τὰ δεσμὰ τῶν γαμικῶν φροντίδων δεξάμενον. Εἰ γὰρ καὶ μὴ γάμος ἐστὶ τὸ ὄνομα, ἀλλ' ἡ φροντὶς τῶν γεγαμηκότων αὐτοῖς ἐμφυεῖσα δούλους τῶν σωματικῶν φροντίδων, αἷς ἑαυτοὺς φέροντες ἀλόγως προσέδησαν, ἐπιψόγους ποιεῖ. Ἄτοπον δὲ παρθενικὸν βίον διώκοντας τοῖς τῶν γάμων μιμήμασιν ἀνοήτως ἐμπλέκεσθαι· καὶ προσποιουμένας τῇ κηδεμονίᾳ τοῦ νυμφίου ἀρκεῖσθαι, ἀνθρώπους κηδεμόνας ἐπὶ ψόγῳ ἑαυτῶν ἑταιρίζεσθαι. Εἰ δὲ ἐρᾷς κατὰ τὸν ὄντως νοούμενον ἐραστὴν, τὰ ἄλλα πάντα παρορᾷν πάντως ὀφείλεις, ἡδέως ἀνεχομένη, καὶ γυμνὴ ἐπὶ ἐδάφους ἐν ὁποίῳ δήποτε σχήματι πενίας τοῦ ἐρωμένου τυγχάνειν, ἢ διὰ τὸ ἀνέτως ἐθέλειν αὐτῷ συμβιοῦν, καὶ τὰς πρὸς τοῦτο χρείας παρὰ ἀνθρώπων διώκειν, τοῦ θείου ἔρωτος ἀσχημόνως ἐκπίπτειν. Ἡ γὰρ σπαταλῶσα παρθένος, ζῶσα τέθνηκε. Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθὸν τῆς παρθενίας ὄνομα, ἀγάπης τῆς ἀχράντου ὀνόματι σαρκικοῖς πάθεσιν ὑβριζόμενον. Οὐ γάρ ἐστιν ἡ ἀγάπη διάθεσις ὕπουλος, καὶ μόρφωσις εὐνοίας, καὶ ἡδονὴ δουλουμένη, καὶ ζωώδης προσπάθεια· ἀλλὰ σαρκικῶν ἰδιωμάτων ἀθόλωτος εὔνοια, καὶ εἰρήνη παθῶν, καὶ ἁγιασμὸς ἐν Πνεύματι ἁγίῳ. Εἰ δέ δι' ἀγάπην ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῇ ἀγάπῃ τῇ σῇ κατάλυε τὸ ἔργον τῆς ὄντως ἀγάπης· μηδὲ τῇ ψευδωνύμῳ ἀγάπῃ ἀπόλλυε τὸν ἀδελφὸν. πρὸς κακοήθη ὑπόνοιαν σκανδαλίζων, δι' ὃν ὁ Χριστὸς ἀπέθανεν. Ἐάν τίς σε ἴδῃ τὸν ἔχοντα γνῶσιν τοῦ ὄντως καλοῦ ἐν εἰδωλείῳ κατακείμενον, κσὶ ἀντὶ τῆς ἀληθοῦς καὶ καθαρᾶς ἀφθορίας, τὸ εἴδωλον ταύτης ἐν σώματι κολακεύοντα, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενὴς οὖσα μολύνεται, καὶ οἰκοδομηθήσεται εἰς τὸ καταθαρσεῖν τῆς ἁμαρτίας; Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Μὴ οὐκ ἔχωμεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν; Ἀλλ' οὐ κέχρημαι τῇ ἐξουσίᾳ ταύτῃ, φησί· καλόν μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου τὸ τῆς παρθενίας, ἵνα τις κενώσῃ. Φυλὴ οὖν Λευΐ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς.
when it has taken on the bonds of marital cares. For even if marriage is not the name, yet the care of married people implanted in them renders them blameworthy slaves of bodily cares, to which they have rashly gone and bound themselves. Now it is absurd for those pursuing a virginal life to entangle themselves foolishly in imitations of marriage; and for women who profess to be content with the guardianship of the Bridegroom to attach human guardians to themselves to their own reproach. If you love after the manner of one understood to be a true lover, you ought by all means to overlook all other things, gladly enduring even naked upon the ground, in whatever guise of poverty, to attain the Beloved, rather than, through wishing to live with Him in comfort and pursuing from human beings the provisions needed for this, to fall away unseemly from divine love. For the virgin who lives in luxury is dead while she lives. Let not your good name of virginity, therefore, be blasphemed, insulted by carnal passions under the name of undefiled love. For love is not a festering disposition, and a semblance of goodwill, and an enslaved pleasure, and a brutish attachment; but a goodwill untroubled by carnal traits, and peace from passions, and sanctification in the Holy Spirit. If on account of love your brother is grieved, you are no longer walking according to love. Do not by your love destroy the work of true love; nor by falsely named love ruin the brother for whom Christ died, causing him to stumble into malicious suspicion. If anyone sees you, who possess knowledge of the true good, reclining in an idol's temple, and instead of true and pure incorruption flattering its counterfeit idol in a body, is not his conscience, being weak, defiled, and will it not be built up so as to embolden itself towards sin? And thus sinning against the brethren and wounding their weak conscience, you sin against Christ. Wherefore, if food causes my brother to stumble, I will never eat flesh for ever, lest I cause my brother to stumble. Have we no right to eat and drink? Have we no right to take about a sister as a wife? Yet I have made no use of this right, says he; for it were better for me to die than that anyone should make void my boast, that of virginity. Let the tribe of Levi, therefore, be by itself, and their wives by themselves.
44. Καὶ οὐχὶ ἀγαπᾷν διὰ τούτων τοὺς ἀδελφοὺς ἀποτρέπομεν, ἀλλὰ πάντας μὲν ὡς ὁμογαστρίους ἀγαπᾷν συγχωροῦμεν· καὶ τοὺς ὁμογαστρίους δὲ ἀγαπᾷν ἀσφαλῶς συμβουλεύομεν. Δέος γὰρ, μὴ ἐκ τῆς συνηθείας καὶ τοῦ θάρσαυς ἡμῶν ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατεργάσηται ἐν ἡμῖν πᾶσαν ἐπιθυμίαν. Ἱκανὴ γάρ ἐστιν ἡ ἁμαρτία, καὶ δι' ἁφῆς χειρῶν ἀδελφοῦ, καὶ διὰ φιλόφρονος τέως φιλήματος, τὸ φρόνημα τῆς σαρκὸς πρὸς τὰ ἴδια λαθραίως ἐγεῖραι
44. Nor by these words do we dissuade from loving the brethren; rather, we permit loving all men as brothers born of the same womb, while even those born of the same womb we counsel to love with caution. For there is fear lest sin, taking occasion from our familiarity and confidence, work in us every desire. For sin is capable, both through the touch of a brother's hands and through a kiss hitherto kindly, of secretly rousing the mindset of the flesh towards its own pursuits