Migne Reading Room

PG 31 · cols. 463–473 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:463Read from the page
ἐτελείωσαν. Καὶ ὑμῖν τοίνυν τοῖς φοβουμένοις τὸν Κύριον, ὅσοι νῦν ἐπεστυγνάσατε ἐπὶ τῇ ἀσχημοσύνῃ τῶν καταγνωσθέντων, ἐκεῖνο διαστελλόμεθα· Ἐὰν μὲν ἴδητε μετανοοῦντας ἐπὶ τῇ ἀτοπίᾳ τῶν πεπραγμένων, συμπαθήσατε ὡς οἰκείοις μέλεσι νενοσηκόσιν· ἐὰν δὲ ἀπαυθαδιαζομένους καὶ καταφρονοῦντας τῆς ὑμετέρας ἐπ' αὐτοῖς λύπης, Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· ἵνα οὕτως οἱ μὲν ἐντραπέντες εἰς ἐπίγνωσιν ἔλθωσι τῆς οἰκείας κακίας· ὑμεῖς δὲ τοῦ ζήλου τοῦ Φινεὲς τὸν μισθὸν ὑποδέξησθε, διὰ τῆς δικαιοκρισίας τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
accomplished. And to you therefore who fear the Lord, as many as have now been saddened over the unseemliness of those who have been condemned, we enjoin this: If indeed you see them repenting over the absurdity of the things that have been done, have compassion on them as on your own members that have fallen sick; but if they are acting self-willedly and despising your grief over them, Come out from the midst of them, and be separated, and touch not what is unclean (2 Cor. 6:17; Isa. 52:11); so that thus they indeed, being put to shame, may come unto the knowledge of their own wickedness; whilst you may receive the reward of the zeal of Phinees (Num. 25:11), through the righteous judgement of our God and Saviour Jesus Christ, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
ΟΜΙΛΙΑ ΙΕʹ.
Homily 15.
Περὶ πίστεως.
On Faith.
1. Θεοῦ μεμνῆσθαι μὲν διηνεκῶς, εὐσεβὲς καὶ κόρον οὐκ ἔχον τῇ φιλοθέῳ ψυχῇ· λόγῳ δὲ διεξιέναι τὰ περὶ Θεοῦ, τολμηρόν· τῆς μὲν διανοίας πολλῷ τῷ μέτρῳ τῆς ἀξίας τῶν πραγμάτων ἀποπιπτούσης, πάλιν δὲ τοῦ λόγου ἀμυδρῶς παριστῶντος τὰ νοηθέντα. Εἰ οὖν ἡ μὲν διάνοια ἡμῶν παρὰ πολὺ τοῦ μεγέθους τῶν πραγμάτων ἀπολιμπάνεται, ὁ δὲ λόγος ἐλάττων ἐστὶ καὶ αὐτῆς τῆς διανοίας· πῶς οὐκ ἀναγκαία ἡ σιωπὴ, μήποτε ἐν τῇ τῶν ῥημάτων εὐτελείᾳ δόξῃ κινδυνεύειν τῆς θεολογίας τὸ θαῦμα; Ἡ μὲν οὖν τοῦ δοξάζειν τὸν Θεὸν ἐπιθυμία πᾶσι τοῖς λογικοῖς κατὰ φύσιν ἐνέσπαρται· τοῦ δὲ πρὸς ἀξίαν εἰπεῖν πάντες ὁμοίως ἀπολιμπάνονται. Τῇ δὲ περὶ τὴν εὐσέβειαν προθυμίᾳ ἕτερος ἑτέρου διενηνόχαμεν· οὐδεὶς δὲ οὕτως τετύφλωται, καὶ φρεναπατᾷ ἑαυτὸν, ὥστε οἴεσθαι ἐπὶ τὸ ἀκρότατον ἀναβεβηκέναι τῆς καταλήψεως· ἀλλ' ὅσῳπερ ἂν δόξῃ προκόπτειν ἐπὶ τὴν γνῶσιν, τοσούτῳ πλέον αὐτοῦ τῆς ἀσθενείας αἰσθήσεται. Τοιοῦτος ἦν Ἀβραὰμ, τοιοῦτος ἦν Μωϋσῆς· ὅτε ἰδεῖν Θεὸν ἠδυνήθησαν, ὡς ἰδεῖν δυνατὸν ἀνθρώπῳ, τότε μάλιστα ἑαυτὸν ἑκάτερος ἐξηυτέλιζεν· ὁ μὲν Ἀβραὰμ γῆν καὶ σποδὸν ἑαυτὸν ὀνομάζων, ὁ δὲ Μωϋσῆς ἰσχνόφωνον λέγων καὶ βραδύγλωσσον. Ἑώρα γὰρ τῆς γλώσσης αὐτοῦ τὸ ἀσθενὲς, ὑπηρετεῖν τῷ μεγέθει τῶν νοηθέντων μὴ δυναμένης. Πλὴν ἀλλ' ἐπειδὴ πᾶσα ἀκοὴ ἤνοικται νῦν πρὸς θεολογίας ἀκρόασιν, καὶ κόρος οὐκ ἔστι τῇ Ἐκκλησίᾳ τῶν τοιούτων ἀκροαμάτων, βεβαιούσῃ τὸν τοῦ Ἐκκλησιαστοῦ λόγον, ὅτι Οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως, ἀναγκαῖον λέ-
1. To remember God continually is indeed pious and brings no satiety to the God-loving soul; yet to recount in speech the things concerning God is audacious: since our understanding falls short by a great measure of the dignity of the realities, and again our speech dimly presents the things that have been conceived in thought. If therefore our understanding is left far behind the greatness of the realities, and our speech is inferior even to the understanding itself, how is silence not necessary, lest perchance in the paltriness of the words the wonder of theology should seem to be endangered? Now the desire to glorify God has been sown by nature in all rational beings; yet of speaking worthily all alike fall short. And in eagerness concerning piety we have differed one from another; yet no one is so blinded, and deceives his own mind, as to suppose that he has ascended unto the highest summit of comprehension; rather, by howsoever much he may seem to advance towards knowledge, by so much the more will he perceive his own weakness. Such was Abraham, such was Moses: when they were able to see God, so far as it is possible for a man to see Him, then above all did each disparage himself: Abraham calling himself earth and ashes (Gen. 18:27), and Moses saying that he was weak-voiced and slow-tongued (Exod. 4:10). For he saw the weakness of his tongue, since it was unable to minister to the greatness of the things that had been conceived. Nevertheless, since every ear has now been opened towards the hearing of theology, and there is no satiety for the Church of such hearings, confirming the word of the Preacher, that The ear shall not be filled with hearing (Eccles. 1:8), it is necessary to speak
PG 31:465Read from the page
γειν εἰς δύναμιν. Ἐροῦμεν δὲ, οὐχ ὅσος ἐστὶν ὁ Θεὸς, ἀλλ' ὅσον ἡμῖν ἐφικτόν. Οὐδὲ γὰρ, ἐπειδὴ τὸν μεταξὺ οὐρανοῦ καὶ γῆς τόπον διαβῆναι ὅλον τοῖς ὀφθαλμοῖς ἀδυνατοῦμεν, ἤδη καὶ ὅσον δυνάμεθα καθορᾷν παραιτούμεθα· οὕτω καὶ νῦν διὰ μικρῶν ῥημάτων τὴν εὐσέβειαν ἀποπληρώσωμεν, τῷ δὲ μεγαλείῳ τῆς φύσεως συγχωρήσωμεν ἔχειν κατὰ παντὸς λόγου τὰ νικητήρια. Οὐδὲ γὰρ αἱ τῶν ἀγγέλων γλῶσσαι, αἵτινές ποτέ εἰσιν, οὐδὲ αἱ τῶν ἀρχαγγέλων, μετὰ πάσης ὁμοῦ τῆς λογικῆς φύσεως συναχθεῖσαι, πολλοστοῦ μέρους ἐφικέσθαι δυνήσονται, μὴ ὅτι τῷ παντὶ ἑαυτὰς ἐξισῶσαι. Σὺ δὲ, εἰ βούλει περὶ Θεοῦ λέγειν τι ἢ ἀκούειν, ἄφες τὸ σῶμα σεαυτοῦ, ἄφες τὰς σωματικὰς αἰσθήσεις, κατάλειπε τὴν γῆν, κατάλειπε τὴν θάλασσαν, κάτω σεαυτοῦ ποίησον τὸν ἀέρα, παράδραμε ὥρας, καιρῶν εὐταξίας, τὰς περὶ γῆν διακοσμήσεις· ὑπὲρ τὸν αἰθέρα γενοῦ· διάβηθι τοὺς ἀστέρας, τὰ περὶ αὐτοὺς θαύματα, τὴν εὐκοσμίαν αὐτῶν, τὰ μεγέθη, τὰς χρείας ὅσας παρέχονται τῷ παντὶ, τὴν εὐταξίαν, τὴν λαμπρότητα, τὴν θέσιν, τὴν κίνησιν· ὅπως πρὸς ἀλλήλους σχέσεως ἢ ἀποστάσεως ἔχουσι. Πάντα διαβὰς τῷ λόγῳ, τὸν οὐρανὸν ὑπερκύψας, καὶ ὑπεράνω τούτου γενόμενος, μόνῃ διανοίᾳ περίβλεψαι τὰ ἐκεῖ κάλλη, στρατιὰς ἐπουρανίους, χοροστασίας ἀγγέλων, τὰς τῶν ἀρχαγγέλων ἐπιστασίας, τὰς δόξας τῶν κυριοτήτων, τὰς προεδρίας τῶν θρόνων, τὰς δυνάμεις, τὰς ἀρχὰς, τὰς ἐξουσίας. Διαδραμὼν τὰ σύμπαντα, καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἀνανεύσας τοῖς λογισμοῖς, καὶ ἐπέκεινα τούτων τὸν νοῦν ἀνυψώσας, ἐννόησον τὴν θείαν φύσιν· ἑστῶσαν, ἄτρεπτον, ἀναλλοίωτον, ἀπαθῆ, ἁπλῆν, ἀσύνθετον, ἀδιαίρετον, φῶς ἀπρόσιτον, δύναμιν ἄφατον, μέγεθος ἀπεριόριστον, δόξαν ὑπεραστράπτουσαν, ἀγαθότητα ἐπιθυμητὴν, κάλλος ἀμήχανον, σφοδρῶς μὲν τῆς τετρωμένης ψυχῆς καθαπτόμενον, λόγῳ δὲ δηλωθῆναι πρὸς ἀξίαν ἀδύνατον.
speak according to our power. Yet we shall state, not how great God is, but so much as is attainable by us. For neither, because we are unable with our eyes to traverse the whole space between heaven and earth, do we forthwith decline to behold even so much as we are able; so now also through brief words let us fulfil our godly duty, while to the majesty of His nature let us yield the victory over every word. For neither the tongues of angels, whatever they may be, nor those of archangels, gathered together with the whole rational nature at once, will be able to attain to the smallest fraction, much less make themselves equal to the whole. But you, if you wish to say or hear anything concerning God, leave behind your body, leave behind your bodily senses, forsake the earth, forsake the sea, put the air beneath yourself, pass beyond seasons, the orderly successions of times, the adornments round the earth; rise above the ether; traverse the stars, the wonders round about them, their fair order, their magnitudes, all the services they render to the universe, their goodly arrangement, their brightness, their position, their movement: how they stand towards one another in relation or distance. Having passed through all things by reason, having peered above the heaven, and having come to be above even this, with the mind alone gaze round upon the beauties there: heavenly hosts, choirs of angels, the presidencies of archangels, the glories of dominions, the pre-eminences of thrones, the powers, the principalities, the authorities. Having sped through all things, and having lifted your head above all creation in your thoughts, and having raised your mind beyond even these, conceive of the divine nature: abiding, immutable, unchangeable, impassible, simple, uncompounded, indivisible, light unapproachable, power ineffable, magnitude unbounded, glory outshining all, goodness desirable, beauty inconceivable, mightily laying hold upon the wounded soul, yet impossible to be set forth worthily in speech.
2. Ἐκεῖ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ἡ ἄκτιστος φύσις, τὸ δεσποτικὸν ἀξίωμα, ἡ φυσικὴ ἀγαθότης. Πατήρ· ἡ πάντων ἀρχὴ, ἡ αἰτία τοῦ εἶναι τοῖς οὖσιν, ἡ ῥίζα τῶν ζώντων. Ὅθεν προῆλθε ἡ πηγὴ τῆς ζωῆς, ἡ σοφία, ἡ δύναμις, ἡ εἰκὼν ἡ ἀπαράλλακτος τοῦ ἀοράτου Θεοῦ, ὁ ἐκ τοῦ Πατρὸς γεννηθεὶς Υἱὸς, ὁ ζῶν Λόγος, ὁ Θεὸς ὢν, καὶ πρὸς τὸν Θεὸν ὤν· ὢν, οὐχὶ προσγενόμενος· ὑπάρχων πρὸ τῶν αἰώνων, οὐχὶ προσκτηθεὶς ὕστερον· Υἱὸς, οὐχὶ κτῆμα· ποιητὴς, οὐχὶ ποίημα· κτίστης,
2. There is Father and Son and Holy Spirit, the uncreated nature, the sovereign dignity, the natural goodness. Father: the beginning of all things, the cause of being for things that exist, the root of the living. Whence came forth the fountain of life, the wisdom, the power, the exact image of the invisible God, the Son begotten from the Father, the living Word, He Who is God, and Who is with God; Who is, not One Who came to be by addition; subsisting before the ages, not acquired afterwards; Son, not possession; Maker, not thing made; Creator,
PG 31:468Read from the page
οὐχὶ κτίσμα· πάντα ὢν ὅσα ἐστὶν ὁ Πατήρ· Υἱὸς, εἶπον, καὶ Πατήρ. Φύλασσέ μοι ταύτας τὰς ἰδιότητας. Μένων οὖν ἐν τῷ εἶναι Υἱὸς, πάντα ἐστὶν ὅσα ἐστὶν ὁ Πατὴρ, κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ Κυρίου εἰπόντος· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Τῷ ὄντι γὰρ τῆς εἰκόνος ἐστὶ πάντα, ὅσα πρόσεστι τῇ πρωτοτύπῳ μορφῇ. Ἐθεασάμεθα γὰρ, φησὶν ὁ εὐαγγελιστὴς, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· τουτέστιν, οὐκ ἐκ δωρεᾶς καὶ χάριτος δοθέντων αὐτῷ τῶν θαυμάτων, ἀλλ' ἐκ τῆς κατὰ φύσιν κοινωνίας ἔχοντος τοῦ Υἱοῦ τῆς πατρικῆς θεότητος τὸ ἀξίωμα. Τὸ μὲν γὰρ λαβεῖν κοινὸν καὶ πρὸς τὴν κτίσιν· τὸ δὲ ἔχειν ἐκ φύσεως ἴδιον τοῦ γεννηθέντος. Ὡς μὲν οὖν Υἱὸς, φυσικῶς κέκτηται τὰ τοῦ Πατρός· ὡς δὲ Μονογενὴς, ὅλα ἔχει ἐν ἑαυτῷ συλλαβὼν, οὐδενὸς καταμεριζομένου πρὸς ἕτερον. Ἐξ αὐτῆς τοίνυν τῆς Υἱοῦ προσηγορίας διδασκόμεθα, ὅτι τῆς φύσεώς ἐστι κοινωνός· οὐ προστάγματι κτισθεὶς, ἀλλ' ἐκ τῆς οὐσίας ἐκλάμψας ἀδιαστάτως, ἀχρόνως τῷ Πατρὶ συνημμένος, ἴσος ἐν ἀγαθότητι, ἴσος ἐν δυνάμει, κοινωνὸς τῆς δόξης. Καὶ τί γὰρ, ἀλλ' ἢ σφραγὶς καὶ εἰκὼν, ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν Πατέρα; Ὅσα δέ σοι μετὰ ταῦτα ἀπὸ τῆς σωματικῆς κατασκευῆς διαλέγεται, τὴν τῶν ἀνθρώπων σωτηρίαν οἰκονομῶν, ἣν διὰ σαρκὸς ἐπιφανεὶς ἡμῖν ἐπεδείξατο, ἀποστελλόμενον λέγων ἑαυτὸν, καὶ μηδὲν δυνάμενον ἀφ' ἑαυτοῦ ποιεῖν, καὶ ἐντολὴν λαβόντα, καὶ ὅσα τοιαῦτα, μή σοι παρεχέτω ἀφορμὰς πρὸς τὸ κατασμικρύνειν τοῦ Μονογενοῦς τὴν θεότητα. Οὐ γὰρ ἡ πρὸς τὸ σὸν ἀσθενὲς συγκατάβασις ἐλάττωσις ὀφείλει γίνεσθαι τῆς ἀξίας τοῦ δυνατοῦ· ἀλλὰ τὴν μὲν φύσιν νόει θεοπρεπῶς, τὰ δὲ ταπεινότερα τῶν ῥημάτων δέχου οἰκονομικῶς. Περὶ ὧν εἰ βουληθείημεν ἐν τῷ παρόντι πρὸς ἀκρίβειαν διηγεῖσθαι, λάθοιμεν ἂν ἑαυτοὺς πολύ τι καὶ ἀπέραντον πλῆθος λόγων ἐπεισάγοντες τῇ ὑποθέσει.
not creature; being all things whatsoever the Father is. Son, I said, and Father. Keep safe for me these distinctive properties. Remaining, therefore, in being Son, He is all things whatsoever the Father is, according to the voice of the Lord Himself when He says: All things whatsoever the Father has are Mine. For in truth to the image belong all things whatsoever belong to the archetypal form. For we beheld, says the evangelist, His glory, glory as of the Only-begotten from the Father; that is, not as though the wonders had been given to Him out of free gift and grace, but since out of communion according to nature the Son possesses the dignity of the paternal Godhead. For to receive is common also to creation; whereas to possess by nature is proper to Him Who is begotten. As Son, therefore, He naturally possesses the things of the Father; and as Only-begotten, He holds them all comprehended within Himself, nothing being parcelled out to another. From the very appellation of Son, then, we are taught that He is sharer of the nature: not created by command, but having shone forth from the essence without interval, timelessly conjoined with the Father, equal in goodness, equal in power, sharer of the glory. For what else is He than seal and image, showing in Himself the whole Father? And whatsoever things He discourses to you hereafter from His bodily frame, dispensing the salvation of men which He manifested to us by appearing through flesh—speaking of Himself as being sent, and as able to do nothing of Himself, and as having received a commandment, and all such things—let them not afford you pretexts for diminishing the Godhead of the Only-begotten. For condescension towards your weakness ought not to become a lessening of the dignity of the Mighty One; rather, conceive of the nature in a manner befitting God, and receive the lowlier expressions by way of economy. Concerning which things, if we should wish at present to recount them with exactness, we should unawares bring into our subject a great and boundless multitude of arguments.
3. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. Ὅτι διάνοια ἡ δυνηθεῖσα τῶν τε ὑλικῶν καθαρεῦσαι παθῶν, καὶ τὴν νοητὴν κτίσιν πᾶσαν καταλιπεῖν, καὶ οἷόν τις ἰχθὺς ἀπὸ τοῦ βυθοῦ πρὸς τὴν ἄνω ἐπιφάνειαν ἀνανήξασθαι, ἐν τῷ καθαρῷ τῆς κτίσεως γενομένη, ἐκεῖ ὄψεται τὸ Πνεῦμα τὸ ἅγιον, ὅπου Υἱὸς, καὶ ὅπου Πατὴρ, πάντα ἔχον καὶ αὐτὸ συνουσιωμένως κατὰ τὴν φύσιν, τὴν ἀγαθότητα, τὴν εὐθύτητα, τὸν ἁγιασμὸν, τὴν ζωήν. Τὸ Πνεῦμα γάρ
3. But let us return to the matter before us. For a mind that has been able both to be purified from material passions and to leave behind all intelligible creation, and like some fish to swim up from the deep towards the upper surface, once it has come to be in the pure realm of creation, will there behold the Holy Spirit, where the Son is, and where the Father is, itself also possessing all things coessentially according to nature: goodness, uprightness, sanctification, life. For the Spirit
PG 31:469Read from the page
σου, φησὶν, τὸ ἀγαθόν· καὶ πάλιν, Πνεῦμα εὐθές· καὶ πάλιν, Τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ὁ Ἀπόστολος· Ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς. Τούτων οὐδὲν ἐπίκτητον αὐτῷ, οὐδὲ ὕστερον ἐπιγενόμενον πρόσεστιν· ἀλλ' ὥσπερ ἀχώριστον τῷ πυρὶ τὸ θερμαίνειν, καὶ τῷ φωτὶ τὸ λάμπειν· οὕτω καὶ τῷ Πνεύματι τὸ ἁγιάζειν, τὸ ζωοποιεῖν, ἡ ἀγαθότης, ἡ εὐθύτης. Ἐκεῖ τοίνυν ἕστηκε τὸ Πνεῦμα, ἐκεῖ, ἐν τῇ μακαρίᾳ φύσει, οὐ μετὰ πλήθους ἀριθμούμενον, ἀλλ' ἐν τῇ Τριάδι θεωρούμενον· μοναδικῶς ἐξαγγελλόμενον, οὐκ ἐμπεριειλημμένον τοῖς συστήμασιν. Ὡς γὰρ Πατὴρ εἷς, καὶ Υἱὸς εἷς· οὕτως ἓν καὶ τὸ ἅγιον Πνεῦμα. Τὰ δὲ λειτουργικὰ πνεύματα καθ' ἕκαστον τάγμα πλῆθος ἡμῖν ὑποφαίνει δυσεξαρίθμητον. Μὴ τοίνυν ζήτει ἐν τῇ κτίσει τὸ ὑπὲρ τὴν κτίσιν· μὴ καταγάγῃς τὸ ἁγιάζον μετὰ τῶν ἁγιαζομένων. Τοῦτο πληροῖ ἀγγέλους, πληροῖ ἀρχαγγέλους, ἁγιάζει δυνάμεις, ζωοποιεῖ τὰ σύμπαντα. Τοῦτο εἰς πᾶσαν κτίσιν μεριζόμενον, καὶ ἄλλως ὑπ' ἄλλου μετεχόμενον, οὐδὲν ἐλαττοῦται παρὰ τῶν μετεχόντων. Πᾶσι μὲν τὴν παρ' ἑαυτοῦ χάριν δίδωσιν· οὐκ ἀναλίσκεται δὲ εἰς τοὺς μετέχοντας· ἀλλὰ καὶ οἱ λαβόντες πληροῦνται, καὶ αὐτό ἐστιν ἀνενδεές. Καὶ ὥσπερ ὁ ἥλιος ἐπιλάμπων τοῖς σώμασι, καὶ ποικίλως ὑπ' αὐτῶν μετεχόμενος, οὐδὲν ἐλαττοῦται παρὰ τῶν μετεχόντων· οὕτω καὶ τὸ Πνεῦμα πᾶσι τὴν παρ' ἑαυτοῦ χάριν παρέχον, ἀμείωτον μένει καὶ ἀδιαίρετον. Πάντας φωτίζει πρὸς τὴν τοῦ Θεοῦ κατανόησιν, ἐμπνεῖ τοῖς προφήταις, νομοθέτας σοφίζει, ἱερέας τελειοῖ, ἐνισχύει βασιλεῖς, καταρτίζει δικαίους, σεμνύνει σώφρονας, ἐνεργεῖ χαρίσματα ἰαμάτων, ζωοποιεῖ τοὺς νεκροὺς, λύει τοὺς πεπεδημένους, υἱοθετεῖ τοὺς ἠλλοτριωμένους. Ταῦτα διὰ τῆς ἄνωθεν γεννήσεως ἐνεργεῖ. Ἐὰν τελώνην λάβῃ πιστεύοντα, εὐαγγελιστὴν ἀποδείκνυσιν· ἐὰν ἐν ἁλιεῖ γένηται, θεολόγον ἀποτελεῖ· ἐὰν διώκτην εὕρῃ μετανοοῦντα, ἀπόστολον ἐθνῶν ἀπεργάζεται, κήρυκα πίστεως, σκεῦος ἐκλογῆς. Δι' αὐτοῦ οἱ ἀσθενεῖς ἰσχυροί· οἱ πτωχοὶ πλουτίζουσιν· οἱ ἰδιῶται τῷ λόγῳ σοφώτεροί εἰσι τῶν σοφῶν. Παῦλος ἀσθενὴς, ἀλλὰ διὰ τὴν παρουσίαν τοῦ Πνεύματος τὰ σουδάρια τοῦ χρωτὸς αὐτοῦ ἴασιν παρεῖχε τοῖς ὑποδεχομένοις. Πέτρος καὶ αὐτὸς σῶμα περικείμενος ἀσθενείας, ἀλλὰ διὰ τὴν ἐνοικοῦσαν χάριν τοῦ Πνεύματος ἡ ἐκπίπτουσα τοῦ σώματος σκιὰ ἀπεδίωκε τὰς νόσους τῶν καταπονουμένων. Πτωχὸς Πέτρος καὶ Ἰωάννης· οὐ γὰρ εἶχον ἀργύριον, οὐδὲ χρυσίον· ἀλλ' ἐχαρίζοντο ὑγίειαν πολλῶν χρυσίων τιμιωτέραν. Παρὰ πολλῶν γὰρ λα-
of Thee, it says, the good; and again, An upright Spirit; and again, The Holy Spirit. And the Apostle: The law of the Spirit of life. None of these belongs to It as acquired, nor as accruing afterwards; but just as warming is inseparable from fire, and shining from light, so also from the Spirit are sanctifying, quickening, goodness, uprightness. There, then, stands the Spirit, there, in the blessed nature, not numbered with a multitude, but beheld in the Trinity; proclaimed singly, not encompassed within the ranks. For as there is one Father, and one Son, so also is there one Holy Spirit. Whereas the ministering spirits in each order display to us a multitude hard to number. Do not, then, seek within creation what is above creation; do not bring down that which sanctifies along with the things that are sanctified. This [Spirit] fills angels, fills archangels, sanctifies powers, quickens all things. Distributed unto all creation, and differently partaken of by each, It is in no way diminished by those who partake. To all It gives grace from Itself; yet It is not expended upon those who partake, but both those who receive are filled, and Itself is without lack. And just as the sun, shining upon bodies and variously partaken of by them, is in no way diminished by those that partake; so also the Spirit, bestowing upon all the grace from Itself, remains undiminished and undivided. It enlightens all towards the understanding of God, inspires prophets, makes lawgivers wise, perfects priests, strengthens kings, knits together the righteous, dignifies the temperate, works gifts of healings, makes alive the dead, looses the fettered, adopts as sons those who were alienated. These things It works through the birth from above. If It takes a tax-collector who believes, It shows him forth an evangelist; if It comes to be in a fisherman, It renders him a theologian; if It finds a persecutor repenting, It fashions him an apostle of the Gentiles, a herald of faith, a vessel of election. Through It the weak are strong; the poor make rich; those unskilled in speech are wiser than the wise. Paul was weak, yet through the presence of the Spirit the handkerchiefs from his skin afforded healing to those who received them. Peter himself also was clothed with a body of weakness, yet through the indwelling grace of the Spirit the shadow falling from his body drove away the diseases of the afflicted. Poor were Peter and John; for they had neither silver nor gold; yet they bestowed health more precious than much gold. For from many receiv-
PG 31:472Read from the page
βὼν χρυσίον ὁ χωλὸς, ἔτι προσαίτης ἦν· παρὰ δὲ Πέτρου δεξάμενος τὴν χάριν, ἐπαύσατο προσαιτῶν, ἁλλόμενος ὥσπερ ἔλαφος, καὶ αἰνῶν τὸν Θεόν. Οὐκ ᾔδει Ἰωάννης τὴν τοῦ κόσμου σοφίαν, ἀλλ' ἐφθέγξατο ῥήματα τῇ δυνάμει τοῦ Πνεύματος, οἷς οὐδεμία σοφία προσβλέψαι δύναται. Τοῦτο καὶ ἐν οὐρανῷ ἕστηκε, καὶ τὴν γῆν πεπλήρωκε, καὶ πανταχοῦ πάρεστι, καὶ οὐδαμοῦ περιέχεται. Ὅλον ἑκάστῳ ἐνοικεῖ, καὶ ὅλον ἐστὶ μετὰ τοῦ Θεοῦ. Οὐ λειτουργικῶς διακονεῖ τὰς δωρεὰς, ἀλλ' αὐθεντικῶς διαιρεῖ τὰ χαρίσματα. Διαιρεῖ γὰρ, φησὶν, ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Ἀποστέλλεται μὲν οἰκονομικῶς, ἐνεργεῖ δὲ αὐτεξουσίως. Τοῦτο παρεῖναι ταῖς ψυχαῖς ἡμῶν εὐξώμεθα, καὶ μηδένα καιρὸν ἡμᾶς ἀπολιμπάνειν ἐν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
having received gold, the lame man was still a beggar; yet when he received grace from Peter, he ceased begging, leaping like a stag and praising God. John did not know the wisdom of the world, yet by the power of the Spirit he uttered words upon which no wisdom is able to gaze. This Spirit both stands in heaven, and has filled the earth, and is everywhere present, and is nowhere contained. Wholly does He dwell in each one, and wholly is He with God. Not in the manner of a minister does He dispense gifts, but with sovereign authority does He distribute graces. For "He distributes," it says, "to each one individually just as He wills." He is sent, indeed, according to the divine economy, yet He works by His own authority. Let us pray that He be present to our souls and at no time forsake us, by the grace of our Lord Jesus Christ, to Whom be glory and dominion unto the ages of ages. Amen.
ΟΜΙΛΙΑ ΙϚʹ.
Homily XVI.
Εἰς τὸ, ‹ Ἐν ἀρχῇ ἦν ὁ Λόγος ›.
On the words, "In the beginning was the Word."
1. Πᾶσα μὲν ἡ τῶν Εὐαγγελίων φωνὴ μεγαλοφυεστέρα τῶν λοιπῶν τοῦ Πνεύματος διδαγμάτων, καθ' ὅτι ἐν ἐκείνοις μὲν διὰ τῶν δούλων ἡμῖν ἐλάλησε τῶν προφητῶν, ἐν δὲ τοῖς Εὐαγγελίοις αὐτοπροσώπως διελέχθη ἡμῖν ὁ Δεσπότης. Αὐτοῦ γε μὴν τοῦ εὐαγγελικοῦ κηρύγματος ὁ μεγαλοφωνότατος, καὶ πάσης μὲν ἀκοῆς μείζονα, πάσης δὲ διανοίας ὑψηλότερα φθεγξάμενος, Ἰωάννης ἐστὶν, ὁ υἱὸς τῆς βροντῆς· οὗ τὸ προοίμιον τῆς εὐαγγελικῆς συγγραφῆς ἄρτι ἀναγνωσθὲν ἠκούσαμεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ταῦτα οἶδα πολλοὺς καὶ τῶν ἔξω τοῦ λόγου τῆς ἀληθείας μέγα φρονούντων ἐπὶ σοφίᾳ κοσμικῇ καὶ θαυμάσαντας, καὶ τοῖς ἑαυτῶν συντάγμασιν ἐγκαταμίξαι τολμήσαντας. Κλέπτης γὰρ ὁ διάβολος, καὶ τὰ ἡμέτερα ἐκφερομυθῶν πρὸς τοὺς ἑαυτοῦ ὑποφήτας. Εἰ οὖν ἡ σαρκίνη σοφία τοσοῦτον ἐθαύμασε τῶν ῥημάτων τὴν δύναμιν, τί ποιήσωμεν ἡμεῖς οἱ μαθηταὶ τοῦ Πνεύματος, ἐὰν παρέργως ἀκούσωμεν καὶ μικράν τινα τὴν ἐνυπάρχουσαν αὐτοῖς δύναμιν εἶναι λογισώμεθα; Καὶ τίς οὕτως ἀναισθησίαν νοσῶν, ὥστε τοιοῦτον κάλλος ἐννοίας καὶ βάθος δογμάτων οὕτως ἀνέφικτον μὴ οὐχὶ καταπλαγῆναι, καὶ ἐπιθυμῆσαι αὐτῶν τῆς ἀληθοῦς καταλήψεως; Ἀλλὰ γὰρ οὐχὶ τὸ θαυμάσαι τὰ καλὰ δύσκολον, ἀλλὰ τὸ ἐν ἀκριβεῖ κατανοήσει γενέσθαι τῶν θαυμασθέντων, τοῦτο χαλεπὸν καὶ δυσέφικτον. Ἐπεὶ καὶ τὸν ἥλιον τοῦτον τὸν αἰσθητὸν οὐδείς μέν ἐστιν ὃς οὐχ ὑπερ-
1. Every utterance of the Gospels is indeed grander in nature than the remaining teachings of the Spirit, inasmuch as in those He spoke to us through His servants the prophets, whereas in the Gospels the Master conversed with us in His own person. Yet of the evangelical proclamation itself, the loudest-voiced of all, who uttered things greater than all hearing and loftier than all thought, is John, the son of thunder, the prologue of whose evangelical writing we have just now heard read: "In the beginning was the Word, and the Word was with God, and the Word was God." These words, I know, many even of those outside the word of truth who pride themselves greatly on worldly wisdom have both admired and dared to weave into their own treatises. For the devil is a thief, and carries off our doctrines in tales to his own spokesmen. If, then, fleshly wisdom so greatly admired the power of these words, what shall we do, we who are disciples of the Spirit, if we listen perfunctorily and reckon the power residing within them to be something small? And who is so sick with insensibility as not to be struck with awe at such beauty of thought and depth of doctrines so unattainable, and to long for the true apprehension of them? Yet to admire noble things is not difficult, whereas to arrive at an exact understanding of the things admired, this is hard and scarcely attainable. For even with this perceptible sun, there is indeed no one who does not exceedingly
Notes, col. 472

On the reading

Printed οὐδείς, for οὐδεὶς.

PG 31:473Read from the page
επαινεῖ, τὸ μέγεθος αὐτοῦ καὶ τὸ κάλλος, καὶ τῶν ἀκτίνων τὴν συμμετρίαν, καὶ τὸ ἀποστίλβον αὐτοῦ φῶς κατασπαζόμενος· ἐὰν μέντοι βιαιότερον φιλονεικήσῃ τῷ κύκλῳ ἀντεξάγειν ἑαυτοῦ τὰς τῶν ὀμμάτων βολὰς, οὐ μόνον οὐ κατόψεται τὰ περισπούδαστα, ἀλλὰ καὶ τὴν ἀκρίβειαν τῆς ὄψεως προσδιαφθείρας οἰχήσεται. Τοιοῦτόν τί μοι δοκῶ τὴν διάνοιαν πάσχειν, τὴν φιλονεικοῦσαν ἀκριβῆ ποιεῖσθαι τῶν προκειμένων ῥημάτων τὴν ἐξέτασιν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Τίς ἐννοήσει ἀξίως τὰ περὶ τῆς ἀρχῆς; Ποία ῥημάτων δύναμις εὑρεθῇ ὁμοτίμως δυναμένη παραστῆσαι τὸ νοηθέν; Μέλλων παραδιδόναι ἡμῖν τὰ περὶ τῆς θεολογίας τοῦ Υἱοῦ τοῦ Θεοῦ, οὐδεμίαν ἀρχὴν ἄλλην τῷ λόγῳ ἢ τὴν ἀρχὴν τῶν ὅλων ἔδωκεν. ᾜδει τοὺς ἐπιφυομένους τῇ δόξῃ τοῦ Μονογενοῦς τὸ Πνεῦμα τὸ ἅγιον· προῄδει τοὺς μέλλοντας ἡμῖν προφέρειν τὰ σοφίσματα, τὰ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων αὐτοῖς μεμηχανημένα. Ὅτι, Εἰ ἐγεννήθη, οὐκ ἦν· καὶ, Πρὸ τοῦ γεννηθῆναι, οὐκ ἦν· καὶ, Ἐξ οὐκ ὄντων τὴν ὑπόστασιν ἔλαβε. Τοιαῦτα δὲ φθέγγονται γλῶσσαι ἠκονημέναι διὰ πιθανολογίας ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ἵνα τοίνυν μηδενὶ λέγειν ἐξῇ τὰ τοιαῦτα, προλαβὸν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Εὐαγγελίου, Ἐν ἀρχῇ, φησὶν, ἦν ὁ Λόγος. Ἐὰν κρατῇς ταύτην τὴν φωνὴν, οὐδὲν οὐ μὴ πάθῃς δεινὸν παρὰ τῶν κακοτέχνων. Ἐὰν γὰρ λέγῃ ἐκεῖνος, Εἰ ἐγεννήθη, οὐκ ἦν· σὺ εἰπὲ, Ἐν ἀρχῇ ἦν. Ἀλλὰ, φησὶ, πρὶν ἢ γεννηθῆναι πῶς ἦν; Σὺ μὴ ἀφῇς τὸ, Ἦν· μὴ καταλίπῃς τὸ, Ἐν ἀρχῇ. Ἀρχῆς ἡ κορυφὴ οὐ καταλαμβάνεται· ἀρχῆς τὸ ἐξώτερον οὐχ εὑρίσκεται. Μὴ παραλογίσηταί σέ τις τῷ πολυσήμῳ τῆς λέξεως. Πολλαὶ γὰρ ἀρχαὶ πολλῶν πραγμάτων κατὰ τὸν βίον τοῦτον· ἀλλὰ μία ἀρχὴ ἐπὶ πάντων, ἡ ἐπέκεινα. Ἀρχὴ γὰρ ὁδοῦ ἀγαθῆς, εἶπεν ἡ Παροιμία. Ἀλλ' ὁδοῦ μὲν ἀρχὴ ἡ πρώτη κίνησις, ὅθεν ἀρχόμεθα τῆς πορείας, ἧς τὸ κατόπιν δυνατόν ἐστιν εὑρεῖν. Καὶ, Ἀρχὴ σοφίας φόβος Κυρίου. Ἔστι καὶ ταύτης τῆς ἀρχῆς ἕτερόν τι προκείμενον· τῆς γὰρ τῶν τεχνῶν ἀναλήψεως ἀρχή ἐστιν ἡ στοιχείωσις. Στοιχεῖον οὖν ἐστι τῆς σοφίας ὁ φόβος τοῦ Κυρίου· ἀλλὰ ταύτης τῆς ἀρχῆς ἐστί τι πρεσβύτερον, ἡ κατάστασις τῆς ψυχῆς, τοῦ μήπω σοφισθέντος καὶ τὸν φόβον τοῦ Θεοῦ ἀνειληφότος. Ἀρχαὶ λέγονται καὶ αἱ πολιτικαὶ δυναστεῖαι, αἱ τῶν ἀξιωμάτων ὑπεροχαί. Ἀλλ' αὗται αἱ ἀρχαὶ, τινῶν εἰσιν ἀρχαὶ, καὶ πρός τι ἑκάστη. Ἀρχὴ γὰρ τῆς γραμμῆς
praise it, delighting in its magnitude and its beauty, and in the symmetry of its rays, and in its gleaming light; if, however, one strives too forcefully to direct the glances of his eyes straight against its orb, not only will he fail to behold what he eagerly sought, but he will depart having ruined the keenness of his sight besides. Something of this sort, methinks, the mind suffers when it strives contentiously to make an exact scrutiny of the words set before us: "In the beginning was the Word." Who will conceive worthily the things concerning the beginning? What power of words could be found capable on equal terms of presenting what has been conceived? Being about to hand down to us the theology concerning the Son of God, he gave no other beginning to his discourse than the beginning of all things. The Holy Spirit knew those who would assail the glory of the Only-begotten; He foreknew those who would bring forward against us the sophistries contrived by them for the subversion of their hearers: namely, "If He was begotten, He was not"; and, "Before He was begotten, He was not"; and, "Out of non-being He received His hypostasis." Such things are uttered by tongues sharpened through specious reasoning beyond every two-edged sword. In order, therefore, that no one might be permitted to say such things, the Holy Spirit, anticipating them through the Gospel, says: "In the beginning was the Word." If you hold fast to this utterance, you will suffer nothing dreadful at the hands of evil schemers. For if that man says, "If He was begotten, He was not," do you say, "In the beginning He was." "Yet," says he, "before He was begotten, how was He?" Do not let go of "He was"; do not abandon "In the beginning." The summit of the beginning is not grasped; what lies outside the beginning is not found. Let no one cheat you by the manifold senses of the word. For there are many beginnings of many things in this life; yet there is one beginning over all things, that which is beyond. For "The beginning of a good road," said the Proverb. Yet the beginning of a road is the first movement whence we start upon the journey, behind which it is possible to find something prior. And, "The beginning of wisdom is the fear of the Lord." There is something else lying even before this beginning; for of the acquisition of the arts, elementary instruction is the beginning. The fear of the Lord, then, is the element of wisdom; yet older than this beginning there is something, the condition of the soul of one who has not yet been made wise and taken up the fear of God. Civic sovereignties too, the pre-eminences of offices, are called beginnings and principalities. Yet these beginnings are beginnings of certain things, and each is relative to something. For the beginning of a line