293. Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Ηεκροτἔρα ἡ κόλασις ἡ ἐν νυκτὶ προσαγομένη. Ὁ μὲν γὰρ ἐν ἡμέρᾳ πάσχων τι τῶο περιστατικῶν, αὐτὸ τὸ φῶς ἔχει παραμυθίαν τῶν γινομένων· ἡ δὲ νὺξ καὶ καθ' ἑαυτὴν σκυθρωπόν τι πρᾶγμα· ἐὰν δὲ καὶ πάθη προσλάβῃ καὶ συμφορὰς, πολλὴν ποιεῖ τῶν ἀλγεινῶν τὴν ἐπίδοσιν. Νόησον οὖν μοι νυκτερινὴν ἔφοδον πολεμίων, ἀπροσδόκητον καταδρομὴν, γυναικῶν καὶ παίδων ἐξανδραποδισμὸν, χρημάτων διαρπαγὴν, φόνον τῶν εἰς χεῖρας ἀφικνουμένων, τείχους καταστροφὴν, ἐμπρησμὸν πόλεως. Νυκτὸς οὖν ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Τῆς γὰρ τῶν τειχῶν περιβολῆς ἐρημωθέντες, ἀναγκαίως καὶ οἱ τὴν ἀπ' αὐτῶν ἀσφάλειαν προβαλλόμενοὶ συναπολοῦνται. Λυπεῖσθε οὖν ἐφ' ἑαυτοῖς, φησίν· ἀπολεῖται γὰρ καὶ Δεηβὼν, οὐ ὁ βωμὸς ὑμῶν· ἐκεῖ ἀναβήσεσθε κλαίειν. Λυπεῖσθε ἐφ' ἑαυτοῖς. Μακάριος μὲν ὅστις καθαρὰν ἔχων τὴν ψυχὴν ἑαυτοῦ, μὴ ἔχει οἰκείαν ὑπόθεσιν λύπης· διὰ δὲ τὸ τὴν ἀγάπην μὴ ζητεῖν τὸ ἑαυτῆς, πάσχοντος μέλους, συμπάσχων καὶ αὐτὸς, καὶ συλλυπούμενος, καὶ κλαίων μετὰ κλαιόντων, κατὰ τὸν Ἀπόστολον. τὸν πενθοῦντα πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων. Ὅς πάλιν λέγει· Ὅτι λύπη μοί ἐστι μεγάλη, και ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου, κατὰ σάρκα. Ει δέ τις μὴ τοιοῦτός ἐστιν, ἀλλὰ ταῖς ἰδίαις ἁμαρτίαις ἐγκαλινδεῖται, οὗτος ἐφ' ἑαυτῷ λυπείσθω, νικωμένῳ ὑπὸ τοῦ ἐχθρού, πρὸς ὃν ἔστιν ἡ πάλη. Ἡ τούτου λύπη εὐφραίνει τὸν τοῖς διδασκαλικοῖς λόγοις ἐνάγοντα αὐτὸν εἰς συναίσθησιν. Ὡς γὰρ τὰ καίοντα καὶ κολάζοντα φάρμακα ἀνακαθαίρει τὰ ἕλκη, καὶ τὴν ἀπὸ τῶν πύων δυσωδίαν, καὶ τὰ διεφθαρμένα τραύματα, καὶ σώματα ἐπιτηδειότερα ποιεῖ πρὸς τὴν κατὰ τόπον συνούλωσιν· τοιοῦτον ἔχειν μοι δοκεῖ νοῦν τὸ, Λυπεῖσθε ἐφ' ἑαυτοῖς, λεγόμενον πρὸς τοὺς μέγα φρονοῦντας ἐπί τινι σοφίᾳ, ὁποῖοί εἰσιν οἱ τῶν αἱρέσεων προεστῶτες, οἱ νυκτὸς ἀπολλύμενοι, διότι Πᾶς ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Καὶ ἐπειδὴ ἐν νυκτὶ ὄντες, νυκτὸς ἀπολοῦνται, νυκτὸς αὐτῶν καὶ τὸ τεῖχος πίπτει· τουτέστι, τὰ σοφιστικὰ ὀχυρώματα, οἷς ὑποκαθήμενοι ἐδόκουν ἱκανὴν τὴν ἀπ' αὐτῶν ἀσφάλειαν προβεβλῆσθαι. Ἡ γὰρ διαλεκτικὴ τὰς αἱρέσεις τῆς ψευδωνύμου γνώσεως, ὥσπερ τεῖχος, συντηρεῖ· ἧς διαπεσούσης, ὀλολύζειν ἀνάγκη τοὺς ἑαλωκότας. Λυπεὶσθε, οὖν ἐφ' ἑαυτοῖς, ἐπείπερ ἀπώλοντο.
293. By night Moabitis shall perish; for by night the wall of Moabitis shall perish. More bitter is the punishment brought on by night. For he who suffers some adversity by day has the light itself as a solace for what occurs; whereas night even by itself is a gloomy thing, and if it also takes on sufferings and calamities, it produces a great increase of distresses. Picture to yourself, then, a nocturnal assault of enemies, an unexpected raid, the enslavement of women and children, the plundering of goods, the slaughter of those falling into their hands, the overthrow of a wall, the burning of a city. By night, therefore, the wall of Moabitis shall perish. For when stripped of the circuit of their walls, those too who put forward safety from them shall of necessity perish along with them. Grieve, therefore, over yourselves, it says; for Deebon also shall perish, where your altar is; there you shall go up to weep. Grieve over yourselves. Blessed indeed is whoever, keeping his own soul pure, has no ground of grief proper to himself; yet because love does not seek its own, when a member suffers, he himself also suffers with it, and grieves with it, and weeps with those who weep, according to the Apostle, who mourns over many of those who have sinned beforehand and have not repented; who again says: That I have great grief and unceasing pain in my heart for my brethren, my kinsmen according to the flesh. But if anyone is not such, and wallows in his own sins, let this man grieve over himself, as one conquered by the enemy against whom the wrestling is. The grief of this man gladdens him who leads him to perception by instructive words. For as burning and caustic medicines cleanse away sores, and the stench from pus, and corrupted wounds, and render bodies fitter for cicatrization in the spot, such a sense it seems to me the saying has, Grieve over yourselves, spoken towards those who think highly of themselves over some wisdom, such as are the leaders of the heresies, who perish by night, because Everyone who practises base things hates the light, and does not come to the light. And since, being in night, by night they shall perish, by night their wall also falls—that is, the sophistical strongholds under which they sat and supposed they had cast around themselves sufficient safety derived from them. For dialectic preserves the heresies of falsely-named knowledge like a wall; when this collapses, those who have been captured must needs howl. Grieve, therefore, over yourselves, seeing that they have perished.