κτην τί δύναται ἐπισχεῖν; Πυρός ἐστι χαλεπώτερος, πάντα διὰ συνεχείας νεμόμενος. Ἔλαβε τὰ τοῦ πλησίον· ἄλλος ἀνεφάνη γείτων· καὶ τὰ ἐκείνου ἐξιδιοποιήσατο. Οὐ τοῖς κατόπιν προσέξει, ὅτι πολλά· ἀλλὰ τοῖς λείπουσιν, ὅτι γείτονας κέκτηται. Οὐκ εὐφραίνει τὰ κτηθέντα, ἀλλὰ λυπεῖ τὰ λειπόμενα· οὐ τῇ ἀπολαύσει τῶν συναχθέντων προσέχει, ἀλλ' ἑαυτὸν ἐκδαπανᾷ τῇ ἐπιθυμίᾳ τῆς τοῦ πλείονος κτήσεως. Εἶτα ἀγρυπνίαι ἐντεῦθεν, αἱ μέριμναι, αἱ φροντίδες. Ὅσον αὔξει ὁ πλοῦτος, τοσοῦτον φέρει τοῦ βίου τὸ μεριμνητικόν. Δικαστὴς προσδοκᾶται, καὶ ὁ πλεονέκτης περισκοπεῖ μὴ εἰς δικαστήρια παρασυρῇ· μὴ ὀρφανὸς τὸ δάκρυον ἑαυτοῦ ἐπὶ δικαστηρίου δημοσιεύσῃ. Βουλεύεται ἐν νυκτὶ, τίνας τῶν πικρῶν συνηγόρων παρασκευάσει, ἵνα ψευδεῖς μαρτυρίας ἐκμισθώσηται· πῶς ἐκπολιορκήσει τὸν ἐν τῇ ἐρημίᾳ, καταδυναστεύσει ὲδ τούτου, καὶ ἐν δικαστηρίῳ τὴν ἀλήθειαν κλέψας· ἀμφοτέρους δὲ ἀναλώσει, καὶ τὸν δικαστὴν παρακρουσάμενος, καὶ τὸν νήπιον πλεονεκτήσας. Αὗται αἱ μέριμναι δαπανῶσι τοῦ πλεονέκτου τὴν ψυχήν. Κύων ὑλακτεῖ, καὶ ὁ πλούσιος νομίζει κλέπτην εἶναι. Μυὸς ψόφος, καὶ τοῦ πλουσίου ἡ καρδία πηδᾷ· τὸν παῖδα ὑποπτεύει, πάντα δι' ὑποψίας ἔχει· υἱοὺς αὐξανομένους ὥσπερ ἐπιβούλους ὁρᾷ, ὅτι ἡ ἡλικία αὐτῶν τὴν διαδοχὴν κατεπείγει. Τοῖς πλεονέκταις καὶ ἑτέρα ἐστὶ νόσος. Τὸν βίον αὐτοῦ ἐπὶ δακτύλων τίθησι· τὸν μὲν δημοσιεύει, τὸν δὲ κατορωρυγμένον ἔχει πρὸς ἐλπίδας τὰς ἀδήλους ἀποτιθέμενος· ἐλπίδας τὰς οὐκ ἐλπίδας. Εἰ γὰρ πρὸς ἐλπίδας ἦν ἡ ἀπόθεσις, πρὸς τὴν αἰωνίαν ἐλπίδα ἐγένετο ἂν ἡ παρασκευή. Νῦν δὲ ὑποκρύπτει τῇ κλίνῃ τὸν πλοῦτον τὸν ἄδηλον, τὴν ἐπερχομένην ζημίαν ἀποστρέφειν οἰόμενος. Ἀλλ' εἰ μὲν ἥξει ποτὲ ἡ χρεία, ἄδηλον· ἥξει μέντοι καιρὸς, ἐν ᾧ μεταμεληθήσῃ, μὴ οἰκονομήσας τὸν πλοῦτον. Τοῦτο πρόδηλον, κἀγώ εἰμι ὁ ἐγγυώμενος. Ἀνάγκη μὲν γὰρ περὶ πάντων τῶν παθῶν διαλέγεσθαι, ὑπομιμνήσκοντα ὑμᾶς· ὑμᾶς δὲ προσέχοντας λαμβάνειν τὴν ἐκ τῶν λόγων ὠφέλειαν, ἵνα, ἀποδυσάμενος ἕκαστος, ὥσπερ γῆρας ὄφεως, τὴν ἁμαρτίαν, οὕτως ἐπανέλθοι γεγυμνωμένος, καὶ ἔχων τὴν δικαιοσύνην αὐτῷ ἐπανθοῦσαν, ἕτερος ἐξ ἑτέρου γενόμενος. Τοῦτο γάρ ἐστι σύνοδος. Διὰ τοῦτο οἱ πατέρες ἡμῶν τοὺς συλλόγους τούτους ἐπέγνωσαν, ἵνα ἃ καθ' ἑκάστην ἡμέραν μαθεῖν οὐ δυνάμεθα, τῇ τῶν διδασκόντων καὶ ὑπομιμνησκόντων ἐνδείᾳ, ταῦτα δι' ἔτους συνιόντες, ἐν κοινῇ πανηγύρει ὑποδεξώμεθα· εἶτα φυλάξωμεν ἐφόδια πρὸς τὸν ἐφ-
man, what can restrain him? He is harsher than fire, continually devouring all things. He took the goods of his neighbour; another neighbour appeared; and he appropriated that man's goods as well. He will give heed, not to the things behind him, because they are many, but to the things still lacking, because he possesses neighbours. The things acquired do not gladden him, rather the things still left over grieve him; he gives heed, not to the enjoyment of what has been gathered, but wastes himself away with desire for the acquisition of more. Thence come sleepless nights, anxieties, cares. By as much as wealth increases, by so much does it bring the anxious care of life. A judge is expected, and the covetous man looks round anxiously lest he be dragged into lawcourts, lest an orphan make his own tear public before a court of justice. He deliberates at night which of the bitter advocates he will prepare, so as to hire false testimonies; how he will lay siege to the man in desolation, and oppress him by power, having stolen away the truth even in a court of justice; and he will ruin both, having cheated the judge on the one hand, and defrauded the young child on the other. These anxieties consume the soul of the covetous man. A dog barks, and the rich man supposes there is a thief. The noise of a mouse, and the heart of the rich man leaps; he suspects his servant, he holds everything in suspicion; he looks upon his growing sons as plotters, because their age presses hard upon the succession. The covetous also have another disease. He counts his livelihood upon his fingers: part of it he puts out in public, and part of it he keeps buried, laying it away towards uncertain hopes, hopes that are no hopes. For if the laying away were towards hopes, the preparation would have been made towards the eternal hope. But as it is, he hides the uncertain wealth under his bed, supposing that he averts oncoming loss. Yet whether the need will ever come is uncertain; there will, however, come a time in which you will repent for not having stewarded your wealth. This is manifest, and I am the guarantor. For it is necessary indeed to discourse concerning all the passions, reminding you, and for you, giving heed, to receive the benefit from the words, so that each one, having stripped off sin like the slough of a serpent, might thus return home stripped bare, and having righteousness blooming upon him, having become one man out of another. For this is an assembly. On account of this our fathers approved these gatherings, so that the things we cannot learn each day, through the scarcity of those who teach and remind, these we may welcome in a common festal assembly when we come together once a year; and then keep provisions for the