Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν θεωρητε τον Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματά μου πνεῦμά ἐστι, καὶ ζωή ἐστιν. Ἀλλ' εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. Ἤδει γὰρ ὁ Ἰησοῦς ἐξ ἀρχῆς, τίνες εἰσὶν οι πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός μὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου. Ἐκ τούτου πολλοὶ ἀπῆλθον ἐκ τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰη-
Does this offend you? What then if you should behold the Son of Man ascending where He was before? It is the spirit that gives life; the flesh profits nothing. My words are spirit, and are life. But there are some of you who do not believe. For Jesus knew from the beginning who those are that believe, and who it is that will betray Him. And He said: For this reason I have told you that no one can come to me unless it has been granted him by my Father. Because of this many of His disciples went back and no longer walked with Him. Jesus therefore said
2. Καὶ πρὸς τῷ τέλει τῶν Εὐαγγελίων γέγραπται· «Λαβὼν οὖν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Καὶ λαβὼν τὸ ποτήριον, καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ Ἀπόστολος, λέγων· «Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἔλθῃ.» Τί οὖν ὠφελεῖ τὰ ῥήματα ταῦτα; Ἵνα ἐσθίοντές τε καὶ πίνοντες, ἀεὶ μνημονεύωμεν τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, καὶ οὕτω παιδευθῶμεν ἀναγκαίως φυλάξαι ἐνώπιον Θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ τὸ δόγμα τὸ ὑπὸ τοῦ Ἀποστόλου παραδεδομένον, ἐν τῷ εἰπεῖν· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οι πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ὁ γὰρ ἐσθίων καὶ πίνων, δηλονότι εἰς ἀνεξάλειπτον μνήμην τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, καὶ ἐγερθέντος, τὸν δὲ λόγον τῆς μνήμης, τῆς μέχρι θανάτου ὑπακοῆς τοῦ Κυρίου, μὴ πληρῶν κατὰ τὴν τοῦ Ἀποστόλου διδασκαλίαν, καθὼς προείρηται εἰπόντος· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον (ὅπερ ὡμολογήσαμεν ἐν τῷ
2. And towards the end of the Gospels it is written: "Jesus therefore, having taken bread and given thanks, broke it and gave it to the disciples, and said: Take, eat; this is my body which is broken for you. Do this in remembrance of me. And having taken the cup and given thanks, He gave it to them, saying: Drink from it, all of you; for this is my blood of the new covenant, which is poured out concerning many for the forgiveness of sins. Do this in remembrance of me." And the Apostle too bears witness to these things, saying: "For I received from the Lord what I also delivered to you, that the Lord Jesus, on the night in which He was betrayed, took bread, and having given thanks broke it, and said: This is my body, which is broken for you. Do this in remembrance of me. In the same way also the cup, after supping, saying: This cup is the new covenant in my blood. Do this in remembrance of me. For as often as you eat this bread and drink this cup, you proclaim the death of the Lord until He comes." What then do these words profit? That eating and drinking, we may always remember Him Who died for us and rose again, and thus be taught of necessity to keep before God and His Christ the doctrine delivered by the Apostle in saying: "For the love of Christ constrains us, having judged this, that if One died for all, then all died; and He died for all, so that those who live might no longer live for themselves, but for Him Who died and rose again for them." For he who eats and drinks—manifestly for an indelible remembrance of Jesus Christ our Lord, Who died for us and rose again—yet does not fulfil the principle of that remembrance, namely of the obedience of the Lord unto death, according to the teaching of the Apostle, who said as was stated above: "For the love of Christ constrains us, having judged this, that if One died for all, then all died (which we confessed in