Migne Reading Room

PG 30 · cols. 724–733 · Read from the page

Book on virginity

Book on virginity

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:724Read from the page
ἡδέως ἠνείχετο λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Ἤδει γὰρ, ὅτι ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ τὸ ὄντως καλὸν, οὐκ ἔστιν ἄξιος αὐτοῦ ἀπολαύειν· καὶ ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, ἔτι δὲ καὶ τῇ ἑαυτοῦ ψυχῇ, οὐκ ἔστιν ἄξιος φίλος καὶ ἐραστὴς τοῦ Κυρίου καλεῖσθαι, Διὸ τὸ γνήσιον τῆς περὶ αὐτὸν διαθέσεως οἵ τὰ αὐτοῦ μόνον μεριμνῶντες ἐνδείξασθαι θέλοντες, Ἰδοὺ, φασὶν, ἡμεῖς πάντα ἀφήκαμεν, καὶ ἠκολουθήσαμέν σοι· τί ἔσται ἡμῖν; Καὶ ἀξίαν τὴν ἀμοιβὴν τοῦ περὶ αὐτοῦ φίλτρου αὐτοῖς ἐντεῦθεν ἤδη ἀνακηρύσσων, φησίο· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίση ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀγροὺς, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ γυναῖκα, ἢ τέκνα, ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν
gladly endured, saying: Who shall separate us from the love of God? Tribulation, or distress, or persecution, or famine, or nakedness, or peril, or sword? (Rom. 8:35). For he knew that he who loves father or mother above what is truly good is not worthy to enjoy Him (Matt. 10:37); and he who does not renounce all his own possessions, and furthermore even his own soul, is not worthy to be called a friend and lover of the Lord (Luke 14:26, 33). Wherefore those who care only for the things that are His, wishing to display the genuineness of their disposition concerning Him, say: Behold, we have left all things, and have followed Thee; what shall there be for us? (Matt. 19:27). And proclaiming to them already from this point the worthy recompense of their affection towards Him, He says: Amen, amen, I say to you, that you who have followed Me, in the regeneration, when the Son of man sits upon the throne of His glory, you also shall sit upon twelve thrones, judging the twelve tribes of Israel. And everyone who has left houses, or fields, or brothers, or sisters, or wife, or children, for the sake of My name, shall receive a hundredfold, and life (Matt. 19:28-29)
26. Τοιοῦτον δεῖ ἔρωτα τὴν παρθένον ἐρῶσαν, καταφρονεῖν μὲν ἡδυπαθείας, καὶ τοῦ πλούτου καὶ τῆς νομιζομένης ἐν τῷ κόσμῳ τρυφῆς· πατοῦσαν δὲ τὴν πρόσλαιρον δόξαν, καὶ τῦφον, καὶ σώματος κάλλος, καὶ τὰς ἐμπαθεῖς κολακείας, ἀμεταστρεπτὶ τῷ Κυρίῳ ἀκολουθεῖν, λέγουσαν· Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι· τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου· πάντα μὲν τὰ νομιζόμενα τοῖς περὶ τὸν βίον τοῦτον ἐπτοημένοις καλὰ, οἷα περ ἄν τις ὀνομάζειν ἐθέλῃ, αἴσχη καταγέλαστα ἀποφαίνουσαν· ἓν δὲ μόνον καλὸν τὸ οἰκεῖον ὁρῶσαν, κἀκεῖνο τεταμένῳ τῷ ὄμματι περιέπουσαν· ὅτι καὶ ὁ νυμφίος τοῦ περὶ αὐτὸν ἔρωτος αὐτήν ἀμειβόμενος, κἂν δούλη, κἂν ἀγενὴς, κἂν πενιχρά τε καὶ ἄσημος, κἂν ἐν τῷ κατὰ γῆν βίῳ ἀπεῤῥιμμένη ὑπάρχῃ, διὰ τὴν πρὸς αὐτὸν κοινωνίαν ἐξευγενίζων βασιλίδα οὐρανῶν ποιεῖ, οὐ τῇ τῆς ἀφθαρσίας εὐγενίᾳ τὴν φύσιν τιμῶν μόνον, ἀλλὰ καὶ τῇ ἔξωθεν περιβολῇ φιλοτιμότορον, ὡς ἑαυτοῦ νύμφην, ποικίλως κοσμῶν. Ἧς ὁ ᾠδικὸς θαυμάζων τὴν δόξαν, πρὸς τὸν νυμφίον φησί· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη· ὥστε τὴν νῦν ῥακώδει ἐσθῆτι καὶ δουλικῷ σχήματι εὐτελη νομισθεῖσαν, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν βασιλίδα καὶ εὐγενίδα καὶ κόσμῳ σεμνυνομένην τῷ βασιλεῖ παρεστῶσαν εὑρίσκεσθαι. Καὶ ἄτοπον τὸν μὲν νυμφίον διὰ τὸν περὶ αὐτὴν ἔρωτα καὶ εὐγενείας καὶ πλούτου καὶ αἰσχύνης καταφρονήσαντα τὴν ἐσχάτην πτωχείαν τοῦ Ἀδὰμ ὑπομεῖναι, ἵν' ἡμεῖς ῦῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· τὴν δὲ νύμφην μηδὲ τοῖς ἴσοις ὑπὲρ
26. Loving with such a love, the virgin ought on the one hand to despise voluptuousness, and wealth, and the luxury esteemed in the world; and trampling down temporal glory, and pride, and beauty of body, and passionate flatteries, to follow the Lord without turning back, saying: But for me to cleave to God is good, to place my hope in the Lord (Ps. 72:28); declaring on the one hand all things esteemed fine by those fluttered over this life, by whatever names one might wish to call them, to be ridiculous disgraces; and beholding as fine one thing alone, that which is her own, and tending that with intent gaze: because the Bridegroom too, requiting her for her love towards Him, even if she be a bondmaid, even if low-born, even if poor and obscure, even if cast aside in earthly life, ennobling [her] through communion with Himself makes [her] a queen of the heavens, not only honouring her nature with the nobility of incorruption, but also more generously adorning [her] in manifold ways, as His own bride, with outward raiment as well. Marvelling at whose glory, the Psalmist says to the Bridegroom: The queen stood at Thy right hand, arrayed in vesture wrought with gold, clothed in varied splendour (Ps. 44:10); so that she who is now accounted mean in ragged clothing and servile guise is found in the kingdom of the heavens a queen and noblewoman and graced with adornment, standing beside the King. And it is absurd that the Bridegroom, on account of His love towards her, having despised nobility and wealth and shame, endured the uttermost poverty of Adam, that we by His poverty might become rich (2 Cor. 8:9); while the bride not even with like things on behalf of
Notes, col. 724

On the reading

Printed καλεῖσθαι, Διὸ, for καλεῖσθαι. Διὸ.

Printed οἵ τὰ, for οἱ τὰ.

Printed περὶ αὐτοῦ, for περὶ αὐτὸν.

Printed φησίο, for φησίν.

Printed καθίση, for καθίσῃ.

Printed πρόσλαιρον, for πρόσκαιρον.

Printed αὐτήν ἀμειβόμενος, for αὐτὴν ἀμειβόμενος.

Printed εὐγενίᾳ, for εὐγενείᾳ.

Printed φιλοτιμότορον, for φιλοτιμότερον.

Printed εὐτελη, for εὐτελῆ.

Printed ῦῇ, for τῇ.

PG 30:725Read from the page
τῆς ἑαυτῆς ἀφθαρσίας τὸν ὑπὲρ αὐτῆς ἀποθανόντα ἀμείβεσθαι, ἀλλὰ κατασπαταλᾷν καὶ θρύπτεσθαι καὶ τῷ κόσμῳ συσχηματίζεσθαι, καὶ μὴ τῷ δι' αὐτὴν πτωχεύσαντι κατὰ τὸν βίον συμπτωχεύειν τε ἅμα καὶ ταπεινοῦσθαι, ἵνα καὶ εἰς τὸν οἰκεῖον τῆς θεότητος πλοῦτον ἐπανιόντι αὐτῷ, ἡ τῷ δι' αὐτὴν πτωχεύσαντι συμπτωχεύσασα, κοινωνός τε τοῦ πλούτου καὶ τῆς βασιλείας ἐν οὐρανοῖς εὑρεθῇ. Παροράτω τοιγαροῦν πᾶν τὸ ἐν ὕψει φαινόμενον, κἂν καλοῦ δόξῃ φαντασίαν παρά τισιν ἀποφέρεσθαι· μᾶλλον δὲ τὴν ἀρχὴν μηδ' ὁρᾷν ἀξιούτω. Ἀλλ' ἔκστασίν τινα θείαν οἵαν ὑπέμεινεν ὁ ἐν τῇ ἐκστάσει εἰπὼν, Πᾶς ἄνθρωπος ψεύστης ἐπὶ ταῖς αἰσθήσεσι καὶ τοῖς σννδούλοις ἐκ τούτων ἐκστᾶσα, γυμνῷ, φημὶ, τῷ νῷ τοῦ καθ' ἑαυτὴν ἔρωτος ἐμφορείσθω· μηδαμῶς μὲν μὴ βλέμμα, μὴ κίνημα, μὴ λόγον ἑαυτῆς ἐμπαθῶς πρός τινα φέρουσα· ὅλας δὲ ἑαυτῆς τὰς δυνάμεις θε-
her own incorruption requites Him Who died on her behalf, but lives luxuriously and plays the wanton and conforms herself to the world, and does not both share poverty in life and humble herself together with Him Who became poor for her sake, so that when He returns unto His own wealth of divinity, she who shared poverty with Him Who became poor for her sake may be found a partaker both of the wealth and of the kingdom in the heavens. Let her therefore overlook everything that appears on high, even if among some it should seem to carry off a semblance of good; or rather let her not deign even to look at it at all. But passing out of these into a certain divine ecstasy such as he underwent who said in his ecstasy, Every man is a liar (Ps. 115:2) in regard to the senses and fellow-servants, with naked mind, I say, let her fill herself with the love that befits her; in no wise directing passionately towards anyone any glance, or movement, or word of hers, while making all her own faculties hand-
27. Καὶ κατ' οὐδὲν δεῖ μέρος την παρθένον μοιχεύεσθαι, μὴ γλώσσῃ, μὴ ἀκοῇ, μὴ ὀφθαλμῷ, μὴ ἁφῇ, μὴ ἄλλῃ τινὶ συνόλως αἰσθήσει, ἔτι δὲ μᾶλλον τῇ διανοίᾳ· ἀλλὰ τὸ μὲν σῶμα, ὥσπερ τινὰ ναὸν ἢ παστὸν τοῦ νυμφίου, ἔχειν εὐτρεπισμένον, τὴν δὲ ψυχὴν ἐν τούτῳ αὐτῷ νύμφην καθαρὰν συνευνάζειν. Ἀκριβοῖ γὰρ οὗτος οὐ τὰ ἀνθρώπων ὀφθαλμοῖς ὁρώμενα, ἀλλὰ καὶ τὰ ἐν τῇ διανοίᾳ λανθάνοντα, καὶ οὐκ ἄν τις μοιχευομένη λάθοι τούτου τὸ ὄμμα. Αἱ μὲν γὰρ θνητοῖς ἀνδράσι συζῶσαι ὅταν πρὸς κακίαν ὀκείλασαι τὰ τῆς μοιχείας περιεργάζωνται πράγματα, τάς τε εἰσόδους καὶ τὰς ἐξόδους τῶν ἀνδρῶν ἐπιτηροῦσαι, καὶ τὸ ὄμμα καὶ τὴν ἀκοὴν αὐτῶν ὡς ἔνι μάλιστα πανούργως φυλάττουσαι, καὶ τὸ λεληθὸς καὶ λόγον μοιχικὸν καὶ βλέμμα κλέπτουσαι, καὶ τὴν ἀκοὴν καὶ τὴν ὄψιν πρὸς τὴν ἀκόλαστον ἡδονὴν ἐμφοροῦνται. Ἡ δὲ τῷ Κυρίῳ νυμφευομένη, οὐ δυναμένη οὔτε τὴν ὄψιν, οὔτε τὴν ἀκοὴν, οὔτε τὴν παρουσίαν φυγεῖν, ἐν ὄψει αὐτοῦ ἅπαντα πράττει. Διὸ δεῖ τὴν παρθένον, κἂν μόνη τι λαλῇ, εἰδέναι, ὅτι ἐν ἀκοαῖς τοῦ νυμφίου λαλεῖ· κἂν πράττῃ τι μόνη, μὴ ἀγνοεῖν, ὅτι τοῦτ' ἀκριβῶς οὗτος ὁρᾷ· κἂν ἐννοῇ τι, πεπεῖσθαι ὅτι ὀξέως τοῦτο κινούμενον ἐπὶ τῆς καρδίας ἐπισκέπτεται. Ποιήσει γάρ τις, φησὶν, ἐν κρυφαίοις, καὶ οὐ γνώσομαι; Καὶ πῶς Ὁ φυτεύσας τὸ οὖς, οὐκ ἀκούσεται; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐ κατανοεῖ; Ἢ Ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει; Ὁ διδάσκων ἄνθρωπον γνῶσιν, πῶς οὗτος οὐ τὰ πάντα γνώσεται, ᾯ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ; Διὰ τοῦτο ὁ μὲν τῆς ἁμαρτίας ἄνθρωπος, τετυφλωμένος ὑπὸ τῆς ἰδίας μοχθηρίας τὸν νοῦν, καὶ ἑαυτὸν ἀπατῶν,
27. And in no part ought the virgin to commit adultery: not in tongue, not in hearing, not in eye, not in touch, not in any other sense at all, and still less in thought; rather, she ought on the one hand to keep her body well-prepared like a temple or bridal chamber of the Bridegroom, and on the other hand to bed her soul therein as a pure bride with Him. For He scrutinizes not only the things seen by human eyes, but also the things hidden in thought, and no woman committing adultery could escape His eye. For women who live with mortal husbands, when they have drifted into wickedness and busy themselves with the deeds of adultery, watching closely the comings in and goings out of their husbands, and guarding against their eye and hearing as craftily as possible, steal both secrecy and an adulterous word and glance, and glut both hearing and sight unto licentious pleasure. But she who is espoused to the Lord, unable to flee either His sight, or His hearing, or His presence, does all things in His sight. Wherefore the virgin ought, even if alone she speaks anything, to know that she speaks in the ears of the Bridegroom; even if she does anything alone, not to be ignorant that He sees this accurately; even if she thinks anything, to be persuaded that He keenly inspects it as it stirs upon her heart. For shall anyone do [something], He says, in secret places, and I shall not know it? (Jer. 23:24). And how shall He Who planted the ear not hear? Or He Who fashioned the eye, does He not perceive? Or He Who chastens nations, shall He not reprove? He Who teaches man knowledge (Ps. 93:9-10), how shall He not know all things, unto Whose eyes all things are naked and laid bare? (Heb. 4:13). On this account the man of sin, blinded in mind by his own wickedness, and deceiving himself,
Notes, col. 725

On the reading

Printed σννδούλοις, for συνδούλοις.

Printed την παρθένον, for τὴν παρθένον.

PG 30:728Read from the page
ὡς θέλει λεγέτω· Σκότος κολύπτει με, καὶ οἱ τοῖχοι κύκλῳ μου, καὶ τίς με ὁρᾷ; Ἡ δὲ τὸ φῶς τοῦ νυμφίου καθαρὸν ἀεὶ εἰς τὸν ἑαυτῆς νοῦν δεχομένη, τὰ ἄξια τῆς ὀφειλούσης αὐτῇ προσεῖναι συνέσεως ἐπιφωνείτω καθ' ἕκαστον· Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ· καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Δοκιμαζέτω τοίνυν τὸ ἑαυτῆς βλέμμα τοῦ Κυρίου ἡ νύμφη· καὶ εἴ μὲν ὁρῶν ἀρεσθήσεται, καὶ δὴ τοῦτο θαῤῥοῦσα κινείτω. Εἰ δὲ οὐκ ἀρέσκει αὐτῷ, μὴ ἑαυτὴν ἀπατάτω, ἐπεὶ μηδεὶς τῶν ἀνθρώπων ὁρᾷ, ὅτι κἀκεῖνον λανθάνει. Οὕτως ἐπισκοπείτω τὸν λόγον, τὴν ἔννοιαν, τῶν μελῶν καὶ δακτύλων καθ' ἕκαστον τὴν κίνησιν. Καὶ εἰ μὲν ἀρέσκεται τούτοις, κινείσθω πρὸς ἕκαστον· εἰς δὲ μὴ, ὡς ὁρῶν-
let him say as he wills: Darkness covers me, and the walls are round about me, and who sees me? (Sir. 23:18). But let her who ever receives the light of the Bridegroom pure into her own mind exclaim at each point things worthy of the understanding that ought to belong to her: Because darkness shall not be darkened from Thee, and night shall be illumined as day; as is its darkness, so also is its light (Ps. 138:12). Let the bride of the Lord therefore test her own glance; and if seeing [it] He will be pleased, let her indeed move it with confidence. But if it does not please Him, let her not deceive herself, since no human being sees, that she escapes His notice too. Thus let her examine her speech, her thought, the movement of her limbs and fingers one by one. And if He is pleased with these, let her move towards each; if not, as One seeing
28. Εἰ δὲ ὅτι οὐδεὶς τῶν ἀνθρώπων ὁρᾷ, πρὸς τὸ νεῦμα ἢ τὸν λόγον τολμᾳ, μάλιστα μὲν αὐτόθεν ἑαυτῆς ἐστι κατήγορος, αὐτὴν τὴν ἐπίνοιαν τοῦ λανθάνειν κατήγορον τοῦ φαύλου συνειδότος ἔνδον ἔχουσα. Ἔπειτα φανερῶς εὑρίσκεται πρὸς τὴν ἀξίαν τοῦ τυμφίου τυφλώττουσα, Ἀσώματος γὰρ ὢν, μέσος καὶ ψιθυρισμῶν καὶ βλεμμάτων καὶ νοημάτων ἕστηκεν· ἀποστρεφόμενος μὲν τῆς τοιαύτης τὴν ὕπουλον γνώμην, τῆς δὲ πρὸς τοὺς ἔξω φαινομένης παρθενικῆς ὑπολήψεως μισητὴν ἀποφαίνων· ὅτι τοὺς τῶν ἀνθρώπων ὀφθαλμοὺς ἀπατῶσα, ὡς αὐτῷ ἑαυτὴν διὰ βίου νυμφεύουσα, οὔτ' ἐκείνου νύμφη, οὔτ' ἀνθρώπου καθαρῶς ἐστι γυνὴ, ἀλλὰ τὴν παρ' ἀνθρώπων δόξαν ἐπὶ τῇ παρθενίᾳ διὰ τοῦ παρθενικοῦ σχήματος κλέπτουσα, ἐν ὀφθαλμοῖς τοῦ νυμφίου, παρ' ἀνθρώποις τὴν παρθενίαν ἑαυτῆς ἐκπομπεύουσα μοιχεύεται. Καὶ πρὸς τῇ τῆς μοιχείας ἁμαρτίᾳ, ἣν εἰς τὸν νυμφίον ἑαυτῆς ἁμαρτάνει, ἔτι καὶ ἀσεβῶς εἰς τοῦτον ὑβρίζουσα, ὅτι τὴν ὄψιν τῶο ἀνθρώπων αἰδεσιμωτέραν τῆς ἐκείνου ὄψεως ἀποφαίνει· ἐπὶ τούτων μὲν. διὰ τὴν ὑπόληψιν, πράττειν τὰ ἀπρεπῆ οὐ τολμῶσα. ἐπ' ἐκείνου δὲ ἀεὶ παρόντος, ἀναιδῶς ἅπαντα πράττουσα. Ὡς ὁρῶντος οὖν ἅπαντα καὶ ἀκούοντος τοῦ νυμφίου, ἡ παρθένος ἅπαντα πράξει.
28. But if, because no human being sees, she ventures upon the nod or the word, first of all she is thereby her own accuser, having within the very contrivance of escaping notice as accuser of an evil conscience. Next, she is manifestly found blind towards the dignity of the Bridegroom. For being incorporeal, He stands in the midst of whisperings and glances and thoughts, turning away on the one hand from the treacherous mind of such a woman, and showing hateful on the other hand her virginal reputation that appears before outsiders: because deceiving the eyes of men as though espousing herself to Him throughout life, she is purely neither His bride nor a man's wife, but stealing glory from men for virginity through the virginal guise, while parading her virginity before men, in the eyes of the Bridegroom she commits adultery. And besides the sin of adultery which she sins against her own Bridegroom, she furthermore impiously insults Him as well, because she declares the sight of men more worthy of reverence than His sight: before them, on the one hand, on account of reputation, not daring to do unseemly things, while before Him Who is ever present doing all things shamelessly. As before the Bridegroom seeing all things and hearing [all things], therefore, the virgin will do all things.
29. Οὐκ ἐὰν μόνον εἷς τις ἀκούῃ ἢ βλέπη τῶν νομιζομένων μὴ συγκρύπτειν ἢ συνεργάζεσθαι, φυλαττομένη ποιεῖν τι ἐφ' ᾧ ὁ Κύριος οὐκ ἀρέσκεται· καὶ οὐκ ἐὰν μὴ ἀνὴρ ἀλλὰ γυνὴ, καὶ τοῦτο κόριον τῶν ὑπηρετουμένων παρῇ, κατατολμῶσά τινος τῶν ἢ πρὸς καλλωπισμὸν ἢ ἀνθρώπινον ἔρωτα τῷ Κυρίῳ μὴ ἀρεσκόντων· ἀλλὰ κἂν μόνη αὐτὴ ᾖ, μηδενὸς ἀνθρώπων παρόντος τὸ σύνολον, πράττειν τι τῶν μὴ
29. Not guarding against doing anything wherewith the Lord is not pleased only if someone hears or sees out of those thought not to conceal or cooperate; nor, if not a man is present, but a woman, and that a young girl of the maidservants, emboldened to do any of the things displeasing to the Lord whether towards embellishment or towards human love; rather, even if she herself be alone, with no human being present at all, to do any of the things not
Notes, col. 728

On the reading

Printed κολύπτει, for καλύπτει.

Printed εἴ μὲν, for εἰ μὲν.

Printed εἰς δὲ μὴ, for εἰ δὲ μὴ.

Printed τολμᾳ, for τολμᾷ.

Printed τυμφίου, for νυμφίου.

Printed τυφλώττουσα, Ἀσώματος, for τυφλώττουσα. Ἀσώματος.

Printed τῶο, for τῶν.

Printed μὲν., for μὲν,.

Printed τολμῶσα. ἐπ', for τολμῶσα, ἐπ'.

Printed βλέπη, for βλέπῃ.

PG 30:729Read from the page
ἀξίων τοῦ νυμφίου οὐκ ἀνεχομένη. Κἂν γὰρ μηδεὶς τῶν ἀνθρώπων ἄλλος παρῇ, ἀλλ' αὐτὴ ἑαυτῇ πάρεστιν ἡ παρθένος, καὶ πάντων μᾶλλον ἑαυτὴν ὀφείλει αἰδεῖσθαι. Οὐ γὰρ δὴ τοὺς μὲν ἄλλους ὡς αἰδοῦς ἀξίους φυλάξεται, ἑαυτὴν δὲ ὡς οὐκ ἀξίαν αἰδοῦς ἀτιμάσει. Ἀλλ' ὅπερ ἔφην, πρῶτον ἑαυτὴν καὶ τὴν συνείδησιν ἑαυτῆς αἰδεσθήσεται, κἂν μονωτάτη ὑπάρχῃ, ἔπειτα τὸν παρεστῶτα φύλακα ἄγγελον. Οἱ γὰρ ἄγγεοι αὐτῶν, φησὶ, διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Καὶ οὐ δεῖ ἀνθρώπων κρυπτομένη ὄψιν, ἀγγέλου τοῦ τὴν ἐπιμέλειαν τῆς σωτηρίας ἡμῶν πεπιστευμένου καταφρονεῖν· καὶ μάλιστα τὴν παρθένον, νυμφαγωγὸν ὥσπερ τῆς παρθενίας τοῦτον αὐτὸν καὶ φύλακα ἔχουσαν. Πρὸ δὲ τῶν ἄγγέλων αἰδείσθω αὐτὸν τὸν νυμφίον τὸν ἁπανταχοῦ παρόντα, καὶ τὸν τούτου Πατέρα, τό τε ἅγιον Πνεῦμα: Καὶ τί λέγω καθ' ἕκαστον; Τὰ τῶν ἀγγέλων ἀναρίθμητα πλήθη, καὶ μετὰ τούτων, τὰ τῶν πατέρων ἅγια πνεύματα. Οὐδεὶς γὰρ τούτων ἐστὶν ὃς οὐχὶ πανταχοῦ καθορᾷ, αὐτὸς μὲν σώματος ὄμμασιν οὐχ ὁρώμενος, ἀσωμάτῳ δὲ βλέμματι περιλαμβάνων εἰς γνῶσιν τὰ σύμπαντα. Ωστε καὶ κατὰ τοῦτον τὸν λόγον, εἰ λανθάνειν βούλεται τοὺς πολλοὺς ἡ παρθένος, πολλῷ πλέον τούτους τοσούτους τε καὶ τοιούτους ὑπάρχοντας, ἢ τοὺς ἀνθρώπους ὡς εἰκὸς αἰδεσθήσεται. Καὶ ἐπειδὴ λανθάνειν τὸ πλῆθος τὴν ἁμαρτίαν προείλετο, ἀδύνατον δὲ τούτους ὄντας πλῆθος λανθάνειν, οὐδέποτέ τι
worthy of the Bridegroom she will not brook. For even if no other human being is present, yet the virgin herself is present to herself, and more than all others she ought to reverence herself. For surely she will not beware of others as worthy of reverence, while dishonouring herself as unworthy of reverence. Rather, as I said, first she will reverence herself and her own conscience, even if she is altogether alone, and next the guardian angel standing beside [her]. For their angels, He says, continually behold the face of your Father Who is in the heavens (Matt. 18:10). And one ought not, hiding from the sight of men, to despise the angel entrusted with the care of our salvation; and especially the virgin, having this very one as bridal attendant, as it were, and guardian of her virginity. And before the angels let her reverence the Bridegroom Himself Who is everywhere present, and His Father, and the Holy Spirit. And why do I speak one by one? The innumerable multitudes of angels, and with these, the holy spirits of the fathers. For there is none of these who does not behold everywhere, himself unseen by bodily eyes, yet embracing the universe in knowledge with an incorporeal gaze. So that according to this reasoning too, if the virgin wishes to escape the notice of the many, far more than men, as is reasonable, will she reverence these who are so many and so great. And since she chose beforehand that sin should escape the notice of the multitude, and it is impossible to escape the notice of these who are a multitude, never anything
30. Μνημονεύουσα δὲ, ὅτι δεῖ ἡμᾶς φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, οὐ πρᾶξαι μόνον τι τῶν αἰσχρῶν, ἀλλὰ καὶ ἐννοῆσαι φοβηθήσεται. Καθάπερ γάρ τις ζωγράφος, ἡμῶν ὁ νοῦς, ὥσπερ ἐν πίνακι, τῇ ψυχῇ τὰς ἐννοίας ὡς θέλει μορφοῖ· καὶ ἄφετος μὲν καὶ ἐλεύθερος διὰ τὸ αὐτεξούσιον ὢν, οὐδαμοῦ δὲ, διὰ τὸ ἀσώματον, πρὸς τὴν τῆς γραφῆς φιλοτιμίαν στενοχωρούμενος, ἀλλ' ὅσην θέλει εὐρυχωρίαν τόπου ευρίσκων, ἐγγράφει, φημὶ, ταῖς ἐννοίαις ἃ βούλεται. Εἶτα ὥσπερ ὁ ζωγράφος ἐν παραβύστῳ που τὸν πίνακα ποικίλης ἱστορίας πληρώσας, ἀθρόως τοῦτον εἰς μέσον προφέρει, καὶ ἀφελόμενος τὰ ἔξωθεν προκαλύμματα εἰς θέαν ἐν μέσῳ τοῦτον τοῖς πολλοῖς ἀνατίθησιν, οὐκέτι μὲν ἑρμηνεὺς τῶν γραφέντων γινόμενος, πᾶσι δὲ τοῖς θεκταῖς καὶ εἰς τὸν ἔπειτα χρόνον τὴν γραφὴν ὡς ἔχει καταμανθάνειν ἐφείς· οὕτω καὶ ὁ νοῦς, μετὰ τὴν ἔξοδον τοῦ βίου ὥσπερ τι προχάλυμμα τοῦ κατὰ ψυχὴν πίνακος, ὃν παρ' ὅλον τὸν βίον ταῖς ἐννοίαις κατεζωγράφησε, τὸ σῶμα ἀφαιρεθεὶς, τὰ ἐν ἀποῤῥήτοις γραφέντα εἰς φῶς
30. And remembering that we must be made manifest before the judgement seat of Christ (2 Cor. 5:10), she will fear not only to do anything shameful, but even to think it. For just like some painter, our mind shapes its thoughts as it wills in the soul, as though upon a panel; and being unrestricted and free by reason of self-determination, and nowhere cramped, by reason of its incorporeality, in regard to the ambition of its painting, but finding as much spaciousness of room as it wills, it inscribes, I say, by its thoughts whatever things it wishes. Then, just as the painter, having somewhere in a secret corner filled the panel with varied scenes, all at once brings it forth into the midst, and stripping off the outer coverings sets it up in the midst for the many to view, no longer acting as interpreter of the things painted, but leaving it to all the spectators even for time thereafter to examine closely the painting as it stands; so too the mind, after the departure from life, stripped of the body as of a covering over the panel of the soul which throughout the whole of life it painted over with its thoughts, [brings] into the light the things painted in secret
Notes, col. 729

On the reading

Printed ἄγγεοι, for ἄγγελοι.

Printed κρυπτομένη, for κρυπτομένην.

Printed ἄγγέλων, for ἀγγέλων.

Printed Πνεῦμα:, for Πνεῦμα·.

Printed Ωστε, for Ὥστε.

Printed ευρίσκων, for εὑρίσκων.

Printed θεκταῖς, for θεαταῖς.

Printed προχάλυμμα, for προκάλυμμα.

PG 30:732Read from the page
τοῖς πᾶσι δεικνύει· καὶ ἔστιν ἰδεῖν τὸν πίνακα τῆς ψυχῆς ποικίλης μὲν ἱστορίας πεπληρωμένον, πᾶσι δὲ εἰς θέαν ἐγκείμενον. Ἐὰν μὲν οὖν θεῖαί τινες ἐξ ἀναγνωσμάτων ἱερῶν καὶ ἐννοιῶν φιλαρέτων αἱ ἱστορίαι ὁφθῶσιν ἐγγεγραμμέναι, παντὸς ἐπαίνου ὁ ζωγραφήσας νοῦς καὶ ὁ ταύτην δεξάμενος τὴν γραφὴν τῆς ψυχῆς πίναξ ἄξιος κρίνεται· οὐδ' ἀφίστασθαι τῆς θέας τῶν ἱστορούντων τὴν γραφὴν διὰ τὸ ἀξιοθέατον ἐθελόντων· ἁπάντων δὲ τὸ καθ' ἕκαστον τῶν γραφέντων κάλλος τε καὶ τοὺς τύπους, ἀλλὰ καὶ τὴν θεοειδῆ τῶν ἐγγραφέντων μορφὴν θαυμαζόντων, καὶ μακαριζόντων τὸν θεῖον ζωγράφον ἐκεῖνον, ὅτι καλῶς τῷ ἐν σαρκὶ βίῳ ἐχρήσατο, ὑπὸ τούτῳ τῷ τοῦ σώματος περιβολαίῳ νυκτὸς καὶ ἡμέρας τοιαύτας γραφὰς παρὰ πᾶσαν τῶν θεατῶν ἐλπίδα φιλοκάλῳ χειρὶ τῷ τῆς ψυχῆς πίνακι ἐγχαράξας. Ἐὰν δὲ αἰσχραί τε καὶ ἀπρεπεῖς ἀναφανῶσιν αἱ γραφαὶ, αἰσχύνης καὶ γέλωτος ὁ ξωγράφος ἄξιος τοῖς πᾶσιν ὀφθήσεται· ἄλλας μὲν ἴσως ἐλπίδας πρὶν γυμνοῦσθαι τὸν πίνακα τῆς ψυχῆς αὐτοῦ ὑποφήνας, ἐναντία δὲ τῶν ἐλπισθέντων, μετὰ τὸ ἀφαιρεθῆναι τὸ τοῦ σώματος κάλυμμα, ἅπαντα ἐν τούτῳ τοῖς θεαταῖς ἐπιδείξας. Ποῦ οὖν ἄρα οὗτος καταδύσεται ἐκ συγκρίσεως πρὸς τὸν ἕτερον παρὰ πάννων κρινόμενος; Μεταξυ ἀλλήλων τῶτ λογισμῶν κατηγορούντων ἢ καὶ ὁμολογουμένων. Ποῦ δὲ ὁ πίναξ ἐκεῖνος ἄρα τῆς ψυχῆς ἀποτεθήσεται ὁ τοὺς ὀφθαλμοὺς τῶν θεατῶν αἰσχρῶν ἱστοριῶν καὶ πάσης ἀλλοκότου ἰδέας ἀναπλήσας; Ὡς γὰρ οἱ τοὺς ἐν σώματι ἔχοντες μώμους, πρὶν γυμνωθῆναι, τῇ ἐσθῆτι κεκρυμμένους καὶ ἀδήλους τοῖς πολλοῖς ἔχουσι τούτους· περιφανεστάτῃ δὲ πολλάκις ἐσθῆτι κοσμούμενοι, τοὐναντίον καὶ καλοί τινες ἔνδοθεν εἶναι ἐκ τοῦ ἔξωθεν νόσμου ὑπενοήθησαν, ἐκδυσάμενοι δὲ τὴν ἐσθῆτα καὶ γυμνοὶ ἐν βαλανείῳ ὀφθέντες, καταγέλαστοι, παρὰ πολλὴν τὴν ἔξωθεν δόξαν μυρίοις τοῖς μώμοις ἐπίψογον τὸ σῶμα δεικνύντες, ἐφάνησαν· καὶ οὐ χρεία ἑρμηνείας, μετὰ τὸ γυμνὸν τοῖς πᾶσιν ὀφθῆναι τὸ σῶμα, ποῦ καὶ πῶς ἔχει τὸν μῶμον· ἀλλ' ἅμα τε ἐγυμνώθῆ, καὶ ὁ ἐν ἑκάστῳ μέλει μῶμος ὁρώμενος, τῇ ὄψει ἑαυτὸν ἑρμηνεύει· οὕτω καὶ ἡμεῖς ἐκδυσάμενοι τὸ προκάλυμμα τῆς σαρκὸς, οὔτε περιστεῖλαι τοὺς ἐν τῇ ψυχῇ μώμους, οὔτε ἀποκρύψαι πῶς δυνησόμεθα· ἐν ὄψεσι δὲ τοῖς πᾶσιν ὁρώμενοι, ἃ τῷ σώματι ὡς ἐν ἐσθῆτι ἐγκρύπτοντες ἐλανθάνομεν ἔχοντες, ταῦτα γυμνὰ πᾶσιν ὀφθαλμοῖς ἐπιδείξομεν, οὐκέτι οὔτε ἀρνήσεως,
displays to all; and one may see the panel of the soul filled indeed with varied scenes, and set out for all to view. If therefore the scenes inscribed are seen to be certain divine ones out of sacred readings and virtue-loving thoughts, both the mind that painted [them] and the panel of the soul that received this painting are judged worthy of all praise, while those inspecting the painting do not even wish to step away from the sight by reason of its worthiness to be viewed, and all marvel at the beauty and the figures of the things painted one by one, and moreover at the godlike form of the things inscribed, and call blessed that divine painter, because he made good use of life in the flesh, engraving night and day beneath this wrapping of the body, beyond all expectation of the spectators, such paintings with beauty-loving hand upon the panel of the soul. But if the paintings appear shameful and unseemly, worthy of shame and laughter will the painter appear to all: having perhaps held out other hopes before the panel of his soul was stripped bare, while displaying upon it to the spectators, after the covering of the body was taken away, all things contrary to what had been hoped. Where then shall this man sink out of sight when judged by all by way of comparison with the other, their thoughts between one another accusing or even acknowledging? (cf. Rom. 2:15). And where then shall that panel of the soul be laid away which has filled the eyes of the spectators with shameful scenes and every monstrous form? For just as those who have blemishes on their body, before stripping bare, keep them hidden by their clothing and unseen to the many, and often adorned with most splendid clothing were on the contrary even supposed from their outward adornment to be comely within, yet having stripped off their clothing and been seen naked in a bathhouse, appeared ridiculous, showing their body blameworthy with countless blemishes contrary to the great outward reputation — and there is no need of interpretation, after the body has been seen naked by all, as to where and how it has the blemish, but no sooner has it been stripped bare than the blemish seen in each limb interprets itself to sight — so we too, having stripped off the covering of the flesh, shall be able neither to wrap up the blemishes in the soul nor somehow to hide [them]; but seen before the eyes of all, the things that we escaped notice having while hiding [them] in the body as in clothing, these we shall display naked to all eyes, no longer [having room] either for denial,
31. Οὐ γὰρ συγκεχυμένως τε καὶ καθόλου τὰ πράγματα θεωρεῖται, ἀλλ' ὡς ὑποζώγραφα κατὰ μέρος γινώσκεται ὡς ἔχει· οἷον, πῶς ἀνέστη, φέρε εἰπεῖν, ἐπὶ μοιχείαν ὁρμήσας τῆς κοίτης, καὶ ὁποίοις βήμασιν ἐχρήσατο βαδίζων· ὅπως τε συγκεκραμένος τῷ σώματι, καὶ τὸ σχῆμα ὁποῖον δεικνὺς προσῆλθε,
31. For deeds are beheld not confusedly and in general, but as though sketched out in detail they are known as they stand: for instance, how a man rose from his bed, say, rushing off unto adultery, and what sort of steps he used in walking; and how disposed in body, and displaying what sort of bearing he approached,
Notes, col. 732

On the reading

Printed ὁφθῶσιν, for ὀφθῶσιν.

Printed ξωγράφος, for ζωγράφος.

Printed πάννων, for πάντων.

Printed Μεταξυ, for Μεταξὺ.

Printed τῶτ, for τῶν.

Printed νόσμου, for κόσμου.

Printed ἐγυμνώθῆ, for ἐγυμνώθη.

Printed πῶς δυνησόμεθα, for πως δυνησόμεθα.

PG 30:733Read from the page
καὶ πόθεν παρεισρυεὶς ἥψατο τῆς ἀλλοτρίας· πως τε ἑαυτὴν τούτῳ πρὸς τὴν παράνομον πρᾶξιν ἡ γυνὴ ἐπεδίδου. Καθάπερ ἐν πίνακι, φημὶ, κατὰ μέρος ἕκαστα ἀκριβῶς καταγεγραμμένα ὀφθήσεται, καὶ οὐ μόνον τὰ φθάσαντα ἔργα γενέσθαι, ἀλλὰ καὶ μὴ προχωρησάντων τῶν ἔργων, αἱ ἐν τῷ τῆς ψυχῆς πίνακι γενόμεναι ἔννοιαι. Οὐδὲν γάρ ἐστι γραφὴ ἐν ψυχῇ, ἢ ἔννοια περί τινος ἐν αὐτῇ τυπωθεῖσα· καὶ οὐδέν ἐστι φαντασιώδης τε καὶ διεξοδικὴ ἔννοια ἐν ψυχῇ, ἢ γραφὴ τοῖς τῆς φαντασίας χρώμασί τε καὶ μεγέθεσιν, ἔτι δὲ σχήμασιν, ἃ ὁ νοῦς ἐν αὐτῇ κατεζωγράφησεν, ἐγγεγραμμένη. Καὶ ὡς ὁ τὴν σημειογραφικὴν τέχνην μαθὼν, πάντων τῶν σημείων τὰ σγήματα καὶ τὰ ὀνόματα, ἀλλὰ καὶ τοὺς τύπους τῶν ὀκτάδων φέρει καὶ τετράδων ἐν τῇ ψυχῇ τυπωσάμενος, καὶ πρὸς τὴν χρείαν τῶν ὑπαγορευομένων διὰ τῆς χειρὸς τὰ ἐν τῇ ψυχῇ ταῖς μνήμαις ἐγγεγραμμένα ἐπὶ τῆς δέλτου δεικνύει· καὶ ἃ μὲν ἔδειξε σημεῖα τῷ γραφείῳ χαράξας, ἃ δὲ μηδέπω διὰ χειρὸς δειχθέντα, ἐν τῇ ψυχῇ ὅμως ἀπογεγραμμένα ἀπόκειται· οὕτω καὶ ἡ ψυχὴ, τὰς μὲν ἐννοίας διὰ σώματος ἐνεργοῦσα, εἰς ἔργον προήγαγε, τὰς δὲ μὴ φθάσασα σώματι ἀποτελεσθείσας ἡμῖν ἐπιδεῖξαι, ἐν ἑαυτῇ τετυπωμένας φυλάττει, εἰ καὶ μὴ σωματικῶς. ἀλλ' οἰκείῳ ἔργῳ ταύτας καθ' ἑαυτὴν ἀσωμάτως ἐπιτελοῦσα. Ὡς γὰρ ἔργον σώματος τὸ σωματικῶς τι ἐπιτελέσαι, οὕτω καὶ ψυχῆς ἔργον τὸ ταῖς ἐννοίαις τὰς ἀρεσκούσας φαντασίας τελεσιουργῆσαι ὡς θέλει. Διὸ καὶ τὰς ἐν ἐννοίᾳ ἁμαρτίας μῆ ὡς φαντασίας ἁπλῶς, ἀλλ' ὡς ἔργα ἐν ψυχῇ γινόμενα κατὰ τὸ δίκαιο κρίνεσθαι δεῖ. Ὡς οὖν κἂν μὴ γράφῃ ἡ χεὶρ τὰ σημεῖα, ὅμως τοῖς σχήμασι τῶν σημείων ἡ ψυχὴ ὅλη ἁπανταχοῦ καταγέγραπται· καὶ ὁ ἀποδύσας τὸ σῶμα ἴδοι ἂν αὐτὴν τῷ λεγομένῳ κομμέντῳ πᾶσαν καταγεγραμμένην· οὕτω μετὰ τὸ ἀποδύσασθαι ἡμᾶς τὸ σῶμα, πᾶσα ἔννοια ὡς ἐν γραφῇ ἐπὶ τῆς ψυχῆς γεγραμμένη ὀφθήσεται. Καὶ ὥσπερ ὁ μὴ μαθὼν τὰ σημεῖα, τούτων ἐν τῇ ψυχῇ οὐκ ἔχει ἐγγραφέντας τοὺς τύπους· ὁ δὲ μαθὼν, κἂν μὴ γράφῃ ἡ χεὶρ, τοὺς τύπους αὐτῶν τῇ μαθήσει ἐν ψυχῇ ἀπεγράψατο· οὕτω καὶ ὁ μὴ ἐννοήσας τι ἁμάρτημα, τούτου οὐκ ἔχει τὴν φαντασίαν ἐν ψυχῇ γεγραμμένην· ὁ δὲ ἐννοήσας, κἂν μὴ προχωρήσῃ τὸ ἔργον, ὅμως ἐν τῇ ψυχῇ ἔχει τὰς φαντασίας τῶν νοηθέντων, ὡς ἔν τινι πίνακι σαφῶς γεγραμμένας. Ἀλλ' ὡς ἐκεῖ ὁ μαθὼν τὰ σημεῖα, ἀμελείᾳ τοῦ διαγράφεσθαι ταῦτα, λήθῃ αὐτὰ τῆς μνήμης ἂν ἀποβάλοι, ὡς μηκέτι λοιπὸν τῷ χρόνῳ μηδεμιᾶς ἀναφέρειν ὀκτάδος σχῆμα, ἢ τύπον, ἢ ὀνομασίαν εἰς μνήμην· οὕτω καὶ ὁ ἐννοήσας ἄτοπα, εἰ ἀμελήσειε τῶν ἐννοιῶν, καὶ ἐφ' ἑτέρας καλλίονας τὸν νοῦν ἀσχολήσειε, χρόνῳ ἄν ποτε ταῦτα τῆς μνήμης ἑαυτοῦ ἐκβαλὼν, τῇ λήθῃ αὐτὰς τοῦ τῆς ψυχῆς πίνακος ἀπαλείψειεν. Οὐδὲν γάρ ἐστι μνήμη, ἢ τύπωσις ἐννοιῶν, ὡς ἐν ψυχῇ, ὑποζώγραφος. Καὶ πῶς
and whence having slipped in secretly he touched the woman belonging to another; and how the woman gave herself over to him towards the unlawful deed. Just as upon a tablet, I say, each detail in part will be seen accurately inscribed, and not only the deeds that have already come to pass, but even when the deeds have not gone forward, the thoughts that have arisen on the tablet of the soul. For a picture in the soul is nothing else than a thought concerning something, imprinted within it; and an imaginative and discursive thought in the soul is nothing else than a picture inscribed with the colours and magnitudes of imagination, and furthermore with the shapes which the mind has painted within it. And just as one who has learned the art of shorthand carries the shapes and the names of all the signs, and moreover the forms of the octads and tetrads, imprinted in his soul, and for the need of what is dictated displays upon the writing-tablet by means of his hand the things inscribed by memories in his soul; and some signs he has displayed by engraving them with the stylus, while others, not yet displayed by his hand, nevertheless lie stored up and copied out in his soul: so too the soul, operating through the body, has brought some thoughts forward into deed, while others, which she has not yet managed to display to us accomplished by the body, she keeps imprinted within herself, accomplishing them incorporeally by herself through her own proper work, even if not bodily. For just as it is a work of the body to accomplish something bodily, so too it is a work of the soul to bring to completion by her thoughts the imaginations that please her, as she wills. Wherefore sins in thought also must according to justice be judged not simply as imaginations, but as deeds coming to pass in the soul. As therefore, even if the hand does not write the signs, nevertheless the whole soul is everywhere inscribed with the shapes of the signs, and one who stripped off the body would see her wholly inscribed with the so-called shorthand commentary; so after we have stripped off the body, every thought will be seen written as in a picture upon the soul. And just as he who has not learned the signs does not have their forms inscribed in his soul, whereas he who has learned them, even if his hand does not write, has copied their forms in his soul by learning; so too he who has not thought upon any sin does not have the imagination of it written in his soul, whereas he who has thought upon it, even if the deed should not go forward, nevertheless has in his soul the imaginations of the things conceived, clearly written as upon a certain tablet. Yet just as there he who has learned the signs might through neglect of writing them out cast them out of his memory by forgetfulness, so as no longer thereafter in time to recall to memory the shape, or form, or name of a single octad; so too he who has thought upon improper things, should he neglect those thoughts and occupy his mind upon other nobler ones, might at length in time cast these out of his memory and by forgetfulness wipe them off the tablet of his soul. For memory is nothing else than an impression of thoughts, like an under-painter in the soul. And how
Notes, col. 733

On the reading

Printed πως, for πῶς.

Printed σγήματα, for σχήματα.

Printed μῆ, for μὴ.

Printed δίκαιο, for δίκαιον.