τοῖς ἀλλοτρίοις ὡς τοῖς συνήθεσιν; Οὐ τὰς σκιὰς διαπηδῶσι πολλάκις ὡς ὀχετοὺς ἢ φάραγγας; Ἤχων δὲ αὐτοῖς καὶ ψόφων, οἱονεὶ θαλάσσης κυμαινούσης, τὰ ὦτα πεπλήρωται· ἡ δὲ γῆ πρὸς τὸ ὄρθιον διανίστασθαι δοκεῖ, καὶ τὰ ὄρη περιτρέχειν ἐν κύκλῳ. Οὗτοι ποτὲ μὲν γελῶσιν ἄπαυστα, ποτὲ δὲ ὀδυνῶνται καὶ κλαίουσιν ἀπαρηγόρητα. Καὶ νῦν μὲν θρασεῖς εἰσι καὶ ἀπτόητοι, νῦν δὲ κατάφοβοι καὶ δειλοί. Τούτοις ὕπνοι μὲν βαρεῖς καὶ δυσανάφοροι καὶ πνιγώδεις, καὶ τῷ ὄντι θανάτου γείτονες, αἱ δὲ γρηγορήσεις τῶν ὕπνων ἀναισθητότεραι. Ἐνύπνιον γὰρ αὐτοῖς ἐστιν ὁ βίος, οἵ γε, ἱμάτιον οὐκ ἔχοντες, οὐδὲ τί φάγωσιν εἰς τὴν αὔριον, βασιλεύουσι καὶ στρατοπέδων ἄρχουσιν ἐν τῇ μέθῃ, καὶ πόλεις οἰκοδομοῦσι, καὶ χρήματα διανέμουσι. Τοιούτων φαντασιῶν καὶ ἀπάτης τοσαύτης περιζέων ὁ οἶνος τὰς καρδίας αὐτῶν πληροῖ. Ἕτεροι δὲ εἰς τὰ ἐναντία περιάγονται πάθη. Δυσέλπιδές εἰσι, καὶ κατηφεῖς, καὶ ὀδυνηροὶ, καὶ δακρυώδεις, καὶ ψοφοδεεῖς, καὶ εὐπτόητοι. Ὁ αὐτὸς οἶνος ἐν διαφόροις σωμάτων ἕξεσι διάφορα τὰ πάθη ταῖς ψυχαῖς ἐργαζόμενος. Οἷς μὲν γὰρ ἂν διάχυσιν τοῦ αἵματος ἐμποιήσας πρὸς τὴν ἐπιφάνειαν ἐξανθήσῃ, φαιδροὺς καὶ ἡδεῖς καὶ γεγανωμένους αὐτοὺς ἀποδείκνυσιν· ὧν δ' ἂν ὑπὸ τοῦ βάρους καταπιλήσῃ τὴν ἕξιν, συστέλλων αὐτῶν καὶ καταπιέζων τὸ αἷμα, πρὸς τὴν ἐναντίαν αὐτοὺς περιάγει διάθεσιν. Καὶ τί δεῖ λέγειν τῶν λοιπῶν παθῶν τὸν ὄχλον; τὰς δυσκολίας τοῦ ἤθους; τὸ εὐπαρόξυντον; τὸ μεμψίμοιρον; τὸ ὀξύῤῥοπον τῆς ψυχῆς; τὴν κραυγήν; τὸν θόρυβον; τὸ πρὸς πᾶσαν ἀπάτην εὐπαράγωγον; τὸ πρὸς τὰς ὀργὰς ἀταμίευτον;
but the derangement of the senses as well shows the drunkard to be worse than every beast. For what grazing animal sees so amiss and hears so amiss as the drunkard? Are they not ignorant of their closest kin, while often running up to strangers as to familiars? Do they not often leap across shadows as trenches or ravines? Their ears are filled with ringings and noises, as though of a surging sea; the earth seems to rise upright, and the mountains to whirl round in a circle. At one moment these men laugh unceasingly, and at another they grieve and weep inconsolably. Now they are bold and fearless, and now terrified and cowardly. Their slumbers are heavy and hard to shake off and suffocating, truly neighbours to death, while their wakings are more senseless than their slumbers. For life to them is a dream: men who, having no cloak, nor anything to eat for the morrow, play the king and command armies in their drunkenness, and build cities, and distribute wealth. With such fantasies and so great a delusion does wine, boiling over, fill their hearts. Others are brought round to the opposite passions. They are despondent, and downcast, and sorrowful, and tearful, and startled at every sound, and easily scared. It is the same wine producing different passions in souls amid different bodily habits. For in whomsoever, having caused a diffusion of the blood, it breaks out towards the surface, it renders them cheerful and pleasant and beaming; whereas whosever habit it compresses beneath its weight, contracting and squeezing down their blood, it brings them round to the opposite disposition. And what need is there to speak of the crowd of remaining passions? the peevishness of temper? the irascibility? the querulousness? the headlong volatility of soul? the shouting? the tumult? the readiness to be led astray unto every deceit? the lack of restraint in outbursts of anger?
4. Ἡ δὲ πρὸς τὰς ἡδονὰς ἀκρασία ἄντικρυς ὥσπερ ἐκ πηγῆς τοῦ οἴνου φέρεται, καὶ συνεισπίπτει τῷ ἀκράτῳ τῆς ἀσελγείας ἡ νόσος, πᾶσαν βοσκημάτων μανίαν ἐπὶ τὸ θῆλυ δευτέραν τῆς τῶν μεθυόντων ὕβρεως ἀποφαίνουσα· εἴπερ τὰ μὲν ἄλογα γνωρίζει τοὺς ὅρους τῆς φύσεως, οἱ δὲ μεθύοντες ἐν ἄῤῥενι μὲν τὸ θῆλυ, ἐν δὲ τῷ θήλει τὸ ἄῤῥεν ἐπιζητοῦσιν. Οὐδὲ ἐπεξελθεῖν τῷ λόγῳ ῥᾴδιον πᾶσι τοῖς ἐκ τῆς μέθης δεινοῖς. Αἱ μὲν οὖν ἐκ τοῦ λοιμοῦ βλάβαι χρόνῳ ἐγγίνονται τοῖς ἀνθρώποις, κατὰ μικρὸν τοῦ ἀέρος τὴν παρ' ἑαυτοῦ φθορὰν ἐντιθέντος τοῖς σώμασιν· αἱ δὲ παρὰ τοῦ οἴνου εὐθὺς συνεισπίπτουσιν. Οὕτω γὰρ τὴν ψυχὴν ἀπολωλότες, ὡς ὑπὸ πάσης κηλῖδος εἶναι κατεστιγμένοι, ἔτι καὶ αὐτὴν τοῦ σώματος τὴν ἕξιν προσδιαφθείρονται· οὐ μόνον τῇ
4. Incontinence towards pleasures rushes straight forth from wine as from a spring, and the disease of licentiousness bursts in together with unmixed wine, showing every madness of beasts after the female to be second to the outrage of drunkards; seeing that irrational creatures recognize the bounds of nature, whereas drunkards seek after the female in the male, and the male in the female. Nor is it easy to go through in speech all the dreadful things that come of drunkenness. Now the harms from pestilence come upon men over time, as little by little the air implants the corruption from itself into bodies; whereas those from wine burst in all at once. For having so ruined their soul as to be branded with every stain, they corrupt besides even the very habit of their body as well; not only by