Migne Reading Room

PG 30 · cols. 657–667 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:657Read from the page
Ἐσεβὼν πενθήσει· νῦν πρόσκειται, ὅτι καὶ Ἄμπελος Σεβαμά· ἀπὸ κοινοῦ τὸ πενθήσει. Ἑκάστου τοίνυν ἔθνους λέγεταί τις ἄμπελος, οἷον Σοδόμων καὶ Γομόῤῥας ἰδιάζουσά ἐστιν ἡ ἄμπελος. Διὸ γέγραπται τὸ, ὅτι Ἐξ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας. Οὕτως ἐστὶ καὶ ἡ Αἰγυπτίων ἄμπελος, ἣν πατάσσει ὁ Θεὸς, κατὰ τὸ εἰρημένον. Ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ. Ἔστι δέ τις ἄμπελος, ἣν ἐφύτευσεν ὁ Κύριος. Ἄσω γὰρ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. Πάλιν ἀμπελὼν ἡ Βασιλεία τοῦ Θεοῦ εἴρηται, ὡς ὁ Κύριος παρέστησε διὰ τῆς παραβολῆς τῶν γεωργῶν, τῶν ἐκλαβόντων μὲν τὸν ἀμπελῶνα, τοὺς δὲ καρποὺς μὴ ἀποδιδόντων. Ἀρθήσεται γὰρ, φησὶν, ἀφ' ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ὡσεὶ ἔλεγε· Τὰ θεῖα λόγια ἀφ' ὑμῶν ἀρθήσεται, ὁ νόμος καὶ οἱ προφῆται, διὰ τὸ μὴ πολιτεύεσθαι ὑμᾶς κατὰ τὸ βούλημα αὐτῶν· καὶ δοθήσεται τὰ νοήματα ἔθνει διὰ τῆς πολιτείας ποιοῦντι τοὺς καρποὺς αὐτοῦ. Ὡς οὖν ἐνταῦθα ἄμπελος ὁ λόγος τῆς ἀληθείας, οὕτως ἄμπελος Αἰγύπτου ὁ λόγος ὁ ψευδὴς ἐμπολιτευόμενος τοῖς Αἰγυπτίοις, παρὰ τοῦ κοσμοκράτορος τοῦ σκότους τούτου παραδεδομένος αὐτοῖς εἰς γεωργίαν, καὶ ἀμπελὼν πεφυτευμένος ἐν Σοδόμοις ὁ πονηρᾷ συνηθείᾳ τοῦ βίου ὑπὸ κακῶν τῶν ἐκεῖ μισθαρνουμένων τῷ διαβόλῳ ἐκπονούμενος. Οἱ οὖν τὰ ἐκείνου μαθόντες, καὶ τὰ τοῦ Κυρίου δόγματα ἀποβάλλοντες, ἐξεῤῥίζωσαν μὲν ἑαυτοὺς ἀπὸ τῆς ἀμπέλου τοῦ Θεοῦ τῆς ἀληθινῆς, τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. Ἠγάγοντο δὲ ἀπὴ Σοδόμων καὶ Γομόῤῥων τὴν
Esebon shall mourn; now there is added, And the vine of Sebama: shall mourn is understood in common. Of each nation, then, a certain vine is spoken of, as of Sodom and Gomorrah there is a vine peculiar to them. Wherefore it is written, From the vine of Sodom is their vine, and their tendril from Gomorrah. Such too is the vine of the Egyptians, which God smites, according to what has been spoken: He slew their vine with hail, and their sycamores with frost. And there is a certain vine which the Lord planted. For I will sing to the Beloved a song of my Beloved for my vineyard. A vineyard came into being for the Beloved on a hill, in a fertile place. Again, the Kingdom of God has been called a vineyard, as the Lord set forth through the parable of the husbandmen, who leased the vineyard, yet did not render the fruits. For the kingdom of heaven, He says, shall be taken away from you, and shall be given to a nation producing the fruits thereof. As though He were saying: The divine oracles shall be taken away from you, the law and the prophets, because you do not order your life according to their counsel; and their meanings shall be given to a nation producing their fruits through its way of life. Just as here, therefore, the word of truth is a vine, so the vine of Egypt is the false word current among the Egyptians, handed over to them for cultivation by the world-ruler of this darkness, and a vineyard planted in Sodom is that laboured over in an evil habit of life by wicked men there who hire themselves out to the devil. Those, therefore, who have learned his things and cast away the doctrines of the Lord have uprooted themselves from the true vine of God, Who said: I am the true vine. And they brought for themselves from Sodom and Gomorrah the
310. Καὶ ἡ τοίνυν λεγομένη ἄμπελος Σεβαμὰ, ἐπειδὴ ἑρμηνεύεται τὸ Σεβαμὰ ἐπιστροφὴ, τάχα λάγος τίς ἐστι ἐσχηματισμένος, προσποιούμενος μὲν ἔχειν τινὰ εὐλάβειαν καὶ ἀναχώρησιν ἀπὸ τῶν πονηρῶν προσκλήσεων, ἐν δὲ τῷ σχηματισμῷ τούτῳ ὑπαγόμενος πολλοὺς εἰς τὴν οἰκείαν διαστροφήν. Εὕροις δ' ἂν καὶ πολλοὺς τῶν ἑτεροδοξούντων ἐπιστρεπτικοὺς καὶ εἰς βίον τεταγμένον προτρεπτικοὺς λόγους, οὕς τινας ἐὰν νοήσωμεν οὐκ ἄληθινῶς ἐπιστρέφοντας, ἀλλ' ἐγκαθέτους ἐπὶ θεοσεβείᾳ τῶν πολλῶν προοβαλλομένονς· ἐπιφθεγξώμεθα εὐκαίρως, ὅτι τῶν
310. Accordingly, the vine called Sebama also, since Sebama is interpreted as conversion, is perhaps a certain feigned discourse, pretending on the one hand to possess a certain reverence and withdrawal from evil enticements, while in this guise drawing many away into its own perversion. And you might also find among the heterodox many discourses aimed at conversion and exhorting to an orderly life; which, if we perceive them not truly converting, but put forward suborned against the godliness of the many, let us seasonably exclaim that of
Notes, col. 657

On the reading

Printed ἀπὴ, for ἀπὸ.

Printed λάγος, for λόγος.

Printed ἄληθινῶς, for ἀληθινῶς.

Printed προοβαλλομένονς, for προσβαλλομένους.

PG 30:660Read from the page
τοιούτων τὸ γεώργιόν ἐστιν ἄμπελος Σεβαμά· τουτέστιν, οὐ περὶ θεοσεβείας μὲν, οὐδὲ περὶ τῆς ὑγιοῦς θεολογίας διδασκαλία, περὶ σεμνότητος δὲ καὶ περὶ τοῦ κοινωνικοῦ καὶ μεταδοτικοῦ ὑποθῆκαί τινες. Τοῦτό ἐστιν ἄμπελος Σεβαμὰ, ἡ ὑπὸ Μωαβιτῶν γεωργουμένη, ἥτις, πελλὰ ποιοῦτα τὰ ἑαυτῆς γεννήματα, καταπίνειν τὰ ἔθνη λέγεται. Οἱ γὰρ ἀλλοτρίων δογμάτων προεστηκότες, διὰ τῆς διαλεκτικῆς ἧς γεγυμνασμένοι τυγχάνουσι. καὶ πάσης τῆς ἐν λόγοις ἱκανότητος, ἡττῶντες τοὺς ἀφιλοσόφους καὶ πολλοὺς τῶν ἀνθρώπων, οἱονεὶ καταπίνουσι τοὺς ἁλισκομένους. Πρὸς οὖν τούτους ὁ λόγος, ὅτι Ὑμεῖς οἱ καταπίνοντες τὰ ἔθνη. Καταφρονήσαντες τῶν τοιούτων λόγων, καταπατήσατε αὐτούς. Οὐ γὰρ δυνήσεσθε, ἐκ τοῦ περὶ ταῦτα ἀσχολεῖσθαι, συνάψαι ἑαυτοὺς, καὶ ἑνῶσαι τῇ Ἰαζὴρ, ἥτις ἑρμηνεύεται ἰσχύς. Ἀδύνατον οὖν ἐστιν ὑμᾶς τὴν ἰσχὺν τὴν ἐκ τοῦ Πνεύματος ἐγγινομένην τοῖς ὀρθῶς πορευομένοις ὑποδέξασθαι, ἐὰν μὴ τὰς ἀμπέλους τὰς Σεβαμὰ καταπατήσητε. Ἐπιλάθεσθε τῆς ὑμετέρας ἐρημίας, καὶ μηκέτι αὐτῇ ἐνδιατρίβητε, ἀλλ' ἀποπλανηθέντες αὐτῆς, καὶ καταλιπόντες, κρείττοσι χωρίοις ἐνδιατρίψατε.
of such men the husbandry is a vine of Sebama: that is, not teaching concerning godliness, nor concerning sound theology, but certain counsels concerning gravity and concerning fellowship and liberality. This is the vine of Sebama, cultivated by the Moabites, which, making its own fruits abundant, is said to swallow up the nations. For those who preside over alien doctrines, overcoming through the dialectic in which they happen to be trained and through all their skill in speech the unphilosophical and the multitude of men, swallow up, as it were, those who are caught. Towards these men, therefore, is the word spoken: You who swallow up the nations. Having despised such discourses, trample them down. For you will not be able, from busying yourselves about these things, to join yourselves and unite with Jazer, which is interpreted strength. It is therefore impossible for you to receive the strength that comes to be from the Spirit in those who walk uprightly, unless you trample down the vines of Sebama. Forget your desert, and no longer linger in it, but wandering away from it and leaving it behind, tarry in better places.
311. Οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν. Εἰσί τινες ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ, οἵτινες ἐγκαταλελειμμένοι εἰσὶν ἀπὸ Θεοῦ· Μὴ τοίνυν ἐξαπατάτωσαν ὑμᾶς, ὡς ἔχοντες ῖσχὺν τοῖς πράγμασιν· ἀβοήθητοι γάρ εἰσι καὶ ἐγκαταλελειμμένοι. Οὗτοι δὲ αὐτοὶ καὶ διέβησαν τὴν θάλασσαν. Τί δὲ καὶ τοῦτο αἰνίσσεται, κατανοητέον, ἀξίως διὰ τοῦτο ἐγκατάλελεῖφθαί τινας, ἐπεὶ ψεκτὸν πεποιήκασι, τὸ διαβῆναι τὴν θάλασσαν. Δοκεῖ τοίνον μοι τὴν θάλασσαν λαμβάνειν εἰς τοὺς πειρασμοὺς, πικροὺς τυγχάνοντας τοῖς πειραζομένοις. Τοιοῦτον γάρ ἐστι τὸ, Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης. Οὐκοῦν ὁ μὲν ἀθλητὴς οὐ φεύγει τὰς περιστάσεις, οὐδὲ διαβαίνει τὴν θάλασσαν, ἀλλ' ὁμόσε χωρεῖ τούτοις, καὶ ὑπέρχεται παντὶ πειρασμῷ. Οἱ δὲ ὑπὲρ τοῦ μὴ διώκεσθαι τοῖς ἔθνεσι συμπεριφερόμενοι, καὶ ὑπὲρ τοῦ μὴ ἀγωνίζεσθαι καὶ πονεῖν κατὰ τῶν σωματικῶν ὀρέξεων, ἐνδιδόντες πρὸς τὰς ἡδονὰς, οὗτοι διέβησαν τὴν θάλασσαν. Μετὰ τοῦτο λέγεται. Διὰ τοῦτο κλαύσομαι, ὡς τὸν κλαυθμὸν Ἰαζὴρ, ἄμπελον Σεβαμά. Μήποτε οὖν κλαυθμὸς Ἰαζὴρ τῆς ἰσχύος ἐστὶ κλαυθμὸς, ὃν κλαίουσι μακαριστῶς οἱ ἰσχυροὶ, στενάζοντες μὲν τῇ εἰς τὸν βίοο περοικίᾳ, καὶ βαρυνόμενοι ἐπ' αὐτῇ, ποθοῦντες δὲ τῇ ψυχῇ καὶ ἐκλείποντες εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Ἢ μήποτε ὡς κλαίεται ἰσχὺς ὑπὸ νόσου μαρανθεῖσα, παρὰ τὸ μὴ παρεῖναι τῷ ποτε αὐτὴν κεκτημένῳ, οὕτω καὶ ὁ
311. Those sent forth were forsaken. There are certain false apostles, deceitful workers, disguising themselves as apostles of Christ, who have been forsaken by God; let them not therefore deceive you, as though possessing strength in their deeds; for they are unhelped and forsaken. And these very men also crossed the sea. And what this too darkly signifies must be considered, namely that certain men have deservedly been forsaken on this account, since they have done a blameworthy thing, to cross the sea. It seems to me, then, that he takes the sea for temptations, which prove bitter to those who are tempted. For such is the saying, I have come into the depths of the sea. Accordingly, the athlete does not flee from trials, nor cross the sea, but goes straight to meet these things, and submits to every temptation. Whereas those who conform themselves to the nations in order not to be persecuted, and who give way to pleasures in order not to struggle and toil against bodily desires, these have crossed the sea. After this it is said: Therefore I will weep, as with the weeping of Jazer, for the vine of Sebama. Perhaps, then, the weeping of Jazer is the weeping of strength, which the strong blessedly weep, groaning at their sojourn in life and weighed down by it, while longing in soul and fainting for the courts of the Lord. Or perhaps, just as strength withered by disease is wept over because it is no longer present to him who once possessed it, so also the
Notes, col. 660

On the reading

Printed πελλὰ, for πολλὰ.

Printed ποιοῦτα, for ποιοῦσα.

Printed ῖσχὺν, for ἰσχὺν.

Printed ἐγκατάλελεῖφθαί, for ἐγκαταλελεῖφθαί.

Printed τοίνον, for τοίνυν.

Printed βίοο, for βίον.

Printed περοικίᾳ, for παροικίᾳ.

PG 30:661Read from the page
κλαυθμὸς τῆς ἀμπέλου Σεβαμὰ γενήσεται ὡς ἀπομαρανθείσης, καὶ πυρὶ μελλούσης παραδίδοσθαι.
weeping over the vine of Sebama will take place as over one withered up, and about to be delivered to fire.
312. Μετὰ τοῦτο πρὸς τὴν Μωαβῖτιν λέγεται· Τὰ δένδρα σου κατέβαλεν Ἐσεβὼν καὶ Ἐλεαλή. Οὐκοὖν τὰ δένδρα τῆς Μωαβίτιδος ἡ Ἐσεβὼν καὶ Ἐλεαλὴ κατέβαλε. Τί δὲ καὶ ἀπὸ τούτων δηλοῦται, φέρε κατὰ τὸ δυνατὸν παραστήσωμεν. Ἑρμηνεύεται ἡ μὲν Ἐσεβὼν, λογισμοί· ἡ δὲ Ἐλεαλὴ, Θεοῦ ἀνάβασις. Καταβάλλεται οὖν ἄμπελος ἀλλοτρία, καὶ δένδρα ὅσα οὐκ ἐφύτευσεν ὁ Πατὴρ ὁ οὐράνιος, καὶ ἀνατρέπεται ἡ φυτεία τῶν ἑτεροδοξων ὑπὸ λογισμῶν ὀρθῶν καὶ τῆς ἀνόδου τῆς πρὸς Θεὸν ὑψούσης ἡμᾶς δι' ἔργων ἀγαθῶν. Μακάριος οὖν ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, ἀναβάσεις σου ἐν τῇ καρδίᾳ αὐτοῦ. Ὁ οὖν ἔχων ἐπὶ τὴν καρδίαν αὐτοῦ τὰς τοῦ Θεοῦ ἀναβάσεις, καὶ τῶν ἑαυτοῦ λογισμῶν ἐπιμέλειαν ποιούμενος, δυνατὸς ἔσται τὰ τῶν ἑτεροδόξων καταστρέφεσθαι δόγματα, κακῶς πεφυτευμένα, καὶ ἐπ' ὀλέθρῳ καρποφοροῦντα. Ἔπειτά φησιν, ὅτι Ἐπὶ τῷ θερισμῷ σου καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα καταπεσοῦνται. Ἐπειδὴ γὰρ ὃν θερίζει σῖτον, καὶ ὃν τρυγᾷ οἶνον, ἐναντίως ἔχουσι τῷ ἄρτῳ τῷ στηρίζοντι καρδίαν ἀνθρώπου, καὶ οἴνῳ τῷ εὐφραίνοντι καρδίαν ἀνθρώπου· ὡς ἀγαθὸς ὁ Θεὸς πατεῖ, οὐκ ἐῶν γενέσθαι τροφὴν ἢ ποτὸν τοῖς δι' ἄγνοιαν τῆς παρ' αὐτῶν βλάβης ἀδιακρίτως προσφερομένοις. Ἐπὶ οὖν τῷ θερισμῷ σου καὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται. Δύναται τοῦτο καὶ πρὸς τὸ σωματικὸν οἰκοδομεῖν ἡμᾶς, ὅτι πολλοὶ ἐν ταῖς χερσὶν ἔχοντες τὴν συλλογὴν τῶν καρπῶν, ἀθρόᾳ τινὶ πληγῇ ἐκ χαλάζης ἢ ἐξ ἄλλης τινὸς μάστιγος ἀπώλεσαν τὰ προσδοκώμενα, διὰ τὸ ἀχάριστον καὶ πλεονεκτικὸν τῶν ἀνθρώπων, οὐκ ἐάσαντο· τοῦ Θεοῦ εἰς ἀπόλαυσιν αὐτοῖς ἀφικέσθαι.
312. After this, towards the land of Moab it is said: Esebon and Eleale have cast down your trees. Esebon and Eleale, therefore, cast down the trees of the land of Moab. Come, let us set forth so far as possible what is signified by these words as well. Esebon is interpreted reasonings; and Eleale, ascent of God. An alien vine, therefore, is cast down, together with all the trees that the heavenly Father did not plant, and the planting of the heterodox is overthrown by right reasonings and by the upward path towards God that exalts us through good works. Blessed therefore is the man whose help is from Thee; Thy ascents are in his heart. He, therefore, who has upon his heart the ascents of God, and takes care of his own reasonings, will be able to overturn the doctrines of the heterodox, badly planted and bearing fruit unto destruction. Next He says: Upon your harvest and upon your vintage I will trample, and all things shall fall down. For since the wheat that she reaps and the wine that she gathers are contrary to the bread that strengthens man's heart, and to the wine that gladdens man's heart, God, as good, treads them down, not allowing them to become food or drink for those who, through ignorance of the harm coming from them, partake without discernment. Upon your harvest, therefore, and your vintage I will trample, and all things shall fall. This can also edify us in the bodily sense, because many, when already holding the gathering of the fruits in their hands, by some sudden stroke from hail or from some other scourge have lost what they expected, since, on account of men's ingratitude and covetousness, God did not allow those things to come to enjoyment for them.
313. Καὶ ἀρθήσεται ευφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων· καὶ οὐ μὴ εὐφρανθήσονται, καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήναι· πέπαυται γάρ. Ἤρθη μὲν οὖν εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων. Ἀφηρέθη ἀπὸ τοῦ Ἰσραὴλ ἡ βασιλεία τοῦ Θεοῦ, καὶ ἐδόθη ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτοῦ. Δύναται δὲ καὶ κατὰ τὸ σωματικὸν νοεῖσθαι ἡ λέξις, ὅτι αἴρεται πᾶσα εὐφροσύνη τῶν ἀθρόως ἀφαιρουμένων τὰς ἐπὶ τῇ συγκομιδῇ τῶν γεωργουμένων ἐλπίδας. Ἢ ἐπειδὴ ἄμπελον εἴπαμεν τὸν ψευδῆ λόγον, δύναται δὲ νοηθῆναι, ὅτι ἡ ἀπὸ πάσης ψευδωνύμου γνώσεως ἐγγινομένη τοῖς ἠπατημένοις εὐφροσύνη, ὡς ἀπὸ ἀμπέλου γεωργούσης φαντασίαν εὐφροσύνης, οὐχὶ δὲ ἀλήθειαν ἀφαιρεῖται, ὡς μηκέτι εἶναι τοὺς ἀπατωμένους. Οὐκέτι γὰρ εὐφρανθήσονται ἐπὶ τοῖς ἐλεγχθεῖσιν οἱ πρότερον αὐτὰ θαυμάζοντες, οὐδὲ γεωργήσουσι
313. And gladness and rejoicing shall be taken away out of the vineyards; and they shall by no means rejoice, and they shall by no means tread wine into the wine-vats; for it has ceased. Gladness and rejoicing, then, were taken away out of the vineyards. The kingdom of God was taken away from Israel, and given to a nation producing its fruits. Yet the expression can also be understood in the bodily sense, that all gladness is taken away from those suddenly deprived of their hopes for the ingathering of their crops. Or since we called false discourse a vine, it can also be understood that the gladness arising in the deceived from all falsely-named knowledge is taken away, as coming from a vine that cultivates a semblance of gladness and not truth, so that there are no longer any who are deceived. For those who formerly admired those things will no longer rejoice over what has been refuted, nor will they cultivate
Notes, col. 661

On the reading

Printed ἑτεροδοξων, for ἑτεροδόξων.

Printed ἐάσαντο·, for ἐάσαντος.

Printed ευφροσύνη, for εὐφροσύνη.

Printed ὑπολήναι, for ὑπολήνια.

PG 30:664Read from the page
Μωαβιτικὴν σταφυλὴν οἱ διδαχθέντες τὴν ἀπ' αὐτῆς ἀκολουθοῦσαν τοῖς πίνουσι βλάβην. Τάχα δὲ καὶ ὑπολήνιά εἰσιν αἱ δεχόμεναι τὴν μοχθηρὰν διδασκαλίαν ψυχαί.
the Moabite grape, once they have been taught the harm that follows from it upon those who drink. And perhaps the wine-vats are also the souls that receive the wicked teaching.
314. Διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε. Καὶ ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς, ὥστε προσεύξασθαι· καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν, Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ, ὑπότε καὶ ἐλάλησεν. Ἡ κοιλία τοίνυν τοῦ προφήτου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει· τουτέστιν, εὐαρμόστως καὶ μουσικῶς ἦχον ἀποτελέσει εὔρυθμον, ἀπὸ τῆς ἐπιστήμης τοῦ κρούοντος αὐτὴν τεχνικῶς. Κοιλίαν δὲ λέγει ὃ ἀλλαχοῦ ὁ Ψαλμῳδὸς ἐντὸς εἴρηκεν· Εὐλόγει γὰρ, φησὶν, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Τίς γὰρ τοῖς ἐντὸς ἑαυτοῦ προστάσσει εὐλογεῖν τὸ ὄνομα Κυρίου, ἢ τῇ φύσει τῶν ἔσωθεν τῶν διαλογισμῶν ἐξερχομένων; ὧν διπλοῦν ἐστι τὸ τάγμα. Οἱ μὲν γὰρ μοχθηροὶ τυγχάνουσι, φόνοι, μοιχεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, καὶ ὀφθαλμὸς πονηρός· οἱ δὲ ἀστεῖοι καὶ σωτήριοι, φιλανθρωπία, σωφροσύνη, τὸ κοινωνικὸν καὶ εὔφημον, καὶ αἱ κατὰ Θεὸν μαρτυρίαι, καὶ ὁ ὀφθαλμὸς καθαρὸς, καὶ τὰ ὅμοια τούτων. ᾯ τοίνυν πάντα τὰ ἐντὸς κατώρθωται εἰς ἑτοιμότητα τοῦ εὐλογεῖν τὸ ὄνομα τοῦ Θεοῦ τὸ ἅγιον, οὗτος καλῶς συμπαραλαμβάνει τὴν ἔνδον διάθεσιν εἰς τὴν τοῦ Θεοῦ εὐχαριστίαν. Καὶ Ἠσαΐας τοίνυν εἶχε τὰ ἐντὸς ἑαυτοῦ ὡς τεῖχος ὃ ἐνεκαίνισεν ὁ Θεός. Οὕτω γὰρ κατεσκεύαστο ἐκ τῆς εἰς αὐτὸν τοῦ Λόγου χάριτος ἂνακαινιζούσης τὸν ἔσω ἄνθρωπον, καὶ ἦσαν αὐτοῦ οἱ διαλογισμοι οἱονεὶ τεῖχος ἀκαθαίρετον, ὡς μηδεμίαν διδόναι παρείσδυσιν τοῖς χείρῦσι λογισμοῖς, μηδὲ τοῖς περικαθεζομένοις ἐχθροῖς εἰς ἐπήρειαν. Καλὸν οὖν ἐστι ταῦτα ἐννοήσαντας ζηλῶσαι καὶ ὁμοίως εἰπεῖν τῷ προφήτῃ τὸ, Ἡ κοιλία μου ὡς κιθάρα ὴχήσει καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας. Καὶ ἔσται, φησὶν, εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς.
314. Therefore my belly shall sound over Moab like a harp, and my inward parts like a wall which Thou didst renew, and it shall be for putting to shame before Thee. And Moab grew weary upon the altars, and she shall enter into the things made by her hands, so as to pray; and she shall by no means be able to deliver him. This is the word which the Lord spoke over Moab, when He spoke. The belly of the prophet, therefore, shall sound over Moab like a harp: that is, harmoniously and musically it will produce a well-measured sound, from the skill of him who strikes it artfully. And he calls belly what elsewhere the Psalmist called inward parts; for, Bless, he says, O my soul, the Lord, and all my inward parts, His holy name. For to what does a man give command in his inward parts to bless the name of the Lord, save to the nature of the thoughts proceeding from within? Of these the order is twofold. For some prove wicked: murders, adulteries, thefts, false witnessings, and an evil eye; whereas others are noble and saving: love of mankind, temperance, fellowship and fair speech, testimonies according to God, and a pure eye, and things like these. He, therefore, in whom all his inward parts have been set right into readiness to bless the holy name of God, rightly takes along his inner disposition for thanksgiving to God. Isaiah too, therefore, had his own inward parts like a wall which God renewed. For he had been so fashioned from the grace of the Word towards him renewing the inner man, and his thoughts were as it were an indestructible wall, so as to give no entry to worse reasonings, nor to the enemies encamped around for harm. It is good, therefore, having pondered these things, to emulate them and speak in like manner with the prophet: My belly shall sound like a harp, and my inward parts like a wall which Thou didst renew. And it shall be, he says, for putting to shame before Thee, because Moab grew weary upon the altars.
Notes, col. 664

On the reading

Printed ὑπότε, for ὁπότε.

Printed ἂνακαινιζούσης, for ἀνακαινιζούσης.

Printed διαλογισμοι, for διαλογισμοὶ.

Printed χείρῦσι, for χείροσι.

Printed ὴχήσει, for ἠχήσει.

PG 30:665Read from the page
Πρὸς τὸν αὐτὸν ὁ λόγος. Τί οὖν βούλεται τὸ τολμηρῶς δοκοῦν εἰρῆσθαι, τὸ, Ἔσται εἰς τὸ ἐντραπῆναί σε; Διὰ τοῦτό μοι, φησὶν, ἰσχυροὺς ἐχαρίσω ἔνδοθεν τοὺς διαλογισμοὺς, ὥστε τοὺς νῦν μὴ ἐπιστρέφοντας ἐπὶ σὲ ἐντραπῆναί σε διὰ τῶν ἐλέγχων τῶν προσαγομένων αὐτοῖς, ἐκ τῆς τῶν δεδομένων μοι λογισμῶν εὐτονίας. Λείπει οὖν τὸ, οὐτούς· ἵνα ὑγιῶς τῶν ῥημάτων ὁ νοῦς ἀποδοθῇ· Καὶ ἔσται εἰς τὸ ἐντραπῆναι αὐτούς σε. Ὥσπερ γὰρ οἱ ἐν τοῖς πολέμοις ἀντιπρόσωποι ἑστῶτες, ἕως μὲν ἰσοπαλεῖς δοκοῦσιν εἶναι, οὐ τρέπονται, οὐδὲ ἐκκλίνουσιν· ἐπειδὰν δὲ ὑπερέχῃ αὐτῶν τὸ ἕτερον μέρος, τραπέντες φεύγουσιν· οὕτω καὶ ψυχὴ ὑπὸ ἀναιδείας παρατεταγμένη ἕστηκεν, οὐκ ἐντρεπομένη, ἐλεγχθεῖσα δὲ ὑπὸ λόγου καθαπτομένου αὐτῆς, τρέπεται πρὸς αἰσχύνην. Καὶ ἐπειδὴ ἐν τῷ κρυπτῷ τοῦ ἀνθρώπου γίνεται ἡ τροπὴ, ἐντροπὴ προσηγόρευται. Διὰ τοῦτο οὖν ἡ κοιλία ἠχήσει, καὶ τὰ ἐντὸς ὡσεὶ τεῖχος ὅ ἐνεκαίνισεν ὁ Θεὸς τοῦ προφήτου, ἵνα μεταβάλωσι καὶ ἐντραπῶσι, τοῦ αἰδεῖσθαι Θεὸν, πρότερον οὐκ ἐπιστάμενοι τὴν ὠφέλιμον αἰσχύνην.
The speech is addressed to the Same. What then does that expression mean which seems boldly spoken, namely, It shall be for putting to shame before Thee? For this reason, he says, Thou didst grant me strong thoughts from within, so that those who do not now turn back unto Thee may be put to shame before Thee through the refutations brought to bear upon them out of the vigour of the reasonings given to me. The word them is therefore lacking, so that the sense of the words may be soundly rendered: And it shall be for them to be put to shame before Thee. For just as men standing face to face in wars, so long as they seem evenly matched, do not turn back or give ground, yet whenever one side prevails over them, they turn and flee; so also a soul arrayed by shamelessness stands fast, feeling no shame, yet when refuted by a word that lays hold of it, it turns towards shame. And since the turning takes place in the hidden part of man, it has been named inward turning or shame. On this account, therefore, the belly of the prophet shall sound, and his inward parts be like a wall which God renewed, in order that those who previously did not know wholesome shame may change and be put to inward shame, so as to revere God.
315. Ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα, ὥστε προσεύξασθαι· καὶ οὐ μὴ δύνωνται ἐξελέσθαι αὐτόν. Τὸν ἐπὶ τέλει ἀφανισμὸν πάσης εἰδωλολατρείας ἐκ τῆς τοῦ Λόγου ἐπιφανείας προφητεύει νῦν ὁ Ἠσαΐας, ὅτι μάταιοι πάντες οἱ ἐπὶ ταῖς κατασκευαῖς τῶν ναῶν μόχθοι, καὶ αἱ ἀνωφελεῖς εἰς τὰ χειροποίητα ἐλπίδες. Προσεύξονται γὰρ, φησὶ, Καὶ οὐ μὴ δύνωνται ἐξελέσθαι αὐτόν. Τοῦτο νῦν ἐπὶ τῆς Χριστοῦ ἐπιδημίας πεπλήρωται. Ἀντὶ σκοπέλων μὲν γὰρ ἑστήκασιν οἱ ναοὶ οἱ περιβόητοι· οὐκέτι δὲ αἱ ἀπὸ τῶν δαιμόνων ἀπάται, φυγαδευθείσης τῆς ἀντικειμένης δυνάμεως διὰ τὸ μυστήριον τοῦ σταυροῦ τοῦ κατὰ πᾶσαν τὴν οἰκουμένην κεκηρυγμένου. Τοῦτο γὰρ τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ, ὁπότε καὶ ἐλάλησεν. Οἷον ἐπίλογός ἐστι παντὸς τοῦ ῥήματος τοῦ κατὰ τῆς Μωαβίτιδος κεκηρυγμένου. Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος. Προτέτακτο μὲν γὰρ ἡ λέξις οὕτως ἔχουσα, Τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος· ἐπιλέγεται δὲ παντὶ τῷ μέρει τῆς περικοπῆς. Τοῦτο τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ, ὁπότε καὶ ἐλάλησε. Τί ἐστιν, Ὁπότε καὶ ἐλάλησε; Δείκνυσι τὸ σπάνιον τῆς τοῦ Θεοῦ πρὸς τοὺς Μοαβίτας γινομένης φωνῆς, Τῷ μὲν γὰρ Ἰσραὴλ συνεχῶς διαλέγεται, τοῖς δὲ ἔθνεσιν ὡς τὰ πολλὰ σιωπᾷ, ὡς ἀλλοτρίοις τῆς ἑαυτοῦ μερίδος. Οὐ μὴν παντελῶς ἀποκρύπτει τὸν λόγον, ἀλλὰ καὶ τούτους γεύει τῆς ἑαυτοῦ φιλανθρωπίας, ἵνα διὰ τῆς ἐν ὀλίγοις πείρας πρὸς τὴν τῶν τελείων ἐπιθυμίαν ὁρμῶσιν· Ἐπεὶ οὖν σπανιάκις λαλεῖ τοῖς Μωαβίταις, διὰ τοῦτο εἴρηται, ὅτι Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος, ὁπότε καὶ ἐλάλησεν.
315. Because Moab grew weary upon the altars, and shall enter into the things made by hands, so as to pray; and they shall by no means be able to deliver him. Isaiah now prophesies the final destruction of all idolatry through the manifestation of the Word, that all the toils spent upon the building of temples are vain, as are the unprofitable hopes placed in things made by hands. For they shall pray, he says, And they shall by no means be able to deliver him. This has now been fulfilled at the sojourn of Christ. For in place of crags stand the celebrated temples, yet the deceits of the demons exist no longer, the opposing power having been put to flight through the mystery of the cross proclaimed throughout the whole inhabited world. For this is the word which the Lord spoke over Moab, when He spoke. It is as it were an epilogue to the whole word proclaimed against the land of Moab: This is the word which the Lord spoke. For the heading had been set beforehand in these terms, The word against the land of Moab; and to the entire section of the passage there is subjoined: This is the word which the Lord spoke over Moab, when He spoke. What is, When He spoke? It shows the rarity of God's voice coming to the Moabites. For with Israel He converses continually, whereas to the nations for the most part He keeps silence, as being strangers to His own portion. Yet He does not altogether hide the word, but gives these men also a taste of His own love for mankind, so that through experience in a few things they may press forward towards the desire for perfect things; since, therefore, He speaks rarely to the Moabites, on this account it has been said: This is the word which the Lord spoke, when He spoke.
Notes, col. 665

On the reading

Printed οὐτούς, for αὐτούς.

Printed ὅ, for ὃ.

Printed Μοαβίτας, for Μωαβίτας.

PG 30:667Read from the page
316. Καὶ νῦν λέγω· Ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ, ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ ιῷ πλούτῳ τῷ πολλῷ· καὶ καταλειφθήσεται ὀλιγοστὸς, καὶ οὐκ ἔντιμος. Διὰ τούτων δοκεῖ μοι ὁρίζειν χρόνον κολάσεως τῇ Μωὰβ, ὃν ὠνόμασε τρία ἔτη μισθωτοῦ. Ἐπεὶ οὖν εἰς τρία μέρη ἡ πᾶσα τοῦ χρόνου διαιρεῖται φύσις, τὸ τέλειον τοῦ χρόνου παραστῆσαι βουλόμενος, τρία εἶπεν ἔτη. Ἐν οὖν τρισὶν ἔτεσιν ἐτῶν μισθῶτοῦ, ἀτιμασθήσεται ἡ δόξα Μωάβ. Ὁ μισθωτὸς καὶ ἐν τῷ Εὐαγγελίῳ διαβέβληται ὑπὸ τοῦ Σωτῆρος, λέγοντος· Ὁ δὲ μισθωτὸς, καὶ οὐκ ὢν ποιμὴν, υὗ οοκ ἔστι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Καὶ πάροικος δὲ καὶ μισθωτὸς τοῦ ἱερέως οὐκ ἔδεται ἅγια κατὰ τὸν νόμον. Ἐξεμίσθωσεν οὖν ἑαυτὸν ὁ Μωὰβ, καὶ γέγονε μισθωτός. Οὐ γὰρ ἠγάπησε τὸν Θεὸν, ἀλλὰ φαντασίᾳ μισθῶν καὶ ἐλπίδι οἰκειας ὠφελείας, οὐχὶ δὲ τῇ πρὸς τὸ γινόμενον διαθέσει, ἔπραττεν ὃ ἔπραττε. Τρισὶν οὖν ἔτεσιν ἀτιμασθήσεται ἐτῶν μισθωτοῦ. Ὡς οὖν ὁ ποιμὴν ὁ μισθωτὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων, ἀπέχει τὸν μισθὸν, καὶ οὐκ ἔστιν ἐλεήμων οὐδὲ κοινωνικός. Καὶ ὁ σώφρων διὰ τὴν ἀνθρωπίνην ἀρέσκειαν οὐκ ἔστι σώφρων, οὐ τὴν ἀρετὴν διώκων, ἀλλὰ τὴν ἀπ' αὐτῆς δόξαν θηρώμενος. Ἄτιμοι τοίνυν παρὰ θεῷ οἱ πρὸς ἔνδειξίν τι ποιοῦντες. Ὥστε καὶ ὁ Μωὰβ ἐν τρισὶν ἔτεσιν ἀτιμασθήσεται· τουτέστιν, ἐν παντὶ τῷ μέτρῳ τοῦ χρόνου· ἀτιμίαν δὲ μισθωτοῦ, διὰ τὸ μὴ ἐκ διαθέσεως, ἀλλ' ἐπίπλαστον αὐτῷ εἶναι τὸ ἔργον τῆς ἀρετῆς. Ατιμάζεται δὲ Ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ. Ὅσον γὰρ αὐτῷ περιῆν τῆς ἐνταῦθα ὑπολήψεως, τοσοῦτον μετὰ τὸ ἀποκαλυφθῆναι ἡμῶν τὰ κρυπτὰ, ἀποδοθήσεται τῆς αἰσχύνης ὁ μισθός. Καὶ ὁ πολλὴν συνάγων ταῖς χερσὶν ἀκαρπίαν, πλείονα ἔχει ὕλην τῆς ἐπιφερομένης αὐτῷ ἀτιμίας· καὶ ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μάταια διώκει, καὶ ἐλεύσεται ἐπὶ παγίδας θανάτου. Καὶ καταλειφθήσεται ὀλιγοστὸς, καὶ οὐκ ἔντιμος. Εὐεργεσία τῶν ἐπὶ κακίᾳ συγκεκροτημένων, ἡ ἐντεῦθεν παίδευσις.
316. And now I say: Within three years, as the years of a hireling, the glory of Moab shall be dishonoured in all his great wealth; and he shall be left very small, and not honoured (Isa. 16:14). Through these words he seems to me to fix a period of punishment for Moab, which he named three years of a hireling. Since, then, the whole nature of time is divided into three parts, wishing to set forth the completeness of time, he said three years. Within three years, therefore, as the years of a hireling, the glory of Moab shall be dishonoured. The hireling is also censured in the Gospel by the Saviour, Who says: But the hireling, and he who is not a shepherd, whose own the sheep are not, beholds the wolf coming, and flees, because he is a hireling, and cares nothing for the sheep (John 10:12-13). And a sojourner and a hireling of the priest shall not eat of the holy things according to the law (Lev. 22:10). Moab, therefore, hired himself out, and became a hireling. For he did not love God, but in the fancy of wages and the hope of his own advantage, and not out of disposition towards the deed itself, he did what he did. Within three years, therefore, as the years of a hireling, he shall be dishonoured. Just as, then, the hireling shepherd—as regards being glorified by men—has received his reward in full (Matt. 6:2), and is neither merciful nor generous; so too he who is temperate for the sake of pleasing men is not temperate, since he pursues not virtue, but hunts after the glory arising from it. Dishonoured, therefore, before God are those who do anything for display. And so Moab too within three years shall be dishonoured—that is, throughout the whole measure of time; and with the dishonour of a hireling, because the work of virtue in him comes not from inward disposition, but is feigned. And he is dishonoured In all his great wealth. For as much reputation here below as belonged to him in abundance, in like measure, after our hidden things have been laid bare, shall the wage of shame be rendered back. And he who gathers much unfruitfulness with his hands has all the more fuel for the dishonour brought upon him; and he who gets treasures by a lying tongue pursues vanities, and shall come upon the snares of death (Prov. 21:6). And he shall be left very small, and not honoured. The chastening that comes from hence is a benefit to those banded together in wickedness.
MONITUM IN LIBRUM DE VERA VIRGINITATE.
Admonition on the Book On True Virginity.
Hoc opus commendat antiquitas. Scriptum est enim quarto saeculo, eidemque nuncupatur Letoio Melitinensi, ad quem et Gregorii Nysseni exstat Epistola canonica. Huc accedit auctoris dignitas, quem
Antiquity commends this work. For it was written in the fourth century, and is dedicated to the very same Letoius of Melitene to whom Gregory of Nyssa's Canonical Epistle is also extant. To this is added the dignity of the author, whom
Notes, col. 667

On the reading

Printed ιῷ, for τῷ.

Printed μισθῶτοῦ, for μισθωτοῦ.

Printed υὗ, for οὗ.

Printed οοκ, for οὐκ.

Printed οἰκειας, for οἰκείας.

Printed Ατιμάζεται, for Ἀτιμάζεται.