Migne Reading Room

PG 31 · cols. 1453–1464 · Read from the page

Certain doubtful homilies

Certain doubtful homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1453Read from the page
κτισθῇ, ἀλλ' ἐποίησεν οὐρανὸν, σκέπην αὐτοφυῆ κτίσας, ὑπεστόρεσε τὴν γῆν, ἰσχυρὸν ἔδαφος τοῖς ποσὶ προετοιμάζων τοῖς τοῦ ἀνθρώπου. Θάλλειν αὐτὴν ἐποίησε βοτανῶν καὶ καρπῶν παντοίαις φοραῖς. Πάντα εὐτρεπῆ τῷ ἀνθρώπῳ· τὰ ὑποζύγια εὐτρεπίσθη κατὰ ἀγέλας· ἐκτίσθη ἡ κτίσις. Τὰ μὲν σύννομα παρεσκευάσθη· τὰ δὲ ἄγρια πρὸς γυμνασίαν τοῦ σώματος. Τὰ μὲν πόνῳ κτητὰ, ἵνα φιλητὰ γένηται· τὰ δὲ ἑτοίμως παρόντα, ἵνα αὐτόθεν τῇ κτίσει ὑπηρετῆται. Εἶδεν, ὅτι αὐτομάτως ἡ γῆ τὸν καρπὸν αὐτοῖς παρεσκεύασε. Πᾶσα ἡ κτίσις ἐξεδέχετο τοὺς ἀπολαύοντας, καὶ εἰς ἑστίασιν παρήχθη ὁ ἄνθρωπος. Εἶδεν, ὅτι οὐκ ἠρκέσθη ὁ φιλάνθρωπος Θεὸς τῇ τῆς γῆς ἀπολαύσει· ἀλλ' ἐξαίρετον ἐνδιαίτημα, τὸ ἴδιον ἐγκαλλώπισμα, τὸν ἄνθρωπον ἑαυτοῦ βουλόμενος, ἐκεῖ κατέστησεν ἐν τῷ παραδείσῳ. Ἐπονηρεύσατο ὁ διάβολος ὁρῶν πολλὴν ἀπόλαυσιν περιῤῥέουσαν τῷ ἀνθρώπῳ, ἀγγέλους παιδαγωγοὺς παρεδρεύοντας αὐτῷ· Θεὸν ὁμόγλωσσον γενόμενον τοῖς ἀνθρώποις, διαλεγόμενον ἀπὸ ἰδίας φωνῆς, πανταχόθεν τὸν παῖδα τὸν νήπιον παιδευόμενον, ἵνα εἰς Θεοῦ ὁμοιότητα ἀναδράμῃ· ἐπειδὴ κατέμαθε τὸν ἄνθρωπον, ἐπειδὴ εἶδεν, ὅτι τὸ μικρὸν τοῦτο ζῶον πρὸς τὴν τῶν ἀγγέλων ὁμοτιμίαν ὁ Κύριος προεκαλεῖτο· διὰ τῆς ἀρετῆς ἀνάγων αὐτὸν, καὶ διὰ σωφροσύνης τῶν κατὰ τὸν βίον ἐπὶ τὴν τελείωσιν τῆς ψυχῆς. Ἕως γὰρ μόνος ἦν ὁ ἄνθρωπος, οὐκ εἶχε λαβὴν ὁ διάβολος, ἐπεὶ δὲ ἐκτίσθη ἡ γυνὴ, ἁπαλὸν ζῶον, ἀναγκαίως τοῦ Δημιουργοῦ τὴν ἁπαλότητα φυσικὴν ἐμποιήσαντος, ἵνα ὑπὸ τοῦ φιλανθρώπου εὐμαρῶς τραφῇ τὰ νήπια. Εἰ γὰρ αὐστηρὰ ἦν ἡ γυνὴ, οὐκ ἂν ἀποκλαιόμενον τὸ νήπιον τοῖς στήθεσιν ἐνηγκαλίζετο· οὐκ ἂν τῆς ἰδίας τροφῆς ἠμέλει, τὸν δὲ μαζὸν ἐπεῖχε πρὸς ὠφέλειαν τοῦ ὑπομαζίου παιδίου. Νῦν μέντοι μητέρων εὐσπλαγχνίαι τὸν ὕπνον πολλάκις τῶν βλεφάρων ἀποδιώκουσιν, ἐπειδὰν μικρὸν παρενοχληθῇ τὸ νήπιον. Ἵνα τοίνυν ἐκτρέφηται νήπιον, ἁπαλὴ ἡ φύσις ἡ γυναικεία παρήχθη, ἁπαλὴ καὶ φιλάνθρωπος. Τῷ οὖν ἁπαλῷ καὶ τῷ εἰκτικῷ προσχὼν ὁ διάβολος, τὴν εὐκολίαν τὴν πρὸς ἀρετὴν, εὐκολίαν εἰς κακίαν ἐποιήσατο. Τοῦτο οὖν ἐστιν ἴδιον τὸ κακὸν τοῦ διαβόλου, ὁ φθόνος· φθόνος ὁ ἐκλαληθῆναι μὴ δυνάμενος, ὁ ἰατρείαν οὐκ ἐπιδεχόμενος. Ὁ κεφαλὴν ἀλγῶν λέγει τῷ ιατρῷ
he should be created, rather He made heaven, having created a natural shelter, and spread out the earth beneath, preparing beforehand a firm floor for the feet of man. He made it flourish with all kinds of yields of herbs and fruits. All things [were] ready for man: beasts of burden were made ready in herds; creation was created. Some [animals] were prepared as pasturing together; others, wild, for the exercise of the body. Some [were] to be acquired by toil, so that they might become cherished; others readily at hand, so that straightway they might minister to the creature. He saw that of its own accord the earth prepared fruit for them. All creation was awaiting those who would enjoy [it], and man was brought forth to a banquet. He saw that God, the Lover of mankind, was not content with the enjoyment of the earth; rather, wishing man to be His own adornment, He set him there in a choice dwelling-place, in paradise. The devil acted maliciously when he saw abundant enjoyment streaming around man, angels sitting beside him as tutors; God becoming of one speech with men, conversing in His own voice, the infant child being educated from every side so that he might ascend to the likeness of God—when he observed man, when he saw that the Lord was calling this small living creature forward to equality of honour with the angels, leading him up through virtue and through moderation in the things of life unto the perfection of the soul. For so long as man was alone, the devil had no grip; whereas when the woman was created, a tender living creature, the Creator having necessarily implanted tenderness by nature so that through human kindness infants might easily be reared [he found one]. For if the woman were austere, she would not embrace to her breast the wailing infant; she would not neglect her own nourishment and offer the breast for the benefit of the suckling child. Now, however, mothers' compassions often drive sleep away from their eyelids whenever the infant is slightly troubled. In order, therefore, that an infant might be reared, the female nature was brought forth tender, tender and humane. Attending, therefore, to what was tender and yielding, the devil turned the readiness towards virtue into a readiness unto vice. This, therefore, is the evil peculiar to the devil: envy—envy that cannot be spoken out, that does not admit of healing. He who aches in his head tells the physician
Notes, col. 1453

On the reading

Printed ιατρῷ, for ἰατρῷ.

PG 31:1456Read from the page
τὴν κεφαλαλγίαν· ὁ φθόνον νοσῶν τί εἴπῃ; Λυπεῖ με τὰ τοῦ ἀδελφοῦ ἀγαθά; Ἡ μὲν ἀλήθεια αὕτη· τὰ δὲ ῥήματα ἕκαστος ἐπαισχύνεται. Τί στενάζεις; ἴδιον κακὸν, ἢ ἀλλότριον ἀγαθόν; Τοὺς μὲν γὰρ κύνας τρέφοντες ἡμεροῦμεν· τὸν δὲ βάσκανον εὐεργετοῦντες χαλεπώτερον ἀπεργαζόμεθα. Οὐ γὰρ χαίρει ἐφ' οἷς ἂν πάθῃ χρηστοῖς· ἀλλὰ λυπεῖται τῇ σῇ εὐπορίᾳ, ὅτι ἔχεις ὕλην, ὅθεν τὴν χρείαν αὐτῷ πληρώσεις. Μὴ τοίνυν συνεμπέσῃς εἰς τὴν ἀπάτην τοῦ διαβόλου· ἐβάσκηνέ σοι, ἐβάσκηνεν· ἐξώρισέ σε τοῦ παραδείσου. Δι' ἐκεῖνον ἄκανθαι, δι' ἐκεῖνον ἱδρὼς, δι' ἐκεῖνον ὁ τόπος τῆς ἐξορίας· εἰς ὃν ἐκπεσὼν, μὴ ἐπιλάθῃ τῆς πατρίδος τῆς ἀρχαίας. Μέμνησο τῆς εὐγενείας τῆς σεαυτοῦ· μέμνησο τῆς πατρίδος ὅθεν ἐξωρίσθης. Μέμνησο τοῦ τὰ τηλικαῦτά σε ζημιώσαντος· μὴ σπείσῃ πρὸς αὐτὸν, μηδέ ποτε τὴν πρὸς αὐτὸν ὁμιλίαν καταδέξῃ. Δύο γὰρ ἠδίκησε, καὶ ἐξ ἀρχῆς ἐξέβαλε, καὶ νῦν τὴν ἐπάνοδον διακόπτει Ἐβάσκηνέ σοι τῶν πρώτων ἀγαθῶν διὰ γυναικὸς, καὶ πάλιν ἐπινοίαις ταῖς κατὰ τὴν γυναῖκα εἰς τὴν ἀποκατάστασιν κωλύει. Πορνείαν ἐπενόησεν, ἵνα μὴ εισέλθῃς εἰς παράδεισον. Οὐκ ἤρκεσεν αὐτῷ ἡ πρώτη ζημία, ὅτι κατέστρεψεν· ἀλλὰ δευτέρας μεθοδείας ἐπινοεῖ, τὸν δρόμον ἡμῖν ἐπέχων. Κλέπτει διὰ τοῦ ψεύδους, ἐπειδὴ τεῖχός ἐστι τοῖς ὁδεύουσιν εἰς παράδεισον τὸ ψεῦδος.
his headache; what shall he who is sick with envy say? "My brother's good things grieve me"? That indeed [is] the truth, yet each one is ashamed of the words. Why do you groan—at your own evil, or at another's good? For dogs indeed we tame by feeding [them]; whereas the envious man we render harsher by doing him kindness. For he does not rejoice at whatever good things he may experience, but is grieved at your abundance, because you have means from which you will supply his need. Do not, therefore, fall together into the deceit of the devil: he envied you, he envied [you]; he banished you from paradise. On account of him [are] thorns, on account of him sweat, on account of him the place of exile; having fallen into which, do not forget your ancient homeland. Remember your own nobility; remember the homeland from which you were banished. Remember him who inflicted such great loss upon you; make no truce with him, nor ever accept converse with him. For he committed two wrongs: both at the beginning he cast [you] out, and now he cuts off the return. He envied you the first good things through a woman, and again by contrivances concerning the woman he hinders [you] unto restoration. He devised fornication, so that you might not enter into paradise. The first loss—that he overthrew [you]—did not suffice him; rather, he devises second stratagems, checking our course. He steals away through falsehood, since falsehood is a wall to those travelling into paradise.
9. Τὰ ἐκείνου ἐπιτηδεύματα μυρία. Τὰ ἐκείνου βλαστήματα, ὠμότης, τραχύτης, πλεονεξία, λοιδορία· πάντα ὅτα μισεῖ ὁ λόγος τῆς ἀληθείας, ταῦτα τοῦ διαβόλου ἐστί. Μισάνθρωπος, ἐπειδὴ καὶ θεομάχος. Ἐμίσησε πρότερον, ἐτραχηλίασε κατὰ Θεοῦ παντοκράτορος, κατεφρόνησε τοῦ Δεσπότου, ἠλλοτριώθη τοῦ Θεοῦ. Ἐπειδὴ εἶδε τὸν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, μὴ δυνάμενος εἰς Θεὸν τραπῆναι, εἰς τὴν εἰκόνα τοῦ Θεοῦ τὴν ἑαυτοῦ πονηρίαν ἐκένωσεν· ὥσπερ εἴ τις ἄνθρωπος ὀργισθεὶς τὴν εἰκόνα λιθάζοι, ἐπειδὴ τὸν βασιλέα οὐ δύναται, τὸ ξύλον τύπτων, τὸ τὴν μίμησιν ἔχον. Εἶδον ἐγὼ τὰ μισανθρωπότατα τῶν ζώων ἐν τοῖς σταδίοις πολλάκις, ἢ εἶδον, ἢ ἤκουσα· ἀσφαλὴς γὰρ ἔστω ὁ λόγος. Πλὴν ὅτι αύται αἱ παρδάλεις φυσικήν τινα ἔχουσι πρὸς τὸν ἄνθρωπον ὀργὴν, καὶ πεφύκασι μάλιστα τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων ἐφάλλεσθαι. Οἱ τοίνυν καταπαίζοντες τῆς μανίας τοῦ θηρίου ἐν χάρτῃ εἰκόνα προδεικνύουσιν ὡς ἄνθρωπον. Ἡ δὲ ὑπὸ τῆς ἄγαν ὁρμῆς μὴ λογιζομένη, ὡς ἄνθρωπον, σπαράσσει τὸν χάρτην, κἀκεῖ δείκνυσι τὸ μισάνθρωπον. Οὕτω καὶ ὁ διάβολος ἐν τῇ εἰκόνι τὸ μισόθεον ἔδειξεν, ἐπειδὴ Θεοῦ προσάψασθαι οὐκ ἐδύνατο. Οὕτως ὁ εἰς ἡμᾶς πόλεμος ἀπόδειξιν ἔχει τοῦ θεομάχον εἶναι τὸν πονηρὸν, καὶ πρῶτον πολεμεῖν τῷ Δεσπότῃ. Ἐκεῖνος κατήγαγεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ τὸν ἄνθρωπον, ἀπὸ τῶν ὑψηλῶν ἐπὶ τὰ κοῖλα. Ἐπὶ μὲν τῆς ὀρεινῆς ἡ
9. His practices [are] myriad. His offshoots [are] cruelty, harshness, greed, reviling; all things whatsoever that the word of truth hates, these are of the devil. [He is] a hater of mankind, since [he is] also a fighter against God. First he hated, he stiffened his neck against God Almighty, he despised the Master, he was alienated from God. When he saw man according to the image and likeness of God, not being able to turn against God, he emptied out his own wickedness against the image of God; just as if some man in anger should stone the image, since he cannot [stone] the king, striking the wood that bears the likeness. I myself have often seen the most man-hating of living creatures in the stadiums—either I saw, or I heard, for let my statement be safe. Except that these leopards have a certain natural rage towards man, and are especially inclined by nature to leap at the eyes of men. Those, therefore, who mock the madness of the beast hold forth upon paper an image like a man. And she, not reasoning on account of her excessive impulse, tears the paper in pieces as though a man, and there shows her hatred of mankind. Thus too the devil showed in the image his hatred of God, since he was unable to lay hold of God. Thus the war against us holds proof that the evil one is a fighter against God, and makes war first upon the Master. It was he who brought man down from Jerusalem into Jericho, from the heights unto the hollows. In the hill country, on the one hand, [stands]
Notes, col. 1456

On the reading

Printed διακόπτει, for διακόπτει..

Printed εισέλθῃς, for εἰσέλθῃς.

Printed ὅτα, for ὅσα.

Printed αύται, for αὗται.

PG 31:1457Read from the page
Ἰερουσαλήμ· ἡ δὲ Ἰεριχὼ κάτω ἐν τῇ ἁλμυρᾷ θαλάσσῃ. Εἴ τις ὑμῶν οἶδε τὸν τόπον, οἶδε τῶν λεγομένων τὴν ἀλήθειαν, ὅτι Ἰεριχὼ μὲν ἔχει τὰ κοῖλα τῆς Παλαιστίνης, Ἰερουσαλὴμ δὲ ἐπὶ τῆς κορυφῆς ἐρήρεισται, τὴν ἄκραν κατέχουσα τοῦ ὄρους τοῦ διὰ πάσης ἐκείνης τῆς χώρας ἀνεστηκότος. Ἀπὸ τοίνυν τῶν ὑψηλῶν ἐπὶ τὰ κάτω ἦλθεν ὁ ἄνθρωπος, ἵνα τοῖς λῃσταῖς περιπέσῃ· τῆς ἀσφαλείας ἐξελθὼν τῆς κατὰ Ἰερουσαλὴμ, ἵνα εὐάλωτος γένηται τοῖς κατὰ τὴν ἐρημίαν λῃσταῖς, οἳ πληγὰς ἐπέθηκαν, καὶ ἐξέδυσαν. Πρότερον πληγαὶ, καὶ τότε γύμνωσις. Πληγὴ ψυχῆς ἁμαρτία· γύμνωσις ψυχῆς ἀπόθεσις τοῦ ἐνδύματος τῆς ἀφθαρσίας. Ἡ δὲ ἁμαρτία ἀφανιστικὴ τῆς χάριτος τῆς δεδομένης ἡμῖν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. Πορνεία, πληγὴ, μοιχεία, ἄλλη πληγὴ, πληγὴ ὁ φθόνος, πληγὴ ἕκαστον τούτων, πληγὴ αὐτὰ τὰ καίρια τύπτουσα, πληγὴ παρὰ λῃστῶν ἐμβαλλομένη, παρὰ δαιμόνων τῶν συνεργούντων ἡμῖν πρὸς τὰς ἁμαρτίας. Μετὰ τὰς πληγὰς ἐξεδύθη ὁ τετυμμένος. Εἰ σωματικὸν ἦν τὸ λεγόμενον, πρότερον ἐξέδυνον φειδοῖ τοῦ ἱματίου, καὶ τότε πληγὰς ἐπετίθεσαν. Ἢ ἐκδύσαντες ἂν, πληγὰς ἐπέθηκαν, ἵνα καὶ τὸ ἱμάτιον διεσώθη, καὶ ὁ τυπτηθεὶς ἐπλήγη. Νῦν μέντοι πληγαὶ τῆς ἐκδύσεως προηγοῦνται, ἵνα μάθῃς, ὅτι ἁμαρτία προηγεῖται τῆς ἀποθέσεως τοῦ χαρίσματος, τοῦ δεδομένου σοι διὰ τῆς τοῦ Κυρίου φιλανθρωπίας. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Jerusalem; while Jericho [lies] below by the salt sea. If any of you knows the place, he knows the truth of the things spoken: that Jericho holds the hollows of Palestine, whereas Jerusalem is set fast upon the summit, occupying the crest of the mountain that rises up through all that country. From the heights, therefore, man went down to the low places, so as to fall among robbers; having gone out from the safety that is in Jerusalem, so as to become easy prey for the robbers in the wilderness, who laid blows [upon him] and stripped [him]. First blows, and then stripping. Sin [is] a blow of the soul; stripping of the soul [is] the putting off of the garment of incorruption. And sin is destructive of the grace given to us through the washing of regeneration. Fornication [is] a blow, adultery another blow, envy a blow, each of these a blow, a blow striking the very vital parts, a blow inflicted by robbers, by demons who work together with us towards sins. After the blows he who had been beaten was stripped. If what is spoken were bodily, they would first strip [him] out of sparing for the cloak, and then lay on blows. Or having stripped [him], they would have laid on blows, so that both the cloak might have been preserved and he who was beaten might have been struck. Now, however, blows precede the stripping, so that you may learn that sin precedes the putting off of the gift of grace given to you through the loving-kindness of the Lord. To Him [be] the glory unto the ages of the ages. Amen.
ΟΜΙΛΙΑ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ.
Homily on the Holy Generation of Christ.
1. Χριστοῦ γέννησις ἡ μὲν οἰκεία καὶ πρώτη καὶ ἰδία αὐτοῦ τῆς θεότητος σιωπῇ τιμάσθω· μᾶλλον δὲ καὶ ταῖς ἐννοίαις ἡμῶν μὴ ζητεῖν ἐκεῖνα μηδὲ πολυπραγμονεῖν ἐπιτάξωμεν. Ὅπου γὰρ οὐ χρόνος, οὐκ αἰὼν ἐμεσίτευσεν, οὐ τρόπος ἐπινενόηται, οὐ θεατὴς παρῆν, οὐχ ὁ διηγούμενός ἐστι, πῶς φαντασθῇ ὁ νοῦς; πῶς δὲ ὑπηρετήσει ταῖς διανοίαις ἡ γλῶσσα; Ἀλλὰ Πατὴρ ἦν, καὶ Υἱὸς ἐγεννήθη. Μὴ εἴπῃς, Πότε; ἀλλὰ παράδραμε τὸ ἐπερώτημα. Μὴ ἐπιζητήσῃς, Πῶς; ἀδύνατος γὰρ ἡ ἀπόκρισις. Τὸ μὲν γὰρ, πότε, χρονικόν· τὸ δὲ, πῶς, ὄλισθον ἐμποιεῖ πρὸς τοὺς σωματικοὺς τῆς γεννήσεως τρόπους. Ἔχω εἰπεῖν ἀπὸ τῆς Γραφῆς, ὅτι ὡς ἀπαύγασμα ἀπὸ τῆς δόξης, καὶ ὡς εἰκὼν ἀπὸ τοῦ πρωτοτύπου. Ἀλλ' ὅμως ἐπειδὴ οὐχ ἵστησί σου τὴν πολυπραγμοσύνην τῶν λογισμῶν ὁ τοιοῦτος λόγος τῆς ἀποκρίσεως, ἐπὶ τὸ ἄῤῥητον καταφεύγω τῆς δόξης, καὶ ὁμολογῶ ἀνεπινόητον εἶναι λογισμοῖς
1. Let the generation of Christ—that which is proper and primal and peculiar to His Godhead—be honoured in silence; nay rather, let us command even our thoughts not to seek those things nor pry curiously into them. For where neither time nor age intervened, where no manner has been conceived, where no spectator was present, where there is none who recounts [it], how shall the mind form an image? And how shall the tongue minister to the thoughts? Rather, the Father was, and the Son was begotten. Do not say, "When?"—but pass by the question. Do not inquire, "How?"—for the answer is impossible. For the "when" [is] temporal; and the "how" brings in a slip towards bodily manners of generation. I am able to say from Scripture that [He is] as radiance from the glory, and as image from the archetype. Yet nevertheless, since such an account by way of answer does not stay the meddlesomeness of your reasonings, I take refuge in the ineffability of the glory, and I confess to be inconceivable to reasonings
PG 31:1460Read from the page
καὶ ἄφατον ῥήμασιν ἀνθρωπίνοις τὸν τρόπον τῆς θείας γεννήσεως. Μὴ λέγε· Εἰ ἐγεννήθη, οὐκ ἦν· μηδὲ συνάρπαζε κακουργίᾳ ῥημάτων διανοίας ἀπειροκάλους, ἐκ τῶν ὧδε παραδειγμάτων δισλυμαινόμενος τὴν ἀλήθειαν, καὶ τὴν θεολογίαν καταῤῥυπαίνων. Ἐγεννήθη, εἶπον, ἵνα τὴν ἀρχὴν αὐτοῦ καὶ τὸν αἴτιον ἀποδείξω, οὐχ ἵνα χρόνου ὕστερον τὸν Μονογενῆ ἀπελέγξω. Σοῦ δὲ μὴ κενεμβατείτω ὁ νοῦς, εἰς αἰῶνας ὑπερβαίνων πρεσβυτέρους τοῦ Υἱοῦ, τοὺς οὔτε ὄντας, οὔτε γενομένους. Πῶς γὰρ πρεσβύτερα δύναται εἶναι τὰ ποιήματα τοῦ πεποιηκότος αὐτά; Ἀλλὰ γὰρ ἔλαθον, ὃ ἀπέφυγον, εἰς τοῦτο αὐτομάτως ἐκ τῆς τοῦ λόγου ἀκολουθίσς συνενεχθείς. Καταλείπωμεν οὖν τοὺς λόγους τοὺς περὶ τῆς ἀϊδίου ἐκείνης καὶ ἀῤῥήτου γεννήσεως, ἐκεῖνο ἐνθυμηθέντες, ὅτι ὁ μὲν νοῦς τῶν πραγμάτων ἐλάττων, ὁ δὲ λόγος τῶν νοουμένων πάλιν καταδεέστερος.
and unutterable in human words the manner of the divine generation. Do not say: "If He was begotten, He was not"; nor snatch away uncultured minds by malice of words, corrupting the truth from examples here below and befouling theology. "He was begotten," I said, so that I might set forth His principle and Cause, not so that I might prove the Only-begotten posterior to time. And let not your mind tread on emptiness, overleaping into ages older than the Son, which neither exist nor came into being. For how can the things made be older than Him Who made them? Yet indeed I have unawares been carried together of my own accord, from the sequence of the discourse, into the very thing that I shunned. Let us leave aside, therefore, discourses concerning that eternal and ineffable generation, bearing this in mind: that the mind is lesser than the realities, and speech in turn is still more inferior to the things conceived.
2. Σκοπεῖν οὖν χρὴ ὁπόσον τί ἐστι τὸ ἀπὸ τῆς ἀληθείας ἐπὶ τὸν λόγον ἀπόπτωμα· εἴπερ ὁ μὲν νοῦς προσβῆναι τῇ φύσει τῶν ἀκαταλήπτων ἀδυνατεῖ, λόγου δὲ φύσιν τοῖς ὁπωσοῦν νοηθεῖσιν εὑρεῖν παρισουμένην ἀμήχανον. Θεὸς ἐπὶ γῆς, Θεὸς ἐν ἀνθρώποις, οὐ διὰ πυρὸς καὶ σάλπιγγος καὶ ὄρους καπνιζομένου, ἢ γνόφου, καὶ θυέλλης ἐκδειματούσης τὰς ψυχὰς τῶν ἀκροωμένων νομοθετῶν, ἀλλὰ διὰ σώματος ἡμέρως καὶ προσηνῶς τοῖς ὁμογενέσι διαλεγόμενος. Θεὸς ἐν σαρκί· οὐκ ἐκ διαλειμμάτων ἐνεργῶν ὡς ἐν τοῖς προφήταις, ἀλλὰ συμφυῆ ἑαυτῷ τὴν ἀνθρωπότητα καὶ ἡνωμένην κατακτησάμενος, καὶ διὰ τῆς συγγενοῦς ἡμῶν σαρκὸς αὐτοῦ πρὸς ἑαυτὸν ἐπανάγων πᾶσαν τὴν ἀνθρωπότητα. Πῶς οὖν δι' ἑνὸς, φησὶν, εἰς πάντας ἦλθε τὸ λαμπτήριον; Τίνα τρόπον ἐν σαρκὶ ἡ θεότης; Ὡς τὸ πῦρ ἐν σιδήρῳ· οὐ μεταβατικῶς, ἀλλὰ μεταδοτικῶς. Οὐ γὰρ ἐκτρέχει τὸ πῦρ πρὸς τὸν σίδηρον, μένον δὲ κατὰ χώραν, μεταδίδωσιν αὐτῷ τῆς οἰκείας δυνάμεως, ὅπερ οὔτε ἐλαττοῦται τῇ μεταδόσει, καὶ ὅλον πληροῖ ἑαυτοῦ τὸ μετέχον. Κατὰ τοῦτο δὴ καὶ ὁ Θεὸς Λόγος οὔτε ἐκινήθη ἐξ ἑαυτοῦ, «Καὶ ἐσκήνωσεν ἐν ἡμῖν·» οὔτε τροπὴν ὑπέμεινε, «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο·» οὔτε ὁ οὐρανὸς ἔρημος ἦν τοῦ συνέχοντος, καὶ ἡ γῆ ἐν τοῖς ἰδίοις κόλποις τὸν οὐράνιον ὑπεδέχετο. Μὴ κατάπτωσιν τῆς θεότητος ἐννοήσῃς· οὐ γὰρ μεταβαίνει ἐκ τόπου εἰς τόπον ὡς τὰ σώματα· μηδὲ φαντασθῇς ἠλλοιῶσθαι τὴν θεότητα μεταβλη-
2. One must therefore consider how great is the falling short from the truth unto speech; seeing that the mind is unable to approach the nature of incomprehensible things, while to find a nature of speech matched equally to the things in whatever way conceived is impossible. God upon earth, God among men: not giving the law through fire and trumpet and smoking mountain, or darkness, and tempest terrifying the souls of the hearers, but through a body gently and graciously conversing with those of kindred race. God in flesh: not working at intervals as in the prophets, but having acquired humanity congenital and united to Himself, and through His flesh akin to us leading all humanity back up to Himself. How then through one, someone says, did the illumination come unto all? In what manner [is] the Godhead in flesh? As fire in iron: not by transition of place, but by impartation. For the fire does not run out over to the iron, but abiding in place it imparts to it of its own power—which is neither diminished by the impartation, and wholly fills with itself that which partakes. According to this, indeed, God the Word too was neither moved out of Himself—"And He dwelt among us"—nor underwent change—"And the Word became flesh"—nor was heaven bereft of Him Who holds [it] together, and the earth received the Heavenly One in its own bosom. Do not conceive of a downfall of the Godhead, for It does not pass from place to place like bodies; nor imagine that the Godhead has been altered by being transformed
Notes, col. 1460

On the reading

Printed δισλυμαινόμενος, for διαλυμαινόμενος.

Printed ἀκολουθίσς, for ἀκολουθίας.

PG 31:1461Read from the page
θεῖσαν εἰς σάρκα· ἄτρεπτον γὰρ τὸ ἀθάνατον. Πῶς οὖν, φησὶ, τῆς σωματικῆς ἀσθενείας ὁ Θεὸς Λόγος οὐκ ἀνεπλήσθη; Φαμὲν, ὡς οὐδὲ τὸ πῦρ τῶν τοῦ σιδήρου ἰδιωμάτων μεταλαμβάνει. Μέλας ὁ σίδηρος καὶ ψυχρός· ἀλλ' ὅμως πυρακτωθεὶς τὴν τοῦ πυρὸς μορφὴν ὑποδύεται, αὐτὸς λαμπρυνόμενος, οὐχὶ μελαίνων τὸ πῦρ, καὶ αὐτὸς ἐκφλογούμενος, οὐ καταψύχων τὴν φλόγα. Οὕτω καὶ ἡ ἀνθρωπίνη τοῦ Κυρίου σὰρξ, αὐτὴ μετέσχε τῆς θεότητος, οὐ τῇ θεότητι μετέδωκε τῆς οἰκείας ἀσθενείας. Ἢ οὐδὲ τῷ αἰσθητῷ τούτῳ πυρὶ ἴσον δίδως ἐνεργεῖν τὴν θεότητα, ἀλλὰ πάθος περὶ τὸν ἀπαθῆ ἐκ τῆς ἀνθρωπίνης ἀσθενείας φαντάζῃ, καὶ ἀπορεῖς πῶς ἡ φθαρτὴ φύσις τῇ πρὸς Θεὸν κοινωνίᾳ ἔσχε τὸ ἀκήρατον; Μάθε δὴ τὸ μυστήριον. Διὰ τοῦτο Θεὸς ἐν σαρκὶ, ἵν' ἐναποκτείνῃ τὸν ἐμφωλεύοντα θάνατον. Ὡς γὰρ τῶν φαρμάκων τὰ ἀλεξητήρια κατακρατεῖ τῶν φθαρτικῶν, οἰκειωθέντα τῷ σώματι, καὶ ὡς τὸ ἐνυπάρχον τῷ οἴκῳ σκότος τῇ ἐπεισαγωγῇ τοῦ φωτὸς λύεται· οὕτως ὁ ἐνδυναστεύων τῇ ἀνθρωπίνῃ φύσει θάνατος τῇ παρουσίᾳ τῆς θεότητος ἠφανίσθη. Καὶ ὡς ἐν ὕδατι πάγος, ὅσον μὲν χρόνον νύξ ἐστι καὶ σκιὰ, κατακρατεῖ τῶν ὑγρῶν, ἡλίου δὲ θάλποντος ὑποτήκεται τῇ ἀκτῖνι· οὕτως ἐβασίλευσε μὲν ὁ θάνατος μέχρι παρουσίας Χριστοῦ· ἐπειδὴ δὲ ἐφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος, καὶ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, κατεπόθη ὁ θάνατος εἰς νῖκος, τῆς ἀληθινῆς ζωῆς τὴν ἐπιδημίαν οὐκ ἐνεγκών. Ὦ βάθος ἀγαθότητος καὶ φιλανθρωπίας Θεοῦ! Δι' ὑπερβολὴν φιλανθρωπίας πρὸς τὴν δουλείαν ἀφηνιάζομεν. Διὰ τί Θεὸς ἐν ἀνθρώποις, τὸν λόγον ἐπιζητοῦσιν ἄνθρωποι, δέον προσκυνεῖν τὴν χρηστότητα.
into flesh; for the immortal is immutable. How then, someone says, was God the Word not filled with bodily weakness? We say: just as neither does fire partake of the properties of iron. Iron [is] black and cold; yet nevertheless, when heated with fire it puts on the form of the fire, being itself made bright, not blackening the fire, and being itself kindled into flame, not cooling down the flame. Thus too the human flesh of the Lord itself partook of the Godhead; it did not impart to the Godhead of its own weakness. Or do you not grant that the Godhead works even equally with this perceptible fire, but imagine passion around the Impassible One out of human weakness, and are at a loss how corruptible nature obtained incorruption through fellowship with God? Learn now the mystery. On account of this [is] God in flesh, so that He may slay therein the death lurking within. For just as antidotes among medicines prevail over destructive poisons when assimilated to the body, and just as darkness present within a house is dissolved by the bringing in of light, so death, which held sway in human nature, was made to vanish by the presence of the Godhead. And just as ice in water, for so long a time as there is night and shadow, prevails over the liquids, whereas when the sun warms [it], it melts away beneath the ray, so death indeed reigned until the coming of Christ; whereas when the saving grace of God appeared, and the Sun of righteousness arose, death was swallowed up in victory, unable to endure the sojourn of the true Life. O depth of the goodness and loving-kindness of God! Through the excess of [His] loving-kindness we chafe at the bridle against service. Why God [is] among men, men demand the reason, when they ought to worship [His] kindness.
3. Τί σοι ποιήσομεν, ἄνθρωπε; Μένοντα ἐν τῷ ὕψει τὸν Θεὸν οὐκ ἐπεζήτησας, συγκαταβαίνοντά σοι καὶ διὰ σαρκὸς ὁμιλοῦντα οὐχ ὑποδέχῃ· ἀλλὰ
3. What shall we do for you, O man? God abiding on high you did not seek after; when He condescends to you and converses through flesh you do not receive [Him]; rather,
PG 31:1464Read from the page
πῶς οἰκειωθῇς τῷ Θεῷ, ἐπιζητεῖς τὴν αἰτίαν. Μάνθανε, ὅτι διὰ τοῦτο Θεὸς ἐν σαρκὶ, ἐπειδὴ ἔδει τὴν καταραθεῖσαν σάρκα ταύτην ἁγιασθῆναι, τὴν ἀσθενήσασαν ἐνδυναμωθῆναι, τὴν ἀλλοτριωθεῖσαν Θεοῦ, ταύτην οἰκειωθῆναι αὐτῷ, τὴν ἐκπεσοῦσαν τοῦ παραδείσου, ταύτην εἰς οὐρανοὺς ἀναχθῆναι. Καὶ τί τὸ ἐργαστήριον τῆς οἰκονομίας ταύτης; Παρθένου ἁγίας σῶμα. Τίνες δὲ ἀρχαὶ τῆς γεννήσεως; Πνεῦμα ἅγιον, καὶ δύναμις Ὑψίστου ἐπισκιάζουσα. Μᾶλλον δὲ αὐτῶν ἄκουε τῶν τοῦ Εὐαγγελίου ῥημάτων. «Μνηστευθείσης γὰρ, φησὶ, τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Καὶ παρθένος, καὶ μεμνηστευμένη ἀνδρὶ, ἐπιτηδεία πρὸς τὴν τῆς οἰκονομίας διακονίαν ἐκρίθη, ἵνα καὶ ἡ παρθενία τιμηθῇ, καὶ ὁ γάμος μὴ φαυλισθῇ. Ἡ παρθενία μὲν γὰρ ὡς ἐπιτηδεία πρὸς ἁγιασμὸν ἐξελέγη· διὰ δὲ τῆς μνηστείας αἱ ἀρχαὶ τοῦ γάμου συμπαρελήφθησαν. Ὁμοῦ δὲ, ἵνα καὶ μάρτυς οἰκεῖος ᾖ τῆς καθαρότητος Μαρίας ὁ Ἰωσὴφ, καὶ μὴ ἔκδοτος εἴη τοῖς συκοφάνταις ὡς τὴν παρθενίαν βεβηλώσασα, μνηστῆρα εἶχε τοῦ βίου φύλακα. Ἔχω τινὰ καὶ ἄλλον λόγον εἰπεῖν οὐδὲν ἀτιμότερον τῶν εἰρημένων, ὅτι ὁ ἐπιτήδειος πρὸς τὴν ἐνανθρώπησιν τοῦ Κυρίου καιρὸς, πάλαι προωρισμένος καὶ προδιατεταγμένος πρὸ καταβολῆς κόσμου, τότε ἐνειστήκει, καθ' ὃν ἔδει τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὴν δύναμιν τοῦ Ὑψίστου τὴν θεοφόρον ἐκείνην συστήσασθαι σάρκα. Ἐπειδὴ δὲ ὁμότιμον τῆς καθαρότητος Μαρίας οὐκ εἶχεν ἡ κατ' ἐκείνην γενεὰ τῶν ἀνθρώπων, ὥστε ἐνέργειαν τοῦ Πνεύματος ὑποδέξασθαι, προκατείληπτο δὲ διὰ τῆς μνηστείας, ἐξελέγη ἡ μακαρία Παρθένος, οὐδὲν τῆς παρθενίας ἐκ τῆς μνηστείας παραβλαβείσης. Εἴρηται δὲ τῶν παλαιῶν τινι καὶ ἕτερος λόγος, ὅτι ὑπὲρ τοῦ λαθεῖν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου τὴν παρθενίαν τῆς Μαρίας ἡ τοῦ Ἰωσὴφ ἐπενοήθη μνηστεία. Οἱονεὶ γὰρ μετεωρισμὸς τῷ πονηρῷ τὸ σχῆμα τῆς μνηστείας περὶ τὴν Παρθένον ἐπενοήθη πάλαι ἐπιτηροῦντι τὰς παρθένους, ἀφ' οὗ ἤκουσε τοῦ προφήτου λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν.» Ἀπεβουκολήθη οὖν διὰ τῆς μνηστείας ὁ ἐπίβουλος τῆς παρθενίας. ᾜδει γὰρ κατάλυσιν τῆς ἰδίας ἀρχῆς τὴν διὰ σαρκὸς ἐπιφάνειαν τοῦ Κυρίου γενησομένην.
how you may be brought into fellowship with God, you demand the reason. Learn that on account of this God [is] in flesh: since this accursed flesh had to be sanctified, this weakened [flesh] strengthened, this [flesh] alienated from God brought into fellowship with Him, this [flesh] fallen out of paradise led up into the heavens. And what [is] the workshop of this dispensation? The body of a holy Virgin. And what [are] the principles of the generation? The Holy Spirit, and the power of the Most High overshadowing. Nay rather, hear the very words of the Gospel: "For when His mother Mary had been betrothed to Joseph, before they came together, she was found to be with child of the Holy Spirit." Both virgin and betrothed to a man, she was judged fitting for the ministry of the dispensation, so that both virginity might be honoured and marriage might not be disparaged. For virginity indeed was chosen as fitting towards sanctification, while through the betrothal the beginnings of marriage were taken up along with it. At the same time, too, so that Joseph might be a domestic witness of Mary's purity, and so that she might not be exposed to slanderers as having profaned her virginity, she had a betrothed husband as guardian of her life. I have also another reason to state, in no way less worthy of honour than the things already spoken: that the fitting season for the incarnation of the Lord, foreordained of old and prearranged before the foundation of the world, was then present, in which the Holy Spirit and the power of the Most High had to constitute that God-bearing flesh. And since the generation of men at that time held nothing equal in honour to the purity of Mary so as to receive the working of the Spirit, while she had already been engaged beforehand through betrothal, the blessed Virgin was chosen, her virginity being in no way harmed by the betrothal. Moreover, another account has also been stated by one of the ancients: that Joseph's betrothal was devised in order that the virginity of Mary might escape the notice of the ruler of this age. For the outward form of betrothal around the Virgin was devised as it were a distraction for the evil one, who had long been watching virgins closely ever since he heard the prophet saying: "Behold, the virgin shall conceive in the womb, and shall bear a son." Thus the plotter against virginity was beguiled through the betrothal. For he knew that the manifestation of the Lord through flesh would be the overthrow of his own rule.
4. «Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Ἀμφότερα εὗρεν ὁ Ἰωσὴφ, καὶ τὴν κύησιν, καὶ τὴν αἰτίαν, ὅτι ἐκ Πνεύματος ἁγίου. Διὸ, φοβηθεὶς τοιαύτης γυναικὸς ἀνὴρ ὀνομάζεσθαι, «Ἠβουλήθη λάθρα ἀπολῦσαι αὐτὴν,» μὴ τολμήσας δημοσιεῦσαι τὰ κατ' αὐτήν. Δίκαιος δὲ ὢν, ἔτυχε τῆς ἀποκαλύψεως τῶν μυστη-
4. "Before they came together, she was found to be with child of the Holy Spirit." Joseph found both things: both the conception, and the cause—that [it was] of the Holy Spirit. Wherefore, fearing to be named husband of such a woman, "He resolved to put her away secretly," not daring to make public the things concerning her. Yet being righteous, he obtained the revelation of the