Migne Reading Room

PG 31 · cols. 1584–1593 · Read from the page

On baptism, two books

On baptism, two books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1584Read from the page
ριος λέγων· «Μεῖζον τοῦ ἱεροῦ ὧδε,» παιδεύει ἡμᾶς, ὅτι τοσοῦτον ἀσεβέστερός ἐστιν ὁ τολμῶν ἱερατεύειν τὸ σῶμα τοῦ Κυρίου, τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας, ὅσον τὸ σῶμα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ὑπερέχει κριῶν καὶ ταύρων· οὐκ ἐκ συγκρίσεως, ἀσύγκριτος γὰρ ἡ ὑπεροχή. Ἀλλὰ καὶ μῶμος ἢ λώβησις νῦν οὐκ ἐπὶ μελῶν σώματός ἐστι θεωρουμένη, ἐπὶ δὲ δικαιωμάτων τῆς κατὰ τὸ Εὐαγγέλιον θεοσεβείας ἐστὶ γινωσκομένη· ὅταν ἢ παρ' ὀλίγον, ἢ ἐλλειπῶς γένηται ἡ ἐντολὴ, ἢ μὴ οὕτως, ὥσπερ εὐαρεστεῖται Θεός· ὥσπερ οὐλῆς τινος ἢ λέπρας ἐπιφαινομένης τῇ ἐντολῇ τῆς ἀνθρωπίνης γνώμης. Ἀναγκαῖον οὖν πάντοτε μὲν, μάλιστα δὲ ἐν τῷ καιρῷ τοῦ τοσούτου καὶ τοιούτου μυστηρίου, φυλάσσειν τὸ παράγγελμα τοῦ Ἀποστόλου εἰπόντος· «Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ· μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι.» Οὕτως ἄξιός τις γένηται ἱερουργεῖν τὸ μυστήριον τοῦ Κυρίου κατὰ τὸ Εὐαγγέλιον τοῦ Θεοῦ
in saying: "Something greater than the temple is here," teaches us that he who dares to minister as priest the body of the Lord, Who gave Himself for us as an offering and a sacrifice to God for a fragrant odour, is more impious in the same measure as the body of the only-begotten Son of God excels rams and bulls—not by way of comparison, for the superiority is incomparable. Moreover, blemish or maiming is now not contemplated in the members of the body, but is recognized in the righteous ordinances of godliness according to the Gospel: when the commandment is performed either slightly short, or defectively, or not in such a manner as God is well pleased with, as though some scar or leprosy of human opinion were appearing upon the commandment. It is necessary therefore at all times indeed, and especially at the time of so great and such a mystery, to keep the charge of the Apostle, who said: "Having therefore these promises, beloved, let us cleanse ourselves from every defilement of flesh and spirit, perfecting holiness in the fear of God; giving no offence in anything, so that the ministry may not be blamed, but in everything commending ourselves as ministers of God." Thus may a man become worthy to minister as priest the mystery of the Lord according to the Gospel of God
ΕΡΩΤΗΣΙΣ Γʹ.
Question III.
Εἰ ἀκίνδυνόν ἐστι μὴ καθαρεύοντά τινα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐσθίειν τὸ σῶμα τοῦ Κυρίου, καὶ πίνειν τὸ αἷμα
Whether it is free from danger for anyone not pure from every defilement of flesh and spirit to eat the body of the Lord and drink the blood
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
Τοῦ Θεοῦ ἐν τῷ νόμῳ τὴν ἀνωτάτω τιμωρίαν ὁρίσαντος κατὰ τοῦ ἐν ἀκαθαρσίᾳ τολμήσαντος ἅψασθαι τῶν ἁγίων· γέγραπται γὰρ τυπικῶς μὲν ἐκείνοις, εἰς νουθεσίαν δὲ ἡμετέραν· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Εἰπὲ Ἀαρὼν, καὶ τοῖς υἱοῖς αὐτοῦ· καὶ προσεχέτωσαν ἀπὸ τῶν ἁγίων τῶν υἱῶν Ἰσραὴλ, καὶ οὐ βεβηλώσουσι τὸ ὄνομά μου τὸ ἅγιον, ὅσα αὐτοὶ ἁγιάζουσί μοι. Ἐγὼ Κύριος. Εἰπὲ αὐτοῖς· Εἰς τὰς γενεὰς αὐτῶν πᾶς ἄνθρωπος, ὃς ἐὰν προσέλθῃ ἀπὸ παντὸς τοῦ σπέρματος ὑμῶν πρὸς τὰ ἅγια, ὅσα ἂν ἁγιάσωσιν οι υἱοὶ Ἰσραὴλ τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ' αὐτῷ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπὸ προσώπου μου. Ἐγὼ Κύριος·» εἰ τοιαύτη ἀπειλὴ κεῖται κατὰ τῶν προσιόντων ἁπλῶς εἰς τὰ παρὰ τῶν ἀνθρώπων ἁγιαζόμενα, τί ἄν τις εἴποι κατὰ τοῦ εἰς τοσοῦτον καὶ τοιοῦτον μυστήριον τολμήσαντος; Ὅσῳ γὰρ πλεῖον τοῦ ἱεροῦ ὧδε, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, τοσούτῳ δεινότερον καὶ φοβερώτερον τὸ ἐν μολυσμῷ ψυχῆς τολμῆσαι ἅψασθαι τοῦ σώματος τοῦ Χριστού, παρὰ τὸ ἅψα-
Since God in the law appointed the extreme penalty against one who in uncleanness dared to touch the holy things—for it is written typically indeed for them, and for our admonition: "And the Lord spoke to Moses, saying: Speak to Aaron and to his sons, and let them take heed regarding the holy things of the sons of Israel, and they shall not profane my holy name in whatsoever things they consecrate to me. I am the Lord. Say to them: Throughout their generations, every man of all your seed who approaches the holy things, whatsoever the sons of Israel consecrate to the Lord, while his uncleanness is upon him, that soul shall be cut off from before my face. I am the Lord"—if such a threat stands against those who merely approach the things consecrated by men, what might one say against him who dares to approach so great and such a mystery? For by as much as what is here is greater than the temple, according to the voice of the Lord, by so much is it more dreadful and more fearful in defilement of soul to dare to touch the body of Christ, than to touch
Notes, col. 1584

On the reading

Printed οι, for οἱ.

Printed Χριστού, for Χριστοῦ.

PG 31:1585Read from the page
σθαι κριῶν ἢ ταύρων, τοῦ Ἀποστόλου εἰπόντος· «Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον, ἢ πίνη τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου.» Σφοδρότερον δὲ ὁμοῦ καὶ φοβερώτερον παριστῶν τὸ κρῖμα διὰ τῆς ἐπαναλήψεως, φησί· «Δοκιμαζέτω δὲ ἕκαστος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.» Εἰ δὲ ὁ ἐν ἀκαθαρσίᾳ μόνῃ γενόμενος (τῆς δὲ ἀκαθαρσίας τὸ ἰδίωμα τυπικῶς ἐκ τοῦ νόμου μανθάνομεν), οὕτω φοβερὸν ἔχει τὸ κρῖμα, πόσῳ μᾶλλον ὁ ἐν ἁμαρτίᾳ ὢν, καὶ κατατολμῶν τοῦ σώματος τοῦ Κυρίου, δεινότερον ἐπισπάσεται τὸ κρῖμα; Καθαρεύσωμεν τοίνυν ἀπὸ παντὸς μολυσμοῦ (ἡ δὲ διαφορὰ τοῦ μολυσμοῦ πρὸς τὴν ἀκαθαρσίαν φανερὰ τοῖς εὖ φρονοῦσι), καὶ οὕτω προσερχώμεθα τοῖς ἁγίοις, ἵνα φύγωμεν τὸ κρῖμα τῶν φονευσάντων τὸν Κύριον, διότι «Ὃς ἂν ἐσθίῃ τὸν ἄρτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου·» σχῶμεν δὲ ζωήν αἰώνιον, καθὼς ἐπηγγείλατο ὁ ἀψευδὴς Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστός· ἐὰν ἐσθίοντες καὶ πίνοντες μνημονεύσωμεν αὐτοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος, καὶ φυλάξωμεν τὸ κρῖμα τοῦ Ἀποστόλου εἰπόντος· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι·» ὅπερ συνεθέμεθα ἐν τῷ βαπτίσματι.
rams or bulls, since the Apostle says: "Wherefore whoever eats the bread or drinks the cup of the Lord unworthily shall be guilty of the body and of the blood of the Lord." And setting forth the judgement at once more severely and more fearfully through repetition, he says: "But let each man examine himself, and so let him eat of the bread and drink of the cup. For he who eats and drinks unworthily eats and drinks judgement to himself, not discerning the body of the Lord." Now if he who happens to be in uncleanness alone (and the specific character of uncleanness we learn typically from the law) incurs so fearful a judgement, how much more shall he who is in sin, and presumptuously ventures upon the body of the Lord, draw upon himself a more dreadful judgement? Let us cleanse ourselves therefore from every defilement (and the difference between defilement and uncleanness is evident to those of sound mind), and thus let us approach the holy things, so that we may escape the judgement of those who slew the Lord, because "Whoever eats the bread or drinks the cup of the Lord unworthily shall be guilty of the body and of the blood of the Lord;" and that we may possess eternal life, just as our unlying Lord and God Jesus Christ promised: if, eating and drinking, we remember Him Who died for us, and keep the judgement of the Apostle, who said: "For the love of Christ constrains us, having judged this, that if One died for all, then all died; and He died for all, so that those who live might no longer live for themselves, but for Him Who died and rose again for them;" which very covenant we made in baptism.
ΕΡΩΤΗΣΙΣ Δʹ.
Question IV.
Εἰ παντὶ ῥήματι Θεοῦ δεῖ πιστεύειν, καὶ πείθεσθαι ἐν πληροφορίᾳ ἀληθείας τοῦ εἰρημένου, κἂν εὑρίσκηται τι ἢ ῥῆμα ἢ ἔργον ἤτοι παρ' αὐτοῦ τοῦ Κυρίου ἢ παρ' αὐτῶν τῶν ἁγίων δοκοῦν ἐναντίως ἔχειν.
Whether one ought to believe and obey every word of God in full assurance of the truth of what has been spoken, even if some word or deed be found, either on the part of the Lord Himself or on the part of the saints themselves, that seems to be contrary.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
1. Τὸ ἐρώτημα, εἰ καὶ παντάπασιν ἀνάξιον παντὸς τοῦ καταδεξαμένου ὁμολογεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, λαλοῦντα ῥήματα, ἃ ἤκουσε παρὰ τοῦ Πατρὸς, ὅμως ἀναγκαῖον ἀποκρίνασθαι, πειθομένους τῷ Ἀποστόλῳ γράψαντι· «Ἕτοιμοι ἔσεσθε πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν πίστεως.» Καὶ ἵνα μὴ, παρ' ἑαυτῶν τι λέγοντες, ἀμφιβολίαν ἐμποιήσωμεν τοῖς ἀκούουσι,
1. Although the question is altogether unworthy of anyone who has accepted to confess our Lord Jesus Christ as the only-begotten Son of the living God, through Whom all things came to be, both the visible and the invisible, speaking words which He heard from the Father, nevertheless it is necessary to answer, obeying the Apostle who wrote: "You shall be ready for a defence to everyone who asks you for an account concerning the faith that is in you." And lest, by saying something of ourselves, we create doubt in the hearers,
Notes, col. 1585

On the reading

Printed πίνη, for πίνῃ.

Printed ζωήν, for ζωὴν.

Printed εὑρίσκηται, for εὑρίσκηταί.

PG 31:1588Read from the page
μνημονεύσωμεν αὐτοῦ τοῦ Κυρίου λέγοντος· «Ἀμὴν. ἀμὴν λέγω ὑμῖν, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται·» καὶ πάλιν· «Εὐκοπώτερόν ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.» Εἰ δὲ πλεῖον Σολομῶνος ὧδε, καὶ πλεῖον Ἰωνᾶ ὧδε, ἀκόλουθόν ἐστιν εἰπεῖν, ὅτι καὶ πλεῖον Μωϋσέως ὧδε, τοῦ Ἀποστόλου, μετὰ τὸ τὴν ἀπρόσιτον τοῖς Ἰσραηλίταις Μωϋσέως δόξαν διηγήσασθαι ἐν συγκρίσει τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπενεγκόντος ὅτι, «Οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέλει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.» Οὕτως εἰ καὶ ἐκ τῶν εἰρημένων ἐπαιδεύθημεν τὰ ἐν τῷ Εὐαγγελίῳ εἰρημένα ἐν πίστει ἀδιακρίτῳ βεβαιότερα γνωρίσαι καὶ ὁμολογεῖν, ὅμως πάλιν αὐτοῦ τοῦ Κυρίου μνημονεύσωμεν λέγοντος· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Ἤρκει μὲν οὖν τὰ τοῦ Κυρίου ῥήματα πλέον πάντων ἐν Πνεύματι ἁγίῳ καὶ ἡγεμονικῷ στηρίξαι τὰς καρδίας ἡμῶν, ἀδιστάκτως καὶ ἀραρότως ἔχειν περὶ παντὸς ῥήματος ἐκπορευομένου διὰ στόματος Θεοῦ· ἵνα δὲ καὶ τῇ τινων ἀσθενείᾳ βοηθήσωμεν, ἀκόλουθον ἂν εἴη καὶ μαρτυρίαν ἑνὸς ἢ δευτέρου ἐκ πολλῶν παραθέσθαι. Ὁ μὲν οὖν Δαβίδ φησι· «Πισταὶ πᾶσαι αι ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι·» καὶ πάλιν· «Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ,» καὶ πολλὰ τοιαῦτα. Ὁ δὲ Ἰηοὺ ἐν τοῖς Βασιλείοις εἶπεν· «Ἴδετε, ὅτι οὐ πεσεῖται λόγος Κυρίου ἐπὶ τὴν γῆν.»
let us remember the Lord Himself saying: "Amen, amen I say to you, one iota or one stroke shall by no means pass away from the law, until all things come to pass;" and again: "It is easier for heaven and earth to pass away than for one stroke of the law to fall." Now if something greater than Solomon is here, and something greater than Jonah is here, it follows to say that something greater than Moses also is here, since the Apostle, after recounting the glory of Moses that was unapproachable to the Israelites in comparison with the glory of our Lord Jesus Christ, added that, "What has been glorified has not been glorified in this respect, on account of the surpassing glory. For if what is being done away with was through glory, much more is what abides in glory." Thus even though from what has been said we have been taught to recognize and confess in unwavering faith the things spoken in the Gospel as more sure, nevertheless let us again remember the Lord Himself saying: "Heaven and earth shall pass away, but my words shall by no means pass away." The words of the Lord therefore sufficed more than all else to establish our hearts in the holy and guiding Spirit, to hold without hesitation and steadfastly to every word proceeding through the mouth of God; yet that we may also come to the aid of the weakness of some, it would be fitting to adduce the testimony of one or a second witness as well out of many. David then says: "Faithful are all His commandments, established unto age of age, wrought in truth and uprightness;" and again: "The Lord is faithful in all His words, and holy in all His works," and many such things. And Jehu in the Books of Kingdoms said: "See that no word of the Lord shall fall to the earth."
2. Περὶ δὲ τῶν δοκούντων ἐναντίωσίν τινα ἔχειν, κρεῖττόν ἐστιν ἑαυτοῦ καταψηφίσασθαι, ὡς μήπω ἐλθόντος εἰς κατανόησιν τοῦ πλούτου τῆς σοφίας, καὶ ὅτι δύσκολον τῶν ἀνεξερευνήτων κριμάτων τοῦ Θεοῦ ἐφικέσθαι, ἢ ὑπόδικον γενέσθαι τῷ κρίματι τῆς θρασύτητος καὶ τῆς αὐθαδείας, καὶ ἀκοῦσαι, «Ἀσεβὴς ὁ λέγων βασιλεῖ, Παρανομεῖς·» καὶ, «Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ;» Εἰ δὲ καὶ τὰ πολλὰ τοῖς πολλοῖς φανερὰν ἔχειν δοκεῖ τὴν λύσιν, ὅμως ἐπὶ τῶν δοκούντων ἐναντίωσιν ἔχειν ὀφείλομεν παρατηρεῖν, ὅτι, ὅταν μὲν τῷ προστάγματι δοκῇ ἐναντίον τι εἶναι ῥῆμα ἢ ἔργον, ἀναγκαῖον αὐτὸν ἕκαστον τῷ προστάγματι πειθαρχεῖν, καὶ μὴ τῷ βάθει τοῦ πλούτου καὶ τῆς σοφίας ἐπισκήπτειν, ἢ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις· τοῦτο γὰρ εὐάρεστον τῷ Θεῷ, καὶ ἀκίνδυνον εἶναι μεμαθήκαμεν ἐκ τῶν θεοπνεύστων Γραφῶν· ὅταν δὲ πρόσταγμα προστάγματι ἐναντίως ἔχειν δοκῇ, ἵνα τὰς ὑποθέσεις καταμανθάνοντες, καὶ ὁλόκληρον τὴν περικοπὴν
2. Concerning the things that seem to involve some contradiction, it is better to pass judgement against oneself, as not yet having come to an understanding of the riches of wisdom, and because it is difficult to attain to the unsearchable judgements of God, than to become liable to the judgement of rashness and self-will, and to hear, "Impious is he who says to a king, You act lawlessly;" and, "Who shall bring a charge against the elect of God?" Yet even though most of these cases seem to most people to have an evident resolution, nevertheless in those that seem to involve a contradiction we ought to observe that, whenever some word or deed seems to be contrary to a commandment, each person himself must obey the commandment, and not cavil at the depth of the riches and wisdom, or make excuses in sins; for we have learned from the divinely inspired Scriptures that this is well-pleasing to God and free from danger; whereas whenever a commandment seems to stand contrary to a commandment, so that by examining the underlying occasions thoroughly and reading the entire passage
Notes, col. 1588

On the reading

Printed Ἀμὴν., for Ἀμὴν,.

Printed αι, for αἱ.

PG 31:1589Read from the page
ἀναγινώσκοντες, οὕτω τὸ ἄμαχον ἐπιγινώσκωμεν, καὶ τὸ ἑκάστῳ ἁρμόζον πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως φυλάσσωμεν, εἰς ὃν ἀμφότερα τείνει τὰ προστάγματα· τὰ μὲν νόσον θεραπεύοντα, τὰ δὲ προκοπὴν ἐμποιοῦντα πρὸς τελείωσιν ἄγουσαν τῆς πρὸς Θεὸν εὐαρεστήσεως, τοῦ Κυρίου λέγοντος ποτὲ μέν· «Οὐδεὶς, λύχνον ἅψας, κρύπτει αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ· οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Ποτὲ δὲ, «Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερὰ, τί ποιεῖ ἡ δεξιά σου.»
in context, we may thus recognize their harmony and keep what is fitting for each person towards the goal of the upward calling, unto which both commandments tend: the one healing sickness, the other producing progress leading towards perfection in pleasing God, since the Lord says at one time: "No one, having lit a lamp, hides it under the bushel, but puts it on the lampstand, and it shines for all who are in the house; so let your light shine before men, that they may see your good works and glorify your Father Who is in heaven." And at another time, "But when you do almsgiving, let not the left hand know what your right hand is doing."
3. Καὶ πολλὰ τοιαῦτα εὕροις ἂν παρά τε τοῖς εὐαγγελισταῖς καὶ τῷ Ἀποστόλῳ. Ἐὰν δὲ ἡ μὲν ἐντολὴ δοθῇ, πῶς δὲ γένηται, μὴ ἐπενεχθῇ, ἀνασχώμεθα τοῦ Κυρίου λέγοντος· «Ἐρευνᾶτε τὰς Γραφὰς,» καὶ μιμησώμεθα τοὺς ἀποστόλους αὐτὸν τὸν Κύριον ἐπερωτήσαντας τὴν ἑρμηνείαν τῶν παρ' αὐτοῦ εἰρημένων καὶ τῶν παρ' αὐτοῦ ἐκ τῶν ἐν ἑτέρῳ τόπῳ εἰρημένων, μανθάνωμεν τὸ ἀληθὲς καὶ σωτήριον· ὥσπερ ἐπὶ τοῦ, «Θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ,» ἔκ τε τῶν τῷ νεανίσκῳ προστεταγμένων παιδευόμεθα, αὐτοῦ τοῦ Κυρίου εἰπόντος· «Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ·» καὶ ἐκ τῶν εἰρημένων πρὸς τοὺς ἐπιθυμοῦντας βασιλείαν οὐρανῶν κληρονομῆσαι· «Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, δοῦναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Ἐὰν δὲ καὶ κίνδυνος παρέπηται τῇ τηρήσει τῆς ἐντολῆς, ἥτις ἐστὶ καύχημα ἡμῶν, μνημονεύσωμεν τοῦ Ἀποστόλου εἰπόντος· «Καλόν μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ·» καὶ ἀλλαχοῦ πλατύτερον· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» καὶ τὰ ἑξῆς. Δι' ὧν σφοδρότερον παιδευόμεθα τηρεῖν τὰς ἐντολὰς, καὶ περισσοτέραν δοῦναι ἀπόδειξιν τῆς πρὸς τὸν Κύριον ἀγάπης, εἰπόντα· «Ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει,» καὶ πολλάκις ὁμοίως· ἐπὶ δὲ τῶν λοιπῶν μιμεῖσθαι τὸν Ἀπόστολον, καὶ λέγειν· «Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Τίς γὰρ ἔγνω νοῦν Κυρίου» τοῦ ἐξ οὐρανῶν κατελθόντος, καὶ τὰ τοῦ Πατρὸς ἡμῖν ῥήματα ἀπαγγείλαντος; ᾯ πιστεύειν ἀναγκαῖον καὶ σωτήριον, ὡς τὰ τέκνα τοῖς
3. And many such examples you might find both in the Evangelists and in the Apostle. Now if the commandment is given, yet how it is to come about is not added, let us abide by the Lord saying: "Search the Scriptures," and let us imitate the apostles who asked the Lord Himself for the interpretation of the things spoken by Him; and regarding the things spoken by Him, let us learn from the things spoken in another place what is true and saving: just as in the case of, "Lay up for yourselves treasures in heaven," we are instructed both from the charges given to the young man, the Lord Himself having said: "Sell your possessions, and give to the poor, and you shall have treasure in heaven;" and from the things spoken to those desiring to inherit the kingdom of heaven: "Fear not, little flock, because your heavenly Father has been well pleased to give you the kingdom. Sell your possessions, and give alms; make for yourselves purses that do not grow old, an unfailing treasure in heaven." And if danger also attends the keeping of the commandment, which is our boast, let us remember the Apostle saying: "It is good for me rather to die, than that anyone should make void my boast;" and elsewhere more broadly: "Who shall separate us from the love of Christ? Tribulation, or distress, or persecution, or famine, or nakedness, or danger, or sword?" and what follows. Through which we are taught more earnestly to keep the commandments, and to give more abundant proof of love towards the Lord, Who said: "He who loves me will keep my commandments," and often similarly; and in the remaining matters to imitate the Apostle, and say: "O depth of the riches and wisdom and knowledge of God, how unsearchable are His judgements, and untraceable His ways. For who has known the mind of the Lord" Who came down from heaven and declared to us the words of the Father? To Whom it is necessary and saving to yield belief, as children to
PG 31:1592Read from the page
γονεῦσι, καὶ τὰ παιδία τοῖς διδασκάλοις, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ φωνὴν, εἰπόντος· « Ἐὰν μή τις δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. »
parents, and young children towards their teachers, according to the voice itself of our Lord Jesus Christ, Who said: "Unless someone receive the kingdom of God like a young child, he shall by no means enter into it."
ΕΡΩΤΗΣΙΣ Εʹ.
Question 5.
Ει παντὸς ῥήματος ἡ ἀπείθεια ἀξία ὀργης καὶ θανάτου, κἂν ἰδικῶς τῷ καθ' ἕκαστον μὴ ᾖ συνημμένη ἡ ἀπειλή.
Whether disobedience to every declaration is deserving of wrath and death, even if the threat is not specifically attached to each single one.
ΑΠΟΚΡΙΣΙΣ.
Answer.
1. Περὶ μὲν τοῦ, εἰ παντὸς ῥήματος ἡ ἀπείθεια ἀξία ὀργῆς καὶ θανάτου, εἴρηται μὲν πλατύτερον ἐν τῇ περὶ τῆς συμφωνίας ἐπιστολῇ· ἵνα δὲ καὶ νῦν μιᾶς ἢ δευτέρας ἐκ πολλῶν μνημονεύσωμεν μαρτυρίας, ἀκούσωμεν Ἰωάννου μὲν τοῦ Βαπτιστοῦ λέγοντος· « Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ (τὸ δὲ ἀόριστον παντός ἐστι περιληπτικὸν) οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν· » αὐτοῦ δὲ τοῦ Κυρίου ὁριστικῶς ἀποφηναμένου· « Ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. » Εἰ δὲ τὰ τοῦ νόμου οὕτως, πόσῳ μᾶλλον τὰ τοῦ Εὐαγγελίου; καθὼς αὐτὸς ὁ Κύριος πολλάκις ἐπιστώσατο. Περὶ δὲ τοῦ, κἂν ἰδικῶς τῷ καθέκαστον μὴ ᾖ συνημμένη ἡ ἀπειλὴ, ἀρκεῖν μὲν λογίζομαι τοῖς πιστοῖς, αὐτοῦ τοῦ Κυρίου μνημονεῦσαι εἰπόντος ἐν τῇ περικοπῇ τῆς μετὰ τοὺς μακαρισμοὺς διδασκαλίας· ἐν ᾗ πολλῶν μὲν ἐμνημόνευσε τῶν ἀπηγορευμένων, καὶ τοῖς μὲν προσέθηκε καὶ τὴν ἀπειλὴν, εἰπών· « Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ' ἂν εἴπῃ, Ῥακὰ, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ' ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός· » καὶ πολλὰ τοιαῦτα· τοῖς δὲ μὴ προστιθείς· ὥσπερ ἐν τῷ εἰπεῖν, ὅτι « Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ· » καὶ τὸ, « Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὁμόσαι ὅλως· » καὶ μετ' ὀλίγα· « Ἔσται δὲ ὁ λόγος ὑμῶν, Ναὶ, ναί· οὒ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι. » Καὶ πολλὰ τοιαῦτα εἰπὼν, ἄνευ τοῦ ἐπαγαγεῖν τῆς τιμωρίας τὸ ἰδίωμα, γενικώτερον κατὰ πάντων ἀπεφήνατο προειπὼν μὲν, « Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· » ἐν δὲ τῷ τέλει ἐπαγαγὼν, ὅτι « Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. »
1. Concerning whether disobedience to every declaration is deserving of wrath and death, this has already been treated more broadly in the letter on concord; yet so that now as well we may recall one or two testimonies out of many, let us listen first to John the Baptist saying: "He who believes in the Son holds eternal life; whereas he who disobeys the Son (and the unrestricted expression encompasses all) shall not behold life, rather the wrath of God will abide upon him"; and to the Lord Himself pronouncing definitively: "One iota or one stroke shall by no means pass away from the law until all things come to pass." Now if the matters of the law stand thus, how much more those of the Gospel, just as the Lord Himself repeatedly confirmed? And concerning the point even if the threat is not specifically attached to each single item, I reckon it sufficient for believers to recall the Lord Himself speaking in the section of teaching following the beatitudes, wherein He mentioned many forbidden acts, and to some He also adjoined the threat, saying: "Everyone growing angry at his brother shall be liable to the court; whoever says, Raka, shall be liable to the council; whoever says, Fool, shall be liable unto the Gehenna of fire," and many similar things; whereas to others He did not adjoin one, as in saying that "Everyone looking at a woman so as to lust after her has already committed adultery with her in his heart," and the saying, "Yet I tell you not to swear at all," and shortly thereafter: "Let your speech be, Yes, yes; no, no; whereas anything beyond these comes from the evil one." Having spoken many similar things without introducing the particular form of punishment, He pronounced more generally against them all, stating beforehand on the one hand, "Unless your righteousness exceed that of the Scribes and Pharisees, you shall by no means enter into the kingdom of the heavens," and bringing forward at the close that "Everyone hearing these words of Mine and not performing them will be likened to a foolish man, who built his house upon the sand; and the rain came down, and the rivers arrived, and the winds blew, and they struck against that house, and it collapsed, and its collapse was great."
2. Καὶ πολλαχοῦ πολλῶν μνημονεύσας ἁμαρτημάτων, οὐ προσέθηκε καὶ τὴν ἀποκειμένην ἑκάστῳ τι-
2. And in many places, after mentioning numerous sins, He did not also adjoin the pun-
Notes, col. 1592

On the reading

Printed Ει, for Εἰ.

Printed ὀργης, for ὀργῆς.

PG 31:1593Read from the page
μωρίαν, ἀρκεῖν ἡγούμενος τὰ καθόλου πολλάκις εἰρημένα κατὰ πάντων. Ἐπειδὴ δὲ χρείαν ἔχουσιν οἱ ἀσθενέστεροι βοηθείας, μνημονεύσωμεν καὶ τοῦ Ἀποστόλου. Μιμούμενος γὰρ τὸν Κύριον καὶ αὐτὸς, ποτὲ μὲν εἶπεν· « Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν· » ποτὲ δέ· « Μὴ ψεύδεσθε εἰς ἀλλήλους· » καὶ ἀλλαχοῦ· « Πᾶσα ὀργὴ, καὶ θυμὸς, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν, σὺν πάσῃ κακίᾳ. » Καὶ πολλὰ τοιαῦτα πολλάκις εἰπὼν, ἄνευ τοῦ προσθέῖναι τὴν ἀπειλὴν, ἀλλαχοῦ γενικώτερον προστίθησι καὶ τὴν τιμωρίαν, εἰπών· « Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. » Ἀλλαχοῦ δὲ πάλιν πλατύτερον γράφει· « Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα· πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας. Οἵτινες, τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων. Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις, ὁ κρίνων. » Καὶ πολλαχοῦ ὁμοίως. Ἐξ ὧν δείκνυται, ὅτι, κἂν ἐν τοῖς κατὰ μέρος μὴ ᾖ προσκειμένη ἡ ἀπειλὴ τῆς τιμωρίας ἑκάστῳ εἴδει, ἀναγκαίως ἐπιγινώσκειν ὀφείλομεν, ὅτι ἀφύκτῳ ἀνάγκῃ τῇ γενικῇ ὑποβάλλεται ἀποφάσει ὁ καὶ μίαν ἐντολὴν παραβαίνων· τοῦ μὲν Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀποφηναμένου, ὅτι « Ὁ ἀθετῶν ἐμὲ, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, » καὶ τὰ ἑξῆς φοβερώτερον· Ἰωάννου δὲ τοῦ Βαπτιστοῦ, οὗ μείζων οὐδεὶς, ὁριστικῶς μαρτυροῦντος, ὅτι « Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν. » Τοῦτο γὰρ σύνηθες τῇ θεοπνεύστῳ Γραφῇ καὶ ἐν τῇ Παλαιᾷ Διαθήκῃ. Καὶ γὰρ διὰ Μωϋσέως, πολλὰ τῶν ἐν τῷ νόμῳ γράψαντος, ἄνευ τοῦ προσθεῖναι τὴν ἀπειλὴν κατὰ τοῦ παραβαίνοντος ἢ ἀμελοῦντος, γενικὴν κατὰ πάντων ἐπήγαγε τὴν κατάραν, ἥτις ἐστὶ τῆς δεινοτάτης τιμωρίας προκαταρκτικὴ, εἰπών· « Ἐπικατάρατος πᾶς ὃς οὐκ
ishment reserved for each one, deeming the universal declarations often spoken against them all to suffice. Since, however, weaker persons stand in need of assistance, let us recall the Apostle as well. Imitating the Lord himself too, at one point he said: "If anyone bearing the name of brother be a fornicator, or covetous, or an idolater, or a reviler, or a drunkard, or an extortioner, do not even eat together with such a person"; at another point: "Do not lie towards one another"; and elsewhere: "Let all anger, and rage, and shouting, and slander be removed from you, together with all malice." After repeatedly speaking many similar things without adjoining the threat, elsewhere he adjoins the punishment more generally as well, saying: "Do not be misled: neither fornicators, nor idolaters, nor adulterers, nor effeminate men, nor men who lie with males, nor thieves, nor covetous persons, nor drunkards, nor revilers, nor extortioners will inherit God's kingdom." Elsewhere again he writes more broadly: "And inasmuch as they did not see fit to retain God in acknowledgment, God handed them over to an unapproved mind, to practise things that are improper; filled with all injustice, sexual immorality, wickedness, greed, malice; full of envy, murder, strife, deceit, malignity; whisperers, detractors, haters of God, insolent, haughty, boastful, inventors of evils, disobedient to parents, senseless, faithless to agreements, without natural affection, implacable, unmerciful; who, although recognizing God's righteous ordinance—that those practising such things are deserving of death—not only do them, yet even approve of those practising them. Wherefore you are without excuse, O man, everyone who passes judgement; for wherein you judge the other, you condemn yourself, since you who judge practise the very same things." And similarly in many places. From these passages it is demonstrated that even if in particular instances the threat of punishment is not attached to each specific kind, we necessarily ought to recognize that by inescapable necessity anyone transgressing even a single commandment falls under the general sentence: our Lord Jesus Christ on the one hand pronouncing that "He who rejects Me and does not accept My declarations has one that judges him: the word which I spoke, that very word will judge him on the final day," and what follows even more dreadfully; and John the Baptist, than whom nobody is greater, witnessing definitively that "He who disobeys the Son shall not behold life, rather the wrath of God will abide upon him." For this is customary for God-inspired Scripture in the Old Covenant as well. Indeed through Moses, after writing many provisions in the law without adjoining the threat against him who transgresses or neglects them, He brought in the general curse against them all, which initiates the most dreadful punishment, saying: "Accursed is everyone who does not
Notes, col. 1593

On the reading

Printed προσθέῖναι, for προσθεῖναι.