Migne Reading Room

PG 30 · cols. 441–452 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:441Read from the page
μὲν γὰρ εἶδε Κύριον Σαβαὼθ κάθήμενον ἐπὶ θρόνου, καὶ ἐπίστευσεν οἷς ἐθεάσατο· οἱ δὲ βλέποντες ἐπιδημοῦντα τὸν Κύριον, οὐκ ἐπίστευον. Καὶ ὁ μὲν ἀκούσας τῶν σεραφὶμ, συνῆκε τὴν δοξολογίαν αὐτῶν· οἱ δὲ ἀκούοντες τῶν ῥημάτων τοῦ Σωτῆρος, οὐ κατεδέχοντο. Καὶ τοῦ μὲν ἡ καρδία κατανυγεῖσα, συνήσθετο τῆς ἰδίας ἁμαρτίας· διὸ εἶπεν· Ὦ τάλας ἐγὼ, διότι κατανένυγμαι· τῶν δὲ ἐπαχύνθη ἡ καρδία, πρὸς τὸ μηδεμίαν λαβεῖν ἔννοιαν ὧν ἡμάρτανον, μηδὲ προσελθεῖν τῷ δυναμένῳ αὐτοῖς ἀφιέναι τὰς ἁμαρτίας. Διὰ τοῦτο ὁ μὲν ἐκαθαρίσθη, οἱ δὲ ἀφείθη-
one, indeed, saw the Lord Sabaoth sitting upon a throne, and believed the things that he beheld; whereas they, seeing the Lord sojourning among men, did not believe. And he, having heard the seraphim, understood their doxology; whereas they, hearing the words of the Saviour, did not accept them. And his heart, pierced with compunction, became conscious of his own sin; wherefore he said: O wretched man that I am, because I am pierced to the heart; whereas their heart grew thick, so as to take no thought of the things wherein they sinned, nor approach Him Who was able to forgive them their sins. For this reason the one was cleansed, whereas the others were left
189. Τάχα δέ τις ἀντιστήσεται ὑμῶν τῷ λόγῳ, διὰ τὸ εἰρῆσθαι, Εἶπον τῷ λαῷ τούτῳ· οὐ προσιέμενος ἐπὶ τοὺς χρόνους τοῦ Σωτῆρος ταῦτα προφητεύεσθαι. Εἰ γὰρ τὸ, Τούτῳ, δεικτικόν ἐστι, οὐδεὶς δὲ τῶν ἀπὸ τοῦ δεικνυμένου λαοῦ ἤμελλεν ἀκούειν τοῦ Σωτῆρος, ἢ βλέπειν αὐτοῦ τὰ θαυμάσια· πῶς ἁρμόζει τὸ, Τῷ λαῷ τούτῳ, τοῖς τοσοῦτον τοῦ προφήτου μεταγενεστέροις; Ἡμεῖς δὲ ἐξ ἄλλων ῥημάτων προφητικῶν ῥᾳδίαν λύσιν ἐπινοήσωμεν τῷ προβλήματι· Εἴρηται γὰρ ἔν τινι τῶν δώδεκα· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε, ἢ τί παρηνόχλησά σοι; Ἀποκρίθητί μοι. Διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα ἔμπροσθέν σου τὸν Μωσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ. Ὥσπερ γὰρ τότε οὐχὶ ὁ κατὰ τὸν προφήτην λαὸς εἶδε τὴν Αἴγυπτον, ἢ ὡδηγήθη παρὰ τῶν προειρημένων, καὶ ὅμως αὐτὸς ὀνειδίζεται ὡς ἐπὶ ταῖς ἐργασίαις ταύταις ἀγνωμονῶν· οὕτω καὶ νῦν δείκνυται μὲν τὸ σύστημα τοῦ λαοῦ τὸ κατὰ τὸν προφήτην· ἐκβαίνει δὲ αὐτῷ τὰ προφητευθέντα κατὰ τὴν γενεὰν τῆς τοῦ Κυρίου ἐπιφανείας. Πέφυκε δὲ καὶ ἡ συνήθεια κεχρῆσθαι τῷ τοιούτῳ λόγῳ, ὃν καὶ ἀλλοιούμενόν τινες προσαγορεύειν εἰώθασιν. Οἷον, τὸν αὐτὸν νοοῦντες χορὸν τὸν ἐκ τοσῶνδε ἀνδρῶν συνεστωτα· εἶτα ἑνὸς ὑπεξελθόντος, καὶ ἑτέρου τὸν ἐκείνου τόπον ἀνυιπληρώσαντος, ὁ αὐτὸς λέγεται μένειν χορός. Καὶ εἰ δεύτερος δὲ ὑπεξέλθῃ, καὶ εἰ τρίτος, καὶ τοῦτο ἐπιπολὺ γένοιτο, καὶ ἑκάστῳ ἕτερος ἀντεισαχθείη τις, κατὰ μικρὸν ὑπαλλοιουμένου τοῦ χοροῦ· οἱ μὲν καθ' ἕνα διημείφθησαν, ἡ μέντοι προσηγορία τῷ χορῷ ἡ αἰτὴ διασώζεται. Οὕτω καὶ πόλις ἡ αὐτὴ εἶναι λέγεται, καὶ στρατόπεδον τὸ αὐτό. οὐ τῷ τὸν καθ' ἕκα-
189. Perhaps, however, one of you will oppose our argument on account of its having been said, Say to this people, not admitting that these things are prophesied for the times of the Saviour. For if the word, This, is demonstrative, and no one from the people being pointed out was about to hear the Saviour or see His marvellous works, how does the phrase, To this people, fit those so much later than the prophet? Yet let us devise from other prophetic words an easy solution for the problem: for it has been said in one of the Twelve: O My people, what have I done to you, or wherein have I grieved you, or wherein have I troubled you? Answer Me. Because I brought you up out of the land of Egypt, and out of the house of bondage I redeemed you, and sent forth before you Moses, and Aaron, and Mariam. For just as then the people of the prophet's own time had not seen Egypt, nor been led by the aforesaid men, and nevertheless that people itself is reproached as being ungrateful over these deeds, so now also the body of the people of the prophet's time is pointed out, yet the things prophesied come to pass for it in the generation of the manifestation of the Lord. Customary usage also naturally employs such a mode of speech, which some are accustomed to call variable. As, for instance, conceiving of the same chorus composed of such-and-such a number of men: then, when one withdraws and another fills up his place, the chorus is said to remain the same. And if a second also withdraws, and if a third, and this happens to a great extent, and for each one someone else is introduced in turn, while the chorus is gradually altered, the individuals one by one have been exchanged, yet the same appellation is preserved for the chorus. Thus also a city is said to be the same, and an army the same; not by each single
Notes, col. 441

On the reading

Printed κάθήμενον, for καθήμενον.

Printed συνεστωτα, for συνεστῶτα.

Printed ἀνυιπληρώσαντος, for ἀναπληρώσαντος.

Printed αἰτὴ, for αὐτὴ.

PG 30:444Read from the page
στον διαμένειν, ἀλλὰ τῷ τὴν προσηγορίαν τῷ συστήματι τὴν αὐτὴν διασώζεσθαι. Οὕτως οὐδὲν κωλύει καὶ νῦν τὸν ἐπὶ τοῦ Ἠσαΐου δεικτικῶς θεωρούμενον λαὸν τὸν αὐτὸν εἶναι καὶ ἐπὶ τοῦ Κυρίου, οὐ τῇ διαμονῇ τῶν καθ' ἕκαστον, ἀλλὰ τῇ κοινῇ τοῦ ἔθνους ὀνομασίᾳ.
each individual remaining, but by the same appellation being preserved for the body as a whole. Thus nothing hinders even now the people beheld demonstratively in the time of Isaiah from being the same also in the time of the Lord, not by the continuance of the individuals, but by the common naming of the nation.
190. Καὶ εἶπα· Ἕως πότε, Κύριε; Καὶ εἶπεν, Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ οἵ κατακειφθέντες πληθυνθήσονται ἐπὶ τῆς γῆς. Καὶ ἔτι ἐπ' αὐτῆς ἐστι τὸ ἐπιδέκατον· καὶ πάλιν ἔσται εἰς προνομην, ὡς τερέβινθος, καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. Σπέρμα ἅγιον, τὸ στήλωμα αὐτῆς. Ἐπειδὴ σκυθρωπὰ τὰ διηγηθέντα ἦν παρὰ τοῦ Κυρίου, ἀπαραίτητον τὴν κρίσιν ἡγούμενος, τὸν γοῦν χρόνον πόσος ἐστὶν, ἐν ᾧ ἡ καταδίκη αὐτοῖς αὕτη ἐπιτεθήσεται, ἀξιοῖ διδαχθῆναι. Σαφῶς ταῦτα ἐπὶ τοὺς χρόνους τῆς Ῥωμαϊκῆς δυναστείας λοιπὸν ἀναφέρεται. Μετὰ γὰρ τὸ μὴ ἀκοῦσαι τῶν ῥημάτων τοῦ Κυρίου, καὶ μὴ θελῆσαι ἐνιδεῖν ὀφθαλμοῖς εὐγνώμοσι τὰ ὑπὲρ ἄνθρωπον αὐτοῦ τεράστια, ἠρημώθησαν αἱ πόλεις, παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ κατελείφθη ἔρημος, λιμῷ καὶ φυγαῖς καὶ αἰχμαλωσίᾳ τῶν οἰκητόρων θανατωθέντων. Τὸ δὲ ἐπαγόμενον, ὅτι Μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, ἀναφέρεσθαί μοι δοκεῖ ἐπὶ τὴν τῶν Ἰουδαίων ἀπὸ τοῦ Θεοῦ ἀλλοτρίωσιν, οἷς ἀπὸ μέρους ἐγένετο πώρωσις, ἵνα τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἀλλὰ Καὶ οἵ καταλειφθέντες, φησὶ, πληθυνθήσονται. Τίνες οὖν εἰσιν οὗτοι; Ἢ περὶ ὧν εἶπεν ὁ Ἀποστολος, ὅτι Λεῖμμα κατ' ἐνλογὴν χάριτος γέγονεν, οἵτινες καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς, τῷ εἰς πᾶσαν τὴν γῆν λοιπὸν εἶναι τοὺς μαθητευομένους τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ; Εἰ γὰρ καὶ οὐκ ἐπέτυχεν ὃ ἐπιζητεῖ ὁ πᾶς Ἰσραὴλ, ἀλλ' ἡ ἐκλογὴ ἐπέτυχε, περὶ ὧν φησι τῷ Ἠλίᾳ· Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Οὗτοι οὖν εἰσι, περὶ ὧν εἴρηται· Καὶ ἔτι ἐπ' αὐτῆς ἔσται τὸ ἐπιδέκατον. Τὸ δὲ, Καὶ πάλιν ἔσται εἰς προνομὴν, ὡο τερέβινθος, καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς, δοκεῖ μοι δηλοῦν τὴν κατὰ μικρὸν ἀπὸ τῶν Ἰουδαϊκῶν ἐθῶν ἐπὶ τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν μεταβολήν. Πάλιν γὰρ ἔσονται οὗτοι εἰς προνομὴν συνηγμένοι, ὡς συνάγεται ὁ καρπὸς τῆς τερεβίνθου, καὶ ὡς ἡ βάλανος ἡ ὥριμος ἤδη πρὸς συλλογήν. Τότε γὰρ ἐκλύεται ἀπὸ τοῦ πρὸς τὴν θήκην δεσμοῦ ἡ πεφθεῖσα ἤδη τῷ χρόνῳ καὶ τελειωθεῖσα. Τάχα δὲ καὶ διὰ τὸ ἐκπεπτωκέναι τῆς Ἰουδαϊκῆς χώρας, καὶ ἐν τῇ δια-
190. And I said: How long, O Lord? And He said, Until cities be made desolate by reason of not being inhabited, and houses by reason of there being no men, and the land shall be left desolate. And after these things God shall remove men far away, and those who are left behind shall be multiplied upon the land. And yet upon it is the tenth part; and again it shall be for a spoil, as a terebinth, and as an acorn, when it falls out of its husk. A holy seed is its standing-pillar. Since the things recounted by the Lord were grim, deeming the judgement inexorable, he asks to be taught at least how long the time is in which this sentence shall be laid upon them. Clearly these things are henceforth referred to the times of the Roman dominion. For after their not hearing the words of the Lord, and not willing to look with grateful eyes upon His superhuman wonders, the cities were made desolate, by reason of not being inhabited, and houses, by reason of there being no men, and the land was left desolate, its inhabitants having been put to death by famine and flights and captivity. And what is subjoined, that After these things God shall remove men far away, seems to me to refer to the alienation of the Jews from God, upon whom hardening has come in part, until the fulness of the Gentiles should come in. But And those who are left behind, He says, shall be multiplied. Who then are these? Or are they those concerning whom the Apostle said, A remnant has come to be according to the election of grace, who shall also be multiplied upon the earth, by reason of those instructed as disciples in the Gospel of Christ being henceforth throughout all the earth? For even if all Israel did not obtain what it seeks, yet the election obtained it, concerning whom He says to Elijah: I have left for Myself seven thousand men, who have not bowed the knee to Baal. These then are they concerning whom it has been said: And yet upon it shall be the tenth part. And the clause, And again it shall be for a spoil, as a terebinth, and as an acorn, when it falls out of its husk, seems to me to signify the gradual change from Jewish customs unto the way of life according to the Gospel. For again these shall be gathered together for a spoil, as the fruit of the terebinth is gathered, and as the acorn already ripe for gathering. For then that which has already been ripened by time and brought to perfection is loosed from its bond to the husk. And perhaps also on account of having fallen out of the land of Judaea, and in the dis-
Notes, col. 444

On the reading

Printed οἵ, for οἱ.

Printed κατακειφθέντες, for καταλειφθέντες.

Printed προνομην, for προνομὴν.

Printed Ἀποστολος, for Ἀπόστολος.

Printed ἐνλογὴν, for ἐκλογὴν.

Printed ὡο, for ὡς.

PG 30:445Read from the page
σπορᾷ γεγενῆσθαι, βαλάνῳ παρεικάζεται ἐκπιπτούσῃ ἐκ τῆς θήκης αὐτῆς. Τὸ δὲ, Σπέρμα ἅγιον, τὸ στήλωμα αὐτης, ἐκ τῶν Θεοδοτίωνος πρόσκειται, μὴ κείμενον παρὰ τοῖς Ἑβδομήκοντα· ἀξιόλογον νοῦν ὡς πρὸς τὴν τῶν προαποδεδομένων ἀκολουθίαν ἔχον. Συνάγονται γὰρ οὗτοι ὡς τερέβινθος, καὶ ὡς βάλανος, ἐν τῷ γενέσθαι σπέρμα ἅγιον ἐν τῇ στάσει καὶ βεβαιότητι ἑαυτῶν. Ἀκολούθως δὲ τοῖς πολλαχοῦ παρὰ τῇ Γραφῇ κειμένοις καὶ ἐνταῦθα φαίνεται τὸ χρηστὸν τέλος τῶν ἐπ' εὐεργετίᾳ κολαζομένων. Πατάξω γὰρ, φησὶ, καγὼ ἰάσομαι. Καὶ αὐτὸς ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκσθίστησιν. Οἱ οὖν πρότερον ἀκοῇ ἀκούοντες, καὶ μὴ συνιέντες, καὶ τὰ ἑξῆς ποιοῦντες, μέχρι τοσούτυυ, ἕως τοῦ μὴ κατοικεῖσθαι πάλεις, καὶ ἐν τῇ διασπορᾷ γενόμενοι, ὡς μόλις τὸ ἐπιδέκατον τοῦ λαοῦ περισωθῆναι· οὗτοι πάλιν πληθυνθήσονται, καὶ πάλιν καρποφορήσουσι, παραπλησίως τερεβίνθῳ καὶ βαλάνῳ, σπέρμα ἅγιον φέροντες, ἐν τῷ ἑστηκέναι ἑδραῖοι καὶ μὴ μετακινούμενοι, καὶ ἐῤῥιζῶσθαι ἕν ἀγάπῃ.
persion having come to be, it is likened to an acorn falling out of its husk. And the clause, A holy seed is its standing-pillar, is added from the version of Theodotion, not lying in the Seventy; having a sense worthy of note with respect to the sequence of what was previously set forth. For these are gathered as a terebinth, and as an acorn, in becoming a holy seed in their own steadfastness and firmness. And in accordance with what lies in many places in Scripture, here also appears the kindly end of those chastised for their benefit. For I will strike, He says, and I will heal. And He Himself causes pain, and again restores. Those therefore who formerly heard with hearing, and did not understand, and did what follows, to such a degree, until cities were not inhabited, and who came to be in the dispersion, so that scarcely the tenth part of the people was preserved alive: these shall again be multiplied, and shall again bear fruit, after the likeness of a terebinth and an acorn, bearing a holy seed, in standing steadfast and unmoved, and in having been rooted in love.
ΚΕΦΑΑΑΙΟΝ Σ.
Chapter VII.
191. Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἀχὰζ τοῦ Ἰωάθαν τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥασὶν βασιλεὺς Ἀρὰμ, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ, ἐπὶ Ἱερουσαλὴμ, πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶδον Δαβὶδ, λέγοντες. Σννεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπυν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Ὁ τῆς λέξεως νοῦς τοιοῦτός ἐστι· Δύο βασιλεῖς, ὁ τῆς Συρίας, καὶ ὁ τοῦ Ἰσραὴλ, ἀνέβησαν ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, βαὶ οὐ4 ἠδύναντπ πολιορκῆσαι αὐτήν. Ὄνομα δὲ τῷ μὲν βασιλεῖ Συρίας, Ῥασὶν, τῷ δὲ βασιλεῖ Ἰσραὴλ, Φακεέ. Ἦλθον δὲ ἄγγελοι καταμηνύοντες τῷ βασιλιδῷ οἴκῳ τὴν συμρωνίαν τῶν βασιλέων, τοῦ τε Σύρου καὶ τοῦ Ἰσραήλ. Ὁ γὰρ Σύρος Ἀρὰμ κατὰ τὴν διάλεκτον τῶν Ἑβραίων καλεῖται· ὁ δὲ Ἰσραὴλ Ἐφραῒμ ὀνομάζεται, διὰ τὸ ἐκ τῆς φυλῆς ἐκείνης ὡρμῆσθαι τὸν τὴν ἀποστασίαν ἐξ ἀρχῆς πεποιηκότα Ἱεροβοάμ. Κατεπλάγη οὖν ὅ τε βασιλεὺς καὶ ὁ λαὸς ἅπας ἐπὶ τῇ ἀκοῇ· καὶ οὕτως ἐσείσθη καὶ ἐταράχθη, ὥστε ὁμοιωθῆναι τὸν κλόνον αὐτῶν ξύλῳ δρυμοῦ, ἀπὸ σφοδροτάτου πνεύματος ἀνέμων σαλευομένῳ ῾Π μὲν οὖν ἁπλῆ διήγησις τῶν ῥημάταν αὕτη. Βασανίζων δ' ἄν τις τὸ ῥητὸν, εὕροι τινὰ οἰκειότητα πρὸς ἡμᾶς καὶ τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας ἐκ τῶν ἱστορουμένων. Τίνες οὖν εἰσιν οἱ συμφωνήσαντες ἀλλήλοις βασιλεῖς, κατὰ δύναμιν ἐξετάσωμεν. Ἡγοῦ-
191. And it came to pass in the days of Achaz the son of Joathan, the son of Ozias, king of Judah, Rasin king of Aram, and Phakee son of Romelias king of Israel, went up against Jerusalem, to make war upon it, and they could not besiege it. And it was reported unto the house of David, saying: Aram has conspired with Ephraim. And his soul was amazed, and the soul of his people, as in a forest a tree is swayed by wind. The sense of the wording is as follows: Two kings, that of Syria, and that of Israel, went up against Jerusalem for war, and could not besiege it. Now the name of the king of Syria was Rasin, and of the king of Israel, Phakee. And messengers came reporting to the royal house the conspiracy of the kings, both of the Syrian and of Israel. For the Syrian is called Aram according to the dialect of the Hebrews; and Israel is named Ephraim, because Jeroboam, who originally wrought the apostasy, sprang from that tribe. Both the king therefore and all the people were struck with dismay at the report; and thus they were shaken and troubled, so that their agitation was likened to a tree of a forest swayed by a most vehement blast of winds. Such then is the simple narrative of the words. Yet if anyone should test the text closely, he would find from the things recorded a certain affinity towards us and the edification of the Church. Who then are the kings who conspired with one another, let us examine according to our power. I sup-
Notes, col. 445

On the reading

Printed αὐτης, for αὐτῆς.

Printed εὐεργετίᾳ, for εὐεργεσίᾳ.

Printed καγὼ, for κἀγὼ.

Printed ἀποκσθίστησιν, for ἀποκαθίστησιν.

Printed τοσούτυυ, for τοσούτου.

Printed πάλεις, for πόλεις.

Printed ἕν, for ἐν.

Printed ΚΕΦΑΑΑΙΟΝ Σ., for ΚΕΦΑΛΑΙΟΝ Ζ..

Printed οἶδον, for οἶκον.

Printed λέγοντες., for λέγοντες·.

Printed Σννεφώνησεν, for Συνεφώνησεν.

Printed τρόπυν, for τρόπον.

Printed βαὶ, for καὶ.

Printed οὐ4, for οὐκ.

Printed ἠδύναντπ, for ἠδύναντο.

Printed βασιλιδῷ, for βασιλικῷ.

Printed συμρωνίαν, for συμφωνίαν.

Printed σαλευομένῳ, for σαλευομένῳ..

Printed ῾Π, for Ἡ.

Printed ῥημάταν, for ῥημάτων.

PG 30:448Read from the page
μαι τοίνυν τὸν μὲν ἐπαιρόμενον τῇ σοφίᾳ τοῦ αἰῶνος τούτου κατὰ τῆς γνώσεως τοῦ Θεοῦ λόγον δηλοῦσθαι διὰ τὸν Ἀράμ· ἐμμηνεύεται γὰρ ὁ Ἀρὰμ μετέωρος. Τοιοῦτος δὲ ὁ λόγος τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ἀστρονομίαις προσέχῶν καὶ κινήσεσιν ἀστέρων, καὶ συμπλοκαῖς, καὶ σχήμασι, κἀκεῖθεν τῶν ἀνθρωπίνων πραγμάτων τὰς αἰτίας ἡρτῆσθαι λέγων. Μετέωρος δὲ, καὶ διὰ τὴν οἴησιν κσὶ τὸ ἀλαζονικὸν αὐτοῦ ἔπαρμα, ὃ μόνος οἶδε καθαιρεῖν τοῖς λόγοις τῆς ἀληθείας, ὁ ἅγιος, τῇ δυνάμει τοῦ Πνεύματος καταβάλλων πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τὴν δὲ κατὰ παραδοχὴν τῶν θείων Γραφῶν συστᾶσαν, ἐκτετραμμένην τῆς εὐθείας, καὶ ψευδώνυμον γνῶσιν, Ἐσραῒμ ἡγούμεθα προσαγορεύεσθαι. Ἐπειδὴ ἀπ' αὐτῆς ὥρμητο Ἱεροβοὰμ, ὁ πρῶτας ἀποσχίσας τοῦ σπέρματος Δαβὶδ τὰς δέκα φυλὰς, ὅς καὶ δραπέτης ποτὲ τοῦ Σολομῶντος γενόμενος, εἰς Αἴγυπτου ἀπῆλθε, καὶ τὴν ἀδελφὴν Θεκεμίνας τῆς γυναικὸς Φαραὼ πρὸς γάμον ἔλαβεν. Ὅς καὶ τὰς χρυσᾶς δαμάλεις ἀνέπλασε, καὶ ἑορτὰς ἀνέπεμψεν ἀπὸ τῆς καρδίας αὐτοῦ. Ὅτὰν οὖν ὁ ἐθνικὸς λόγος, ὁ μέγα φρονῶν ἐπὶ διαλεκτικαῖς ἐπιχειρήσεσιν, ἐπιπλακῇ νῷ αἱρετικῷ καὶ παρατετραμμένῳ, συμφωνεῖν λέγεται ὁ Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, ἐπιθυμίαν ἔχων καθελεῖν τὰ τοῦ Δαβὶδ οἰκοδομήματα, καὶ ἐκπορθῆσαι τὸν τόπον τῆς ἀληθινῆς λατρείας. Οὐ μήν γε περιγίνεται τοῦ σκοποῦ. Οὐ γὰρ δυνήσεται ἐκπολιορκῆσαι διὰ τὸν ὑπερασπίζοντα αὐτῆς Κύριον. Τάχα δὲ οὐδὲ δύνανται συμφωνῆσαι οὗτοι, ἐὰν μὴ ἡ ἁμαρτία ἡμῶν πλεονάσῃ. Ἐπειδὴ καὶ οἱ κατὰ τὴν ἱστορίαν συμφωνήσαντες, ἐν ταῖς ἡμέραις τοῦ Ἀχὰζ, τὴν πρὸς ἀλλήλους ἐπεδείκνυντο συμφωνίαν διὰ τὴν ἁμαρτίαν τοῦ Ἀχὰζ, ὃς οὐκ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ἀλλὰ τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ, καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. Ταράσσει μέντοι τὸν οἶκον Δαβὶδ, καὶ ἐξίστησι τὴν ψυχὴν τοῦ λαοῦ, ὥστε καὶ ἀκάρπῳ ξύλῳ προσεοικέναι, διὰ τὸν ἀπὸ τῆς ταραχῆς ἐγγενόμενον κλόνον, ἡ τῶνηπονηρῶν βασιλέων κατὰ τῶν Ἐκκλησιῶν ἐπιχείρησις. Ἀλλ' ὅμως ὁ φιλάνθρωπος Θεὸς, θεραπεύων αὐτῶν τὴν ταραχὴν, πέμπει προφητικὸν λόγον, ἐξελαύνοντα τὸν φόβον τῶν καρδιῶν τοῦ λαοῦ, διὰ τοῦ λέγειν· Μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν καπνιζομένων τούτων.
pose then that the discourse lifted up by the wisdom of this age against the knowledge of God is signified through Aram; for Aram is interpreted lofty. And such is the discourse of the rulers of this age, giving heed to astronomies and motions of stars, and conjunctions, and figures, and saying that the causes of human affairs depend thence. And it is lofty also on account of its conceit and its boastful arrogance, which He alone Who is holy knows how to pull down by the words of truth, casting down by the power of the Spirit every high thing lifted up against the knowledge of God. On the other hand, the falsely-named knowledge constituted through reception of the divine Scriptures, yet turned aside from the straight path, we suppose to be called Ephraim. Since from it sprang Jeroboam, who first rent away the ten tribes from the seed of David, who also having once become a runaway from Solomon, departed into Egypt, and took to wife the sister of Thekemina the wife of Pharaoh. Who also fashioned the golden heifers, and sent up feasts out of his own heart. Whenever therefore the pagan discourse, thinking bigly over dialectical arguments, becomes intertwined with a heretical and perverted mind, Aram is said to conspire with Ephraim, having a desire to pull down the buildings of David, and to sack the place of true worship. Yet by no means does he attain his aim. For he will not be able to take it by siege on account of the Lord Who shields it. And perhaps these cannot even conspire together, unless our sin abounds. Since those also who conspired according to the history, in the days of Achaz, displayed their mutual conspiracy on account of the sin of Achaz, who did not do what was right before the Lord, but passed his son through fire, and burned incense on the high places. Nevertheless, the enterprise of the wicked kings against the Churches troubles the house of David, and amazes the soul of the people, so as even to resemble a fruitless tree on account of the agitation engendered from the trouble. Yet for all that, God Who loves mankind, healing their trouble, sends a prophetic word, driving out the fear of the hearts of the people, by saying: Fear not, neither let your soul grow faint before these two smoking logs of wood.
192. Ὅρα δὲ εἰ δύνασαι καὶ ἐκ τῆς τῶν ὀνυμάτων ἑρμηνείας ἀφορμὰς λαβεῖν τοῦ ἔτι τρανότερον τὰ κατὰ τὸν τόπον ἰδεῖν. Ἑρμηνεύεται γὰρ ὁ Ἀχὰζ
192. See now whether you can also take occasions from the interpretation of the names to perceive the matters concerning the passage still more clearly. For Achaz is interpreted
Notes, col. 448

On the reading

Printed ἐμμηνεύεται, for ἑρμηνεύεται.

Printed προσέχῶν, for προσέχων.

Printed κσὶ, for καὶ.

Printed Ἐσραῒμ, for Ἐφραῒμ.

Printed πρῶτας, for πρῶτος.

Printed ὅς, for ὃς.

Printed Αἴγυπτου, for Αἴγυπτον.

Printed Ὅτὰν, for Ὅταν.

Printed τῶνηπονηρῶν, for τῶν πονηρῶν.

Printed ὀνυμάτων, for ὀνομάτων.

PG 30:449Read from the page
κατάσχεσις· Ἰωάθαν, Ἰαῶ συντέλεια· ὁ δὲ Ὀζίας, ἰσχὺς Ἰαῶ· ὁ δὲ Ἀρὰμ, ὡς προείπαμεν, μετέωρος· ὁ δὲ Φακεὲ, διάνοιξις· ὁ δὲ Ῥομελίας, μετέωρος περιτομῆς. Συμφωνεῖ οὖν ὁ μετέωρος λόγος, καὶ ὁ ἐπαγγελλόμενος σαφηνιστὴς εἶναι τῶν θείων Γραφῶν λόγος. Τοῦτο γὰρ ἐμφαίνει ὁ Φακεὲ, ἑρμηνευόμενος διάνοιξις, οἱονεὶ σαφηνισμὸν τῶν ἀποκεκλεισμένων τῆς Γραφῆς μαρτυριῶν δι' ἑαυτοῦ ὑπισχνούμενος. Ὅτι δὲ ἡ κατὰ τῆς Ἱερουσαλὴμ συμφωνίσ τῶν δύο βασιλέων, τοῦ τε ἐπὶ τῇ σοφίᾳ τοῦ κόσμου φρονοῦντος, καὶ τοῦ ἐπαγγελλομένου τὰ κεκαλυμμὲνα τῆς Γραφῆς ἀναπτύσσειν, ἐν δόγμαοι καὶ λόγοις ἐναντίοις γίνεται, προσδοκώντων ὑποχειρίους λήψεσθαι τοὺς τὰ τῆς Ἐκκλησίας δεδιδαγμένους, ἐκ τῶν ἐφεξῆς ἀποδείκνυται. Ἐβουλεύσαντο γὰρ βουλὴν πονηρὰν ὁ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς. Σαφῶς γὰρ ὁ λόγος παρίστησιν, ὅτι διὰ τῆς ἐν τῷ διαλέγεσθαι πιθανότητος ἐλπίζουσι τὸν οἶκον Δαβὶδ ἀποστρέψαι πρὸς ἑαυτούς. Ἐπαγγέλλονται δὲ καὶ βασιλέα καταστήσειν τὸν υἱὸν Ταβεήλ· ἑρμηνεύεται δὲ ὁ Ταβεὴλ ἀγαθὸς Θεός. Ἴδιον δὲ τῶν ἐπιτιθεμένων τῇ Ἐκκλησίᾳ τὸ ὑπισχνεῖσθαι παραδώσειν τὰ περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· καὶ διὰ τῆς τοιαύτης χρηστολογίας ἐξαπατῶσι τοὺς ἀκεραιοτέρους. Ὅτι δὲ ταῦτα αἰνίγματά ἐστι, διὰ τῆς ἱστορίας πρὸς τὴν νῦν κατάστασιν τῶν Ἐκκλησιῶν φέροντα, σαφῶς ὁ λόγος προϊὼν ἀπογυμνοῖ, λέγων· ᾿Ζὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.
holding fast; Joathan, consummation of Iao; Ozias, strength of Iao; Aram, as we said before, lofty; Phakee, opening; and Romelias, lofty of circumcision. The lofty discourse, therefore, and the discourse promising to be an expounder of the divine Scriptures conspire together. For this Phakee indicates, being interpreted opening, as though promising through himself an exposition of the testimonies of Scripture that have been shut up. And that the conspiracy against Jerusalem of the two kings, both of him who prides himself upon the wisdom of the world, and of him who promises to unfold the veiled things of Scripture, takes place in contrary doctrines and discourses, while they expect to bring under their hand those who have been taught the doctrines of the Church, is demonstrated from what follows. For Aram and the son of Romelias took evil counsel, saying: Let us go up into Judaea, and having conferred with them, we shall turn them away to ourselves. For clearly the word presents that through persuasiveness in disputing they hope to turn the house of David away to themselves. And they also promise to set up as king the son of Tabeel; and Tabeel is interpreted good God. Now it is characteristic of those who assail the Church to promise that they will hand down the truths concerning the Son of God; and through such fair speaking they deceive the simpler folk. And that these things are riddles, bearing through the history upon the present condition of the Churches, the word as it proceeds clearly lays bare, saying: Unless you believe, neither shall you understand.
193. Καὶ εἶπε Κύριος πρὸς Ἠσαΐαν· Ἔξελθε εἰς συνάντησιν Ἀχὰζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου, εἰς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναφέως, καὶ ἐρεῖς αὐτῷ· Φύλαξαι τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων. Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ, καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ, λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συλλαλήσαντες αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ. Τάδε λέγει Κύριος· Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται· ἀλλ' ἡ κεφαλὴ τοῦ Ἀρὰμ, Δαμα-
193. And the Lord said unto Isaiah: Go forth to meet Achaz, you and Jasoub your son who is left behind, unto the pool of the upper way of the fuller's field, and you shall say to him: Take heed to keep quiet, and fear not, neither let your soul grow faint before these two logs of the smoking firebrands. For when the wrath of My anger comes to pass, I will heal again. Both the son of Aram, and the son of Romelias, because they took evil counsel concerning you, saying: Let us go up into Judaea, and having conferred with them, we shall turn them away to ourselves, and we shall make the son of Tabeel king over it. Thus says the Lord: This counsel shall by no means stand, neither shall it be; but the head of Aram is Dama-
Notes, col. 449

On the reading

Printed συμφωνίσ, for συμφωνία.

Printed κεκαλυμμὲνα, for κεκαλυμμένα.

Printed δόγμαοι, for δόγμασι.

Printed ᾿Ζὰν, for Ἐὰν.

PG 30:452Read from the page
σκός· καὶ ἡ κεφαλὴ Δαμασκοῦ, Ῥασίν. Ἀλλ' ἔτι ἑξήκαντα καὶ πέντε ἐτῶν, ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ τοῦ λαοῦ· καὶ ἡ κεφαλὴ Ἐφραῒμ Σομόρων· καὶ ἡ κεφαλὴ Σομόρων ὁ υἱὸς τοῦ Ῥομελίου. Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Ἡγοῦμαι τοίνυν, ὅτι οὐ διὰ τῆς αἰσθητῆς ἀκοῆς πλησσομένου τοῦ ἀέρος συνίεσαν τὸν τοῦ Θεοῦ λόγον οἱ προφῆται· ἀλλ' ἐπειδή ἐστιν ὦτα νοητῆς ψυχῆς, ἐπ' ἐκεῖνα ἔφθανε γυμνὰ φωνῆς τὰ σημαινόμενα. Καὶ τοῦτο αὐτοῖς ἐγίνετο, τῆς αὐγῆς τοῦ ἀληθινοῦ φωτὸς φθανούσης αὐτῶν ἐπὶ τὸ ἡγεμονικὸν, καὶ διακονούσης τῷ φωτισμῷ τῶν προφητῶν. Ταύτης δὲ ἀντελαμβάνοντο τῆς φωνῆς οἱ γενόμενοι ἔξω τῶν φθαρτῶν αἰσθητηρίων, καὶ οἱ σπεύδοντες πρὸς τὴν ἀπὸ τοῦ σώματος ἔξοδον. Ὅτε μὲν γὰρ πρὸς τῇ θεωρίᾳ τῶν θείων γίνεται ἡ ψυχὴ, συλλέγουσα ἑαυτὴν ἀπὸ τῆς πρὸς το σῶμα ἐπιπλοκῆς, ἐξιέναι λέγεται· ὅταν δὲ πρὸς τοῖς ἀνθρωπίνοις ἐστὶν, ἢ κατὰ τὸ ἀναγκαῖον τῆς τοῦ σώματος θεραπείας, ἢ διὰ τὸ μὴ δύνασθαι ἐπιπλέον ἐκτείνεσθαι πρὸς τὰ διαφέροντα οἱονεὶ ἔξωθεν ἐπὶ τὰ ἔσω πάρεισιν, ὥσπερ εἰς οἰκίαν τινὰ, ἢ εἰς πόλιν πρὸς τὴν ἐπὶ τὸ σῶμα συμπάθειαν ἐπιστρέφουσα. Ἐπεὶ οὖν ἔδει λὸγων Θεοῦ ἀκοῦσαι τὸν προφήτην, διὰ τοῦτο πρὸ πάντων αὐτῷ εἴρηται τὸ, Ἔξελθε σῦ καὶ ὁ υἱός σου. Τοιοῦτον δέ πώς ἐστι καὶ τὸ ἐν Γενέσει κατὰ τὸν πρῶτον χρηματισμὸν εἰρημένον τῷ Ἀβραάμ. Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου. Τελειοτάτη γὰρ ἔξοδος, ἡ ἀπὸ πάντων τῶν σωματικῶν ἀνάβασις, ἅτινα εἴρηται γῆ· καὶ ἡ ἀπὸ τῶν αἰσθητηρίων φυγὴ, ἅπερ ὠνόμασται συγγένεια· καὶ τὸ ἀποστραφῆναι τὸν ὑπαίτιον βίον, ἐν ᾧ ᾠκείωτο πρότερον τοῖς ἐναντίοις ἐπιτηδεύμασιν, ἅπερ οἶκος εἴρηται τοῦ πατρός. Καὶ μετ' ὀλίγον δὲ περὶ τοῦ αὐτοῦ Ἀβραὰμ γέγραπται, ὅτι Ἐξήγαγεν αὐτὸν ὁ Θεὸς ἔξω. Ἐπειδὴ γὰρ εἶδεν αὐτοῦ τὴν πρὸς τὰ ἐξελθεῖν προθυμίαν, αὐτὸς αὐτὸν πρὸς τὸ τέλειον τῆς ἐνεργείας ἐχειραγώγησεν. Αὐτὸς γὰρ καθ' ἑαυτὸν οὐχ οἷός τε
scus; and the head of Damascus is Rasin. Yet within sixty and five years, the kingdom of Ephraim shall fail from being a people; and the head of Ephraim is Somoron; and the head of Somoron is the son of Romelias. And unless you believe, neither shall you understand. I suppose then that it was not through sensible hearing, when the air is struck, that the prophets understood the word of God; rather, since an intellectual soul has ears, the things signified reached unto those ears stripped of vocal sound. And this happened to them as the ray of the true light reached unto their governing faculty, and ministered to the illumination of the prophets. And of this voice those laid hold who had got outside the corruptible organs of sense, and who hastened towards the departure from the body. For when the soul comes to be occupied with the contemplation of divine things, gathering itself away from its entanglement with the body, it is said to go forth; whereas whenever it is occupied with human affairs, either according to the necessity of tending the body, or because of not being able to stretch out any further towards the things that excel, it passes as it were from outside unto the things within, returning as into some house or into a city towards sympathy with the body. Since therefore it was needful for the prophet to hear words of God, on this account before all things there was said to him: Go forth, you and your son. And somewhat of this sort also is what was spoken in Genesis to Abraham at the first divine response: Go forth out of your land, and out of your kindred, and out of your father's house. For the most perfect departure is the ascent from all bodily things, which have been called land; and the flight from the organs of sense, which have been named kindred; and the turning away from the culpable life, wherein one had formerly made oneself at home in contrary pursuits, which have been called the father's house. And a little further on concerning the same Abraham it is written, that God brought him forth outside. For since He saw his eagerness for going forth, He Himself led him by the hand unto the perfection of the activity. For of himself he was not able
194. Καὶ Μωσῆς δὲ, ὅτε τῶν ἀνθρωπίνων ἔξω ἐγένετο, ἀποσχολάζων τῷ νῷ πρὸς τὴν θεωρίαν τῶν λογίων, ἔπηξεν ἔξω τῆς παρεμβολῆς μακρὰν τὴν ἑαυτοῦ σκηνήν. Διὸ καὶ πᾶς ὁ ζητῶν τὸν Κύριον ἐξεπορεύετο εἰς τὴν σκηνήν. Ὥστε ὁ ἐπιπλέον διαβεβηκὼς ἀπὸ τῶν ἀνθρωπίνων, ἔξω τὴν ἑαυτοῦ καταπήξει σκη-
194. And Moses too, when he got outside human affairs, devoting his leisure with his mind towards the contemplation of the divine oracles, pitched his own tent outside the camp afar off. Wherefore everyone seeking the Lord used to go forth unto the tent. So that he who has crossed further over away from human affairs will pitch his own tent out-
Notes, col. 452

On the reading

Printed ἑξήκαντα, for ἑξήκοντα.

Printed το, for τὸ.

Printed λὸγων, for λόγων.

Printed σῦ, for σὺ.

Printed τὰ, for τὸ.