25. Οὐ καταθρύψεται δὲ τοῦ Κυρίου, ὑπὲρ τὴν κατεπείγουσαν χρείαν, ὥσπερ φιλήδονος γυνὴ, τὰ περιττὰ ἀπαιτοῦσα. Οὔτε γὰρ ἐκείνῳ διδόναι ἁρμόττον, ἃ ἐγκόπτει ἐκείνης τὴν πρὸς τοῦτον ἀρέσκειαν πρὸς τὰ ἡδέα τοῦ σώματος στρεφομένης· οὔτε ταύτῃ συμφέρον ταῦτα λαμβάνειν, τὰ μετεωρίζοντα τῆς περὶ αὐτὸν ἀρεσκείας τὸν νοῦν ἀσχολίᾳ. Ἀλλ' ὅρον τῆς χρείας τὸ ἀναγκαῖον τῆς ἐν σώματι ζωῆς φρονίμως θεμένη, οὐδὲν μὲν πλέον τούτων αἰτήσει. Οὐδὲν δὲ καὶ θλιβομένη ἐν τῇ ἐνδείᾳ τῶν ἀναγκαίων, πολλάκις διὰ πεῖραν τῆς περὶ αὐτὸν ἀγάπης, μικροψύχως λυπηθήσεται, ἀλλὰ πάντα στέγουσα, πάντα ἐλπίζουσα, πάντα ὑπομένουσα, προσηλωμένη αὐτῷ ἀνυποκρίτῳ φίλτρῳ, τὴν ψυχὴν ἐν νεκρῷ καὶ ἀναισθήτῳ, τρόπον τινὰ, τῷ ἔξωθεν σώμντι ἀπερισπάστως τοῦ κάλλους αὐτοῦ ἐμφορηθήσεται. Ὡς γὰρ ὁ ἐπικαίρου κάλλους ἐρῶν, οὐ τὰ χρήματα μόνον καὶ πάντα τὸν πλοῦτον ἑαυτοῦ ὑπὲρ τοῦ ἔρωτος ἀφειδῶς ἀναλίσκει, ἀλλὰ καὶ τροφῆς καὶ ὕπνου καὶ ἐσθῆτος καὶ σχήματος καὶ ὑπολήψεως πάσης, ἔτι δὲ αὐτοῦ τοῦ σώματος καὶ τῆς ἐν τούτῳ ζωῆς καταφρονῶν ἕνεκεν τοῦ τυχεῖν τοῦ ἔρωτος μόνου, καὶ τείχη καὶ οἴκους καὶ τὰ ἐν μέσῳ τολμηρῶς ὑπεραλλόμενος ἅπαντα, κατὰ ξιφῶν μαινόμενος φέρεται, οὐδέν τι μᾶλλον, εἴ ἀποτυγχάνειν μέλλοι κατὰ τὸ σύνηθες βαδίζων ἐπὶ τὸν ἔρωτα, τούτου φροντίζων, ἢ εἰ δέοι μετασχηματισάμενον καὶ μετὰ ἀπρεποῦς σχήματος ἕρποντα τυχεῖν τούτου μεθ' ἡδονῆς ἀνεχόμενος· οὕτως ὁ ἐρῶν ὄντως Θεοῦ, καὶ μεριμνῶν πῶς τῷ ἐρωμένῳ ἀρέσῃ, οὐ χρημάτων μόνον καὶ πλούτου, ἕνεκα τοῦ πληροφορῆσαι τὸν ἐρώμενον διὰ τοῦ ὑπακοῦσαι αὐτοῦ τοῖς τῶν ἐντολῶν ἐπιτάγμασι, καταφρονεῖν ὀφείλει· ἀλλὰ καὶ ἀναγκαίας τροφῆς καὶ ὕπνου καὶ τοῦ ἔξωθεν σχήματος, καὶ τῆς ἐν τῷ κόσμῳ τούτῳ διεφθαρμένης ἀληθῶς ὑπολήψεως, ἔτι δὲ αὐτοῦ τοῦ σώματος καὶ τῆς ἐν τούτῳ ζωῆς ἀμελήσας ἕνεκα τοῦ ἐπιτυχεῖν τοῦ ἔρωτος τοῦ ἐπουρανίου, καὶ τείχη τῶν πρὸς αἷμα γενῶν, καὶ οἴκους πατέρων καὶ τὸν ἐν μέσῳ κόσμον ὑπεράλλεσθαι, καὶ κατὰ ξιφῶν τοῦ μαρτυρίου, ἂν ἀπαντήση, πηδῆσαι, εἴ μὴ μέλλοι ἐν τῷ συνήθει σχήματι ζῶν τυγχάνειν τοῦ ἔρωτος, καὶ τοῦ πενιχροῦ σχήματος καὶ τοῖς πολλοῖς ἐπονειδίστου βίου μεθ' ἡδονῆς ἀνέχεσθαι, ἵνα τὴν θείαν, ὡς ἄν τις εἴποι, μανίαν ὑπὲρ τῆς τοῦ καλοῦ ἀπολαύσεως ἐνθέσμως μανεὶς, τοῦ ὄντως ἐρασμίου, ὅσον βούλεται, ἀπολαύση. Τοῦτον τὸν ἐραστὴν πρὸς ἑαυτὸν ἐκ τῶν κατὰ γῆν παθῶν ἀνακαλῶν ὁ ἐρώμενος ἔλεγεν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν ἣν ἂν σοι δείξω. Ὁ δὲ, ὡς ἂν ὃ ἐπόθει ἰδὼν, προθύμως, τε εἴπετο, καὶ ἀλητεύειν ἕνεκα τοῦ ἔρωτος
25. Nor will she play the wanton towards the Lord, demanding superfluities beyond pressing need, like a pleasure-loving woman. For neither is it fitting for Him to give things that hinder her pleasing of Him when she turns towards the pleasures of the body; nor is it profitable for her to receive these things, which distract the mind with busyness from pleasing Him. Rather, prudently setting as the limit of need what is necessary for life in the body, she will ask for nothing more than these. Nor even when afflicted in the lack of necessities, oftentimes for the testing of her love towards Him, will she be faint-heartedly grieved, but bearing all things, hoping all things, enduring all things (1 Cor. 13:7), riveted to Him with unfeigned affection, in an outward body dead and insensible, so to speak, she will fill her soul undistractedly with His beauty. For just as he who loves a temporal beauty not only spends unsparingly his money and all his own wealth on behalf of his love, but even despising food and sleep and clothing and outward appearance and all reputation, and furthermore his very body and life in it, for the sake of attaining his love alone, boldly leaping over walls and houses and all things in between, rushes madly against swords, caring nothing the more for this if he should fail of his love when walking in his customary guise, or gladly enduring, if need be, to attain this by disguising himself and creeping along in an unseemly guise; so he who truly loves God, and cares how he may please the Beloved, ought not only to despise money and wealth for the sake of satisfying the Beloved through obeying the injunctions of His commandments, but also, having disregarded necessary food and sleep and outward guise, and the truly corrupt reputation in this world, and furthermore his very body and life in it, for the sake of attaining the heavenly love, to leap over both walls of blood kindred and houses of fathers and the world in between, and to leap against the swords of martyrdom, should it meet him, if living in his customary guise he should not attain his love, and gladly to endure a poor guise and a life reproachful in the eyes of the many, in order that, driven lawfully mad with a divine madness, as one might say, on behalf of the enjoyment of the Good, he may enjoy Him Who is truly lovely as much as he wills. Calling this lover up to Himself out of earthly passions, the Beloved said: Go forth out of your land, and out of your kindred, and out of the house of your father, and come into a land which I shall show you (Gen. 12:1). And he, as though having seen what he longed for, both eagerly followed, and to wander on account of his love