Migne Reading Room

PG 30 · cols. 633–644 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:633Read from the page
294. Ἀπωλείας δὲ ἄξιον καὶ τὸ Δεηβὼν, ἔνθα ὁ ναὸς ὑμῶν ᾠκοδόμητο. Νοοῦμεν τὴν Δεηβὼν, τῇ ἑρμηνείᾳ προσέχοντες. Ἑρμηνεύεται δὲ ἡ Δεηβὼν, ῥύσις αὐτῶν. Ὥσπερ οὖν ὁ τῆς ἀληθείας λόγος πάγιός ἐστι καὶ ἑδραῖος, τεθεμελιωμένος καὶ μὴ μετακινούμενος· καὶ ὁ τῇ πίστει ἐῤῥιζωμένος παραβάλλεται ἀνθρώπῳ θεμελιοῦντι ἐπὶ τὴν πέτραν. Καὶ τὸ μάννα δὲ λέγεται εἶναι ὡσεὶ πάγος τῆς γῆς, τοῦ θείου λόγου τὸ συνεστὸς καὶ εὔτονον διὰ τῆς πήξεως παραδηλοῦντος. Οὕτω τὰ ἐναντία δόγματα, καὶ αἱ συνήγοροι αὐτῶν πιθανότητες, ῥευστὰ καὶ ἀβέβαιά ἐστιν, ἑστάναι μὴ δυνάμενα· καὶ ὁ πατὴρ τοῦ ψεύδους ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε. Τὸ οὖν ἄστατον τοῦ ψεύδους, ῥύσις ὠνομάσθη. Λυπείσθωσαν οὖν οἱ τὰ τοιαῦτα οἰκοδομοῦντες· οἱ τυὺς περὶ Θεοῦ λόγους ἀστάτους ἔχυντες, καὶ ἀστηρίκτους. Τοῦτο γὰρ ἐστι τὸ θυσιαστήριον, ὃ καταδεδίκασται εἰς ἀπώλειαν τοῦ Δεηβὼν, οὗ ὁ βωμὸς ᾠκοδόμητο. Ἀναβᾶτε οὖν κλαίοντες· οὐχὶ θύοντες, ἀλλὰ μεταμελόμενοι ἐφ' οἷς ποτε κακῶς προσηύξασθε, ὅτι ἐγένετο ὑμῖν ἡ προσευχὴ εἰς ἁμαρτίαν. Ὁ γὰρ τῇ κτίσει λατρεύων παρὰ τὸν κτίσαντα, καὶ μὴ προσκυνῶν μὲν Υἱὸν, μηδὲ διὰ τοῦ Υἱοῦ τὸν Πατέρα, ἴδια δὲ πηγνὺς δόγματα, καὶ ἐπ' ἀλλοτρίων θυσιαστηρίων προσφέρων ἑαυτοῦ τὴν θυσίαν τῆς αινέσεως, ὁ τοιοῦτος κλαιέτω, τῆς κατὰ Θεὸν λύπης σωτηρίαν αὐτῷ ἀμεταμέλητον προξενούσης. Οὐ μόνον δὲ τοῖς ἀπὸ αἱρετικῶν δογμάτων τὴν περὶ Θεοῦ δόξαν συνειληχόσι ταῦτα εἴρηται· ἀλλὰ καὶ ὅσοι τὰ ῥευστὰ πράγματα ἀποδεχόμενοι, ἐπὶ τούτοις ἔχουσι τὴν ἐλπίδα, παρακούοντες μὲν τοῦ λέγοντος· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν· ἐπτοημένοι δὲ περὶ τὴν δόξαν τῆς σαρκὸς, ἥτις ἐστὶ χόρτος καὶ ἡ δόξα αὐτῶν ὡς ἄνθος χόρτου. Τοιοῦτον δέ ἐστι καὶ τὸ ἐν σαρκὶ καὶ αἵματι κάλλος, ἐφ' ᾧ μέγα φρονεῖ ἡ κάκόφρων γυνὴ, παραβαλλομένη ἐνωτίῳ ἐν ῥινὶ ὑός. Καὶ ὅλως πᾶσι τοῖς ἐσφαλμένοις ἐφαρμόσει τὸ Δεηβὼν ὄνομα, ὡς τοὺς ἐσφαλμένους ἢ βίῳ ἢ λόγῳ εἴποι τις ἂν εὐστόχως ἐπὶ τοῦ Δεηβὼν ἔχειν τὸ θυσιαστήριον. Κλαίοντες οὖν ἀναβαινέτωσαν οἱ ἐπ' αὐτῷ ποτε μέγα φρονοῦντες.
294. Worthy of destruction is Deebon also, where your temple was built. We understand Deebon by attending to its interpretation; and Deebon is interpreted, their flux. Just as, therefore, the word of truth is solid and steadfast, founded and unshaken, and he who is rooted in faith is compared to a man laying a foundation upon the rock, and manna too is said to be like frost upon the earth, the divine word indicating firmness and vigour through congelation, so the contrary doctrines and the plausibilities that plead for them are fluid and unstable, unable to stand; and the father of falsehood has not stood in the truth. The instability of falsehood, therefore, was named a flux. Let those, then, grieve who build such things—those who keep their accounts concerning God unstable and unsteadfast. For this is the sanctuary that has been condemned to the destruction of Deebon, where its altar was built. Go up, therefore, weeping: not sacrificing, but repenting over the things for which you once prayed amiss, because your prayer turned into sin for you. For he who serves the creation rather than Him Who created it, and neither worships the Son nor through the Son the Father, but fixes doctrines of his own and offers upon alien sanctuaries his own sacrifice of praise, let such a man weep, since grief according to God procures for him salvation not to be repented of. Nor have these things been spoken solely to those who have drawn their opinion concerning God from heretical doctrines, but also to all who, welcoming fluid things, place their hope upon them, disregarding on the one hand him who says, If wealth flows in, do not set your heart upon it, and fluttering in excitement on the other over the glory of the flesh, which is grass, and their glory as the flower of grass. Of such a kind too is beauty in flesh and blood, over which the foolish woman thinks highly, being compared to an earring in a swine's snout. And in general the name Deebon will fit all who have erred, so that one might aptly say that those who have erred either in life or in speech have their sanctuary at Deebon. Weeping, therefore, let those go up who once thought highly of themselves over it.
295. Ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος ὀλογύζετε. Ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα· πάντες βραχίονες κατατετμημένοι. Ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους, καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς, καὶ ἐν ταῖς ῥυμαῖς αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ. Ὅτι κέκραγεν
295. Over Nabau of Moabitis howl. Upon every head baldness; all arms cut in pieces. In her broad ways gird yourselves with sackcloth, and beat your breasts upon her housetops, and in her streets howl, all of you, with weeping. Because there has cried out
Notes, col. 633

On the reading

Printed τυὺς, for τοὺς.

Printed ἔχυντες, for ἔχοντες.

Printed γὰρ ἐστι, for γάρ ἐστι.

Printed αινέσεως, for αἰνέσεως.

Printed κάκόφρων, for κακόφρων.

Printed ὀλογύζετε, for ὀλολύζετε.

Printed ῥυμαῖς, for ῥύμαις.

PG 30:636Read from the page
Ἐσεβὼν, καὶ Ἐλεαλή· ἕως Ἰασσὰ ἠκούσθη ἡ φωνὴ αὐτῆς. Διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται· ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν ἑαυτῇ ἕως Σηγώρ. Δάμαλις γὰρ τριετής ἐστιν ἐπὶ τῆς ἀναβάσεως τῆς Λουΐθ. Πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ Ἀρουνιείμ· βοᾷ σύντριμμα καὶ συσσεισμός. Τὸ ὕδωρ τῆς Νεβρὶμ ἔρημον ἔσται. Χόρτος γὰρ χλωρὸς οὐκ ἔσται. Μὴ καὶ οὕτω μέλλει σωθῆναι; Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ καταλήψονται αὐτήν. Συνῆψε γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Γαλλὶμ, καὶ ὀλολυγμὸς αὐτῆς. Τὸ δὲ ὕδωρ τὸ Δεηβὼν πλησθήσεται αἵματος. Ἐπάξω γὰρ ἐπὶ Δεηβὼν Ἄραβας, καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ, καὶ Ἀραὴλ, καὶ τὸ κατάλειμμα Ἀδαμᾶ ἀποστελῶ, ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν. Ἐπὶ τὴν κατὰ Θεὸν λύπην προτρέπει τοὺς ἀπὸ τῶν ἐπινοιῶν τοῦ ἀνθρωπίνου νοῦ ἐσφαλμένους, καὶ μὴ ἐπιδεδωκότας ἑαυτοὺς τῇ ὠφελείᾳ τοῦ Πνεύματος, ἵνα ὀλολύξωσιν ἐπὶ τὴν γῆν τῶν λοιμῶν διδασκάλων. Τὴν γὰρ Ναβαῦ τούτους μοι δοκεῖ ὁ λογος αἰνίσσεσθαι, διὰ τὸ ἑρμηνεύεσθαι τὴν Ναβαυ ἐγκαθισμόν. Εἰσὶ γάρ τινες οἱ μετὰ δολίων σοφισμάτων ἐγκαθεζόμενοι, καὶ ταῖς κακαῖς ὁμιλίαις αὐτῶν ἔσθ' ὅτε φθείροντες ἤθη χρηστά. Δεῖ οὖν μεταμελεῖσθαι τοὺς τοῖς πονηροῖς ἐκείνων μαθητευθέντας δόγμασι, καὶ ὀλολύζειν ἐπὶ τῇ διδασκαλίᾳ ἐφ' ᾗ μέγα ἐφρόνουν. Τοῦτο γάρ ἐστι τὸ, Ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, τὸ τοὺς διδασκάλους ἀποῤῥίπτειν, καὶ γυμνοὺς τοῦ ἀπ' αὐτῶν κόσμου ἑαυτοὺς ποιεῖν, καὶ διὰ τῆς ἀγαθῆς πολιτείας ἐξευτελίζειν τὰς ἐκείνων ὑποθήκας τῶν πρακτικῶν διδαγμάτων, καὶ οἱονεὶ κατατέμνειν τῷ ὑγιεῖ λόγῳ, ἵνα ὦσι πάντες βραχίονες κατατετμημένοι, τουτέστιν, αἱ πρακτικαὶ ὑποθῆκαι τῷ ὑγιαίνοντι λόγῳ εἰς ἔλεγχον ἀγομεναι διὰ τῆς διαιρέσεως, καὶ τῆς κατὰ μικρὸν ἐξετάσεως τῶν κακῶν διδαγμάτων. Ἐπειδὴ δὲ διὰ τῆς πλατείας ὁδοῦ ἤγοντο παρὰ τῶν πονηρῶν, τούτους τὸν βεβασανισμένον βίον προῃρημένους κελεύει κόπτεσθαι ἐν ταῖς πλατείαις, ἐπὶ τῇ ψυχαγωγίᾳ τῶν πρὸς ἡδονὴν φερόντων μεταμελομένους, καὶ κοπτομένους μὲν ἐπὶ τῇ πλατείᾳ, ἐκζητοῦντας δὲ τὴν στενὴν καὶ τεθλιμμένην, ἵνα ὀρθῶς μετανοοῦντες περιζώσωνται σάκκους, καὶ πενθικὸν ἀναλαβόντες σχῆμα, οἱονεὶ διὰ αὐτῶν τῶν ὁρωμένων βοᾷν ποιή-
Esebon, and Eleale; as far as Jassa her voice was heard. Therefore the loins of Moabitis cry out, her soul shall know; the heart of Moabitis cries out within herself as far as Segor. For it is a three-year-old heifer upon the ascent of Luith. Unto you shall they go up weeping by the way of Arounieim; crushing cries out, and concussion. The water of Nebrim shall be desolate; for there shall be no green grass. Shall she even thus be saved? For I shall bring Arabs upon the ravine, and they shall seize it. For the cry has reached the border of Moabitis of Gallim, and her howling. And the water of Deebon shall be filled with blood; for I shall bring Arabs upon Deebon, and I shall take away the seed of Moab, and Arael, and the remnant of Adama I shall send forth like reptiles upon the earth. Unto grief according to God it urges those who have erred through the inventions of the human mind and have not given themselves over to the benefit of the Spirit, so that they may howl over the land of pestilent teachers. For it seems to me that Scripture hints at these men through Nabau, because Nabau is interpreted session. For there are some who sit in session with deceitful sophisms, and by their evil conversations at times corrupt good morals. Those, therefore, who were instructed in their wicked doctrines must repent, and howl over the teaching on account of which they thought highly of themselves. For this is the meaning of Upon every head baldness: casting off the teachers, and stripping oneself bare of the adornment derived from them, and through good conduct disparaging their precepts of practical teachings, and as it were cutting them in pieces with sound reason, so that all arms may be cut in pieces—that is, the practical precepts brought to refutation by sound reason through division and gradual scrutiny of the evil teachings. And since they were led along the broad way by the wicked, He bids these men, once they have chosen the tested life, to beat their breasts in the broad ways, repenting over the allurement of things tending towards pleasure, and while beating their breasts in the broad way, yet seeking out the narrow and straitened way, so that, rightly repenting, they may gird themselves with sackcloth, and taking up the garb of mourning, as it were through the very things seen may make—
296. Εἴτε οὖν τις ἐπὶ ὑψωμάτων ἐγένετο ἐπαιρο-
296. Whether, therefore, anyone has stood upon heights being lifted
Notes, col. 636

On the reading

Printed λογος, for λόγος.

Printed Ναβαυ, for Ναβαῦ.

Printed ἀγομεναι, for ἀγόμεναι.

PG 30:637Read from the page
μενων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, εἴτε ἐν διαλεκτικῇ τινι λόγων διαιρέσει καὶ προβλημάτων εὐκρινῶς δοκούντων διαλαμβάνειν περὶ ἑκάστου τῶν προκειμένων, ἐκ μετανοίας ὀλολυζέτω, ἵνα πληρώσῃ τὸ γεγραμμένυν· ἐν ταῖς πλατείας, καὶ ἐπὶ τῶν δωμάτων, καὶ ἐν πάσαις ταῖς ῥύμαις τοῦ λόγου προστάσσοντος κεκραγέναι. Διὰ τοῦτο δὲ δεῖ ταῦτα γίνεσθαι, ἐπειδὴ κέκραγεν Ἐσεβών· Ἐσεβὼν μὲν γὰρ ἑρμηνεύεται λογισμός· Ἐλεαλὴ δὲ, Θεοῦ ἀνάβασις· Ἰασσὰ δὲ, γεγονυῖα ἐντολή. Κέκραγεν οὖν Ἐσεβὼν, τουτέστι, φανερῶς διαμαρτύρεται, ὅτι ἀνθρώπινοί εἰσι λογισμοὶ, καὶ οὐ θείων μυστηρίων ἀποκαλύψεις τὰ διδάγματα τῶν Μωαβιτῶν. Καὶ Ἐλεαλή. Καὶ αὕτη διὰ τῶν πραγμάτων κέκραγεν, ὅτι Θεοῦ καταναισχυντοῦσι καὶ κατεπαίρονται οἱ ἐκείνοις τοῖς μαθήμασιν ἑαυτοὺς ἐπιδιδόντες. Τοῦτο γάρ ἐστι, Θεοῦ ἀνάβασις, ἡ ἐπὶ τὰ ὕψη τῆς ὑπερηφανίας ἔπαρσις. Καὶ Ἰασσά. Ει καὶ δοκεῖ γεγονυῖα ἐντολὴ εἶναι, ἀλλὰ κατὰ ἀλήθειαν οὐκ ἐντολή· σχηματισμὸς δέ τις περὶ βίον ἀκριβείας, πρὸς πιθανότητα καὶ παραδοχὴν τῶν πονηρῶν ἀπὸ τοῦ πονηροῦ φρονήματος ὑποβαλλομένων διδαγμάτων. Διὰ τοῦτο ἐν τοῖς κατόπιν εἴρηται· Πάντες βραχίονες κατατετμημένοι· ἵνα εἴ τις πονηρὸς διδάσκαλος ἐν ψευδοδοξίαις ἐξαπατῶν τὰς ψυχὰς τῶν ἑπομένων, βίῳ δὲ δοκῶν προσέχειν ἀκριβεστέρῳ, οἱ μεταμεληθέντες ἐπὶ τῷ τοιούτῳ διδασκάλῳ ἑαυτοὺς ἐπιδεδωκέναι, κατακόψωσιν ἑαυτῶν μὲν τοὺς βραχίονας, τουτέστι, τὸ πρακτικὸν εἶδος τῆς πολιτείας. Ἀποκείρονται δὲ αὐτοῦ οἱονεὶ κόμην, καὶ ἀλλοτριώσουσι τοῦ ἑαυτῶν σώματος· διότι ἀντὶ κεφαλῆς εἰσιν οἱ προεστῶτες τοῦ σώματος τῶν Ἐκκλησιῶν. Καὶ νῦν τοίνυν Ἰασσὰ κέκραγεν· ὅτι δέλεάρ ἐστι πρὸς τὴν τῆς ἀληθείας πιθανότητα ἡ κατὰ τὴν πολιτείαν ἐπιδεικνυμένη ἀκρίβεια. Τοῦτο οὖν ἐστι τὸ αἴτιον τοῦ ὀλολύζειν μετὰ κλαυθμοῦ, ὅτι κέκραγεν Ἐσεβὼν καὶ Ἐλεαλὴ ἕως Ἰασσά.
up against the knowledge of God, or in some dialectical division of arguments and problems seeming to treat distinctly of each of the matters set forth, let him howl out of repentance, that he may fulfil what is written, since Scripture commands crying aloud in the broad ways, and upon the housetops, and in all the streets. And these things must come to pass on this account, since Esebon has cried out; for Esebon is interpreted reasoning; Eleale, ascent of God; and Jassa, commandment brought to pass. Esebon, then, has cried out—that is, manifestly testifies—that the teachings of the Moabites are human reasonings, and not revelations of divine mysteries. And Eleale: she too through the deeds themselves has cried out that those who give themselves over to those studies act shamelessly against God and exalt themselves against Him. For this is ascent of God: the lifting up unto the heights of arrogance. And Jassa: even if it seems to be a commandment brought to pass, yet in truth it is no commandment, but a feigned display of strictness regarding life, for the plausibility and acceptance of the wicked teachings suggested by a wicked mind. On this account it was said earlier, All arms cut in pieces: so that if some wicked teacher deceives the souls of his followers in false opinions while seeming to attend to a stricter life, those who have repented of having given themselves over to such a teacher may cut in pieces their own arms—that is, the practical form of conduct. And they shear off as it were his hair, and will alienate it from their own body; because those who preside over the body of the Churches stand in place of a head. Even now, accordingly, Jassa has cried out, because the strictness displayed in conduct is a bait towards the plausibility of truth. This, therefore, is the cause of howling with weeping, because Esebon and Eleale have cried out as far as Jassa.
297. Διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ. Ἡ ὀσφὺς πολλαχοῦ ἀντὶ τῶν γεννητικῶν λαμβανεται· Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς αὐτοῦ ἦν (δηλονότι ὁ Λευῒ τοῦ Ἀβραὰμ), ὅτε συνήντησεν αὐτῷ. Μελχισεδέκ. Καὶ Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι. Νοοῦμεν, ὅτι αἰνίσσεται συστεῖλαι τὰς εἰς γέννησιν ὑπουργούσας ὀρέξεις. Τὸ οὖν πένθος τὸ ἐπικείμενον τῇ Μωαβίτιδι, αἴτιον γινόμενον τοῦ σώφρονος βίου, βοᾷ ἐπὶ τῇ κραυγῇ τῆς Ἐσεβὼν καὶ Ἐλεαλὴ καὶ Ἰασσά. Ἡ ψυχὴ αὐτῆς, φησὶ, γνώσεται. Ἤδη προκοπὴν τῶν τὰ προειρημένα ἐπὶ τῇ μετανοίᾳ πεποιηκότων ὁ λόγος ἐμφαίνει. Καὶ,
297. Therefore the loins of Moabitis cry out. The loins in many passages are taken for the generative parts: For he was yet in the loins of his father (namely Levi, of Abraham) when Melchisedek met him. And, Let your loins be girded about. We understand that it hints at curbing the appetites that minister to generation. The mourning, therefore, laid upon Moabitis, becoming the cause of a chaste life, cries out at the outcry of Esebon and Eleale and Jassa. Her soul, it says, shall know. Already Scripture sets forth the progress of those who have done the things aforesaid in repentance. And,
Notes, col. 637

On the reading

Printed μενων, for μένων.

Printed γεγραμμένυν, for γεγραμμένον.

Printed πλατείας, for πλατείαις.

Printed Ει, for Εἰ.

Printed λαμβανεται, for λαμβάνεται.

Printed αὐτῷ., for αὐτῷ.

PG 30:640Read from the page
Ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν ἑαυτῇ ἕως Σηγώρ. Ἔστι δὲ ἡ Σηγὼρ αὕτη, ἔνθα Αὼτ ἀπὸ Σοδόμων ἐξελθὼν, φθάσαι δεδύνηται. Οἱ μὲν γὰρ ἄγγελοι ἐβούλοντο εἴς τὸ ὄρος ἀναβαίνειν, καὶ εἶπον αὐτῷ· Σῶζε τὴν ἑαυτοῦ ψυχήν. Μὴ περιβλέψῃς εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ. Εἰς τὸ ὄρος σώζου, μήποτε συμπαραληφθῇς. Ὁ δὲ εἶπε· Δέομαι, Κύριε, μὴ καταλάβῃ με τὰ κακὰ, καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς, τοῦ καταφυγεῖν με ἐκεῖ. Οὐ μικρά ἐστι; Καὶ ζήσεται ἡ ψυχή μου. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τῆς πόλεως, Σηγώρ· τουτέστι, μικρά. Βοᾷ οὖν ἡ καρδία τῆς Μωαβίτιδος ἕως Σηγὼρ, ἥτις ἐπὶ τοῖς ὁριοις ἤδη κεῖται τῆς Παλαιστίνης. Τὴν οὖν ἰσχυρὰν καὶ εὔτονον μετάνοιαν, ἢ τὸν βαρὺν θρῆνον, τὸν ἀπὸ τῆς πληγῆς τῶν κακῶς αὐτῇ πεπραγμένων, ἐνδεικνύμενος ὁ λόγος, τὸ διάστημα ἡμῖν ὑποφαίνει, μέχρι τίνος ἀκουστὴ γίνεται ἡ βοὴ τῆς Μωάβ. Καλεῖ δὲ ἡ μετάνοια, τὸ πρότερον ἐν ἑαυτῷ τινα βοῆσαι, καὶ ἑαυτοῦ συντρῖψαι τὴν καρδίαν· ἔπειτα καὶ ὑπὲρ τοῦ ἄλλοις ἀγαθὸν γενέσθαι ὑπόδειγμα, ἐξάκουστον ἑαυτοῦ κατασκευάσαι, καὶ δημοσιεῦσαι τὸν τρόπον τῆς μετανοίας. Δάμαλις γὰρ τριετής ἐστι, τουτέστι, τελεία ἐστὶ καθ' ἡλικίαν. ῾Π γὰρ τριετὴς δάμαλις ἤδη τοῦ γεννᾷν δύναμιν ἔχει, καὶ τοῦ ὑπέχειν τὸν τράχηλον τῷ ζυγῷ. Ἴνα οὖν δείξῃ ἴδιον τῶν δυναμένων ἐπιστρέφειν τὸ τετελειῶσθαι μὲν κατὰ τὴν τοῦ ἀνθρώπου ἡλικίαν, ἔχειν δὲ τὸν λόγον, δυνάμενον ὑποβαίνειν τῷ ζυγῷ τῆς ἀληθείας, εἴρηκε δάμαλιν τριετῆ. Ὁ γὰρ μήπω διὰ τῆς ἡλικίας τὸ ἐν ἀνθρώποις τέλειον ἐσχηκὼς, μηδὲ τὸν νοῦν ἀπηρτισμένον ἔχων, ἀλλ' ἀτελής ἐστι διὰ σμικρότητα, οὐδὲ ἀπαιτεῖται τὰ ἔργα τῆς μετανοίας. Διὸ καὶ ἐν τῇ Γενέσει τοῦ Ἀβραὰμ ζητοῦντος σημεῖον παρὰ τοῦ Θεοῦ, καὶ λέγοντος· Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω τὴν γῆν; εἶπεν ὁ Θεός· Αάβε μοι δάμαλιν τριετίζουσαν καὶ κριὸν τριετίζοντα· ἐν τοῖς τρισὶν ἔτεσι τὸ τέλειον τῶν ζώων καὶ τὸ πρὸς γέννησιν ἐπιτήδειον ἐκλεγόμενος. Τρυγόνα δὲ καὶ περιστερὰν χρόνῳ οὐ περιέγραψε, διὰ τὸ εὐθὺς τὰ ζῶα ταῦτα τῆς γεννήσεως ἄρχεσθαι.
The heart of Moabitis cries out within herself as far as Segor. Now this Segor is the place whither Lot, going forth from Sodom, was able to reach. For the angels wished him to go up into the mountain, and said to him: Save your own soul; do not look back at what is behind, nor stay in all the surrounding region; save yourself into the mountain, lest perchance you be swept away along with them. But he said: I pray, O Lord, let not the evils overtake me, and I die. Behold, this city is near for me to flee thither; is it not small? And my soul shall live. Therefore the name of the city was called Segor, that is, small. The heart of Moabitis, then, cries out as far as Segor, which already lies upon the borders of Palestine. Indicating, therefore, the strong and vigorous repentance, or the heavy lamentation arising from the stroke of the evil deeds wrought by her, Scripture shows us the distance up to which the cry of Moab becomes audible. And repentance calls for one first to cry out within himself and crush his own heart, and thereafter, for the sake of becoming a good example to others also, to make the manner of his own repentance heard afar and publish it abroad. For she is a three-year-old heifer, that is, she is mature in age. For the three-year-old heifer already has the power to bear young, and to submit her neck to the yoke. In order, then, to show that it is proper to those able to return both to have reached maturity according to human age and to possess reason able to pass beneath the yoke of truth, it has spoken of a three-year-old heifer. For he who through his age has not yet attained human maturity, nor holds a fully formed mind, but is immature through smallness, is not even required to render the works of repentance. Wherefore in Genesis also, when Abraham sought a sign from God, and said, Sovereign Lord, whereby shall I know that I shall inherit the land? God said: Take for Me a heifer of three years and a ram of three years—choosing in the three years the maturity of the animals and their fitness for generation. Yet a turtledove and a pigeon He did not circumscribe by time, because these animals begin generation straightway.
298. Ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουῒθ κλαίοντες ἀναβήσονται. Ἀρχὴ εὐφροσύνης ἐστὶ τὸ κλαίειν καλῶς, και ἀναβάσεως καὶ προκοπῆς τῆς ἐπὶ τὰ ἄνω, ἡ κατὰ Θεὸν γινομένη λύπη. Διὸ καὶ ὁ Ἀπόστολος εὐφραίνεται ἀπὸ τῶν λυπουμένων, ὁρῶν εἰς συναίσθησιν ἄγοντας τοὺς ἑαυτοῦ λόγους, καὶ ἐνεργαζομένους αὐτοῖς τὴν κατὰ Θεὸν λύπην μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον. Οἱ γὰρ κλαίοντες
298. And upon the ascent of Luith they shall go up weeping. To weep well is a beginning of gladness, and grief that comes about according to God is a beginning of ascent and of progress towards the things above. Wherefore the Apostle also is gladdened by those who grieve, seeing his own words leading them to perception and working in them, through grief according to God, repentance unto salvation not to be repented of. For those who weep
Notes, col. 640

On the reading

Printed Αὼτ, for Λὼτ.

Printed εἴς, for εἰς.

Printed ὁριοις, for ὁρίοις.

Printed ῾Π, for Ἡ.

Printed Ἴνα, for Ἵνα.

Printed Αάβε, for Λάβε.

Printed και, for καὶ.

PG 30:641Read from the page
ἐπὶ τοῖς κακοῖς ἔργοις, καὶ ταῖς κακαῖς αὐτῶν διανοίαις, οὐκέτι με͂ν καταβήσονται, οὐδὲ εισελεόσονται εἰς τὰ κατώτατα τῆς γῆς· ἀναβήσονται δὲ οἱονεὶ χειραγωγίᾳ τῇ πρὸς τὸ ἄνω ὑψώσει τῇ κατὰ Θεὸν λύπῃ κεχρημένοι. Βοᾷ δὲ σύντριμμα καὶ συσσεισμός. Ὁ γὰρ διελέγξας και καθαψάμενος λόγος συντρίβει τὸ πονηρὸν φρόνημα, καὶ οἷον σάλον τινὰ τοῖς λογισμοῖς τοῖς κακῶς ἐμπεφυκόσιν ἐμποιεῖ, πρὸς τὸ τοὺς μὲν ἐκριζωθῆναι, τοὺς δὲ ὑγιεῖς λόγους ἀντεισαχθῆναι. Διὰ τοῦτο Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδεοώσνι. Συνεστηκυίας μὲν γὰρ καὶ μηδέπω διασαλευομένης τῆς ἐν τῷ ἁμαρτάνειν ἕξεως, οὔτε κλαύσονται ἁμαρτάνοντες, οὔτε ἀναβήσονται πρὸς τὸ ἄνω· συντετριμμένης δὲ τῆς μοχθηρᾶς διαθέσεως, καὶ οἱονεὶ σεισμόν τινα καὶ κλόνον ἐπὶ τοῖς πονηροῖς δόγμασι τῆς ψυχῆς παθούσης, ἀκουστὴ γίνεται ἡ βοὴ, ἐπ' ὠφελείᾳ τῶν ἀκουομένων.
over their evil works and their evil thoughts shall no longer go down, nor enter into the lowest parts of the earth; rather they shall go up, employing grief according to God as it were as a guiding hand for the elevation towards what is above. And crushing cries out, and concussion. For the word that convicts and lays hold of a man crushes the wicked mindset, and produces as it were a tossing among the thoughts badly implanted within, to the end that those may be uprooted and sound thoughts brought in instead. Therefore A crushed and humbled heart God will not despise. For while the habit of sinning holds together and is not yet shaken, sinners will neither weep nor go up towards what is above; whereas once the depraved disposition has been crushed, and the soul has suffered as it were a quaking and turmoil over its wicked doctrines, the cry becomes audible, to the benefit of those who hear.
299. Τὸ ὕδωρ τῆς Νεβρὶμ ἔρημον ἔσται. Τὸ τῆς ψευδοδοξίας ὕδωρ, πρότερον ἀφθόνως καὶ πολὺ ῥέον ἐπὶ βλάβῃ τῶν δεχομένων, ἀφανισθήσεται, φησὶ, καὶ ἔρημον ἔσται. Εἰ δὲ ἦν εἰδέναι τὴν δύναμιν τοῦ ὀνοματος, ἐλήφθη ἄν τις ἀφορμὴ πρὸς τὸ μᾶλλον καθικέσθαι τῆς διανοίας τοῦ προφητικοῦ νοῦ, καὶ ἐφαρμόζεσθαι τοῖς πράγμασι τὰ ἐν τοῖς ὀνόμασι σημαινόμενα. Πλὴν ὅτι ἐναντίον ἐστὶ τὸ ὕδωρ τοῦτο τοῦ ὕδατος τῆς ἀναπαύσεως, ἐφ' οὗ ἐκτρέφει ὁ Κύριος τοὺς ὑπ' αὐτοῦ ποιμαινομένους· καὶ τοῦ ὕδατος, οὗ δίδωσιν ὁ Κύριος τοῖς πιστεύουσιν εἰς αὐτὸν, οὗ ὁ καταξιωθεὶς πιεῖν, ἔχει ἐν ἑαυτῷ πηγὴν ὕδατος ἀλλομένου εἰς ζωὴν αιώνιον. Οὕτω δὲ φαῦλον καὶ οὐδενὸς ἄξιον τὸ ὕδωρ τοῦτο, ὅτι οὐδὲν ἄλλο ἢ χύρτον ἐκτρέφει, ὃς καὶ αὐτὸς οὐκ ἔσται. Τουτέστιν, αἱ ψυχαὶ, αἱ τὴν πρόσκαιρον ταύτην καὶ ταχὺ μαραινομένμν τοῦ κόσμου δόξαν πεπαιδευμέναι, ταχὺ ἀπανθήσουσι, τοῦ οἱονεὶ ἄρδοντος αὐτὰς λόγου ἐρημωθέντος. Μὴ καὶ οὕτω μέλλει σωθῆναι; Δείκνυσιν ὁ λόγος, ὅτι μέλλουσα σώζεσθαι ἡ Μωαβῖτις, ὁδοῖς τισι καὶ ἀγωγαῖς σωθήσεται, καὶ τοῖς ἐπιπονιωτέροις παιδεύμασιν ἐναχθήσεται εἴς σωτηρίαν. Τὸ γὰρ, Ἀπολεῖται ἡ Μοαβῖτις, καὶ, Νυκτὸς ἀπολεῖται, καὶ ὅσα ἄλλὰ εἴρηται, πρὸς τοῦτκ ἔχει τὴν ἀναφορὰν, ὅτι ταῦτα γίνεται πρὸς τὸ σωθῆναι αὐτήν. Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγη Ἄραβας. Οἱ μὲν γὰρ πρότεροι διὰ τοῦ κλαυθμοῦ σωθήσονται· οἱ δὲ τὴν ἀμετανόητον καρδίαν ἔχοντες, διὰ τῆς ἐν τῶν Ἀράβων ἐπαγομένης πληγῆς. Ἄραβες δὲ, οἱ ἑσπέριοι. Ἢ τάχα αἱ ἐοικυῖαι τῷ σκότῳ δυνάμεις Ἄραβες ἐνταῦθα προσαγορεύονται· δι' ὧν ἀποστέλλονται αἱ παιδευτικαὶ πληγαὶ τοῖς τὴν ἀμετανόητον καρδίαν ἔχουσι. Συνῆψε γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβί-
299. The water of Nebrim shall be desolate. The water of false opinion, formerly flowing abundantly and copiously to the harm of those receiving it, shall vanish away, it says, and shall be desolate. Now if it were possible to know the force of the name, some occasion might have been taken for reaching closer to the thought of the prophetic mind, and fitting what is signified in the names to the realities. Save that this water is opposite to the water of rest, beside which the Lord nourishes those shepherded by Him; and to the water which the Lord gives to those believing in Him, whereof he who has been counted worthy to drink has within himself a spring of water leaping up unto eternal life. And so base and good for nothing is this water, that it nourishes nothing else than grass, which itself also shall not be. That is, the souls that have been schooled in this fleeting and quickly withering glory of the world shall quickly fade away when the word that as it were watered them has been laid waste. Shall she even thus be saved? Scripture shows that Moabitis, being about to be saved, shall be saved by certain ways and courses of discipline, and by more laborious chastisements shall be led in unto salvation. For the saying, Moabitis shall perish, and, By night she shall perish, and all else that has been spoken, has reference to this, that these things come about in order that she may be saved. For I shall bring Arabs upon the ravine. For the former shall be saved through weeping; whereas those who keep an unrepentant heart, through the stroke brought on from the Arabs. Now Arabs mean the western peoples; or perhaps the powers resembling darkness are here called Arabs, through whom corrective strokes are sent forth upon those who keep an unrepentant heart. For the cry has reached the border of Moabi-
Notes, col. 641

On the reading

Printed με͂ν, for μὲν.

Printed εισελεόσονται, for εἰσελεύσονται.

Printed και, for καὶ.

Printed ἐξουδεοώσνι, for ἐξουδενώσει.

Printed ὀνοματος, for ὀνόματος.

Printed ἀλλομένου, for ἁλλομένου.

Printed αιώνιον, for αἰώνιον.

Printed χύρτον, for χόρτον.

Printed μαραινομένμν, for μαραινομένην.

Printed ἐπιπονιωτέροις, for ἐπιπονωτέροις.

Printed εἴς, for εἰς.

Printed Μοαβῖτις, for Μωαβῖτις.

Printed ἄλλὰ, for ἄλλα.

Printed τοῦτκ, for τοῦτο.

Printed φάραγγη, for φάραγγα.

Printed ἐν, for ἐκ.

PG 30:644Read from the page
τιδος τῆς Γαλλὶμ, καὶ ὀλολυγμὸς αὐτῆς. Τὸ ὅριον τῆς Μωαβίτιδος Γαλλὶμ ὠνόμασται. Ὅμως ἑρμηνεύεται κεκριωμένον, ἐπώνυμον τῷ ἡγεμονικῷ ζώῳ καὶ ἀρχικῷ. Ἐπεὶ οὖν τὸ αὐτὸ δύναται καὶ πέρας εἶναι χώρας καὶ ἀρχὴ, τὸ ὅριον τῆς Μωαβίτιδος νῦν ἀπὸ τῆς ἀρχῆς τὴν προσηγορίαν εἴληφε. Καὶ ὀλολυγμὸς αὐτῆς πάντα πεπλήρωκεν.
tis of Gallim, and her wailing. The border of Moabitis has been named Gallim. Yet it is interpreted as ram-like, named after the leading and ruling animal. Since, therefore, the same thing can be both the boundary of a land and the beginning, the border of Moabitis has now taken its appellation from the beginning. And her wailing has filled all things.
300. Πάλιν τὸ ὕδωρ διδασκαλίαν λέγει ὅπερ αἵματος εἶναι πλῆρές φησι, διὰ τὸ ἐνόχους θανάτου γίνεσθαι τοῖς διδασκομένοις τοὺς κακῶς καθηγουμένους. Ὥστε εὐκαίρως περὶ τῶν ὀλεθρίων λόγων καὶ ἀπολλύντων τὰς ψυχὰς χρήσῃ ποτὲ τῷ προφητικῷ ῥητῷ τῷ λέγοντι· Το δὲ ὕδωρ τὸ Δεηβὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Δεηβὼν Ἄραβας, καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ, τὸ μὴ μεταβαῖνον ἐπὶ τὰ κρείττονα, ἀλλὰ μεῖναν ἐν τοῖς μὴ εἰσερχομένοις εἰς Ἐκκλησίαν Κυρίου. Σπέρμα τοῦ Μωάβ. Οὐκ εἰσελεύσονται γὰρ Μωαβῖται εἰς Ἐκκλησίαν Κυρίου ἕως δεκάτης γενεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα. Ἐξαίρειν ὁ λόγος ἀπειλεῖ, ὅπερ σπέρμα τοῦ Ἀριὴλ ὀνομάζει. Ἀριὴλ δὲ ὁ λέων ἑρμηνεύεται παρ' Ἑβραίοις. Τοὺς οὖν φονικοὺς καὶ ὁ Κύριος ἐκ τοῦ διαβόλου γεγενῆσθαι λέγει, ἐν οἷς πρὸς Ἰουδαίους διαλέγεται. ὁρῶν αὐτῶν τὴν κατ' αὐτοῦ φονῶσαν προαίρεσιν· ὅτι Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰ ἔργα τοῦ πατρὸς ὑμῶν ποιεῖτε. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς. Σπέρμα μὲν οὖν Μωὰβ, οἱ ἀποστάται τῆς Ἐκκλησίας. Σπέρμα δὲ Ἀριὴλ, οἱ κατὰ τῶν ἀδελφῶν φόνον πνέοντες, καὶ διὰ τῶν ὀλεθρίων λόγων τὸν θάνατον ταῖς ψυχαῖς αὐτῶν ἐμποιοῦντες. Μετὰ ταῦτά φησιν. ὅτι Τὸ κατάλοιπον Ἀδαμὰ, ὅπερ σημαίνει γῆν τὴν παρθενικὴν, ἀφ' ἧς ἐγένετο τὸ σῶμα τοῦ Ἀδάμ. Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν, τουτέστι τὸ κατάλοιπον τῶν ἀνθρώπων, τῶν τὰ γήινα φρονούντων, διὰ τοῦτο γεγεννῆσθαι ἐκ τῆν ἑαυτῶν κακίας ἑρπετὰ καὶ ἰοβόλα· ἑρπετὰ μὲν, τῷ ἀποβαλεῖν τὸ ὕψος, ἐφ' οὗ κατὰ τὴν πρώτην κατασκευὴν βεβηκότες ἐτύγχανον· ἰοβόλα δὲ, διὰ τὸ φθαρτικὸν τῶν συνόντων. Τούτους ἐξαποστέλλειν ὁ λόγος φησί. Μετὰ ούν τοὺς προτέρους Μωαβίτας, περὶ ὧν τὰ κρείττονα εἴρηται, εἴ τις ἐν τῇ γῇ καταλείπεται καὶ ὁμοιοῦται τῷ ὄφει, περὶ οὗ εἴρηται, ὅτι Γῆν φαγῇ πάσας τὰς ἡμέρας σου· οὗτος ἐξαποστέλλεται ὡς τὰ ἑρπετά. Γῆν δὲ ἐσθίει ὁ σπείρων εἰς τὴν σάρκα, καὶ ἐκ τῆς σαρκὸς θερίζων φθοράν.
300. Again he calls teaching water, which he says is full of blood, because those who guide badly become guilty of death to those who are taught. So that concerning destructive words that destroy souls you may seasonably at some time use the prophetic saying which declares: And the water of Deebon shall be filled with blood; for I will bring Arabs upon Deebon, and I will take away the seed of Moab, that which does not pass over to better things, but has remained among those who do not enter into the Church of the Lord. The seed of Moab. For Moabites shall not enter into the Church of the Lord even to the tenth generation, and for ever. Scripture threatens to remove that which it names the seed of Ariel. And Ariel is interpreted as the lion among the Hebrews. The murderous, therefore, the Lord also says have been born of the devil, when He discourses towards the Jews, seeing their murderous purpose against Him: You are of your father the devil, and the works of your father you do. He was a manslayer from the beginning. The seed of Moab, then, are the apostates from the Church. And the seed of Ariel are those who breathe murder against the brethren, and through destructive words implant death in their souls. After these things he says: The remnant of Adama, which signifies the virgin earth, from which the body of Adam came into being. I will send forth as reptiles upon the earth, that is, that the remnant of men, of those who mind earthly things, have therefore been begotten out of their own wickedness as reptiles and venomous creatures: reptiles, on the one hand, by casting away the height upon which they stood according to their first constitution; and venomous, on the other hand, because of their corrupting of those who associate with them. These the word says He sends forth. After the former Moabites, therefore, concerning whom better things have been spoken, if anyone is left behind on the earth and is likened to the serpent, concerning whom it has been said, Earth you shall eat all your days, this one is sent forth as the reptiles. And he eats earth who sows to the flesh, and from the flesh reaps corruption.
ΚΕΦΑΛΑΙΟΝ ΙϚ.
Chapter XVI.
301. Μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος θυγατρὸς
301. Is it a desert rock, the mountain of the daughter of
Notes, col. 644

On the reading

Printed Το, for Τὸ.

Printed τῆν, for τῆς.

Printed ούν, for οὖν.