ποδῶν Θεοῦ ἄγαλμα ζωγραφήσαντες, οὕτω πρὸς τοὺς τῆς πίστεως οἰκείους ἐπιδεξίως προάγομεν, ἵνα καὶ σχήματι, καὶ λόγῳ, νύμφη ἀληθῶς τοῦ Κυρίου ὀφθεῖσα, ὠφελήσῃ τοὺς ὁμιλοῦντας. Ὁμιλείτω τοιγαροῦν ὡς νύμφη μετὰ αἰδοῦς τοῖς τοῦ νυμφίου, φημὶ, ὑπηρέταις, καὶ ὁμιλείτω ἁπανταχοῦ τὸ νηφάλιον σώζουσα. Δεῖ γὰρ αὐτὴν ἀκεραίαν μὲν εἶναι ὡς περιστερὰν, φρονίμην δὲ ὡς τὸν ὄφιν. Ἐπειδὴ γὰρ αἱ ἐν σώματι ψυχαὶ ἀδυνατοῦσαι ἀλλήλαις γυμνῶς περὶ ἀρετῆς ὁμιλεῖν, τοῖς περικειμένοις σώμασιν ὀργάνοις πρός τε τὴν φωνὴν καὶ τὴν θέαν ἀναγκάζονται χρῆσθαι, καὶ ὁ μὴ δυνάμενος ψυχῆς ἐνδεδεμένης σώματι κάλλος ἰδεῖν, ἢ λόγῳ ταύτης ἀκοῦσαι, τὸ τοῦ σώματος κίνημα ἐν ᾧ ἐστιν ὁρᾷ, καὶ τῆς διὰ τούτου φωνῆς ἐπακούων, τὸ κάλλος αὐτῆς διὰ τούτων ἀναλογίζεται, καὶ οὐ φωνὴ μόνον ἢ καὶ ἢ βλέμμα, ὥσπερ ἐν κατόπτρῳ τὸ τῆς ψυχῆς εἶδος δεικνύει· ἀλλὰ καὶ στολισμὸς ἀνδρὸς, καὶ γέλως, καὶ βῆμα ποδὸς, ἀναγγέλλει περὶ αὐτοῦ. Ἔλαθον δέ τινες ἀπὸ τοῦ ἡδέως ἀκούειν τοῦ μουσικοῦ, μηκέτι μὲν τὸν μουσικὸν, ἀλλὰ τὸ ὁρώμενον ὄργανον, δι' οὗ ἀπολαύουσι τῆς τοῦ μουσικοῦ ἐπιστημης, καταβραχὺ ἀγαπῶντες. Διὰ τοῦτο δεῖ ἀναγκαίως τὴν παρθένον ἀκριβῶς τὴν ἀκοὴν καὶ τὸ ὄμμα τηρεῖν, μήπως λάθῃ ἀντὶ λαλούσης ψυχῆς τὸ δι' οὗ αὐτὴ λαλεῖ ἀγαπῶσα. Δεινὸς γάρ ἐστιν ὁ ζηλοτυπῶν τὴν περὶ τὸ καλὸν ἡμῶν διάθεσιν, διὰ παντὸς τρόπου ὑφελεῖν μὲν ἡμῶν τὸ ποθούμενον, τὸ δὲ ἴδιον πανούργως πρὸς τὸν πόθον ἀνθυπαλλάξαι. Οὕτω γὰρ ἔλαθόν τινες ἀπὸ τοῦ ἡδέως ἀκούειν τοῦ περὶ ἀρετῆς λόγου, καὶ περὶ τὴν κινοῦσαν τοῦτον ψυχὴν διακεῖσθαι, τῇ συνεχεῖ ἀκοῇ καὶ τῇ θέᾳ ἐντυπωθέντες μὲν τὴν μορφὴν τῶν τοῦ σώματος χαρακτήρων, καὶ τῇ φωνῇ τὴν ἀκοὴν ἀτόπως θελχθέντες· οὐκέτι δὲ τὴν ψυχὴν τὴν διὰ φωνῆς ἐνεργοῦσαν τὸν λόγον, ἣν τὸ πρὶν ἀγαπῶντες περιεῖπον τὸν ἄνθρωπον, ἀλλὰ τὸ σῶμα τὸ διακονούμενον αὐτοῖς τὰ τῆς ψυχῆς καλὰ λοιπὸν ἀγαπῶντες. Ἀγχιθύρους γάρ φασι καὶ Ἕλληνες οὰς κακίας εἶναι ταῖς ἀρεταῖς. Εκάστῃ γὰρ ἀρετῆς θύρᾳ τὴν κακίαν ὁμοιοτάτην ἰδέαν ἑκαιέρωθεν παρήρμοσεν, ἵν' ὁ σπουδάζων περὶ τὴν ἀρετὴν, παρεστὼς ταύτης τὸ πρῶτον τῇ θύρᾳ, καὶ κρούειν ταύτην δοκῶν. ἀνοιγείσης αὐτῷ ἐνθένδε ἢ ἐνθένδε μιᾶς τῶν θυρῶν τῆς κακίας, ἐκ τῆς ὁμοιότητος ἀπατηθεὶς, ὡς εἰς τὸν τῆς ἀρετῆς οἶκον εἰσέλθοι· εἶθ' ὑπὸ πάντων ἐπὶ τῇ ἀπάτῃ γελώμενος, χρόνῳ τε καὶ πείρᾳ μάθῃ, οὐ μόνον πόῤῥω ὑπάρχων ἐκείνης τῆς ἀρετῆς ἧς ποτε κρούειν ἐδόκει τὴν θύραν· ἀλλὰ μήτε τῶν οὐδῶν αὐτῆς τὴν ἀρχὴν ὑπερβὰς, μήτε τῇ θύρᾳ, ὡς τὸ πρὶν ἐδόκει, παρεστὼς γοῦν καὶ κρούων. Οὕτω γὰρ τοὺς μὲν θαρσαλέουι βουλομένους εἶναι πρὸς ἀρετὴν θρασεῖς ἀπατήσας ἔδειξε· τοὺς δὲ φνβουμένους τοὺς ἐπὶ
feet as an image of God, we thus skilfully bring her forward to those who are of the household of the faith, so that, being seen both in bearing and in speech as truly a bride of the Lord, she may benefit those who converse with her. Let her converse accordingly as a bride with modesty with the servants, I say, of the Bridegroom, and let her converse everywhere preserving sobriety. For she must be guileless as a dove, and prudent as the serpent (Matt. 10:16). For since souls in the body, being unable to converse nakedly with one another concerning virtue, are compelled to use the bodies set round them as instruments for both voice and sight, and he who cannot see the beauty of a soul bound in a body, or hear it by reason alone, sees the movement of the body wherein it is, and listening to the voice sent through this, reckons its beauty by means of these, and not voice alone or look either, as in a mirror, displays the form of the soul; nay, a man's attire also, and laughter, and step of foot give report concerning him. Now some, from listening with pleasure to the musician, have unawares come little by little to love no longer the musician, but the visible instrument through which they enjoy the musician's science. Because of this the virgin must of necessity guard her hearing and her eye with exactness, lest unawares, instead of the speaking soul, she come to love that through which it speaks. For clever is he who envies our disposition concerning the good at filching away by every means the object of our desire, and craftily substituting his own instead towards our desire. For thus some, from listening with pleasure to discourse concerning virtue and being affectionately disposed towards the soul that sets it in motion, have unawares through continual hearing and sight had the form of the bodily features imprinted upon them, and been improperly charmed in their hearing by the voice; loving thereafter no longer the soul that actuates the discourse through the voice, loving which aforetime they cherished the man, but the body that ministers to them the good things of the soul. For even the Greeks say that vices are next-door neighbours to virtues. For to every door of virtue he has fitted vice on either side in a most similar guise, so that he who is earnest concerning virtue, standing at first beside her door and thinking to knock at it, when one of the doors of vice is opened to him on this side or on that, being deceived by the likeness, might enter in as though into the house of virtue; and then, laughed at by all over the deception, might learn by time and experience that not only is he far from that virtue at whose door he once thought he was knocking, but he has neither crossed her thresholds at all, nor even stood beside her door and knocked, as he aforetime supposed. For thus by deceiving those who wish to be courageous towards virtue he has shown them rash; while those who fear the