Migne Reading Room

PG 30 · cols. 453–464 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:453Read from the page
νὴν, ἵνα παγεῖσα καὶ ἑδρασθεῖσα ἀσάλευτος αὐτοῦ ἡ ζωὴ διαμείνῃ. Διὸ καὶ νῦν μέλλοντα προφητεύειν, καὶ λέγειν τὰ προστασσόμενα ὑπὸ τοῦ Θεοῦ, ἐξελθεῖν ὁ Κύριος ἐπιτάσσει· οὐ μόνον δὲ αὐτὸς, ἀλλὰ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱὺς αὐτοῦ. Ἐμφαίνεται δὲ, ὅσον ἐκ τοῦ λόγου, ὅτι ἐκ πολλῶν εἷς αὐτῷ περιελέλειπτο υἱὸς, ὃν καὶ αὐτὸν ἐβούλετο ὁ λόγος μὴ ἀπολείπεσθαι τῆς τοῦ πατρὸς ἕξεως, ἀλλὰ συνεξιέναι τῷ πατρὶ, ἐφ' ἃ προεκαλεῖτο αὐτὸν ὁ Θεὸς. Ἐπειδὴ δὲ ἑρμηνεύεται Ἰασοὺβ ἐπιστρέφων· πᾶσιν ἡμῖν, τοῖς ἐκ μετανοίας βουλομένοις ἐξελθεῖν ἀπὸ τῶν παθῶν τῆς σαρκὸς, ἐνδείκνυται ἡ Γραφὴ, δύνασθαι μετὰ τοῦ προφήτου γενομένοις, κατορθοῦν τὴν ἔξοδον. Κελεύεται δὲ ἀνελθεῖν ἐπὶ τὴν ἄνω ὁδὸν τὴν οὖσαν πρὸς τὴν κολυμβήθραν τοῦ ἀγροῦ τοῦ γναφέως. Ἔστι μὲν οὖν, καὶ κατὰ τὴν ἱστορίαν, ἐπίσημος ὁ τόπος οὗτος. Γέγραπται γὰρ, ὅτι ἀπέστειλε βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λάχις εἰς Ἱερουσαλὴμ μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυρβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. Τάχα δέ τι καὶ διδακτικὸν ἔχει πρὸς ἠθῶν παίδευσιν ὁ λόγος, ὅτι χρὴ ἀφίστασθαι τῶν ταπεινῶν καὶ χαμαὶ κειμένων, καὶ ἐπὶ τὰ ἄνω ἐπείγεσθαι· ὅπου γενομένοις, ὕδωρ εἰς ἀποκάθαρσιν, καὶ ἀγρὸς γναφέως, τοῦ τὸν ῥύπον ἀποκαθαίροντος, εὑρεθήσεται. ὃ χρησιμεύει ἡμῖν πρὸς τὸ τοῦ Ἐκκλησιαστοῦ παράγγελμα, λέγοντος· Ἐν παντὶ καιρῷ ἔστωσάν σου τὰ ἱμάτια λαμπρὰ. Κελεύει δὲ καὶ ὁ χρηματίζων τῷ Μωϋσεῖ. πλύνειν τὰ ἱμάτια τὸν μέλλοντα ἀκούειν τοῦ Θεοῦ. Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν· καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Ὁ δὲ ἐκεῖ φθάσας, καὶ τὸ τοῦ γάμου ἔνδυμα ἕτοιμον ἕξει, πρὸς τὸ μὴ, δεθεὶς χεῖρας καὶ πόδας, ἀπὸ τοῦ νυμφῶνος εἰς τὸ σκότος ῥίπτεσθαι τὸ ἐξώτερον. Εἶπον οὖν, φησὶ, τῷ Ἀχάζ· Φύλαξαι τοῦ ἡσυχάσαι. Τοῦτο δὲ καὶ ἡμῖν χρήσιμόν ἐστι πρὸς τὸ πάσῃ φυλακῇ τηρεῖν ἡμᾶς τὴν ἑαυτῶν καρδίαν. Ἐὰν γὰρ ἰσχυρὸς φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν ἐγρηγόρως, ἐν εἰρήνῃ ἐστὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ· ὃς καὶ ἕσυχάζει, τὸν ὄχλον κάι τὸν θόρυβον ἀποσειόμενος, καζ μὴ φοβούμενος τὸν παθητικὸν φόβον, μηκέτι ἀσθενῶν τῇ ψυχῇ, ἀλλὰ τῷ πνεύματι τῆς ἰσχύος καθωπλισμένος.
side, so that having been fixed and established his life may abide unshaken. Wherefore now also, as he is about to prophesy and speak the things commanded by God, the Lord bids him go forth; and not himself alone, but also Jasoub his son who was left behind. And it is indicated, so far as may be gathered from the word, that out of many one son had been left remaining to him, whom also himself the word willed not to fall short of his father's habit, but to go forth together with his father unto the things whereto God was summoning him. And since Jasoub is interpreted returning: Scripture shows to us all, who out of repentance wish to go forth from the passions of the flesh, that by coming to be with the prophet we are able to accomplish the departure rightly. And he is bidden to go up onto the upper way that is towards the pool of the fuller's field. Now this place is notable according to the history as well. For it is written that the king of the Assyrians sent Rhapsakes out of Lachis unto Jerusalem with a great force, and he stood by the conduit of the upper pool, in the way of the fuller's field. And perhaps the word also holds something instructive for the training of character, namely that one ought to withdraw from lowly things that lie on the ground, and press onward unto the things above; where, when we have arrived, water for cleansing, and the field of the fuller, who cleanses away filth, will be found; which is useful to us towards the precept of Ecclesiastes, who says: At every season let your garments be bright. And He Who gives divine response to Moses also bids him who is about to hear God to wash his garments: Go down, solemnly charge the people, and sanctify them today and tomorrow, and let them wash their garments; and let them be ready for the third day. And he who has attained thither will have the wedding garment ready as well, so as not, bound hand and foot, to be cast out of the bridal chamber into the outer darkness. Say therefore, He says, to Achaz: Take heed to keep quiet. And this is useful for us too, towards our keeping our own heart with all watchfulness. For if a strong man guards his own court wakefully, all his possessions are in peace; who also keeps quiet, shaking off the crowd and the tumult, and not fearing passionate fear, no longer weak in soul, but fully armed with the spirit of strength.
195. Μηδὲ δειλιάσῃς ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τούτων τῶν καπνιζομένων. Πρόσταγμα ἡμῖν, μὴ δειλιᾷν ἀπὸ τῶν Ἑλληνικῶν πιθανοτήτων, καὶ ἀπὸ τῶν παρὰ τοῖς ἑτεροδόξοις δυσφημιων, ἅτινά ἐστι δύο ξύλα, μᾶλλον δὲ δύο δαλοὶ, ἀπολέσαν-
195. Neither be cowardly before these two logs of the smoking firebrands. It is a command to us not to be cowardly before pagan plausibilities, and before the blasphemies among the heterodox, which are two logs, or rather two firebrands, having lost
Notes, col. 453

On the reading

Printed υἱὺς, for υἱὸς.

Printed Θεὸς., for Θεός..

Printed κολυρβήθρας, for κολυμβήθρας.

Printed λαμπρὰ., for λαμπρά..

Printed Μωϋσεῖ., for Μωϋσεῖ,.

Printed Εἶπον, for Εἰπὸν.

Printed ἕσυχάζει, for ἡσυχάζει.

Printed κάι, for καὶ.

Printed καζ, for καὶ.

Printed δυσφημιων, for δυσφημιῶν.

PG 30:456Read from the page
τες μὲν τοῦ φυτοῦ τὸ ζωτικὸν, καὶ τοῦ ζύλου τὸ ἐσχυρὸν, μὴ ἔχοντες δὲ τὸ τοῦ πυρὸς φωτεινὸν, ἀλλὰ δαλοὶ καπνιζόμενοι, μελαίνοντες μὲν τοὺς ἁπτομένους αὐτῶν καὶ σπιλοῦντες, δακρύειν δὲ τοὺς ὀφθαλμοὺς σῶν ἐγγιζόντων παρασκευάζοντες. Εἰ δὲ θέλεις νοῆσαι τὴν ἀπὸ τῶν καπνιζομένων δαλῶν βλάβην γινομένην ἀπὸ τοῦ ἐν αὐτοῖς καπνοῦ, μνήσθητι τοῦ Σολομῶντος λέγοντος· Ὥσπερ ὄμαξ ὀδοῦσι βλαβερὸν, καὶ καπνὸς ὄμμασιν· οὕτω παρανομία τοῖς χρωμένοις αὐτῇ. Οἶμαι γὰρ ὄμφακα μὲν εἰρῆσθαι τὴν ἀπὸ τῶν τῆς κακίας πράξεων ἁμαρτίαν, καπνὸν δὲ τὴν ἀπὸ τῆς ψευδωνύμου γνώσεως βλάβην, τὸ διορατικὸν τῆς ψυχῆς ἡμῶν συγχέουσαν. Ὅταν δὲ γένηται, φησὶν, ὀργὴ τοῦ θυμοῦ μου, πάλιν ἰάσομαι. Τουτέστι, μετὰ τὰς ἐπιστρεπτικὰς πληγὰς, ἐπειδὰν ἱκανῶς ἔχουσαν ἴδω τὴν διόρθωσιν, οὐκ ἀφήσω αὐτοὺς ἐν τοῖς σκυθρωποτέροις· ὥσπερ ἂν εἴ καὶ ἰατρὸς λέγοι τοῖς κάμνουσιν· Ὅταν τέμω, καὶ ὅταν καυτηριάσω, οὔτε τὴν τομὴν, οὔτε τὰ ἀπὸ τοῦ καυτῆρος ἕλκη ἀτημάλητα καταλείψω. Ἐπειδὰν γὰρ ἀνυσθῇ τοῦτο, δι ὃ τὰ ἐπίπονα παραλαμβάνεται, τότε τὴν λειπομένην θεραπείαν ἐπαγαγὼν, εἰς τὴν ὑγείαν ἀποκαταστήσω.
indeed the vital power of the plant, and the strength of the wood, and not having the brightness of fire, but smoking firebrands, blackening and staining those who touch them, and causing the eyes of those who draw near to weep. And if you wish to understand the harm from the smoking firebrands arising from the smoke in them, remember Solomon saying: As an unripe grape is harmful to teeth, and smoke to eyes; so lawlessness to those who practise it. For I think the sin arising from deeds of wickedness has been called an unripe grape, while the harm arising from falsely-named knowledge, confounding the discerning faculty of our soul, has been called smoke. And when the wrath of My anger comes to pass, He says, I will heal again. That is, after the corrective blows, whenever I see their amendment sufficient, I will not leave them in grimmer straits; just as if a physician also should say to the sick: When I cut, and when I cauterize, neither the incision nor the sores from the cautery will I leave untended. For whenever that has been accomplished on account of which the painful measures are employed, then bringing in the remaining treatment, I will restore to health.
196. Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ, καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβοῦλεύσαντο βουλὴν πονηρὰν, λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστράψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ. Τάδε λέγει Κύριος Σαβαώθ· Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται. Ἐπεὶ οὖν συμφωνοῦσι δύο λόγοι, οἱ ἔξω τῆς ἀληθείας, κατὰ τῆς Ἐκκλησίας, ὅτε υἱὸς τοῦ Ἀρὰμ, ὁ μετέωρος λόγος, ὁ ἐπαιρόμενος κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὁ λόγος ὁ ἐκ τῆς μετεώρου περιτομῆς, ὃς, προφάσει γνώσεως καὶ ἐμφάσει τῆς περὶ ὑψηλοτέρων διδασκαλίας, ἀφίστησι τῆς κατὰ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἀληθείας· ἐβουλεύσαντο τοίνυν οὗτοι βουλὴν πονηρὰν, ὅυι συνομιλήσαντες τοῖς ἐν τῇ Ἰουδαίᾳ, τουτέστι τοῖς ἐν τῇ ἐξομολογουμένῃ ψυχῇ (ἐξομολόγησες γὰρ Θεοῦ ἡ Ἰουδαία μετονομάζεται), ἥντινα διὰ τῆς ἐν τῇ διαλεκτικῇ πιθανότητος ἀποστρέψωμεν πρὸς ἑαυτοὺς, ἐπαγγελλόμενοι μὴ ἄλλον τινὰ δώσειν βασιλέα, ἢ τὸν υἱὸν τοῦ Ταβεήλ· τουτέστι, τοῦ ἀγαθοῦ Θεοῦ· ὃν ἀγαθοῦ μὲν Θεοῦ υἱὸν λέγουσιν, ἀγαθὸν δὲ αὐτὸν οὐκ ὀνομάζοτσι, πρὸς ἐπήρειαν κεχρημένοι τῇ τοῦ Εὐαγγελίου φωνῇ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Ὅταν οὖν ἴδῃς ἑτεροδόξους, ἐπαγγελλομένους γνῶσιν, ἐπαγομένους τὴν ἔκ τῶν ἐθνῶν σοφίαν, ἐπιστρατεύοντας τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἐνθυμοῦ, ὅτι καὶ νῦν ὁ υἱὸς τοῦ
196. And the son of Aram, and the son of Romelias, because they took evil counsel, saying: Let us go up into Judaea, and having conferred with them, we shall turn them away to ourselves, and we shall make the son of Tabeel king over it. Thus says the Lord Sabaoth: This counsel shall by no means stand, neither shall it be. Since therefore two discourses, those outside the truth, conspire against the Church, both the son of Aram, the lofty discourse lifted up against the knowledge of God, and the son of Romelias, the discourse from the lofty circumcision, which, under pretext of knowledge and an appearance of teaching concerning higher things, draws people away from the truth according to the Church of God: these then took evil counsel, inasmuch as having conversed with those in Judaea, that is, those in the confessing soul (for Judaea is translated confession of God), let us turn it away to ourselves through persuasiveness in dialectic, promising to give no other king than the son of Tabeel; that is, of the good God; Whom indeed they call Son of the good God, yet Himself they do not name good, abusively employing the saying of the Gospel: Why do you call Me good? None is good save One, God. Whenever therefore you see heterodox men, promising knowledge, bringing in the wisdom from the nations, marching against the Church of God, bear in mind that even now the son of
Notes, col. 456

On the reading

Printed ζύλου, for ξύλου.

Printed ἐσχυρὸν, for ἰσχυρὸν.

Printed σῶν, for τῶν.

Printed ὄμαξ, for ὄμφαξ.

Printed εἴ, for εἰ.

Printed ἀτημάλητα, for ἀτημέλητα.

Printed δι ὃ, for δι' ὃ.

Printed ἐβοῦλεύσαντο, for ἐβουλεύσαντο.

Printed ἀποστράψομεν, for ἀποστρέψομεν.

Printed ὅτε, for ὅ τε.

Printed ὅυι, for ὅτι.

Printed ἐξομολόγησες, for ἐξομολόγησις.

Printed ὀνομάζοτσι, for ὀνομάζουσι.

Printed ἔκ, for ἐκ.

PG 30:457Read from the page
Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου βουλεύονται βουλὴν πονηράν. Πρὸς δὲ τὴν πονηρὰν βουλὴν τοῦ, ὡς ἀποδεδώκαμεν, υἱοῦ Ἀρὰμ καὶ υἱοῦ Ῥομελὶου ταῦτά φησιν ὁ Κύριος· ὅτι ἡ μὲν τοῦ Θεοῦ βουλὴ ἕστηκε καὶ μένει, ἡ δὲ τῶν ἀγωνιζομένων κατὰ τῆς ἀληθείας, οὐ στήσεται, ἀλλὰ πεπτωκυῖα καὶ ἀνατετραμμένη κείσεται. Διότι φησί· Κεφαλὴ τοῦ Ἀρὰμ Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥασίν. Τουτέστιν ἡ τῶν μετεώρων κεφαλὴ ἐναγής τίς ἐστι καὶ αἵματος πλήρης (ἐπείπερ ἡ Δαμασκὸς ἑρμηνευεται αἷμα σάκκου)· σάκκος μὲν οὖν σύμβολόν ἐστι μετανοίας· ρ δὲ ἐν αἵματι πεφυρμένος οὐκ ἔστι καθαρός. Λύναται οὖν λαμβάνεσθαι εἴς τὴν νομιζομένην μετάνοιαν, οὐκ οὖσαν δὲ ἀληθινὴν μετάνοιαν, διὰ τὸ μὴ ἐν ὑγιέσι δόγμασι γεγενῆσθαι. Κεφαλὴ δὲ πάλιν Δαμασκοῦ, τῆς μὴ καθαρᾶς μετανοίας, ἀλλὰ πεφυρμένης ἐν ταῖς πρὸς θάνατον ἁμαρτίαις, ὁ Ῥασὶν λέγεται, σύμβολον ὢν καὶ αὐτὸς οὐδενὸς ὑγιοῦς, οὐδὲ καθαροῦ δόγματος.
Aram and the son of Romelias are taking evil counsel. And against the evil counsel of the, as we have rendered it, son of Aram and son of Romelias, the Lord speaks these things: that the counsel of God stands and abides, whereas that of those contending against the truth shall not stand, but shall lie fallen and overturned. Wherefore He says: The head of Aram is Damascus, and the head of Damascus is Rasin. That is, the head of the lofty ones is someone accursed and full of blood (inasmuch as Damascus is interpreted blood of sackcloth); now sackcloth is a symbol of repentance; whereas one defiled in blood is not pure. It can therefore be taken for supposed repentance, which yet is not true repentance, because it has not come to pass in sound doctrines. And again, Rasin is called the head of Damascus, of the repentance that is not pure, but defiled in sins unto death, being himself too a symbol of no sound or pure doctrine.
197. Ἀλλ' ἔτι ἑξήκοντα καὶ πέντε ἔτη, φησὶν, ἐκλείψει ἡ βασιλεία Ἐφραΐμ ἀπὸ λαοῦ, καὶ ἡ κεφαλὴ Ἐφραῒμ Σομόρων, καὶ ἡ κεφαλὴ Σομόρων ὁ υἱὸς τοῦ Ῥομελίου, Ἔστιν οὖν ἡ βασιλεία τοῦ Ἐφραῒμ ἑτεροδόξων τις ἐπικράτεια, διὰ τὸ ἐκ τοιαύτης φυλῆς εἶναι τὸν ἀποσχίσαντα τὸν Ἰσραὴλ ἀπὸ τοῦ Ἰούδα. Κεφαλὴ οὖν τοῦ Ἐφραῒμ ἡ Σομόρων, τουτέστιν ἡ Σαμάρεια. Καὶ ἡ Σαμάρεια δὲ ἐχθρῶν τινών ἐστι χώρα, τῶν παραχαραξάντων τὸν ὑγιαίνοντα λόγον διὰ τὸ ἀποκλῖναι τοὺς Σαμαρείτας ἀπὸ τοῦ Ἰουδαϊσμοῦ. Ὥσπερ δὲ τῆς Συρίας ἦν κεφαλὴ Δαμασκὸς, Δαμασκοῦ δὲ κεφαλὴ ὁ Ῥασίν· οὕτω Σαμάρεια μὲν κεφαλὴ τοῦ Ἐφραῒμ, Σαμαρείας δὲ κεφαλὴ ὁ υἱὸς τοῦ Ῥομελίου. Κακῶν τινες ἐπιτάσεις καὶ ὑπερβολαὶ διὰ τοῦ λόγου ἡμῖν παραδίδονται, ὥστε μὴ εἶναι δυνατὸν τὴν παρὰ τῶν τοιούτων συμφωνίαν ἐπικρατῆσαι, μηδὲ ἰσχύν τινα ἔχειν κατὰ τῶν οἷς ἐπιβουλεύειν ἐπιχειροῦσι. Καὶ ἐὰν μὴ πιστεύητε, οὐδὲ μὴ συνῆτε. Πιστεῦσαι μέντοι δεῖ τοῖς Γράμμασιν ὡς περιέχουσι θεῖον νοῦν, καὶ οὕτως ἐλθεῖν ἐπὶ τὴν τῶν ἐγγεγραμμένων σύνεσιν. Δεῖ γὰρ ὑπερβάντας τοὺς τύπους, οὕτω καταλαβεῖν τὴν τῶν ἐνδειχθέντων ἡμῖν ἀλήθειαν. Πρότερον γὰρ δεῖ ἁπλῇ πιστεύειν πίστει ταῖς Γραφαῖς, ὅτι θεόπνευστοι καὶ ὠφέλιμοι· ἔπειτα λεπτῶς καὶ ἐξεταστικῶς τὸν ἐναποκείμενον αὐταῖς νοῦν διερευνᾶσθαι.
197. Yet sixty and five years more, He says, and the kingdom of Ephraim shall fail from being a people, and the head of Ephraim is Somoron, and the head of Somoron is the son of Romelias. The kingdom of Ephraim, therefore, is a certain dominion of the heterodox, because he who rent Israel away from Judah was from such a tribe. The head of Ephraim, therefore, is Somoron, that is, Samaria. And Samaria too is a land of certain enemies, who counterfeited the sound word on account of the Samaritans turning aside from Judaism. And just as Damascus was head of Syria, and Rasin head of Damascus; so Samaria was head of Ephraim, and the son of Romelias head of Samaria. Certain intensifications and excesses of evils are handed down to us through the word, so that it is not possible for the conspiracy on the part of such men to prevail, nor to have any strength against those whom they attempt to plot against. And unless you believe, neither shall you understand. One must indeed believe the Scriptures as containing a divine sense, and thus come unto the understanding of the things written therein. For one must pass beyond the types, and thus apprehend the truth of the things shown to us. For first one must believe the Scriptures with simple faith, that they are God-inspired and profitable; thereafter subtly and searchingly investigate the sense laid up within them.
198. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἀχὰζ, λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου εἰς βάθος ἢ εἰς ὕψος. Ἐν μὲν τοῖς κατόπιν διὰ τὸ Ἠσαΐου διδάσκεται, ἃ χρὴ ποιεῖν ὁ Ἀχὰζ, φυλάσσεσθαι τοῦ ἡσυχάζειν, καὶ μὴ δειλιᾷν ἀπὸ τῶν δύο δαλῶν τῶν καπνιζομένων. Νυνὶ δὲ, ὡς τὴν διὰ τοῦ προφήταυ διδασκαλίαν εὐπειθως ὑποδεξάμενος, αὐτὸς
198. And the Lord added to speak to Achaz, saying: Ask for yourself a sign from the Lord unto depth or unto height. In what precedes, Achaz is taught through Isaiah what things he must do, to take heed to keep quiet, and not to be cowardly before the two smoking firebrands. But now, as having obediently welcomed the teaching through the prophet, he himself
Notes, col. 457

On the reading

Printed Ῥομελὶου, for Ῥομελίου.

Printed ἑρμηνευεται, for ἑρμηνεύεται.

Printed ρ, for ὁ.

Printed Λύναται, for Δύναται.

Printed εἴς, for εἰς.

Printed Ῥομελίου,, for Ῥομελίου..

Printed τὸ, for τοῦ.

Printed προφήταυ, for προφήτου.

Printed εὐπειθως, for εὐπειθῶς.

PG 30:460Read from the page
ἀξιοῦται τῶν θείων χρηματισμῶν. Προσεθετο γὰρ Κύριος αὐτῷ λαλῆσαι τῷ Ἀχάζ. Καὶ τάχα διδασκόμεθα, ὅτι ὁ διά τινος ὑπηρετουμένου τῷ θείῳ βουλήματι μαθητευθεὶς, ὕστερον προκόπτων, δυνήσεται καὶ αὐτὸς ὑποδέξασθαι τοὺς τοῦ Κυρίου χρηματισμούς. Εἰσὶ μέντοι τινὲς, οἳ μὴ δι' ἀνθρώπων πρότερον μαθητευθέντες Θεῷ, ἀρχῆθεν δεδύνηνται, ὡς καθαροὶ, χωρῆσαι τὰς ἐμφάσεις τοῦ Πνεύματος. Ὁποῖος ἦν Ἀβραὰμ, καὶ Μωσῆς, καὶ Ἠλίας, καὶ Ἱερεμίας, καὶ εἴ τινες ἐκείνοις παραπλήσιοι. Καὶ προσέθετο Κύριος λαλῆσαι,. Ἡ προσθήκη τοῖς προάγουσι συνάπτει τὸν λόγον Καὶ ἀκόλουθόν γε ἦν μετὰ τὴν προφητείαν τὴν περὶ τοῦ ἐκλείψειν τὸν Ἐφραῒμ, τουτέστι τὸν ἀποστατήσαντα Ἰσραὴλ, τότε προφητεύεσθαι, τίνα τρόπον ἐπιδημήσει διὰ τῆς ἀμιάντου Παρθένου ὁ Ἐμμανουήλ. Τί οὖν ἐστιν ὃ προστάσσει τῷ Ἀχὰζ ὁ λόγος; Αἴτησαι, φησὶ, σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἴς ὕψος. Ἔστι μὲν οὖν σημεῖον πρᾶγμα φανερὸν, κεκρυμμένου τινὸς καὶ ἀφανους ἐν ἑαυυῷ τὴν δήλωσιν ἔχον· ὡς τὸ σημεῖον Ἰωνᾶ τὴν εἴς ᾅδου κάθοδον, καὶ πάλιν ἔκ νεκρῶν ἄνοδον παρίστησι τοῖς δυναμένοις ἐκλαμβάνειν τὸν μυστικὸν λόγον τῶν γινομένων. Δεῖ δὲ ἀεὶ τὸ μὲν σημεῖον παρεῖναι, και κατὰ τὸ ἐνεστὸς θεωρεῖσθαι· τὸ δὲ ὑπ' αὐτοῦ σημαινόμενον πρᾶγμα τοῖς τρισὶ πολλάκις συγκαταμερίζεσθαι χρόνοις. Ἔστι γὰρ καὶ παρόντα παρόντων σημεῖα· ὡς ὁ ἐξιὼν ἐκ τῆς οἰκίας καπνὸς τοῦ ἔνδον καιομένου πυρός. Ἔστι δὲ καὶ παρόντα μελλόντων· ὡς ἡ ὁρωμένη τῶν νεφῶν συνδρομὴ, τοῦ ἐσομένου ἐπὶ τὴν γῆν ὑετοῦ. Ἔτι δὲ καὶ παμόντα παρεληλυθότων· ὡς τὰ τῆς ἀνθρακιᾶς λείψανα τοῦ κεκαῦσθαι ἐπ' αὐτῆς τὴν πυρκαϊάν. Ἡ μέντοι Γραφὴ τὰ παράδοξα, καὶ παραστατικά τινος μυστικοῦ λόγου σημεῖα καλεῖ. Τί δὲ ἂν παραδοξότερον, ἢ θειότερον ἄκουσμα, ἢ θέαμα τῆς τοῦ Θεοῦ ἡμῶν διὰ Παρθένου γεννήσεως; Διὰ τοῦτο αἴτησαι παρὰ Κυρίου τοῦ Θεοῦ σου (ὡς οὐδενὸς ἑτέρου δυναμένου δοῦναι) τὸ εἰς βάθος ἢ εἰς ὕψος σημεῖον. Ἔστι τοίνυν ἐν τῇ τοῦ κόσμου θέσει τὸ μὲν φύσει λαχὸν τὴν κάτω χώραν ἡ γῆ· τὸ δὲ ἀνωτάτω πάντων τῶν ὁρωμένων, ὁ οὐρανός. Ἐπεὶ οὖν ὁ Λόγος σὰρξ ἐγένετο, ἡ προφητεία, διὰ μὲν τοῦ εἰς βαθος, τὴν γῆν σημαίνει καὶ τὴν ἀπ' αὐτῆς λαμβανομένην σάρκα· διὰ δὲ τοῦ, εἰς ὕψος, τὸν ὑπερουράνιον λόγον, τὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, τὸν ἐν ἀρχῇ ὄντα πρὸς τὸν Πατέρα, καὶ Θεὸν ὄντα Λόγον. Ἢ τάχα βάθος σημαίνει τὰ κατώτατα τοῦ ᾅδου, ὕψος δὲ τὴν ὑπερουράνιον χώραν, ὡς ὁ Ἀπόστολος ἡμῖν παρίστησι, λέγων· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; Τουτέστι Χριστὸν καταγαγεῖν. Ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; Τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἐπεὶ οὖν Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς, τὸ εἰς βάθος καὶ εἰς ὕψος σημεῖον περὶ τῆς καθόδου ἂν εἴη
is counted worthy of the divine responses. For the Lord added to speak to him, to Achaz. And perhaps we are taught that he who has been instructed as a disciple through someone ministering to the divine counsel, afterwards advancing, will himself also be able to welcome the responses of the Lord. Yet there are some who, without having previously been instructed before God through men, have from the beginning been able, as pure, to contain the manifestations of the Spirit. Such was Abraham, and Moses, and Elijah, and Jeremiah, and if there were any like unto them. And the Lord added to speak. The addition connects the discourse to what precedes. And it was indeed consequent, after the prophecy concerning Ephraim's being about to fail, that is, apostate Israel, that it should then be prophesied in what manner Emmanuel shall sojourn here through the undefiled Virgin. What then is it that the word commands Achaz? Ask for yourself, He says, a sign from the Lord your God unto depth or unto height. Now a sign is a manifest thing, holding within itself the disclosure of something hidden and unseen; as the sign of Jonah presents the descent into Hades, and again the ascent from the dead, to those able to apprehend the mystical sense of the things that come to pass. Now the sign itself must always be present, and be beheld according to the present time; whereas the thing signified by it is oftentimes apportioned among the three times. For there are present signs of present things: as the smoke going forth out of the house is a sign of the fire burning within. And there are present signs of future things: as the visible gathering of the clouds is a sign of the rain that will be upon the earth. And further, present signs of past things: as the remnants of the heap of coals are a sign of the fire having been burned upon it. Scripture, however, calls signs those things that are marvellous and illustrative of some mystical sense. And what could be a more marvellous or more divine report or spectacle than the birth of our God through a Virgin? On this account ask from the Lord your God (since none other is able to give it) the sign unto depth or unto height. Now in the ordering of the world, that which by nature has obtained the lower region is the earth; while the uppermost of all visible things is heaven. Since therefore the Word became flesh, the prophecy, through the phrase unto depth, signifies the earth and the flesh taken from it; and through the phrase, unto height, the supercelestial Word, Who is above every principality and authority, Who was in the beginning with the Father, and Word Who was God. Or perhaps depth signifies the lowest parts of Hades, and height the supercelestial region, as the Apostle presents to us, saying: Say not in your heart: Who shall ascend into heaven? That is, to bring Christ down. Or who shall descend into the abyss? That is, to bring Christ up from the dead. Since therefore He Who descended, the same is also He Who ascended, the sign unto depth and unto height would be concerning the descent
Notes, col. 460

On the reading

Printed Προσεθετο, for Προσέθετο.

Printed λαλῆσαι,., for λαλῆσαι..

Printed λόγον, for λόγον..

Printed εἴς, for εἰς.

Printed ἀφανους, for ἀφανοῦς.

Printed ἑαυυῷ, for ἑαυτῷ.

Printed ἔκ, for ἐκ.

Printed και, for καὶ.

Printed παμόντα, for παρόντα.

Printed βαθος, for βάθος.

PG 30:461Read from the page
λεγόμενον τῆς τοῦ Κυρίου· Καὶ ὁ ἀναβὰς αὐτός ἐστιν ὑπεράνω πάντων των οὐρανῶν.
said of that of the Lord: And He Who ascended is Himself far above all the heavens.
199. Καὶ εἶπεν Ἀχάζ· Οὐ μὴ αἰτήσω, οὐδ' οὐ μὴ πειράσω Κύριον. Ἡ μὲν τοῦ Θεοῦ δωρεὰ μεγάλη, καὶ πλουσία, καὶ δαψιλής. Ὁ δὲ Ἀχὰζ, ὡς μήπω δεδιδαγμένος αἰτεῖν τὰ μεγάλα καὶ ἐπουράνια, παραιτεῖται ζητῆσαι σημεῖον, ὡς μεῖζον ὑπάρχον τῆς ἀνθρωπίνης φύσεως· ἢ ὡς παρὰ τὴν ἐντολὴν μέλλων ποιεῖν, τὴν εἰποῦσαν· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Ἀναγκαίως δὲ οἱ περὶ τῶν τηλικούτων λόγοι τῷ τότε κεκρατηκότι βασιλεῖ γίνονται, ἵνα δι' αὐτοῦ εἰς πάντας διαλαληθῇ τὰ προφητευόμενα. Ἠσαΐας μὲν γὰρ ἂν ἴσως ἠπιστήθη, ἢ φθόνῳ τῶν κατ' αὐτὸν ἀνθρώπων, ἢ τῇ λοιπη περὶ τὸν βίον ταπεινότητι, ὡς μὴ δεξάμενος τῆς ἐπιδημίας τοῦ Ἐμμανουὴλ παρὰ τοῦ Κυρίου χρηματισμὸν, ἀλλ' ἐκ τῆς ἰδίας καρδίας ἀναπλάσας τὸν λύγον. Ἀχὰζ δὲ οὕτως ἐδέξατο τὴν περὶ τῶν ἐσομένων προφητείαν, ὡς Λάβαν, ὡς Ἀβιμέλεχ, ὡς Ναβουχοδονόσορ, ὡς Φαραὼ, ὡς Καϊάφας τὸ τελευταῖον, οὐ διὰ τὴν τοῦ βίου ἀξίαν, ὅσον διὰ τὴν ἐκ τοῦ ἀξιώματος προσοῦσαν αὐτῷ ἀξιοπιστίαν. Οὐ γὰρ δὴ εὐλαβείᾳ τινὶ παρῃτεῖτο τὴν αἴτησιν τοῦ σημείου ὁ Ἀχάζ. Εἰ γὰρ οὐκ ἦν αὐτῷ συμφέρον, οὐδ' ἂν ἐπέταξε τὴν ἀρχὴν ὁ Θεός. Διὰ τοῦτο καὶ τὰ ἐπιφερόμενα μέμψιν περιέχει, τὴν εἰς τὸν Ἀχάζ. Ἀποστρέψας γὰρ τὸν λόγον ἐπὶ τὸν Δαβὶδ, Ἀκούσατε δὴ, φησὶν, οἶκος Δαβίδ. Μὴ μικρὸν ὑμῖν παρέχειν ἀνθρώποις ἀγῶνα; καὶ πῶς Κυρίῳ παρέχετε; Διὰ γὰρ τούτων πρὸς τὸ ἀπειθὲς ἔοικε δυσχεραίνειν τοῦ Ἀχάζ. Τρανότερον δέ πως ἐμφαίνει τὴν διάνοιαν ταύτην ἑτέρα ἔκδοσις εἰποῦσα· Μὴ ὀλίγον ἀφ' ὑμῶν μοχθοῦν ἄνδρας, ὅτι μοχθεῖτε καὶ γε τὸν Θεόν; Πῶς δὲ Θεῷ ἀγῶνα παρέχει ἄνθρωπος, εἴπερ ἡ ἀγωνία φόβος ἐστὶ διαπτώσεως; Ἀλλὰ τοῦτο οὐχὶ πάθος περὶ τὸν Θεὸν λέγει, ἀλλὰ τὴν ἀντιδιάθεσιν τῶν ἀνθισταμένων αὐτοῦ τοῖς προστάγμασι διὰ τῆς τοῦ ἀγῶνος προσηγορίας παρίστησιν.
199. And Ahaz said: I will by no means ask, nor will I by any means test the Lord. The gift of God is indeed great, and rich, and abundant. Yet Ahaz, as not yet having been taught to ask for things great and heavenly, declines to seek a sign, as surpassing human nature; or as being about to act contrary to the commandment which said: You shall not test the Lord your God. Necessarily, however, the words concerning matters so great are addressed to the king who then held sway, so that through him the things prophesied might be proclaimed unto all. For Isaiah might perhaps have been disbelieved, either through the envy of the men of his own time, or through his lowliness of life in other respects, as though he had not received a divine oracle from the Lord concerning the sojourn of Emmanuel, but had fashioned the word out of his own heart. And Ahaz received the prophecy concerning the things to come in such wise as Laban, as Abimelech, as Nebuchadnezzar, as Pharaoh, as Caiaphas at the last, not on account of the worthiness of his life, so much as on account of the credibility attaching to him from his rank. For assuredly it was not out of any reverence that Ahaz declined the asking of the sign. For if it had not been profitable for him, God would not have commanded it in the beginning at all. On this account what follows also contains a reproach directed against Ahaz. For turning his speech back towards David, Hear now, says he, O house of David: Is it a small thing for you to offer a contest to men? And how do you offer one to the Lord? For through these words he seems to be indignant at the disobedience of Ahaz. Somewhat more clearly does another edition bring out this meaning, saying: Is it a small thing on your part to weary men, that you weary even God as well? Yet how does a man offer a contest to God, if indeed agony is a fear of falling into ruin? Rather, by this he does not speak of a passion affecting God, but sets forth through the appellation of contest the opposition of those who resist His ordinances.
200. Διὰ τοῦτο δώσει Κυριος αὐτὸς υμῖν σημεῖον. Καὶ μὴ αἰτουμένοις, φησὶ, δώσει. Κἂν μὴ εὑρίσκῃ τὸν τῆς ὑποδοχῆς ἄξιον, ἀλλ' ὅμως, διὰ τὴν προωρισμένην οἰκονομίαν τῆς διὰ σαρκὸς γεννήσεως τοῦ Κυρίου, αὐτὸς, φησὶ, δώσει Κύριος ὁ Θεὸς σημεῖον. Ἔδει μὲν γὰρ συνεῖναι τὸν Ἀχὰζ, ὅτι ἄλλην τὰ ἀνθρώπινα διόρθωσιν οὐκ ἐπιδέχεται, εἰ μὴ διὰ μόνης τῆς τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους ἐπιδημίας, καὶ αἰτῆσαι τὸ εἰς βάθος ἢ εἰς ὕψος σημεῖον. Ἐπειδὴ δὲ ἀνάξιον ἔκρινεν ἑαυτὸν, ἀπαιδεύτως ἔχων τῆς τῶν μεγάλων καὶ οὐρανίων σημείων αἰτήσεως, διὰ τοῦτό
200. Therefore the Lord Himself shall give you a sign. Even when they do not ask, says he, He shall give it. Even though He find none worthy of receiving it, nevertheless, on account of the foreordained dispensation of the birth of the Lord through the flesh, the Lord God Himself, says he, shall give a sign. For Ahaz ought indeed to have perceived that human affairs admit of no other amendment save solely through the sojourn of God the Word among men, and to have asked for the sign in the depth or in the height. But since he judged himself unworthy, being uninstructed as regards the asking of great and heavenly signs, on this account
Notes, col. 461

On the reading

Printed των, for τῶν.

Printed λοιπη, for λοιπῇ.

Printed λύγον, for λόγον.

Printed Κυριος, for Κύριος.

Printed υμῖν, for ὑμῖν.

PG 30:464Read from the page
φησι Δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· οὐ διά τινος ὑπηρέτου, καὶ διακόνου, καὶ λειτουργοῦ δίδωσιν, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ· ἵν' ἐκ τούτου δηλωθῇ τοῦ διδομένου τὸ μέγεθος. Τὸν μὲν γὰρ νόμον διετάξατο δι' ἀγγέλων, ἐν χειρὶ μεσίτου Μωσέως· τὸ δὲ σημεῖον αὐτὸς ἔδωκε τῷ οἴκῳ Δαβίδ. Δίδοται δὲ οὐκέτι τῷ Ἀχὰζ, ἀλλὰ παντὶ τῷ οἴκῳ Δαβίδ· διότι ἐκ σπέρματος Δαβὶδ, τὸ κατὰ σάρκα, ὁ Κύριος· καὶ διὰ τοῦτο πάσῃ διέφερε τῇ συγγενείᾳ τοῦ Δαβὶδ τὸ περὶ τῆς ἐπιδημίας τοῦ Χριστοῦ εὐαγγέλιον.
says he, The Lord Himself shall give you a sign; not through some attendant, or minister, or servant does He give it, but Himself through Himself, so that from this the greatness of what is given may be made manifest. For the law He ordained through angels, by the hand of a mediator, Moses; whereas the sign He Himself gave to the house of David. And it is given no longer to Ahaz, but to all the house of David; because from the seed of David, according to the flesh, is the Lord; and on this account the good tidings concerning the sojourn of Christ pertained to all the kindred of David.
201. Ἰδοὺ ἡ Παρθίνος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Ἀνθίστανται οἱ Ἰουδαῖοι τῇ ἐκδόσει τῶν Ἑβδομήκοντα, λέγοντες μὴ κεῖσθαι παρὰ τῷ Ἑβραίῳ τὸ, Ἡ Παρθένος, ἀλλ' Ἡ νεὰνις, ὡς δυναμένης νεάνιδος ὀνομάζεσθαι τῆς ἀκμαζούσης καθ' ἡλιλίαν, οὐχὶ δὲ τῆς ἀπειρογάμου γυναικός· πρὸς οὓς ῥᾳδία καὶ αὐτόθεν ἡ ἀπάντησις. Εἰ γὰρ σημεϊόν ἐστι τεραστίου τινὸς καὶ παρηλλαγμένου τὴν κοινὴν συνήθειαν τῶν ἀνθρώπων ἐπίδειξις, τί θαυμαστὸν ἦν, μίαν τῶν πολλῶν γυναῖκα, ἀνδρὶ συνοικοῦσαν, μητέρα γενέσθαι παιδίου; Ηῶς δ' ἂν καὶ τὸ ἀπὸ θελήματος σαρκὸς γεννηθὲν Ἐμμαδουὴλ προσηγορεύετο; Ὥστε εἰ μὲν σημεῖόν ἐστι τὸ διδόμενον, παράδοξος ἔστω καὶ ἡ γέννησις. Εἴ δὲ κοινὸς ὁ τρόπος τῆς γεννήσεως τοῦ παιδίου, μήτε σημεῖον λεγέσθω, μήτε Ἐμμανουὴλ προσαγορευέσθω. Ὥστε εἰ μὴ παρθένος ἡ τεκοῦσα, ποῖον τοῦτο σημεῖον; Καὶ εἰ μὴ θειοτέρα ἢ κατὰ τοὺς πολλοὺς ἡ γέννησις, πῶς ἡ τοῦ Ἐμμανουὴλ παρουσία; Ὅτι μέντοι ἡ νεᾶνις ἐπὶ παρθένων ἰδίως ὠνομάσθη, δῆλον ἐκ τῶν ἐν τῷ Δευτερονομίῳ οὕτως εἰρημένων· Ἐὰν δὲ ἐν τῷ πεδίῳ εὕρῃ τὴν παῖδα τὴν μεμνηστευμένην, καὶ βιασάμενος κοιμηθῇ μετ' αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον μόνον, καὶ τῇ νεάνιδι οὐ ποιήσετε οὐδὲν, ὅτι οὐκ ἔστι τῇ νεάνιδι ἁμάρτημα θανάτου. Ὅτι ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ, καὶ φονεύσῃ αὐτόν· οὕτω τὸ πρᾶγμα τοῦτο. Ἐν τῷ πεδίῳ εὗρεν αὐτήν· ἐβόησεν ἡ νεᾶνις, καὶ ὁ βοηθῶν οὐκ ἦν. Ἡ τοίνυν βοῶσα πρὸ τῆς φθορᾶς παρθένος ἦν, δηλονότι. Ἴσον οὖν δύναται εἰπεῖν, ἐβόησεν ἡ παρθένος, καὶ ἐβόησεν ἡ νεὰνις. Καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἡ Σωμανῖτις, ἡ συνθάλπουσα τὸν Δαβὶδ, παρθένος οὖσα, καὶ ἀνδρὸς ἀπείρατος, νεᾶνις προσαγορεύεται. Εὗρον γὰρ, φησὶ, τὴν Ἀβισὰκ, καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα, καὶ ἡ νεὰνις καλὴ ἕως σφόδρα, καὶ ἐλειτούργει τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν. Ἐκ Παρθένου τοίνυν ἁγίας ὁ Ἐμμανουὴλ, τῆς εἴπούσης· Ηῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Πρὸς ἣν ὁ ἄγγελος, ὅτι Πνεῦμα Κυ-
201. Behold, the Virgin shall conceive in the womb, and shall bear a son, and you shall call His name Emmanuel. The Jews oppose the edition of the Seventy, saying that in the Hebrew there does not stand The Virgin, but The young woman, as though she who is in the bloom of age could be named a young woman, and not the woman unacquainted with marriage; to whom the reply is easy and immediate. For if a sign is a display of something portentous and departing from the common custom of men, what wonder was it that one woman out of many, living with a husband, should become the mother of a child? And how could that which was born from the will of the flesh have been called Emmanuel? Accordingly, if what is given is a sign, let the birth also be marvellous. But if the manner of the child's birth is common, let it neither be called a sign, nor be addressed as Emmanuel. Accordingly, unless she who bore Him is a virgin, what sort of sign is this? And unless the birth is more divine than after the manner of the many, how is there the coming of Emmanuel? That, however, the term young woman was peculiarly applied to virgins is clear from what is thus spoken in Deuteronomy: But if a man find in the field the betrothed damsel, and forcing her lie with her, you shall put to death the man alone, and unto the young woman you shall do nothing, because there is not in the young woman a sin worthy of death. Because as when a man rises up against his neighbour, and slays him, so is this matter; he found her in the field: the young woman cried out, and there was none to help. Evidently, then, she who cried out before the corruption was a virgin. Therefore it amounts to the same thing to say, the virgin cried out, and, the young woman cried out. And in the Third Book of Kingdoms the Shunammite who cherished David, being a virgin and unacquainted with a man, is called a young woman. For they found, says it, Abishag, and brought her unto the king; and the young woman was exceeding fair, and she ministered unto the king, and the king knew her not. From a holy Virgin, therefore, is Emmanuel, from her who said: How shall this be unto me, seeing I know not a man? Unto whom the angel [said] that the Spirit of the
Notes, col. 464

On the reading

Printed Παρθίνος, for Παρθένος.

Printed νεὰνις, for νεᾶνις.

Printed ἡλιλίαν, for ἡλικίαν.

Printed σημεϊόν, for σημεῖον.

Printed Ηῶς, for Πῶς.

Printed Ἐμμαδουὴλ, for Ἐμμανουὴλ.

Printed Εἴ, for Εἰ.

Printed εἴπούσης, for εἰπούσης.