Migne Reading Room

PG 31 · cols. 1429–1440 · Read from the page

Certain doubtful homilies

Certain doubtful homilies

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1429Read from the page
APPENDIX
Appendix
TOMI SECUNDI OPERUM S. BASILII MAGNI,
of the Second Tome of the Works of Saint Basil the Great,
COMPLECTENS
Comprising
OPERA QUAEDAM, QUAE, UT NOBIS QUIDEM VIDETUR, EI FALSO ASCRIPTA SUNT.
Certain Works Which, as It Seems to Us at Least, Are Falsely Ascribed to Him.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
Of our Father among the saints,
ΒΑΣΙΛΕΙΟΥ,
Basil,
Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας,
Archbishop of Caesarea in Cappadocia,
ΟΜΙΛΙΑ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.
Homily on the Holy Spirit.
Ὁ βαπτιζόμενος εἰς Τριάδα βαπτίζεται εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· οὔτε εἰς ἀρχὰς, οὔτε εἰς δυνάμεις, οὔτε εἰς τὰ ἑξῆς ἐν κτίσμασι. Δῆλον οὖν αὐτῷ ἔστω, ὅτι ἡ Τριὰς ὑπὲρ τὴν κτίσιν ἐστί· καὶ μηδὲν τῆς Τριάδος εἰς κτίσιν κατάγειν ἐπιχειρείτω. Μεμνήσθω δὲ καὶ τοῦ Κυρίου, Πνεῦμα ἅγιον ἐμφυσήσαντος, καὶ δείξαντος διὰ τῆς ἐμφυσήσεως, ὅτι τὸ Πνεῦμα τῆς θεϊκῆς οὐσίας ἐστὶ, καὶ οὐ τῆς κτιστῆς φύσεως. Λογιζέσθω δὲ καὶ τὴν ἀποστολικὴν ἐξήγησιν περὶ Τριάδος, ἐν ᾗ μίαν ἐνέργειαν ὁρῶμεν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· ὡς οὐκ ὄντος κτιστοῦ καὶ ποιητοῦ τὴν φύσιν οὔτε τοῦ Υἱοῦ οὔτε τοῦ Πνεύματος. Ὅτι μὴ τῆς ἑαυτοῦ κτίσεως ὁ Θεὸς ἐπιδεῖται πρὸς τὸ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδόναι. Λέγει δὲ ὁ Ἀπόστολος· « Διαιρέσεις χαρισμάτων εἰσὶ, καὶ τὸ αὐτὸ Πνεῦμα. Καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος. Καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. » Οὐκοῦν ἃ ἐνεργεῖ Θεὸς, ταῦτα τὸ Πνεῦμα ἐνεργεῖ. « Πάντα ἐνεργεῖ, φησὶ, τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἑκάστῳ καθὼς βούλεται. » Μηδὲ εἰς δουλείαν καταγέτω τὸ Πνεῦμα, ἀκούων, ὅτι καθὼς βούλεται πάντα ἐνεργεῖ τὰ τοῦ Θεοῦ. Καὶ πάλιν· « Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. » Καὶ γὰρ εἰ μὴ θεότητα λέγει κατοικεῖν ἐν ἡμῖν διὰ τοῦ Πνεύματος κατοικοῦντος, λέγοντος τοῦ Ἰωάννου, « Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Υνεύματος οὗ ἔδωκεν ἡμῖν, » πᾶσαν ἀπολεῖ τὴν ἐλπίδα. Εἰ γὰρ μὴ Θεὸς ἐν ἡμῖν, οὔτε ζωῆς οὔτε αγαθῶν αἰωνίων τευξόμεθα. Λέγει δὲ καὶ πάλιν ὁ Παῦλος· « Οὐκ οἴδατε, ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; » καὶ πάλιν· « Τὰ
He who is baptized into the Trinity is baptized into Father and Son and Holy Spirit (Matt. 28:19): neither into principalities, nor into powers, nor into the rest of things among creatures. Let it therefore be clear to him that the Trinity is above creation; and let him not attempt to bring anything of the Trinity down into creation. And let him remember the Lord also, Who breathed the Holy Spirit (John 20:22), and showed through the breathing that the Spirit is of the divine essence, and not of created nature. And let him consider also the apostolic exposition concerning the Trinity, in which we see one operation of Father and Son and Holy Spirit, inasmuch as neither the Son nor the Spirit is created and made in nature. For God does not stand in need of His own creation in order to perform His own operation. And the Apostle says: « There are diversities of gifts, but the same Spirit; and there are diversities of ministries, and the same Lord; and there are diversities of operations, and it is the same God, Who works all things in all » (1 Cor. 12:4-6). Therefore the things that God works, these the Spirit works. « All these things, he says, works the one and the same Spirit, dividing to each severally as He wills » (1 Cor. 12:11). Neither let him bring the Spirit down into bondage, when he hears that as He wills He works all the things of God. And again: « Now the Lord is the Spirit; and where the Spirit of the Lord is, there is liberty » (2 Cor. 3:17). For indeed unless he says that deity dwells in us through the Spirit Who dwells in us (Rom. 8:11), as John says, « Hereby we know that He is in us, by the Spirit Which He has given us » (1 John 4:13), he will destroy all hope. For unless God is in us, we shall attain neither life nor eternal good things. And Paul says again: « Know you not that you are the temple of God, and that the Spirit of God dwells in you? » (1 Cor. 3:16) and again: « The
Notes, col. 1429

On the reading

Printed Υνεύματος, for Πνεύματος.

Printed αγαθῶν, for ἀγαθῶν.

PG 31:1432Read from the page
σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ. » Καὶ κτίσις μὲν ἀποκαλύψεως δεῖται πρὸς τὸ εἰδέναι τὰ Θεοῦ· τὸ Πνεῦμα δὲ ἀποκαλύπτει. « Ἡμῖν, φησὶν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. » Καὶ καθ' ἡμᾶς μὲν ἐρευνᾷ, ὅτι ἐν αὐτῷ τὴν ἔρευναν ποιούμεθα· « Τὸ Πνεῦμα, φησὶν, ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ· » καθ' ἑαυτὸ δὲ γινώσκει, ὥσπερ τὸ ἡμέτερον πνεῦμα. « Τίς γὰρ οἶδε, φησὶν, ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. » Καὶ ζωογονεῖ μὲν Θεός· λέγει γὰρ ὁ Παῦλος· « Παραγγέλλω ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα· » ζωὴν δὲ δίδωσι Χριστὸς, ὁ λέγων· « Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς. » Ζωοποιούμεθα δὲ διὰ τοῦ Πνεύματος, ὥς φησιν ὁ Παῦλος· « Ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. » Ζωογονῇ τοίνυν ὑπὸ Θεοῦ διὰ Χριστοῦ ἐν Πνεύματι. Καὶ διὰ τοῦτο, ἐπεὶ πᾶσα ἡ ἐνέργεια τοῦ Υἱοῦ διὰ τοῦ Πνεύματος φανεροῦται, Κύριος ὀνομάζεται τὸ Πνεῦμα τῷ τοῦ Κυρῖου ὀνόματι· καὶ Χριστὸς τῷ τοῦ Χριστοῦ, ὡς ἄρτι μὲν ἐλέγομεν· « Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. » Εἴρηται δὲ καὶ τὸ, « Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. » Εἶτα ἐπάγει· « Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, » ἀντὶ τοῦ λέγειν, ὅπερ ἀκόλουθον ἦν· Εἰ δὲ τὸ Πνεῦμα ἐν ὑμῖν. Οὐδὲ ἔστι φωνὴ θεία ποιητὸν τὸ Πνεῦμα εἶναι διδάσκουσα. Τὸ γὰρ, « Πάντα δι' αὐτοῦ ἐγένετο, » περὶ τοῦ πλήθους τῶν κτισμάτων ἐστί. Τὸ δὲ Πνεῦμα οὐκ ἐν τῷ πλήθει, ἀλλὰ μετὰ τῆς δυάδος Τριάδα πληροῖ, καὶ κτίσεως ἀπηλλοτρίωται, καὶ πλεῖστον ὑπερέχει, ἅτε δὴ ἁγιάζον τὴν κτίσιν καὶ ζωοποιοῦν, καὶ χρίσμα ἐφ' ἡμῖν ὂν, ἤδη δὲ καὶ ἐν αὐτῇ τῇ τοῦ Κυρίου σαρκί. Οὐ δήπου δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ κτίσματος ἁγιάζεται, ὡς λέγει ὁ Πέτρος· « Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲθ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει. » Οὐδὲ διὰ κτίσματος δύναται· λέγει δέ· « Ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια. » Οὐδὲ ὑπὸ κτίσματος ἄγεται· γέγραπται γὰρ, ὅτι « Ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον. » Ἀξίωμα μὲν τοῦ Θεοῦ προφῆται παλαιοὶ κεκράγασι· « Τάδε λέγει Κύριος· » οι δὲ νέοι προφῆται· « Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· » καὶ οἱ ἀπόστολοι· « Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν. » Διόπερ καὶ ὁ Ἀπόστολος, δεικνύων, ὅτι θεῖα ῥήματα φθέγγεται, ποτὲ μὲν λέγει· « Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; » ποτὲ δὲ, « Δοκῶ Πνεῦμα Θεοῦ ἔχειν. » Πλήρης δὲ καὶ ἡ παλαιὰ Γραφὴ τῆς τοῦ Πνεύματος
bodies are a temple of the Holy Spirit within you, which you have from God." And creation indeed stands in need of revelation in order to know the things of God; whereas the Spirit reveals them. "To us," he says, "God has revealed them through His Spirit." And as pertains to us indeed it searches, because in it we make our search: "The Spirit," he says, "searches even the depths of God;" whereas in itself it knows, just as our own spirit does. "For who among men," he says, "knows the things of a man save the spirit of the man that is in him? Even so the things of God also no one has known save the Spirit of God." And God indeed quickens; for Paul says: "I charge you before God, Who quickens all things;" and Christ gives life, Who says: "My sheep hear My voice, and I give eternal life to them." And we are made alive through the Spirit, as Paul says: "He Who raised Christ from the dead will make alive your mortal bodies also through His Spirit indwelling in you." You are quickened, therefore, by God through Christ in the Spirit. And on this account, since every working of the Son is manifested through the Spirit, the Spirit is named Lord by the name of the Lord; and Christ by that of Christ, as we were saying just now: "Now the Lord is the Spirit." And there has also been spoken the word, "You are not in the flesh, but in the Spirit, if indeed the Spirit of God is in you. Yet if anyone does not have the Spirit of Christ, this man is not His." Then he subjoins: "But if Christ is in you," instead of saying what would have followed: But if the Spirit is in you. Nor is there any divine utterance teaching that the Spirit is a creature. For the saying, "All things came to be through Him," concerns the multitude of creatures. Whereas the Spirit is not among the multitude, but together with the Dyad completes the Trinity, and is estranged from creation, and surpasses it most exceedingly, inasmuch as sanctifying creation and making it alive, and being an anointing upon us, and already even in the very flesh of the Lord Himself. Assuredly our Lord Jesus Christ is not sanctified through a creature, as Peter says: "Jesus of Nazareth, how God anointed Him with the Holy Spirit and with power." Nor is He mighty through a creature; and He says: "By the Spirit of God I cast out demons." Nor is He led by a creature; for it is written that "He was led in the Spirit into the wilderness." Prophets of old proclaimed the majesty of God: "Thus says the Lord;" and the new prophets: "Thus says the Holy Spirit;" and the apostles: "It seemed good to the Holy Spirit and to us." Wherefore the Apostle also, showing that he utters divine words, at one time says: "Or do you seek a proof of Christ speaking in me?" and at another time, "I think that I have the Spirit of God." Full, too, is the Old Scripture of the Spirit's
Notes, col. 1432

On the reading

Printed Κυρῖου, for Κυρίου.

Printed οι, for οἱ.

PG 31:1433Read from the page
δοξολογίας. « Τῷ λόγῳ Κυρίου, φησὶν ὁ Ψαλμῳδὸς, οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. » Καὶ ἐν τῇ βίβλῳ τοῦ Ἰὼβ γέγραπται· « Πνεῦμα δὲ θεῖον τὸ ποιῆσάν με. » Ὥσπερ δὲ Λόγον ἕτερον παρὰ τὸν Υἱὸν οὐκ ἔστιν ὑποθέσθαι, ᾧ ἐγένοντο οἱ οὐρανοὶ (ἦ γὰρ ἂν οὐκέτι διὰ τοῦ Κυρίου γεγονότες εἶεν, εἴπερ δι' ἑτέρου λόγου γεγόνασιν)· οὕτως οὐδὲ Πνεῦμα ἕτερον ἔστιν ὑποθέσθαι, τὸ μετὰ τοῦ Λόγου στερεοῦν τὰς δυνάμεις τῶν οὐρανῶν. Πνεῦμα δὲ στόματος ἀκούοντες, οὐκ ἀνθρωπίνως ἀκούομεν, ἀλλ' ὡς ἐπὶ Θεοῦ πρέπον ἐστὶν, ὥσπερ καὶ τὸν Λόγον. Οὔτε γὰρ ὁ Λόγος ῥῆμα διαλυόμενον, ἀλλ' ὡς ὁ ψαλμῳδός φησιν· « Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. » Οὔτε τὸ Πνεῦμα διαχεομένη τίς ἐστι πνοὴ, ἀλλ' ἑστῶσα καὶ μένουσα. « Ποῦ γὰρ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; » φησὶν ὁ Δαβὶδ, ὄντος δηλαδὴ, καὶ πεπληρωκότος τὰ σύμπαντα, καὶ ἐν ἀξίᾳ θεϊκῇ καθεστῶτος. Ὅπερ γὰρ εἶπε περὶ τοῦ Πνεύματος, τοῦτο καὶ περὶ προσώπου λέγει Θεοῦ, καὶ περὶ δεξιᾶς αὐτοῦ φάσκων ἑξῆς· « Καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. » Καὶ φωνὴ Θεοῦ περὶ ἑαυτοῦ τε καὶ Πνεύματος τοῦτο λέγει· « Ἐγώ εἰμι ἐν ὑμῖν, φησὶ Κύριος, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. » Οὔτε οὖν ἀλλότριον τῆς τοῦ Θεοῦ δόξης τὸ Πνεῦμα, ἐκ τοῦ ἀῤῥήτου στόματος ἀῤῥήτως ἐκπεφηνός· οὔτε αὐτὸς ὁ Θεὸς ἄνευ Πνεύματος, ἀλλὰ Θεοῦ Πνεῦμα, καὶ παρὰ Θεῷ, ἀποστελλόμενον δὲ παρὰ Θεοῦ, καὶ διὰ Υἱοῦ χορηγούμενον· ὡς λέγεται μὲν ἐκ τοῦ πατρικοῦ προσώπου· « Τὸ Πνεῦμα τὸ ἐμὸν, ὃ ἐστι ἐπὶ σοί· » λέγεται δὲ ὑπὸ τοῦ Κυρίου, ὅτι « Παράκλητον πέμψω ὑμῖν· » ὃν δὴ καὶ καλεῖ « τὸ Πνεῦμα τῆς ἀληθείας. » Ἕνα μὲν οὖν Πατέρα, ἕνα δὲ Υἱὸν, ἓν δὲ καὶ Πνεῦμα κατὰ τὴν θείαν παράδοσιν ὁμολογητέον, καὶ οὔτε δύο πατέρας, οὔτε δύο υἱούς· διόπερ τὸ Πνεῦμα Υἱὸς οὐκ ἔστιν, οὐδὲ ὀνομάζεται. Οὐ γὰρ παρὰ τοῦ Πνεύματός τινα ⟨…⟩μβάνομεν ὥσπερ παρὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἀλλ' αὐτὸ προσιὸν ἡμῖν καὶ ἁγιάζον ὑποδεχόμεθα· θεότητος κοινωνίαν, καὶ υἱότητος μετουσίαν, καὶ τῆς αἰωνίου κληρονομίας ἀῤῥαβῶνα, καὶ τῶν μελλόντων ἀγαθῶν ἀπαρχήν. Μηδέ τις ἐκτὸς τῶν εἰρημένων ἱερῶν ὀνομάτων περιεργαζέσθω· μηδὲ Υἱοῦ προσηγορίαν ἐπὶ Πνεύματος τιθέναι βιαζέσθω, μηδὲ γέννησιν· ἀλλ' ἀρκείσθω τῇ
doxology. "By the word of the Lord," says the Psalmist, "the heavens were established, and by the Spirit of His mouth all their power." And in the book of Job it is written: "And the divine Spirit is that which made me." Now just as it is impossible to suppose another Word beside the Son, by Whom the heavens came to be (for truly they would no longer have come to be through the Lord, if indeed they have come to be through another word); so neither is it possible to suppose another Spirit, that together with the Word establishes the powers of the heavens. And when we hear of the Spirit of His mouth, we do not hear of it in human fashion, but as is fitting in the case of God, just as we do the Word also. For neither is the Word an utterance dissolved in air, but as the psalmist says: "For ever, O Lord, Thy Word abides in heaven." Nor is the Spirit some breath poured abroad, but subsisting and abiding. "For whither shall I go from Thy Spirit?" says David, inasmuch plainly as it exists, and has filled the universe, and is established in divine dignity. For the very thing that he said concerning the Spirit, this he says also concerning the face of God, and concerning His right hand, declaring next: "And from Thy face whither shall I flee? If I ascend into heaven, Thou art there; if I descend into Hades, Thou art present; if I take up my wings at dawn, and dwell in the uttermost parts of the sea; for even there shall Thy hand guide me, and Thy right hand shall hold me fast." And the voice of God says this concerning both Himself and the Spirit: "I am among you, says the Lord, and My Spirit stands in the midst of you." Neither, therefore, is the Spirit foreign to the glory of God, having shone forth ineffably from His ineffable mouth; nor is God Himself without the Spirit, but the Spirit is of God, and with God, sent forth from God, and supplied through the Son; as it is said on the one hand from the Father's person: "My Spirit, which is upon you;" and it is said on the other hand by the Lord, that "I will send the Paraclete to you;" whom indeed He also calls "the Spirit of truth." One Father, therefore, and one Son, and one Spirit also must be confessed according to the divine tradition, and neither two fathers, nor two sons; wherefore the Spirit is not a Son, nor is so named. For we do not [re]ceive anyone from the Spirit just as we receive the Spirit from the Son, but we welcome it itself approaching us and sanctifying us: fellowship of Godhead, and participation of sonship, and earnest of the eternal inheritance, and first-fruits of the good things to come. Nor let anyone pry curiously outside the sacred names that have been mentioned; nor force himself to apply the appellation of Son to the Spirit, nor generation; but let him be content with the
Notes, col. 1433

On the reading

Printed ὃ ἐστι, for ὅ ἐστι.

PG 31:1436Read from the page
κατὰ τὸ Πνεῦμα προσηγορίᾳ καὶ ὁμοιώσει. Ἐπεὶ δὲ Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τῇ μνήμῃ τῶν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος ῥημάτων, καὶ τῶν ἁγίων αὐτοῦ εὐαγγελιστῶν τε καὶ ἀποστόλων καὶ προφητῶν, αὐτάρκως ἡμῖν σαφηνισάντων τὸν περὶ τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βαπτίσματος λόγον, ἐπαιδεύθημεν, ὅτι τὸ μὲν ἐν τῷ πυρὶ βάπτισμα ἐλεγκτικὸν μέν ἐστι πάσης κακίας, δεκτικὸν δὲ τῆς κατὰ Χριστὸν δικαιοσύνης, μῖσος μὲν ἐμποιοῦν τῆς κακίας, ἐπιθυμίαν δὲ τῆς ἀρετῆς· διὰ δὲ τῆς πίστεως ὑπὸ τοῦ αἵματος τοῦ Χριστοῦ ἐκαθαρίσθημεν ἀπὸ πάσης ἁμαρτίας, ἐν δὲ τῷ ὕδατι βαπτισθέντες εἰς τὸν θάνατον τοῦ Κυρίου, ὥσπερ ἔγγραφον ὁμολογίαν κατεθέμεθα· νενεκρῶσθαι μὲν τῇ ἁμαρτίᾳ καὶ τῷ κόσμῳ, ἐζωοποιεῖσθαι δὲ τῇ δικαιοσύνῃ, καὶ οὕτως ἐν τῷ ὀνόματι τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, ἄνωθεν ἐγεννήθημεν· γεννηθέντες δὲ καὶ ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ βαπτισθέντες, τὸν Χριστὸν ἐνεδυσάμεθα· ἐνδυσάμενοι δὲ τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα, ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἐβαπτίσθημεν καὶ τέκνα Θεοῦ ἀπηγορεύθημεν. Χρεία οὖν λοιπὸν τρέφεσθαι ἡμᾶς τροφὴν ζωῆς αἰωνίου, ἥντινα παρέδωκεν ἡμῖν πάλιν ὁ αὐτὸς μονογενὴς Υἱὸς τοῦ ζῶντος Θεοῦ, εἰπών· «Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.» Καὶ πῶς τοῦτο γένηται, ἐδίδαξεν ἐν τῷ εἰπεῖν· «Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός·» καὶ πάλιν· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν.» Πρὸς βεβαίωσιν τῶν ἐπιφερομένων καὶ πληροφορίαν τῶν ἀκουόντων, ἐκ δευτέρου τοῦτο προθεὶς, φησὶν, ὅτι «Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναπαύσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις· καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.» Καὶ μετ' ὀλίγα γέγραπται· «Πολλοὶ οὖν, ἀκούσαντες τὸν λόγον τῶν μαθητῶν αὐτοῦ, εἶπον· Σκληρός ἐστιν ὁ λόγος οὗτος. Τίς δύναται αὐτοῦ ἀκούειν; Εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ, ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; Ἐὰν οὖν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματά μου πνεῦμά ἐστι καὶ ζωή ἐστιν. Ἀλλ' εἰσί τινες ἐξ ὑμῶν, οἳ οὐ πιστεύουσιν. ᾜδει γὰρ ὁ Ἰησοῦς ἐξ ἀρχῆς, τίνες εἰσὶν οἱ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. Καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν, ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός μὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός μου.» Καὶ πρὸς τῷ τέλει· «Λαβὼν οὖν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ ἐδίδου
with the appellation and likeness according to the Spirit. Since, however, by the grace of the good God, through the remembrance of the words of the only-begotten Son of the living God, and of His holy evangelists and apostles and prophets, who have sufficiently explained to us the teaching concerning baptism according to the Gospel of our Lord Jesus Christ, we have been instructed that the baptism in fire is reproving of all wickedness, and receptive of the righteousness that is according to Christ, implanting hatred of wickedness and desire for virtue; and through faith we were cleansed by the blood of Christ from every sin, while having been baptized in the water into the death of the Lord, we laid down as it were a written confession: to have been put to death indeed to sin and to the world, but to be made alive to righteousness, and thus having been baptized in the name of the Holy Spirit, we were born from above; and having been born and baptized in the name of the Son as well, we put on Christ; and having put on the new man, who is created according to God, we were baptized in the name of the Father and were proclaimed children of God. There is need, therefore, hereafter that we be nourished with the food of eternal life, which again the same only-begotten Son of the living God delivered to us, saying: "Not upon bread alone shall man live, but upon every word proceeding through the mouth of God." And how this may come about, He taught in saying: "My food is that I should do the will of the Father Who sent Me;" and again: "Amen, amen, I say to you." Towards confirmation of the things adduced and full assurance of the hearers, setting this forth a second time, He says that "Unless you eat the flesh of the Son of Man, and drink His blood, you do not have life in yourselves. He who eats My flesh, and drinks My blood, has eternal life, and I will give him rest on the last day. For My flesh is true food; and My blood is true drink. He who eats My flesh, and drinks My blood, abides in Me, and I in him." And after a little it is written: "Many therefore of His disciples, having heard the word, said: Hard is this word. Who is able to hear it? But Jesus, knowing in Himself that His disciples were murmuring concerning this, said to them: Does this scandalize you? What if, then, you should see the Son of Man ascending where He was formerly? It is the Spirit that gives life; the flesh profits nothing. My words are spirit and are life. But there are some of you who do not believe. For Jesus knew from the beginning who are those who believe, and who it is that would betray Him. And He said: On account of this I have told you that no one is able to come to Me, unless it be given to him from My Father." And towards the end: "Jesus therefore, having taken bread, and having given thanks, broke it, and was giving it
PG 31:1437Read from the page
τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Καὶ λαβὼν ποτήριον, εὐχαριστήσας, ἔδωκεν αὐτοῖς εἰπών· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς Καινῆς Διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.» Καὶ ὁ Ἀπόστολος· «Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε.» Τί οὖν τὰ ῥήματα ταῦτα, καὶ τί τὸ παρ' αὐτῶν ὄφελος; Ἵνα, ἐσθίοντές τε καὶ πίνοντες, ἀεὶ μνημονεύωμεν τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, καὶ οὕτω παιδευθῶμεν ἀναγκαίως φυλάξαι τὸ ἀποστολικὸν ἐκεῖνο τὸ ἡμῖν δεδομένον παράγγελμα, τὸ φάσκον· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ὁ γὰρ ἐσθίων καὶ πίνων, δηλονότι εἰς ἀνεξάλειπτον τῆς μέχρι θανάτου ὑπακοῆς μνήμην τοῦ Δεσπότου καὶ πλάστου, καὶ δι' ἐμὲ ὅπερ ἦν τὸ πλασθὲν γεγονότος. Ἀλλ' οὐχ ἁπλῶς ἐσθίειν προστέτακται, ἀλλὰ καὶ διακρίνειν τὸ τοιοῦτον τοῦ Κυρίου παρακελευόμεθα σῶμα· δηλονότι σαρκὸς μολυσμὸν καὶ πνεύματος ἀποθεμένους, καὶ δοχεῖον τοῦ πνευματικοῦ μύρου παρασκευάσαντας, οὕτως τῇ καθαρᾷ προσεγγίσαι θυσίᾳ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
to the disciples, and said: Take, eat; this is My body which is broken on your behalf; do this in remembrance of Me. And having taken a cup, having given thanks, He gave it to them, saying: Drink of it, all of you; for this is My blood, that of the New Covenant, which is poured out concerning many for forgiveness of sins." And the Apostle: "For as often as you eat this bread, and drink the cup, you proclaim the death of the Lord." What, then, are these words, and what is the benefit from them? That, eating and drinking, we may ever remember Him Who died on our behalf and was raised, and thus be taught of necessity to keep that apostolic charge given to us, which declares: "For the love of Christ constrains us, having judged this, that if One died on behalf of all, then all died; and He died on behalf of all, so that those who live might no longer live to themselves, but to Him Who died and was raised on their behalf." For he who eats and drinks [does so], manifestly, unto an indelible remembrance of the obedience unto death of the Master and Fashioner, Who also on my account became that which the thing fashioned was. Yet it has not been commanded simply to eat, but we are also bidden to discern such a body of the Lord: manifestly, having put away defilement of flesh and spirit, and having prepared a vessel of the spiritual ointment, so to draw near to the pure sacrifice, in Christ Jesus our Lord, to Whom be the glory and the dominion now and unto the ages of the ages. Amen.
ΟΜΙΛΙΑ ΡΗΘΕΙΣΑ ΕΝ ΛΑΚΙΖΟΙΣ.
Homily Delivered at Lacizi.
1. Ἀνταγωνίζεται ὁ ἐχθρὸς, φιλονεικῶν τῷ ἔξωθεν θορύβῳ τὸν ἡμέτερον λόγον ὑπερηχῆσαι· ἀλλ' ἡμεῖς, αὐτοῦ τὰ νοήματα μὴ ἀγνοοῦντες, τρέψωμεν τὰς ἀκοὰς καὶ τὰς διανοίας τοῖς ἐνταῦθα λεγομένοις, οἰκτείροντες τοὺς ἀπολειπομένους τῆς ἀκροάσεως, μὴ συναπερχόμενοι τοῖς ἔξω τῇ διανοίᾳ· ἀλλ' ὅπου τοῖς σώμασίν ἐσμεν, ὦμεν καὶ ταῖς καρδίαις. Ἀναλέξασθέ μοι τὰς μνήμας τῶν ἐξ ἑωθινοῦ παραναγνωσθέντων ὑμῖν λογίων πνευματικῶν, διδασκαλίας ψυχωφελεῖς, θεραπείας ψυχῶν. Μνήσθητε τῶν ψαλμικῶν διδαγμάτων· συναγάγετέ μοι τὰς παροιμιώδεις ὑποθήκας· ἐρευνήσατε τῶν ἱστοριῶν τὸ κάλλος· πρόσθετε τούτοις τὰς ἀποστολικὰς παραινέσεις. Ἐπὶ πᾶσιν οἱονεὶ κορωνίδα ἐπίθετε τῶν εὐαγγελικῶν ῥημάτων τὴν μνήμην, ἵνα διὰ πάντων λαβόντες τι κέρδος ἐπανέλθητε, ἕκαστος πρὸς ὃ τυγχάνει ἀσμένως διακείμενος, πρὸς τοῦτο λαβὼν τὴν ἐκ τοῦ Πνεύματος ὠφέλειαν. Πάντως οὕτως ἐν πολυπροσώπῳ ἐκκλησίᾳ, ὅσαι τῶν προσώπων διαφοραὶ, τοσαῦται καὶ τῶν γνωμῶν· ὅσαι τῶν ἡλικιῶν, τοσαῦται καὶ τῶν ἁμαρτιῶν. Πολυειδεῖς δέ εἰσι καὶ πολύτροποι αἱ τοῦ διαβόλου ἐπίνοιαι· ἄλλον ἄλλως ὑπάγεται· πρὸς ὅπερ ἂν ἴδῃ ἐπιῤῥεπέστερον, πρὸς ἐκεῖνο κέχρηται τοῖς ἰδίοις δελεάσμασιν.
1. The enemy contends against us, striving contentiously by the tumult outside to drown out our discourse; yet let us, not being ignorant of his designs, turn our ears and our minds to the things spoken here, pitying those who are absent from the hearing, not departing in mind along with those outside; rather, where we are with our bodies, let us be with our hearts also. Gather up for me the memories of the spiritual oracles read aloud to you since morning, soul-profiting teachings, healings of souls. Remember the instructions of the Psalms; collect for me the proverbial counsels; search out the beauty of the histories; add to these the apostolic exhortations. Upon them all, set like a crowning finial the remembrance of the evangelical words, so that having received some gain through all of them you may return home, each receiving the benefit from the Spirit towards that to which he happens to be gladly disposed. Assuredly thus in a multitudinous assembly, as many as are the differences of persons, so many also are those of dispositions; as many as are those of ages, so many also are those of sins. Manifold and subtle in many ways are the devices of the devil: he leads one person under in one way, another in another; towards whatever he sees someone more inclined, towards that he employs his own baits.
PG 31:1440Read from the page
2. Ἕστηκέ τις ἐνταῦθα φθονῳ τὴν ψυχὴν κεκακωμένην ἔχων; Εἴη μὲν οὖν μηδένα εἶναι· καὶ τοῦτο ἐμοὶ εὐχή ἐστι πρέπουσα. Ἀλλ' ἐπειδὴ δύσκολον ἐν ἀνθρωπίνῃ φύσει μὴ εἶναι ἕν τι τῶν παθῶν μικρὸν ἢ μεῖζον, ἕκαστος ἐκ τῶν εἰρημένων ἐκλεγέσθω τὴν ὠφέλειαν. Βάσκανος εἶ; λάβε τὴν θεραπείαν· θυμώδης εἶ; πρόκειταί σοι ἡ ἴασις. Διαλέγεται γὰρ περὶ τούτων πάντων. Καὶ, εἰ δυνατὸν, ἐροῦμεν βραχέα ἀφ' ἑκάστου τῶν εἰρημένων ἀπανθιζόμενοι. Πλεονέκτης εἶ; ἐνταῦθα ἡ ἴασις. Ὑπερήφανος εἶ; ὧδε δαμάσεις τὴν ὑπερηφανίαν· ὧδε κολάσεις τῆς ψυχῆς τὸ ὕψος, ἐὰν θελήσῃς. Πάντα, ὥσπερ πηγῆς βρυούσης, ἀρυόμενος τὰ ἀγαθὰ τῶν λόγων τῶν πνευματικῶν, οὕτω πλουσίως σεαυτῷ ἐπαντλήσας ἐπάνιθι. Εἴρηται πρῶτος λόγος ἐν Παροιμίαις, κατὰ τὸ εἶδος τὸ παροιμιακὸν, πρὸς γυμνασίαν τοῦ νοῦ τοῦ ἡμετέρου τῆς ἀσαφείας ἐπιτεθείσης, ὅτι «Ὁ βλέπων λεῖα ἐλεηθήσεται.» Ἆρα αὐτόθεν ἥρπασας τὴν διάνοιαν τοῦ ῥήματος, ἢ ἐπιζητεῖς, ὅγε φιλόπονος ἀκροατὴς, πῶς ὁ λεῖα βλέπων ἐπαινεθήσεται; Ἐπαινετὰ γάρ ἐστι τὰ κατὰ προαίρεσιν. Ὁρῶμεν δὲ οἱ ἄνθρωποι οὐχ ὁποῖα βουλόμεθα, ἀλλ' ὁποῖα ἡ φύσις τῶν ὁρωμένων ἐστίν. Ὥστε ἐὰν μέν τι τραχὺ ᾖ κατὰ τὴν ἐπιφάνειαν, οἷον ὑπάρχει τῇ φύσει, τοιοῦτόν ἐστιν ὁραθῆναι· ἐὰν δὲ τοῖς λείοις ἐπιβάλωμεν τὰς ὄψεις τῶν ὁρωμένων, πόθεν ὁ ἔπαινος τῷ ὁρῶντι τὰ λεῖα; Λεῖά ἐστιν, ἃ τὴν ἐπιφάνειαν ὡμαλισμένην ἔχει· τραχὺ δέ ἐστιν, ὃ ἀνωμάλως σύγκειται κατὰ τὴν πρώτην ὄψιν. Ἐπεὶ τοίνυν ἀνώμαλός ἐστι τῶν ὁρωμένων ἡ φύσις, πῶς ἐπαινεῖ ἡ Γραφὴ τὸν βλέποντα λεῖα ὑπὲρ τὸν τὰ τραχέα; Καὶ κατακρίνει τὸν ὄρη, καὶ σκοπέλους, καὶ φάραγγας, καὶ ὕλης πυκνότητα, καὶ γεννήματος συνέχειαν τραχύνουσαν τὴν ἐπιφάνειαν, ἢ καὶ θάλασσαν πολλάκις ὑπὸ ἀνέμων τραχυνομένην, ἢ καὶ γῆν ὑπὸ ἀρότρου σχιζομένην, καὶ ἀντὶ τῆς λειότητος εἰς τραχέα διακοπτομένην. Ἆρα ὁ ταῦτα βλέπων κατακριθήσεται; Καὶ ποῦ ἡ δικαιοκρισία τοῦ Θεοῦ, εἰ ἃ ἀκουσίως πάσχομεν, ἐπὶ τούτοις καταδικαζόμεθα; Ἐὰν ἴδω τὴν φύσιν τῆς γῆς ἀνωμάλως ἔχουσαν (ἐπειδὴ γὰρ οἵα ἐκτίσθη, τοιαύτη ὁρᾶται), ἐπὶ τούτοις ἐγὼ καταδικάζομαι; Ἀλλὰ νόει μοι ὑψηλῶς, «Ὁ βλέπων λεῖα.» Παρεστήκασί σοι ἀδελφῶν διαφοραί· ὁ μὲν πένης, ὁ δὲ πλούσιος· ὁ μὲν ξένος, ὁ δὲ οἰκεῖος, ἢ δικάζοντί σοι κρινόμενοι, ἢ μεταδιδόντι σοι χρήζοντες. Ἐὰν κάθη κρίνων, μὴ βλέπε ἀνώμαλα, μὴ τὸν πλούσιον ὑψηλὸν, τὸν δὲ πένητα ταπεινόν. Ἐὰν παραστῇ τῇ θύρᾳ σου ὁ τὴν χρείαν αὐτοῦ ἐπανορθωθῆναι ζητῶν, μηδὲ οὕτως ἀνώμαλα ἴδῃς. Μὴ εἴπῃς· Οὗτος
2. Does anyone stand here having his soul afflicted with envy? Would indeed that there were no one; and for me this is a fitting prayer. Yet since it is difficult in human nature for there not to be some one of the passions, small or greater, let each select for himself the benefit from the things that have been spoken. Are you envious? Take the therapy; are you wrathful? Healing lies before you. For discourse is held concerning all these things. And, if possible, we shall say a few words, culling blossoms from each of the things that have been spoken. Are you covetous? Here is the healing. Are you arrogant? Here you will tame arrogance; here you will chasten the loftiness of your soul, if you are willing. Drawing, as from a gushing spring, all the good things of the spiritual words, having thus richly drawn up a supply for yourself, return home. A first saying was spoken in Proverbs, according to the proverbial manner, obscurity having been laid over it for the exercise of our mind, that "He who looks upon smooth things shall obtain mercy." Have you straightway grasped the meaning of the saying, or do you inquire, being indeed an industrious hearer, how he who looks upon smooth things shall be praised? For things that are according to deliberate choice are praiseworthy. Yet we human beings see, not such things as we wish, but such as the nature of the things seen is. Consequently, if something be rough upon its surface, such as it exists by nature, such is it to be seen; whereas if among the things seen we cast our eyes upon smooth things, whence comes praise for him who sees smooth things? Smooth are things that have their surface levelled; whereas rough is that which is unevenly put together at first sight. Since, therefore, uneven is the nature of the things seen, how does Scripture praise him who looks upon smooth things above him [who looks upon] rough things? And does it condemn him [who sees] mountains, and crags, and ravines, and density of forest, and a continuous growth roughening the surface, or even a sea oftentimes roughened by winds, or even land cleft by a plough, and broken up into rough clods instead of smoothness? Shall he who looks upon these things be condemned? And where is the righteous judgement of God, if for the things we undergo involuntarily, upon these we are condemned? If I see the nature of the earth in an uneven state (for since as it was created, such it is seen), am I condemned upon these things? Nay, understand for me in an elevated sense, "He who looks upon smooth things." Differences of brethren stand before you: the one poor, the other rich; the one a stranger, the other a kinsman, either being judged as you sit in judgement, or standing in need as you distribute. If you sit judging, do not look upon unevennesses, not upon the rich man as lofty, and the poor man as lowly. If there stands at your door one seeking that his need be rectified, neither so look upon unevennesses. Do not say: This man
Notes, col. 1440

On the reading

Printed φθονῳ, for φθόνῳ.

Printed κάθη, for κάθῃ.