θάνατος αὐτοῦ οὐκέτι κυριευει. Ὁ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τό ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδι-
death has dominion over Him no more. For the death that He died, He died to sin once for all; but the life that He lives, He lives to God. Even so reckon yourselves also to be dead indeed to sin, but alive to God in Christ Jesus. Let not sin therefore reign in your mortal body, so that you obey it in its lusts, neither present your members as instruments of unright-
27. Τότε καταξιοῦταί τις ἐν ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθῆναι, καὶ ἄνωθεν γεννηθεὶς ἀλλάξαι καὶ τὸν τόπον καὶ τὸν τρόπον καὶ τοὺς συζῶντας, ἵνα τῷ πνεύματι στοιχοῦντες καταξιωθῶμεν ἐν ὀνόματι τοῦ Υἱοῦ βαπτισθῆναι, καὶ ἐνδύσασθαι τὸν Χριστόν. Χρὴ γὰρ τὸν γεννηθέντα καὶ ἐνδύματος καταξιωθῆναι, καθὼς εἶπεν ὁ Ἀπόστολος· « Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· » καὶ πάλιν· « Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὸν, ὅπου οὐκ ἔνι Ἕλλην, καὶ Ἰουδαῖος. » Τὸν δὲ Υἱὸν τοῦ Θεοῦ ἐνδυσάμενοι, τὸν δόντα ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, ἐν ὀνόματι τοῦ Πατρὸς βαπτιζόμεθα, καὶ τέκνα Θεοῦ ἀναγορευόμεθα, τοῦ προστάξαντος καὶ ἐπαγγειλαμένου, καθὼς εἶπεν ὁ προφήτης· « Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. » — « Ταύτας οὖν ἔχοντες, φησὶν ὁ Ἀπόστολος, τὰς ἐπαγγελίας, ἀγαπητοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ· » καὶ πάλιν παραγγέλλων ἐν τῷ εἰπεῖν· « Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ· » καὶ πάλιν· « Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος· τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ, » τῇ παρ' αὐτοῦ τοῦ Κυρίου ἐπηγγελμένῃ, εἰπόντος· « Τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος. »
27. Then one is counted worthy to be baptized in the name of the Holy Spirit, and having been born from above to change one's place and manner of life and fellow companions, so that walking by the spirit we may be counted worthy to be baptized in the name of the Son, and to put on Christ. For he who has been born must also be counted worthy of clothing, even as the Apostle said: "As many of you as were baptized into Christ have put on Christ"; and again: "Having put off the old man with his practices, and having put on the new, who is being renewed unto full knowledge according to the image of Him Who created him, where there is neither Greek nor Jew." And having put on the Son of God, Who gave authority to become children of God, we are baptized in the name of the Father, and are proclaimed children of God, Who enjoined and promised it, even as the prophet said: "Wherefore come out from the midst of them, and be separated, says the Lord, and touch nothing unclean; and I will receive you, and will be to you for a father, and you shall be to Me for sons and daughters, says the Lord Almighty." — "Having therefore these promises, beloved," says the Apostle, "let us cleanse ourselves from all defilement of flesh and spirit, perfecting holiness in the fear of God"; and again charging us in saying: "Do all things without murmurings and questionings, that you may become blameless and harmless, unblemished children of God in the midst of a crooked and perverse generation, among whom you shine as luminaries in the world, holding fast the word of life for a boast to me unto the day of Christ"; and again: "If therefore you were raised together with Christ, seek the things that are above, where Christ is, seated at the right hand of God; set your mind on the things that are above, not on the things that are upon the earth. For you died, and your life has been hidden with Christ in God. Whenever Christ, our life, is manifested, then you also with Him shall be manifested in glory," that glory promised by the Lord Himself when He said: "Then shall the righteous shine forth like the sun."