Migne Reading Room

PG 30 · cols. 645–656 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:645Read from the page
Σιών; Ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφηρημένος, ἔσῃ, θύγατερ Μωάβ. Ἔπειτα δὲ, Ἀρνῶν, πλείονα βουλεύου. Ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός. Ἐν μεσημβρινῇ σκοτίᾳ φεύξονται· ἐξέστησαν. Μὴ ἀχθῇς· παροικήσουσί σοι οἱ φυγάδες Μωάβ. Ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἀπὸ τῆς γῆς. Καὶ διορθωθήσεται μετὰ ἐλέους θρόνος, καὶ καθιεῖται μετ' αὐτοῦ μετὰ τῆς ἀληθείας ἐν σκηνῳ Δαβὶδ, κρίνων καὶ ἐκζητῶν κρῖμα, καὶ σπεύδων δικαιοσύνην. Ἔτι πρὸς τὴν Μωὰβ ὁ λόγος ἐστί. Μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος θυγατρὸς Σιών; Ἐλέγχει αὐτῆς τὴν καταφρόνησιν, ἣν κατεφρόνει τῆς Σιὼν, πέτραν ὑπολαμβάνουσα εἶναι ἔρημον τὸ ὄρος, ὡς οὔτε μέγεθος ἔχον ἀξιόλογον, οὔτε τὰ ἐκ γεωργίας καλὰ δυνάμενον ὑποδέξασθαι, ὡς μήτε τοὺς οἰκοῦντας τρέφειν, μήτε τοὺς νεμομένους αὐτό. Ἡ γὰρ τσῦτα περὶ τοῦ ὄρους ὑπολαβοῦσα, καὶ ἐξευτελίσασα αὐτὸ, ὑπερφυσηθεῖσα δὲ τῇ ἀλαζονείᾳ, καὶ ἑαυτὴν μετεωρίσασα τῷ φρυάγματι καὶ τῷ τύφῳ, ἔσῃ ὁμοία νεοσσῷ ἐγκαταλελειμμένῳ ὑπὸ τοῦ θάλποντος αὐτὸν πετεινοῦ, ἐπειδὰν ἀναπτῇ τῆς καλιᾶς πτοηθὲν, καὶ ἔρημον καταλεῖπον τὸ ἐκτρεφόμενον. Τὸ μὲν γὰρ οἴχεται φεῦγον, τὸ δὲ εὐάλωτόν ἐστι τῷ βουλομένῳ. Ἀετὸς μὲν γὰρ, ἢ εἴ τι ἄλλο τῶν μεγάλων πτηνῶν τῶν ἐπὶ πολὺ ὑψοῦσθαι ἀπὸ γῆς πεφυκότων, ἔξω ἐστὶ τῆς παρὰ τῶν ἐπιχειρούντων βλάβης· σὺ δὲ ἔσῃ ὡς νεοσσὸς, ἀλλοτρίας βοηθείας εἰς τροφὴν ἐπιδεόμενος, ἄρτι μὲν τοῦ ὠοῦ προκύψας, οὐδὲ βαθεῖ τῷ πτερῷ κατημφιεσμένος τὸ σῶμα. ἀλλ' ἔτι τῆς ἑτέρωθεν δεόμενος σκέπης πρὸς τὸ ἐν νυκτὶ συνθάλπεσθαι, καὶ μεθ' ἡμέραν μὴ καταφρύγεσθαι. Τῆς οὖν μητρὸς φυγαδευθείσης, ἀναιρεθήση ἀπὸ τῆς καλιᾶς, ἀδρανὴς μὲν ὢν πρὸς ἄμυναν, ἀδύνατος δὲ πρὸς φυγήν. Ὁ αὐτὸς δὲ ἔσται ὁ καὶ σὲ τῆς καλιᾶς καθαιρῶν, καὶ τὴν σκεπάζουσαν μητέρα ἀποδιώξας. Δῆλον οὖν, ὅτι αἱ ὑπὸ τοῦ πονηροῦ καὶ ἀστάτου πνεύματος ἐκτρεφόμεναι ψυχαὶ, ἐπειδὰν ἐπιτύχωσί τινος γενναίως δι' ἔργων ἀγαθῶν καὶ διὰ τῆς ἐπικλήσεως τοῦ ὀνόματος τοῦ Χριστοὺ ἀποδιώκοντος αὐτὰς, ἐρημωθεῖσαι τὴν καλὴν ἐρήμωσιν, εὐληπτότεραί εἰσι πρὸς τὴν ἐν Χριστῷ ἀνατροφὴν, τὴν ἄγουσαν εἰς τελείωσιν. Ἔσῃ, θύγατερ Μωὰβ, ἐλεγχθείσης τῆς περὶ σὲ ἀσθενείας, τὸ καταλειπόμενον· Τί ἔσῃ, θύγατερ Μωάβ;
Zion? For you shall be as a fledgling carried off of a bird flying up, you shall be, O daughter of Moab. And thereafter, Arnon, take fuller counsel. Make a shelter of mourning for her continually. In midday darkness they shall flee; they were beside themselves. Be not led away; the fugitives of Moab shall sojourn with you. They shall be a shelter to you from the face of the pursuer, because your alliance has been taken away, and the ruler has perished who trampled down from off the earth. And a throne shall be established with mercy, and He shall sit with it with truth in the tabernacle of David, judging and seeking out judgement, and hastening righteousness. Still the word is towards Moab. Is it a desert rock, the mountain of the daughter of Zion? He convicts her contempt wherewith she despised Zion, supposing the mountain to be a desert rock, as neither having a size worthy of note, nor able to receive the good things of husbandry, so as neither to nourish its inhabitants nor those who pasture upon it. For you who supposed these things concerning the mountain, and disparaged it, and were puffed up beyond measure with boastfulness, and exalted yourself with insolence and pride, shall be like a fledgling abandoned by the bird that warms it, whenever it flies up startled from the nest, leaving desolate the young it was rearing. For the one goes off fleeing, while the other is easy prey for whoever wishes. For an eagle, or whatever other of the great birds is by nature wont to soar high above the earth, is beyond harm from assailants; whereas you shall be as a fledgling in need of another's help for nourishment, having just peeped forth from the egg, not even having your body clothed in thick plumage, but still needing shelter from elsewhere so as to be kept warm at night, and by day not to be scorched. When your mother, then, has been driven into flight, you shall be taken away from the nest, being feeble for defence and powerless for flight. And it will be the very same one who both pulls you down from the nest and has driven away the sheltering mother. It is plain, therefore, that souls nourished by the evil and unstable spirit, whenever they meet with someone nobly driving them away through good works and through the invocation of the name of Christ, having been desolated with the good desolation, are more easily taken up towards the nurture in Christ that leads to perfection. You shall be, O daughter of Moab, when the weakness about you has been convicted, that which is left behind: What shall you be, O daughter of Moab?
Notes, col. 645

On the reading

Printed σκηνῳ, for σκηνῇ.

Printed τσῦτα, for ταῦτα.

Printed ἀναιρεθήση, for ἀναιρεθήσῃ.

Printed Χριστοὺ, for Χριστοῦ.

PG 30:648Read from the page
Ὅπερ ἦς, τοῦτο φανερωθήσεται. Ἐπελάθου γὰρ τῆς δυσγενείας ἑαυτῆς, ὅτι πατρὸς ἐγένου ἀπὸ γάμων
What you were, this shall be made manifest. For you forgot your own ignoble birth, that you were born of a father from marriages
302. Ἔπειτα δὲ, Ἀρνῶν, πλείονα βουλεύου. Ἐπειδὴ οὐδέν σε ὤνησε τὰ πρότερα βουλεύματα, ὦ Ἀρνῶν, οὐδὲ τὸ πολλὰ περὶ δογμάτων τῶν κατὰ πᾶσαν φιλοσοφίαν συμπεπλεγμένων φιλοσοφῆσαι· πρόσθες, εἰ δοκεῖ, τοῖς βουλεύμασι. Δοκεῖ κατά τινα χλεύην καὶ εἰρωνείαν προκαλεῖσθαι ἐπὶ τὰ ἀνόνητα βουλεύμανα τὴν Ἀρνῶν, ἵνα κόρον λαβοῦσα τῶν ματαίων ἑαυτῆς βουλευμάτων, καὶ μαθοῦσα τὸ ἀπ' αὐτῶν ἀνωφελὲς, οὕτω προσέλθῃ τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Ἔστι δὲ Μωαβιτικὸν χωρίον ἡ Ἀρνῶν, καὶ ἀπὸ ἑνὸς ὅλον ἡμῖν ἐνδείκνυται τὸν τόπον τῆς Ἀραβίας ὁ λόγος. Προετιμήθη δὲ τὸ ὄνομα τῆς Ἀρνῶν, διὰ τὴν ἑρμηνευομένην ἀπ' αὐτοῦ διάνοιαν· ἑρμηνεύεται γὰρ ἡ Ἀρνῶν, φωτισμὸς αὐτῶν. Ἐπεὶ οὖν μάλιστα οἱ πολλὴν ἐκ τῆς οἰήσεως τῆς κατὰ σοφίαν ἔπαρσιν πάσχοντες, ἐν φωτὶ οἴονται διάγειν τὸν ἑαυτῶν νοῦν, κατὰ ἀλήθειαν ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες, καὶ ἀπηλλοτριωμένοι τοῦ Θεοῦ, πφὸς τοὺς ἐν φωτὶ τῷ ἐκ τῆς γνώσεως ὑπολαμβάνοντας εἶναι τὸν λόγον ποιεῖται.
302. And thereafter, Arnon, take fuller counsel. Since your former counsels profited you nothing, O Arnon, nor did philosophizing much about doctrines interwoven throughout all philosophy, add, if it seems good, to your counsels. He seems by a kind of mockery and irony to summon Arnon to unprofitable counsels, so that having had her fill of her own vain counsels, and having learned the uselessness coming from them, she may thus draw near to sound teaching. Now Arnon is a Moabite place, and from one place the word indicates to us the whole region of Arabia. And the name of Arnon was preferred because of the meaning interpreted from it; for Arnon is interpreted as their illumination. Since, therefore, above all those who suffer great elation from their conceit of wisdom think that their own mind lives in light, though in truth darkened in understanding and estranged from God, he addresses his word towards those who suppose themselves to be in the light that comes from knowledge.
303. Εἶτα παραινεῖ· Ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός. Ναδὰβ καὶ Ἀβιοὺδ, ἀλλότριον πῦρ προσενέγκαντες τῷ θυσιαστηρίῳ, κατεφλέγησαν. Καὶ οἱ τὸ φῶς τὸ ἀληθινὸν μὴ δεξάμενοι, ἀλλὰ τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς τοῦτον ὑποδεχόμενοι, ἐὰν αἴσθωνται, ὅτι ἐν φαντασίᾳ μὲν γνώσεως ἦσαν, ἐσφαλμένοι δὲ τῆς ἀληθείας ὑπῆρχον, ἀναγκαίως ἑαυτοὺς κσταπενθήσουσι. Διὸ μετήγαγεν ὁ λόγος τὴν παραίνεσιν ἐπὶ τοὺς ἐπιμελουμένους αὐτῶν, καί φησι· Ποεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός. Οἱ γὰρ ἐπὶ τοῖς ἡμαρτημένοις, εἴτε κατὰ τὸν βίον, εἴτέ κατὰ τὴν γνῶσιν, ἐνεργαζόμενοι λύπην, ὥστε τινὰς ἐλθεῖν ἐπὶ τὸ μακαρίως πενθεῖν, οὗτοι ποιοῦσι σκέπην πένθους. Εἶδόν τινας ἐγὼ τῶν ὑπὸ λύπης ἀκράτου κατεχομένων ἀποκλείοντας ἑαυτοὺς εἰς οἰκίσκον, καὶ πᾶσαν φωτὸς πάροδον ἀποφράσσοντας, καὶ οἱονεὶ τιμωρουμένους ἑαυτοὺς διὰ τῆς ἐν τῷ σκότει διαγωγῆς. Ἵνα οὖν μὴ τὸ σύνηθες. αὐτῶν ἐξαπατῶν τὴν διάνοιαν, τῆς σοφίας οἴημα, κατὰ ἀλήθειαν σκότος ὑπάρχον, φῶς δὲ εἶναι φανταζόμενον, διοχλῇ αὐτῶν ταῖς αἰσθήσεσι· Ποιήσατε, φησὶ, σκέπην πένθους αὐτοῖς, ἵνα ἐν τῷ ἀποκλεῖσαι τὴν ἐκ τῶν ἑτεροδόξων ἀπάτην, χώραν δῶτε τῷ ἀληθινῷ φωτὶ ἐλλάμψαι ταῖς καρδίαις τῶν εἰς αὐτὸ πε-
303. Next he exhorts: Make a shelter of mourning for her continually. Nadab and Abiud, having offered strange fire at the altar, were burned up. And those who have not received the true Light, but welcome him who transforms himself into an angel of light, if they perceive that they were in an illusion of knowledge and had erred from the truth, will necessarily mourn deeply over themselves. Wherefore the word transferred the exhortation to those who take care of them, and says: Make a shelter of mourning for her continually. For those who work sorrow over sins committed, whether in life or in knowledge, so that some come to mourn blessedly, these make a shelter of mourning. I myself have seen some of those possessed by unmixed sorrow shutting themselves up into a small chamber, and blocking off every passage of light, and as it were punishing themselves through living in the dark. In order, therefore, that their customary conceit of wisdom, deceiving their understanding, being in truth darkness yet imagined to be light, may not trouble their senses, Make, he says, a shelter of mourning for them, so that in shutting out the deceit coming from the heterodox, you may give place for the true Light to shine into the hearts of those who in It have
Notes, col. 648

On the reading

Printed βουλεύμανα, for βουλεύματα.

Printed πφὸς, for πρὸς.

Printed κσταπενθήσουσι, for καταπενθήσουσι.

Printed Ποεῖτε, for Ποιεῖτε.

Printed εἴτέ, for εἴτε.

PG 30:649Read from the page
πιστευκότων. Πρὶν οὖν ἐλθεῖν τὴν ἡμεραν Κυρίου, ἐν ᾗ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, κατὰ τὸ ἐν τῷ Ζαχαρίᾳ εἰρημένον, ὅτι, Μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἱερουσαλὴμ, ὡς κοπετὸς ῥοῶνος· καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς, φυλὴ οἴκου Δαβὶδ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ οἴκου Νάθαν καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· πᾶσαι αἱ ὕπολελειμμέναι φυλαὶ, φυλὴ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· ὑμεῖς οἱ διδάσκοντες τὸν λαὸν καὶ ἐπιστρέφοντες τοὺς ἡμαρτηκότας ἐν παντὶ τῷ τοῦ βίου καιρῷ, Ποιεῖτε σκέπην πένθους αὐτῇ,
believed. Before the day of the Lord comes, therefore, in which all the tribes of the earth shall mourn, according to what is spoken in Zechariah, Wailing shall be magnified in Jerusalem, as the wailing of a pomegranate orchard; and the land shall mourn by tribes, the tribe of the house of David by itself, and their wives by themselves; the tribe of the house of Nathan by itself, and their wives by themselves; all the remaining tribes, each tribe by itself, and their wives by themselves: you who teach the people and turn back those who have sinned at every season of life, Make a shelter of mourning for her,
304. Ἐν μεσημβρινῇ σκοτίᾳ φεύξονται. Δοκεῖ τὸ μεσημβρινὸν τῆς ἡμέρας κατάστημα λαμπρότερον ἔχειν καὶ φανότερον τὸ φῶς. Τῆς οὖν ἀληθείας ἀπὸ κτίσεως κόσμοο νοεῖσθαι δυναμένης τοῖς συνετῶς τοῖς λόγοις τῆς κτίσεως ἐπιβάλλουσιν, οἱ ἐν τῷ κόσμῳ ζῶντες καὶ πανταχόθεν ὑπὸ τῆς τοῦ Θεοῦ σοφίας περιλαμπόμενοι, νοσοῦντες δὲ τὴν τοῦ Θεοῦ ἄγνοιαν, οὗτοί εἰσιν οἱ ἐν μεσημβρινῇ σκοτίᾳ ὑπάρχοντες· τῶν μὲν πραγμάτων τὴν μεσημβρίαν ἐχόντων, ἐν δὲ ταῖς ψυχαῖς τῶν ἀγνοούντων τῆς σκοτίας ἐνυπαρχούσης. Οἱ τοιοῦτοι οὖν ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν· διότι τῆς φαντασίας, ἣν οἱ μεμηνότες φαντασιοῦνται, οὐδὲν διαφέρει τὰ τῶν τοιούτων δόγματα. Καὶ ἑρμηνεία ἐστὶ τοῦ μεσημβρινοῦ σκότους ἡ ἔκστασις, ἐπεὶ καὶ οἱ πάθει τινὶ λογισμῶν παρενεχθέντες, οὔτε τὸν ἥλιον λάμπειν οἴονται, οὔτε φῶς εἶναι περὶ τὸν ἀέρα. Ἔκστασις οὖν ὄντως, καὶ μανία σαφὴς, οὕτως ἐναργῶν πραγμάτων κηρυσσόντων τοῦ ποιήσαντος ἡμᾶς τὴν δύναμιν, εἰδώλοις προσέχειν καὶ πλάσμασι, καὶ θεοποιεῖν τὰ μὴ ὄντα, καὶ πολλάκις διὰ δογμάτων αἱρετικῶν ἔξω φέρεσθαι τῆς ἀληθείας, καὶ οἱονεὶ ἐκβάντας τὸ φῶς ἐν τῷ σκότει διάγειν. Μὴ ἀχθῇς. Προτρέπεται ἡμᾶς ὁ λόγος, μὴ ἄγεσθαι ὑπὸ τῆς πιθανότητος τῶν ἑτεροδόξων· μανία γὰρ σαφὴς, ἐξεστηκόσιν ἀκολουθεῖν. Γνώρισον αὐτοὺς, ὅτι ἐξέστησαν. Ἔξω εἰσὶ τῆς ὁδοῦ τῆς πρὸς Θεὸν ἀγούσης· μὴ χρήσῃ αὐτοῖς ὁδηγοῖς, μή ποτε ἀχθῇς ὑπ' αὐτῶν εἰς κρημνὸν καὶ βάραθρον. Τυφλὸς γὰρ ἐὰν τυφλὸν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
304. In midday darkness they shall flee. The midday state of the day seems to hold a brighter and clearer light. Since, therefore, the truth from the creation of the world can be perceived by those who intelligently apply their minds to the principles of creation, those who live in the world and are shone upon from every side by the wisdom of God, yet are sick with ignorance of God, these are they who exist in midday darkness: things themselves holding midday, while in the souls of the ignorant darkness dwells within. Such persons, then, flee in midday darkness, they are beside themselves; because the doctrines of such men differ in nothing from the fantasy which madmen imagine. And derangement is the explanation of midday darkness, since those too who have been carried away by some disorder of their reasonings neither think that the sun shines, nor that there is light about the air. It is truly derangement, therefore, and manifest madness, when such plain things proclaim the power of Him Who made us, to give heed to idols and figments, and to deify things that do not exist, and often through heretical doctrines to be carried outside the truth, and having as it were stepped out of the light, to live in the dark. Be not led away. Scripture urges us not to be led away by the plausibility of the heterodox; for it is manifest madness to follow men who are beside themselves. Recognize them, that they are beside themselves. They are outside the way that leads towards God; do not use them as guides, lest ever you be led away by them into a precipice and pit. For if a blind man guide a blind man, both will fall into a ditch.
305. Παροικήσουσι σοι φυγάδες Μωάβ· Μετὰ ταῦτα δὲ τῇ θυγατρὶ Σιὼν λέγεται ὑπὸ τοῦ χρηστου καὶ φιλανθρώπου Θεοῦ περὶ τῶν Μωαβιτῶν ἐπιστρεφόντων καὶ παροικεῖν μελλόντων αὐτῇ, οἵτινες πάλαι πεφευγότες τὸν Θεὸν, ἐπανήξουσι πρὸς τὸν
305. Fugitives of Moab shall sojourn with you: After these things it is spoken to the daughter of Zion by the kind and man-befriending God concerning the Moabites who turn back and are about to sojourn with her, who having of old fled from God, will return towards
Notes, col. 649

On the reading

Printed ἡμεραν, for ἡμέραν.

Printed ὕπολελειμμέναι, for ὑπολελειμμέναι.

Printed κόσμοο, for κόσμου.

Printed Παροικήσουσι, for Παροικήσουσί.

Printed χρηστου, for χρηστοῦ.

PG 30:652Read from the page
ἑαυτῶν Δεσπότην· Παροικήσουσί σοι φυγάδες Μωάβ. Καὶ σκεπασθήσονται οὗτοι, φησὶ, παρ' ὑμῖν, μηδὲν πεισόμενοι ἀπὸ προσώπου διώκοντος. Οἱ γάρ ποτε συμμαχοῦντες, οὗτοι διῶκται γενήσονται, πολεμοῦντες αὐτῷ, διὰ τὴν πρὸς τὸν ἀληθινὸν Θεὸν ἐπιστροφήν. Ἐπεὶ οὖν ἐγένοντο ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφηρημένος, ἤρθη μὲν τῆς πονηρᾶς προστασίας, καὶ τοῦ μοχθηροῦ ἄρχοντος ἠλευθερώθη, ὃς ἀπώλετο δι' ὑπερηφανίαν καὶ τυραννίδα πατῶν πάντας· ἐφ' ᾧ ἀρθέντι ἐπάγει ἡ προφητεία τὰ ἐσόμενα ἀγαθά. Ὁ θρόνος γὰρ, φησὶ, καὶ ἡ βασιλεία Δαβὶδ κατορθωθήσεται. Ἐπεὶ οὖν πάντες βασιλευθήσονται ὑπὸ τοῦ Χριστοῦ κατὰ τὸ εἰρημένον, ὅτι Δεῖ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τούς πόδας αὐτοῦ, τὸν θρόνον εἶπε διορθωθήσεσθαι, τῷ διορθώσεως τυγχάνειν τὰ βασιλευόμενα, ὅπερ γίνεται οὐ κατὰ τὴν ἀξίαν τῶν μελλόντων βασιλεύεσθαι, ἀλλὰ κατὰ τὸν ἔλεον καὶ τὴν χρηστότητα τοῦ Θεοῦ. Καθεδεῖται οὖν, φησὶν, ὁ Δαβίδ· τουτέστιν, ὁ ἱκανὸς χειρὶ καὶ δυνάμει ὁ Χριστὸς, μετὰ ἀληθείας. Καὶ βασιλεύσει ἐν σκηνῇ, ἕως ποιήσῃ κρίνων τὴν ἐπὶ πᾶσι κρίσιν. Ἡ δὲ μετὰ ἀληθείας καθέδρα δείκνυσι τὴν τοῦ ψεύδους ἀφανισμόν. Βασιλεύσει δὲ ἕως ποιήσῃ κρίσιν. Τὴ ἐπὶ πᾶσιν αὐτοῦ δικαιοκρισίαν παρίστησι, καθ' ἣν, οὐχ ὡς ἔτυχεν, ἀποφαίνεται περὶ ἑκάστου, ἀλλ' ἐκζητῶν τὸ πρέπον καὶ τὸ ἁρμόζον, ὡς πρὸς τέλος ἀγαθὸν φέρειν ἑκάστῳ τὸ κρῖμα, ἠπειγμένως κατασπεύδων καὶ κατεπείγων τὴν δικαιοσύνην· οὐχὶ δὲ ἀνειμένως οὐδὲ βάδην, ἀλλὰ πάσῃ σπουδῇ ἐργαζόμενος αὐτήν.
their own Master: Fugitives of Moab shall sojourn with you. And these shall be sheltered, he says, among you, suffering nothing from the face of the pursuer. For those who once were allies, these shall become pursuers, making war on them because of their turning back towards the true God. Since, therefore, they became as a fledgling carried off of a bird flying up, it was removed from evil patronage and set free from the wicked ruler who perished, trampling upon all through arrogance and tyranny; upon whose removal prophecy brings in the good things to come. For the throne, he says, and the kingdom of David shall be established rightly. Since, then, all shall be ruled by Christ according to what has been spoken, He must reign until He puts His enemies under His feet, he said that the throne shall be set right, in that the subjects obtain setting right, which comes about not according to the merit of those about to be ruled, but according to the mercy and kindness of God. David, therefore, he says, shall sit: that is, Christ, Who is sufficient in hand and power, with truth. And He shall reign in the tabernacle, until by judging He executes judgement over all. And the sitting with truth shows the abolition of falsehood. And He shall reign until He executes judgement. He sets forth His righteous judgement over all, according to which, not at random, He pronounces concerning each one, but seeking out what is fitting and suitable, so as to bring the sentence for each towards a good end, urgently hastening and pressing on righteousness; not slackly nor at a slow pace, but working it with all diligence.
306. Ἠκούσαμεν τὴν ὕβριν Μωάβ· ὑοριστὴς σφόδρα· τὴν ὑπερηφανίαν αὐτοῦ ἐξῆρα, καὶ ἡ ὕβρις αὐτοῦ καὶ ἡ μῆνις· οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. Ὀλολύξει Μωάβ· ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι. Τοῖς κατοικοῦσι Σεδὲκ μελέτησις καὶ οὐκ ἐντραπήσῃ. Τὰ πεδία Ἐσεβὼν πενθήσει. Ταῦτα ἀπὸ ἑτέρας ἀρχῆς, ὡς μὴ ἠρτημένα τῶν προτέρων, ἀναγνωστέον. Πολλαχοῦ δὲ ἡ Γραφὴ διὰ τῶν χρηστοτέρων ἀναπνεῦσαι ποιοῦσα τὸν ἀκροατὴν, καὶ ἐνιδεῖν τῇ χρηστότητι τοῦ Θεοῦ καὶ τῷ κατ' αὐτὴν ἐσομένῳ τέλει, ἐπαναλαμβάνει εἰς ἐπιστροφὴν ἡμῶν τὰς ἀπειλὰς, καὶ τὰ περὶ τῶν κολάσεων, Οἱ γὰρ πλείονες τοιούτων δεόμεθα, ἵνα μὴ τοῦ πλούτου τῆς χρηστότητος καὶ τῆς μακροθυμίας καταφρονοῦντες, κατὰ τὴν σκληρότητα ἑαυτῶν καὶ ἀμετανόητον καρδίαν, θησαυρίσωμεν ἑαυτοῖς ὀργὴν, ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως
306. We have heard the insolence of Moab; he is exceedingly insolent; his arrogance I have removed, both his insolence and his wrath; not thus is your divination, not thus. Moab shall wail; for in Moabitis all shall wail. For those who dwell in Sedec there is meditation, and you shall not be put to shame. The plains of Esebon shall mourn. These things must be read from a fresh start, as not hanging upon what precedes. For in many places Scripture, after making the hearer take breath through gentler words and look upon the kindness of God and the end that will come about in accordance with it, resumes threats and words concerning punishments for our conversion; for most of us stand in need of such things, lest, despising the riches of kindness and forbearance, according to our own hardness and unrepentant heart, we treasure up for ourselves wrath in the day of wrath and revelation
Notes, col. 652

On the reading

Printed τούς, for τοὺς.

Printed τὴν, for τὸν.

Printed Τὴ, for Τὴν.

Printed ὑοριστὴς, for ὑβριστὴς.

PG 30:653Read from the page
καὶ δικαιοκρισίας τοῦ Θεοῦ. Τοιοῦτον γάρ τι εὑρίσκομεν καὶ παρὰ Ψαλμῳδῷ· Χρηστὸς Κύριος τοῖς σύμπασι. Καὶ πολλὰ εἰπὼν περὶ χρηστότητος, ὅτι ὑποστηρίζἀι τοὺς καταπίπτοντας, ὅτι δίδωσι τὴν τροφὴν ἐν εὐκαιρίᾳ· οὐκ ἐν τούτοις κατέληξεν, ἀλλ' ἐπιφέρει· Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Καὶ ἐνταῦθα τοίνυν πολλὴν τοῖς ἐπιστρέψασι ἐμφήναντα χρηστότητα τὰ εἰρημένα, ἀπ' ἄλλης ἀρχῆς τὰ πικρότερα πάλιν ἐπανατείνεται. Ἠκούσαμεν τὴν ὕβριν Μωάβ. Ἐπὶ τὸν ἄρχοντα τοῦ κόσμου τούτου, τὸν πρῶτον τὴν ἀποστασίαν καινοτομήσαντα, τὸν ἐξυβρίσαντα εἰς τὸν κτίστην, τὸν ἔνυβρίζοντα τοῖς ἀνθρώποις, και καταπατήσαντα αὐτοὺς ὕβρει καὶ ὑπερηφανίᾳ, εἴρηται ταῦτα. Οὗτος γάρ ἐστιν ὁ καθυβρίζων τοὺς ἐν τῇ Ἐκκλησίᾳ, τοὺς μὲν ὡς ἀνδραποδώδεις καὶ διὰ νὴν ἄγνοιαν οὐδὲν αὐτῶν διαφέροντας. Οὗτος ὁ ἐνεργῶν ἑκάστῳ τὴν λοιδορίαν· οὗτος ὁ ἀναπείθων τοὺς αἱρέσεών τινων προεστῶτας ἀδικίαν μὲν εἶς νὸ ὕψος λαλεῖν, εἰ δέ ποτε εἰς ζήτησιν συγκαταβαίνοιεν, διδάσκων τὸν μὲν λόγον μὴ βασανίζειν, ὑβρίζειν δὲ τὸν δυνάμενον ἐλέγχειν τὴν ἀτοπίαν τῶν δογμάτων αὐτοῦ. Θεραπεύων οὖν αὐτὸν ὁ Κύριός φησι· Τὴν ὑπερηφανίαν αὐτοῦ ἐξῆρα. Ὡς γὰρ νόσου ἀφαίρεσίς ἐστι τὸ πονηρὸν τῆς ἀλαζονείας πάθος. Ἀλλὰ Καὶ ἡ ὕβρις αὐτοῦ, φησὶ, καὶ ἡ μῆνις αὐτοῦ. Ἰδιόκτητα τοῦ Μωὰβ τὰ πάθη ταῦτα· πονηρῶν κτημάτων δεσπότης ὁ Μωὰβ, ὕβρεως μὲν τῆς ἐπ' ἀτιμίᾳ τοῦ πλησίον ἐπινοουμένης. μήνιδος δὲ τῆς ἐμμόνου καὶ παρατεταμένης ὀργῆς.
and righteous judgement of God. For some such thing we also find in the Psalmist: The Lord is kind to all. And having spoken much concerning kindness, that He supports those who are falling, that He gives food in due season, he did not end with these things, but adds: The Lord guards all who love Him, and all sinners He will destroy. Here too, accordingly, after the things spoken have shown great kindness to those who turn back, from another start sterner things are again held out. We have heard the insolence of Moab. Against the ruler of this world, who first devised apostasy, who insulted the Creator, who treats men insolently and trampled them down with insolence and arrogance, these things have been spoken. For this is he who heaps insolence upon those in the Church, as though slavish and through ignorance differing in nothing from slaves. This is he who works reviling in each person; this is he who persuades the leaders of certain heresies to speak iniquity on high, and if ever they condescend to an inquiry, teaching them not to test the argument, but to insult him who is able to refute the absurdity of his doctrines. Healing him, therefore, the Lord says: His arrogance I have removed. For the removal of the evil passion of boastfulness is like that of a disease. Yet both his insolence, he says, and his wrath. These passions are the private property of Moab; Moab is master of evil possessions: of insolence devised for the dishonour of one's neighbour, and of wrath, which is abiding and prolonged anger.
307. Εἶτα ἐπιφέρει· Οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. Ὀνειδίζει τὴν παλαιὰν ἐπίνοιαν τοῦ Μωὰβ, μηδὲν τῆς τοῦ Βαλαὰμ μαντείας δυνηθείσης ποιῆσαι τῷ Ἰσραὴλ, ἐπείπερ Κύριος ὁ Θεὸς ἔστρεψε τὸ στόμα αὐτοῦ ἀπὸ κατάρας εἰς εὐλογίαν, Οὐχ οὕτως, φησὶν, ἡ μαντεία σου, οὐχ οὕτως. Μετεπέμψατο γὰρ Βαλὰκ υἱὸς Σεπφὼρ βασιλεὺς Μωὰβ τὸν Βαλαὰμ τὸν μάντιν, οὗ τὰ μαντεῖα ἐν ταῖς χερσὶν ἦν, καὶ εἶπεν· Ἐπάρασαί μοι τὸν λαὸν τοῦτον. Οὐχ οὕτως οὖν ἀπήντησε τὰ μαντεῖα, αὐτοῦ ἀποκριναμένου τοῦ Βαλαάμ· Τί ἀράσομαι ὃν μὴ ἀρᾶται Κύριος; καὶ τί καταράσομαι ὃν μὴ καταρᾶται ὁ Θεός; Εἶτα προφητεύει ὀλολυγμὸν τῇ Μωαβίτιδι· Ὀλολύξει γὰρ, φησὶν, Μωάβ· ἐν γὰρ
307. Next he adds: Not thus is your divination, not thus. He reproaches the ancient design of Moab, since the divination of Balaam was able to do nothing to Israel, inasmuch as the Lord God turned his mouth from cursing into blessing: Not thus, he says, is your divination, not thus. For Balak son of Sepphor, king of Moab, sent for Balaam the diviner, in whose hands were the divinations, and said: Curse for me this people. Not thus, therefore, did the divinations turn out, Balaam himself answering: Why shall I curse whom the Lord does not curse? and why shall I execrate whom God does not execrate? Next he prophesies wailing for Moabitis: For Moab shall wail, he says; for in
Notes, col. 653

On the reading

Printed ὑποστηρίζἀι, for ὑποστηρίζει.

Printed ἔνυβρίζοντα, for ἐνυβρίζοντα.

Printed και, for καὶ.

Printed νὴν, for τὴν.

Printed εἶς, for εἰς.

Printed νὸ, for τὸ.

PG 30:656Read from the page
τῇ Μωαβίτιδι πάντες ὀλολύξουσιν. Ἐπεὶ οὖν ὁ ὄλολυγμὸς φωνὴ ὀδυνηρά ἐστιν ὑπὸ γυναικῶν, ὡς τὰ πολλὰ, ἐν πένθει βαρυτάτῳ κεκρατημένων ἀφιεμένη, δείκνυσι καὶ τῆς πληγῆς τὸ ἀλγεινὸν, καὶ τῶν πασχόντων τὸ ἀσθενὲς ἐκ τοῦ λέγειν, ὅτι Ὀλολύξει Μωάβ.
Moabitis all shall wail. Since, therefore, wailing is a mournful cry uttered for the most part by women held fast in heaviest grief, he shows both the painfulness of the blow and the weakness of those who suffer it by saying, Moab shall wail.
308. Τοῖς κατοικοῦσι Σεδὲκ μελέτησις. Ταύτην τὴν φωνὴν ἀσαφῶς ἔχουσαν οἱ λοιποὶ σαφηνίζουσιν. Ὁ γὰρ Σύμμαχός φησι· Τοῖς εὐφραινομένοις ἐν τῷ τείχει ὀστρακίνῳ φθέγξασθε. Εἰσί τινες οἱ μέγα φρονοῦντες ἐπὶ διαλεκτικῇ, καὶ οἱονεὶ τεῖχος ἀκαθαίρετον τὴν ἀπ' αὐτῆς βοήθειαν τοῖς δόγμασι περιβάλλοντες. Οὗτοι τοίνυν εὐφραινόμενοι, εὑρίσκονται ἐν τῷ τείχει τῷ ὀστρακίνῳ. Καὶ ἵνα δειχθῇ, τί τὸ ὀστράκινον τεῖχος, προσέθηκε τὸ, Φθέγξασθε. Τί δ' ἂν ὀστράκου γένοιτο εὐαλωτότερον; Οἱ ἐν εὐτελέσι καὶ οὐδενὸς λόγου ἀξίοις μύθοις ἐναβρυνόμενοι, οὗτοι εὐφραίνονται ἐν τῷ τείχει τῷ ὀστρακίνῳ φθεγγόμενοι. Τοῦτό ἐστι τὸ, Τοῖς κατοικοῦσι Σεδὲκ μελέτησις. Ἀγαθὴ μὲν οὖν μελέτησις, τὸ μελετᾷν τὸν νόμον Κυρίου ἡμέρας καὶ νυκτός· πονηρὰ δὲ ἡ τῶν Μωαβιτῶν, ὅτι ἔσται τοῖς κατοικοῦσι Σεδὲκ μελέτησις. Οἱ τοίνυν μελετῶντες ἐπ' αἰσχύνης ἀξίοις λόγοις οὐκ ἐντραπήσονται. Διὰ τοῦτο Τὰ πεδία Ἐσεβὼν πενθήσει. Τιμωρία τοῦ μὴ ἐντρέπεσθαι, ἡ ἀφορία τῶν πεδίων Ἐσεβών. Ἔστι δὲ πόλεως ὄνομα Μωαβιτικῆς, εὐρυχωρίαν ἐχούσης ἐν τοῖς περικειμένοις αὐτῇ προαστείοις· ἃ διὰ τὴν πονηρὰν τῶν κατοικούντων μελέτησιν ἄγονα ἔσται καὶ ἄκαρπα, οὐδεμίαν ὠφέλειαν τοῖς κατοικοῦσι παρέχοντα. Εἰ δὲ δεῖ καὶ ἐκ τῆς τοῦ ῥήματος διανοίας λαβεῖν τινα ἀφορμήν· Ἐσεβὼν ὁ διαλογισμὸς ἑρμηνεύεται. Τὰ οὖν πλήθη τῶν ματαίων διαλογισμῶν ἃ πεδία ὠνόμασται, πενθήσει, ὡς εἰς οὐδὲν προχωρούσης τῆς οἱονεὶ πονηρίας τῶν ἀσεβῶν δογμάτων.
308. For those who dwell in Sedec there is meditation. This expression, which is obscure, the rest of the translators make clear. For Symmachus says: Utter your voice to those who rejoice in the earthen wall. There are some who pride themselves greatly on dialectic, and cast the aid derived from it around their doctrines like an impregnable wall. These, accordingly, rejoicing, are found in the earthen wall. And in order that it might be shown what the earthen wall is, he added, Utter your voice. Yet what could be more easily captured than earthenware? Those who plume themselves on paltry myths worthy of no account, these rejoice while uttering their voice in the earthen wall. This is what is meant by, For those who dwell in Sedec there is meditation. Now good meditation is to meditate on the law of the Lord day and night; whereas that of the Moabites is evil, because there shall be meditation for those who dwell in Sedec. Those, then, who meditate on words worthy of shame will not feel shame. On this account The plains of Esebon shall mourn. The punishment for not feeling shame is the barrenness of the plains of Esebon. Now it is the name of a Moabite city having spacious open ground in the suburbs lying around it, which because of the evil meditation of its inhabitants will be barren and fruitless, affording no benefit to those who dwell there. And if one must also take a starting-point from the meaning of the word, Esebon is interpreted as reasoning. The multitudes of vain reasonings, therefore, which have been named plains, shall mourn, since what is as it were the wickedness of impious doctrines advances to nothing.
309. Ἄμπελος Σεβαμὰ, καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ. Οὐ μὴ συνάψητε· πλανήθητε τὴν ἔρημον· οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν· διέβησαν γὰρ τὴν θάλασσαν. Καὶ διὰ τοῦτο κλαύσονται, ὡς τὸν κλαυθμὸν Ἰαζὴρ, ἄμπελον Σεβαμά. Τὰ δένδρα σου κατέβαλεν Ἐσεβὼν καὶ Ἐλεαλὴ, ὅτι ἐπὶ τῷ θερισμῷ σου καὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα καταπεσοῦνται. Καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων, καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται, καὶ οὐ μὴ πατήσωσιν εἰς τὰ ὑπολήνια οἶνον· πέπαυται γάρ. Κατόπιν εἴρηται· Τὰ πεδία
309. O vine of Sebama, you who swallow up the nations, trample down her vines as far as Jazer. By no means join together; wander through the desert; those who were sent forth were forsaken; for they crossed the sea. And on this account they shall weep, as with the weeping of Jazer, for the vine of Sebama. Esebon and Eleale cast down your trees, because upon your harvest and your vintage I will trample, and all things shall fall down. And gladness and exultation shall be taken away out of the vineyards, and in your vineyards they shall by no means rejoice, and they shall by no means tread wine into the wine-vats; for it has ceased. Previously it was said: The plains of
Notes, col. 656

On the reading

Printed ὄλολυγμὸς, for ὀλολυγμὸς.