Ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν ἑαυτῇ ἕως Σηγώρ. Ἔστι δὲ ἡ Σηγὼρ αὕτη, ἔνθα Αὼτ ἀπὸ Σοδόμων ἐξελθὼν, φθάσαι δεδύνηται. Οἱ μὲν γὰρ ἄγγελοι ἐβούλοντο εἴς τὸ ὄρος ἀναβαίνειν, καὶ εἶπον αὐτῷ· Σῶζε τὴν ἑαυτοῦ ψυχήν. Μὴ περιβλέψῃς εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ. Εἰς τὸ ὄρος σώζου, μήποτε συμπαραληφθῇς. Ὁ δὲ εἶπε· Δέομαι, Κύριε, μὴ καταλάβῃ με τὰ κακὰ, καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς, τοῦ καταφυγεῖν με ἐκεῖ. Οὐ μικρά ἐστι; Καὶ ζήσεται ἡ ψυχή μου. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τῆς πόλεως, Σηγώρ· τουτέστι, μικρά. Βοᾷ οὖν ἡ καρδία τῆς Μωαβίτιδος ἕως Σηγὼρ, ἥτις ἐπὶ τοῖς ὁριοις ἤδη κεῖται τῆς Παλαιστίνης. Τὴν οὖν ἰσχυρὰν καὶ εὔτονον μετάνοιαν, ἢ τὸν βαρὺν θρῆνον, τὸν ἀπὸ τῆς πληγῆς τῶν κακῶς αὐτῇ πεπραγμένων, ἐνδεικνύμενος ὁ λόγος, τὸ διάστημα ἡμῖν ὑποφαίνει, μέχρι τίνος ἀκουστὴ γίνεται ἡ βοὴ τῆς Μωάβ. Καλεῖ δὲ ἡ μετάνοια, τὸ πρότερον ἐν ἑαυτῷ τινα βοῆσαι, καὶ ἑαυτοῦ συντρῖψαι τὴν καρδίαν· ἔπειτα καὶ ὑπὲρ τοῦ ἄλλοις ἀγαθὸν γενέσθαι ὑπόδειγμα, ἐξάκουστον ἑαυτοῦ κατασκευάσαι, καὶ δημοσιεῦσαι τὸν τρόπον τῆς μετανοίας. Δάμαλις γὰρ τριετής ἐστι, τουτέστι, τελεία ἐστὶ καθ' ἡλικίαν. ῾Π γὰρ τριετὴς δάμαλις ἤδη τοῦ γεννᾷν δύναμιν ἔχει, καὶ τοῦ ὑπέχειν τὸν τράχηλον τῷ ζυγῷ. Ἴνα οὖν δείξῃ ἴδιον τῶν δυναμένων ἐπιστρέφειν τὸ τετελειῶσθαι μὲν κατὰ τὴν τοῦ ἀνθρώπου ἡλικίαν, ἔχειν δὲ τὸν λόγον, δυνάμενον ὑποβαίνειν τῷ ζυγῷ τῆς ἀληθείας, εἴρηκε δάμαλιν τριετῆ. Ὁ γὰρ μήπω διὰ τῆς ἡλικίας τὸ ἐν ἀνθρώποις τέλειον ἐσχηκὼς, μηδὲ τὸν νοῦν ἀπηρτισμένον ἔχων, ἀλλ' ἀτελής ἐστι διὰ σμικρότητα, οὐδὲ ἀπαιτεῖται τὰ ἔργα τῆς μετανοίας. Διὸ καὶ ἐν τῇ Γενέσει τοῦ Ἀβραὰμ ζητοῦντος σημεῖον παρὰ τοῦ Θεοῦ, καὶ λέγοντος· Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω τὴν γῆν; εἶπεν ὁ Θεός· Αάβε μοι δάμαλιν τριετίζουσαν καὶ κριὸν τριετίζοντα· ἐν τοῖς τρισὶν ἔτεσι τὸ τέλειον τῶν ζώων καὶ τὸ πρὸς γέννησιν ἐπιτήδειον ἐκλεγόμενος. Τρυγόνα δὲ καὶ περιστερὰν χρόνῳ οὐ περιέγραψε, διὰ τὸ εὐθὺς τὰ ζῶα ταῦτα τῆς γεννήσεως ἄρχεσθαι.
The heart of Moabitis cries out within herself as far as Segor. Now this Segor is the place whither Lot, going forth from Sodom, was able to reach. For the angels wished him to go up into the mountain, and said to him: Save your own soul; do not look back at what is behind, nor stay in all the surrounding region; save yourself into the mountain, lest perchance you be swept away along with them. But he said: I pray, O Lord, let not the evils overtake me, and I die. Behold, this city is near for me to flee thither; is it not small? And my soul shall live. Therefore the name of the city was called Segor, that is, small. The heart of Moabitis, then, cries out as far as Segor, which already lies upon the borders of Palestine. Indicating, therefore, the strong and vigorous repentance, or the heavy lamentation arising from the stroke of the evil deeds wrought by her, Scripture shows us the distance up to which the cry of Moab becomes audible. And repentance calls for one first to cry out within himself and crush his own heart, and thereafter, for the sake of becoming a good example to others also, to make the manner of his own repentance heard afar and publish it abroad. For she is a three-year-old heifer, that is, she is mature in age. For the three-year-old heifer already has the power to bear young, and to submit her neck to the yoke. In order, then, to show that it is proper to those able to return both to have reached maturity according to human age and to possess reason able to pass beneath the yoke of truth, it has spoken of a three-year-old heifer. For he who through his age has not yet attained human maturity, nor holds a fully formed mind, but is immature through smallness, is not even required to render the works of repentance. Wherefore in Genesis also, when Abraham sought a sign from God, and said, Sovereign Lord, whereby shall I know that I shall inherit the land? God said: Take for Me a heifer of three years and a ram of three years—choosing in the three years the maturity of the animals and their fitness for generation. Yet a turtledove and a pigeon He did not circumscribe by time, because these animals begin generation straightway.
298. Ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουῒθ κλαίοντες ἀναβήσονται. Ἀρχὴ εὐφροσύνης ἐστὶ τὸ κλαίειν καλῶς, και ἀναβάσεως καὶ προκοπῆς τῆς ἐπὶ τὰ ἄνω, ἡ κατὰ Θεὸν γινομένη λύπη. Διὸ καὶ ὁ Ἀπόστολος εὐφραίνεται ἀπὸ τῶν λυπουμένων, ὁρῶν εἰς συναίσθησιν ἄγοντας τοὺς ἑαυτοῦ λόγους, καὶ ἐνεργαζομένους αὐτοῖς τὴν κατὰ Θεὸν λύπην μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον. Οἱ γὰρ κλαίοντες
298. And upon the ascent of Luith they shall go up weeping. To weep well is a beginning of gladness, and grief that comes about according to God is a beginning of ascent and of progress towards the things above. Wherefore the Apostle also is gladdened by those who grieve, seeing his own words leading them to perception and working in them, through grief according to God, repentance unto salvation not to be repented of. For those who weep