Migne Reading Room

PG 30 · cols. 465–476 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:465Read from the page
ρίου ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Αὕτη ὑπόδικος οὐκ ἔστι τῷ περὶ καθαρισμοῦ νόμῳ. Γέγραπται γὰρ ἐν τῷ Δευτερονομίῳ, ὅτι Γυνὴ, ἥτις ἂν σπερματισθῇ, καὶ τέκῃ ἄρσεν, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. Αὕτη δὲ ἐπειδὴ μὴ σπερματισθεῖσα ἐγένετο μήτηρ τοῦ Ἐμμανουὴλ, καθαρὰ καὶ ἁγία καὶ ἀμίαντός ἐστι· καὶ μετὰ τὸ γενέσθαι μητέρα, ἔτι παρθένος διαμένουσα. Ἐπειδὴ γὰρ ὁ πρῶτος Ἀδὰμ οὐ τῇ ἐξ ἀνδρὸς καὶ γυναικὸς συνόδῳ παρῆλθεν εἰς γένεσιν, ἀλλ' ἐκ τῆς γῆς ἀνεπλάσθη· καὶ ὁ ἔσχατος Ἀδὰμ τὴν ἐκείνου φθορὰν ἀνακαινίζων, ἐν τῇ παρθενικῇ μήτρᾳ διαπλασθὲν τὸ σῶμα ἔλαβεν· ἵνα ἐν τῷ ὁμοιώματι γένηται τῷ τῆς ἁμαρτίας διὰ σαρκός. Ὑπὲρ δὲ τοῦ τὴν παράδοξον ταύτην γέννησιν μὴ πάντη ἄπιστον ἔχειν τοῖς δυσπαραδέκτως περὶ τὴν θείαν οἰκονομίαν διακειμένοις, ἔκτισέ τινα τῶν ζώων ὁ Δημιουργὸς δυνάμενα ἀπὸ μόνου τοῦ θήλεος, χωρὶς τῆς τῶν μενοι.
Lord shall come upon you, and the power of the Most High shall overshadow you. She is not subject to the law concerning purification. For it is written in Deuteronomy that a woman, whosoever shall conceive seed and bear a male child, shall be unclean seven days. But she, since without having conceived seed she became the mother of Emmanuel, is pure and holy and undefiled; even after becoming a mother, still abiding a virgin. For since the first Adam did not come into being through the union of man and woman, but was moulded out of the earth, the last Adam also, renewing his corruption, took a body fashioned in the virginal womb, so that through flesh He might come to be in the likeness of that of sin. And in order that this marvellous birth might not be held altogether incredible by those who are ill-disposed to admit the divine dispensation, the Creator created certain of the animals able from the female alone, apart from the ones.
202. Βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν, ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν. Παιδικῇ τροφῇ χρῆται ὁ Ἐμμανουὴλ διὰ τὴν σάρκα, βουτύρῳ καὶ μέλιτι. Καὶ ὅμως ἐν τῇ τοῦ νηπίου καταστάσει ὑπάρχων, διὰ τὴν ἐνοικοῦσαν αὐτῷ δύναμιν τῆς ἀγαθότητος, πρὸ τῆς κατὰ τὴν ἡλικίαν τελειώσεως, ἀπειθήσει μὲν πονηρίᾳ, ἐκλέξεται δὲ τὸ ἀγαθόν. Διότι ἡ μὲν ἡμετέρα φύσις ἴσην ἔχει τὴν ἐφ' ἑκάτερα ῥοπὴν, καὶ πολλάκις μὲν πρὸς τὸ πονηρὸν, πολλάκις δὲ καὶ πρὸς τὸ ἀγαθὸν ἀποκλίνει, ὡς ἐπὶ ζυγοῦ, νῦν μὲν ἐπὶ τὰ πάθη τῆς ψυχῆς καταῤῥεπούσης, νῦν δὲ πάλιν ὑπὸ τοῦ λόγου ἀνελκομένης ἐπὶ τὸ βέλτιον. Ἀλλ' οὐχὶ καὶ ὁ Κύριος οὕτως· ἀλλ' ἡ πρὸς τὸ ἀγαθὸν αὐτοῦ οἰκείωσις εὐθὺς ἐκ πρώτης γενέσεως διεφαίνετο. Τί γὰρ γέγραπται; Ὅτι Πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν. Ἀναδραμὼν δὲ ἐπὶ τὰ ἐν Γενέσει γεγραμμένα περὶ τοῦ γνωστοῦ καλου καὶ πονηροῦ, εὑρήσεις ἐκεῖ τὴν πρὸ τῆς ἁμαρτίας κατάστασιν τοῦ Ἀδὰμ παραπλησίαν οὖσαν τῇ νῦν ἀναγεγραμμένῃ· ὅτι ἐν ἀγνοίᾳ ἦν τοῦ πονηροῦ κατὰ πεῖραν. Διο καὶ ὁ Κύριος ἐν μὲν τῇ παιδικῇ διαθέσει τὸ ἀκέραιον καὶ ἄτρωτον ἔτι τοῦ Ἀδὰμ ἐμιμήσατο· ἐν δὲ τῷ ἀθετεῖν τὴν πονηρίαν, τὴν ἐκ τῆς παρακοῆς παρανομίαν ἐπηνωρθώσατο.
202. Butter and honey shall He eat; before He knows or prefers evil things, He shall choose the good. Emmanuel partakes of childish nourishment on account of the flesh, butter and honey. And yet, while being in the state of an infant, through the power of goodness indwelling in Him, prior to maturity of age, He will refuse obedience to wickedness and will choose the good. Because our nature indeed has an equal inclination towards either side, and oftentimes inclines towards evil, and oftentimes also towards the good, as upon a balance, the soul now sinking down towards the passions, and now again being drawn upwards by reason towards what is better. Yet not so is the Lord also; rather, His affinity towards the good shone forth straightway from His first birth. For what is written? That before He knows or prefers evil things, He shall choose the good. And if you trace back to what is written in Genesis concerning that which is cognizable of good and evil, you will find there that the state of Adam before sin was similar to that which is now recorded, in that he was in ignorance of evil by experience. Wherefore the Lord also, in His childish condition, imitated what in Adam was still uncorrupted and unwounded; while in rejecting wickedness, He set right the transgression that came from disobedience.
203. Ἀλλ' ἐπάξεέ, φησὶν, ὁ Θεὸς ἐπὶ σὲ, καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν, ἀφ' ἧς ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα, τὸν Βασιλέα τῶν Ἀσσυρίων.
203. But God, says he, shall bring upon you, and upon your people, and upon the house of your father, days which have not yet come, since the day that Ephraim took away from Judah the king of the Assyrians.
Notes, col. 465

On the reading

Printed καλου, for καλοῦ.

Printed Διο, for Διὸ.

Printed ἐπάξεέ, for ἐπάξει.

PG 30:468Read from the page
Ἔοικε τὰς τελευταίας ἡμέρας, μετὰ τὸ πάθος τοῦ Κυρίου, ἐκ τῆς τῶν Ῥωμαίων πολιορκίας ἐπελθούσης τῇ Ἱερουσαλὴμ, ὁ λόγος αἰνίσσεσθαι. Μετὰ γὰρ τὴν ἐπιδημίαν τοῦ Ἐμμανουὴλ, ἐπάξει Κύριος ἐπὶ τὸν Ἀχὰζ, καὶ τὸν λαὸν αὐτοῦ, καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφ' οὗ ἀπεμερίσθη τοῦ Ἰούδα, αἰχμάλωτος ἀπαχθεὶς ὑπὸ τοῦ βασιλέως τῶν Ἀσσυρίων. Ἀπέστη δὲ Ἐφραῒμ ἀπὸ τοῦ Ἰούδα ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Νάβατ, ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ὃς πρῶτος κατῆρξε τῆς ἀποστασίας, εἰπών· Οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαβὶδ, οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί. Διὰ τοῦτο ὁ Ἐφραῒμ ἀφεῖλε τὸν βασιλέα τῶν Ἀσσυρίων ἀπὸ τοῦ Ἰούδα ἐφ' ἑαυτὸν, περιπατήσας, καὶ μὴ ἐάσας ἐπικεῖσθαι σφοδρῶς τῇ πολιορκίᾳ τῆς Ἱερουσαλήμ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συριεῖ Κύριος μυίαις· ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου· καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων. Καὶ ἐλεύσονται καὶ ἀναπαύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἴς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ. Εἰς Αἴγυπτον, φησὶ, κατέβη ὁ λαός μου, παροικῆσαι ἐκεῖ· καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν. Διὰ τοῦτο προφητεύει ἐπὶ τῇ γεννήσει τοῦ Ἐμμανουὴλ, εἴτε ἐν Αἰγύπτῳ τις εἴη, τῶν ἀπὸ τοῦ λαοῦ, εἴτε ἐν τοῖς Ἀσσυρίοις, ἐξελεύσεσθαι αὐτοὺς, καὶ ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας γενομένους ἀναπαύσεσθαι ἐν ταῖς αὐτοφυέσι καὶ σχολαζούσαις καταδύσεσι. Μυίας μέντοι κυριεύειν μέρους ποταμοῦ Αἰγύπτου, καὶ μελίσσας ἐν τῇ χώρᾳ εἶναι τῶν Ἀσσυρίων φησί· τὸ εὐτελὲς ἐνδεικνύμενος τῶν ἀντικειμένων δυνάμεων. Μυῖα γάρ ἐστι ζῶον ἀπὸ κόπρου τὴν γένεσιν ἔχον, ὀχληρὸν τοῖς ἀνθρώποις γένος καὶ μυσαρὸν, ὧν καὶ ἡ ζωὴ ὀχληρὰ, καὶ ὁ θάνατος βδελυκτός. Τότε μέρους κυριεύουσι τοῦ ποταμοῦ Αἰγύπτου. Ἄνωθεν γὰρ ἐκ τῶν Αἰθιόπων ἀρχόμενος ὁ Νεῖλος, περὶ βραχὺ ἑαυτοῦ μέρος, τὸ πρὸς ταῖς
The word seems to hint at the last days, after the passion of the Lord, coming upon Jerusalem from the siege of the Romans. For after the sojourn of Emmanuel, the Lord shall bring upon Ahaz, and his people, and the house of his father, days which have not yet come since the time when he was parted from Judah, being led away captive by the king of the Assyrians. Now Ephraim revolted from Judah in the days of Jeroboam the son of Nebat, who caused Israel to sin, who first began the revolt, saying: We have no portion in David, neither inheritance in the son of Jesse. On this account Ephraim drew off the king of the Assyrians from Judah upon himself, having walked, and not having suffered him to press heavily upon the siege of Jerusalem. And it shall come to pass in that day, the Lord shall hiss for flies, that which rules over a part of the river of Egypt, and for the bee which is in the land of the Assyrians. And they shall all come and rest in the ravines of the land, and in the clefts of the rocks, and into the caves, and into every fissure, and in every piece of wood. Into Egypt, says he, My people went down to sojourn there, and unto the Assyrians they were led by force. On this account he prophesies that at the birth of Emmanuel, whether anyone of those from the people be in Egypt, or among the Assyrians, they shall come forth, and having come to be in the land of Judaea shall rest in the natural and vacant retreats. Yet he says that flies rule over a part of the river of Egypt, and that bees are in the land of the Assyrians, pointing out the paltriness of the opposing powers. For a fly is a creature having its origin from dung, a race troublesome to men and loathsome, whose life is troublesome and whose death is abominable. At that time they rule over a part of the river of Egypt. For beginning from above out of the Ethiopians, the Nile, round a small part of itself, that which is by the
Notes, col. 468

On the reading

Printed εἴς, for εἰς.

PG 30:469Read from the page
ἐκβολαῖς τῆς θαλάσσης, κατοικοῦσαν ἔχει τὴν Αἴγυπτον· ἐν ᾧ τόπῳ πάντα τὰ τετράποδα, καὶ θηρία, καὶ ἑρπετὰ, καὶ πτηνὰ θεοποιούμενα προσκυνεῖται. Ταύτας οὖν τὰς μυίας, τὸ ἀσθενὲς τῆς ἀντικειμένης δυνάμεως, τῷ συριγμῷ ἑαυτοῦ ἀφανίσει Κύριος· τουτέστι, τῷ πνεύματι τοῦ στόματος αὐτοῦ ἀφανίσει. Καὶ ἐν χώρᾳ τῶν Ἀσσυρίων τῇ μελίσσῃ. Ἔστι δὲ καὶ ἡ μέλισσα μικρὸν ζῶον καὶ ἀσθενὲς, ἀποθνῆσκον ἐν ᾧ ἀμύνεται. Ὁμοῦ τε γὰρ ἐνῆκε τὸ κέντρον, καὶ συναπέθανε τῇ πληγῇ· καὶ τὸν μὲν τρωθέντα μικρὸν ἔβλαψεν, ἑαυτὴν δὲ τῆς ζωῆς ἀπεστέρησε. Τοιαύτη τῶν πικρῶν ἀνθρώπων καὶ πνευμα-
mouths of the sea, has Egypt dwelling beside it; in which place all four-footed creatures, and wild beasts, and creeping things, and winged birds are deified and worshipped. These flies, therefore, the weakness of the opposing power, the Lord will destroy by His own hissing; that is to say, by the breath of His mouth He will destroy them. And for the bee in the land of the Assyrians. The bee too is a small and weak creature, dying in the very act in which it defends itself. For no sooner has it thrust in its sting than it dies together with the blow; and while it harms the one wounded only a little, it deprives itself of life. Such of bitter men and Spirit-
204. Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεμισθωμένῳ πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ. Μετὰ τὴν γένεσιν τοῦ Χριστοῦ, πάσης τῆς ἀντικειμένης δυνάμεως, ὡς μυίας καὶ μελίσσης, τῷ πνεύματι τοῦ στόματος τοῦ Κυρίου διασκεδασθείσης, ἐπισυναχθήσονται οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐναναπαύσονται ταῖς αὐτοφυέσιν ὑποδοχαῖς, φαραγξι, καὶ χώραις, καὶ ταῖς ῥαγάσι, καὶ τοῖς τοιούτοις. Τὸ δὲ, Ξυρήσει Κύριος ἐν τῷ μεμισθωμένῳ ξυρῷ τοῦ βασιλέως τῶν Ἀσσυρίων τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα αὐτοῦ ἀφελεῖ· ἔοικεν ὁ λόγος αἰνίσσεσθαι διὰ τοῦ μεμισθωμένου ξυροῦ δύναμιν τινα μισθοφορικὴν, τὴν μέλλουσαν ψιλὴν ἀποδεικνύειν τὴν Ἀσσυρίων βασιλείαν, ἥτις καὶ τὰ ἔνδοξα αὐτῆς περιαιρήσεται· τουτέστι, τὰς τρίχας τῆς κεφαλῆς αὐτῆς καὶ τόν πολὺν καὶ γυδαῖον λαὸν ἐξαφανίσει, οὓς τροπικῶς ὁ λόγος τρίχας ποδῶν παρέδωκεν. Ἔπειτα μέντοι καὶ αὐτὰ τὰ τιμιώτατα, καὶ τὰ τῆς ἀνδρείας σύμβολα, ἃ πώγωνα προσηγόρευσεν, ὑπὸ τοῦ ξυροῦ τοῦ μεμισθωμένου περιαιρήσεσθαι ἀπειλεῖ. Καὶ τάχα οἱ προσέχοντες τῇ ἱστορίᾳ εὑρήσουσι παρὰ τῆς Ῥωμαϊκῆς δυνάμεως ταῦτα περὶ τοὺς Ἀσσυρίους γεγενημένα, ἃ ἐπὶ τῆς γεννήσεως γίνεται τοῦ Ἐμμανουήλ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν, καὶ δύο πρόβατα. Καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. Ἐπειδὰν ἡ
204. And in that day the Lord shall shave with the hired razor beyond the river the head of the king of the Assyrians, and the hairs of his feet, and shall take away his beard. After the birth of Christ, when every opposing power, like fly and bee, has been scattered by the breath of the mouth of the Lord, the sons of Israel shall be gathered together, and shall rest in their natural receptacles, ravines, and lands, and fissures, and the like. As for that saying, The Lord shall shave with the hired razor the head of the king of the Assyrians, and the hairs of his feet, and shall take away his beard: the word seems to hint through the hired razor at a certain mercenary force that is about to render bare the kingdom of the Assyrians, which will also strip away its glorious things; that is to say, the hairs of its head, and will blot out its numerous and common populace, whom figuratively the word handed down as hairs of the feet. Next, however, even its most honourable things themselves, and the symbols of manly courage, which it called the beard, it threatens shall be stripped away by the hired razor. And perhaps those who attend to history will find that these things came to pass at the hands of the Roman power against the Assyrians, which come to pass at the birth of Emmanuel. And it shall come to pass in that day, a man shall rear a heifer of oxen and two sheep. And it shall come to pass, from the making of milk in abundance, everyone who is left upon the land shall eat butter and honey. Whenever the
Notes, col. 469

On the reading

Printed φαραγξι, for φάραγξι.

Printed τόν, for τὸν.

Printed γυδαῖον, for χυδαῖον.

PG 30:472Read from the page
ἀνάπαυσις τῷ Ἰσραὴλ ῥυσθέντι ἀπὸ τῆς αἰχμαλωσίας γένηται, ἀτιμωθῇ δὲ ὁ ἐπιβουλεύων αὐτῷ βασιλεὺς, γυμνωθεὶς ὑπὸ τοῦ μεμισθωμένου ξυροῦ· τότε, φησὶ, τοσαύτη κατὰ τὴν χώραν εὐετηρία γενήσεται, ὥστε μίαν δάμαλιν καὶ δύο πρόβατα τῷ κεκτημένῳ δαψιλὲς χορηγεῖν τὸ γάλα ὥστε ἔχειν αὐτὸν περιουσίαν βουτύρου, διὰ τὸ πάντας τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς βουτύρῳ καὶ μέλιτι τρέφεσθαι. Τάχα δὲ εὐπρεπέστερον ὑψηλοτέραις ἐννοίαις τὰς περὶ τῶν ζώων διδασκαλίας ἐκδέχεσθαι. Ἀντὶ γὰρ τοῦ εἰπεῖν, ὅτι Θρέψει ἕκαστος τὸ φιλόπονον καὶ γεωργικὸν τῆς ψυχῆς, δάμαλιν εἶπε, τὸ γεωργικὸν καὶ συνεργὸν ἡμῖν ζῶον· καὶ ἀντὶ τοῦ ἡμέρου καὶ ἐπιεικοῦς καὶ εὐμεταδότου ἤθους, πρόβατα τροπικῶς προσηγόρευσε. Διότι, ὥσπερ ἀπὸ τοῦ ζώου τούτου ἡ ὕλη τῆς σκέπης ἡμῖν ὑπάρχει, οὕτως ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν περιβολῆς ἡ ζωὴ τῶν σπουδαίων κατακοσμεῖσθαι πέφυκεν. Ἐπεὶ οὖν καὶ τρέφεται πνευματικῶς, καὶ κεκόσμηται, διὰ τοῦτο θρέψει δάμαλιν καὶ δύο πρόβατα. Βούτυρον καὶ μέλι τὰ εἰσαγωγικὰ εἰς τὴν θείαν διδασκαλίαν διδάγματα λέγει. Διότι πρῶτον ἀνθρώπου τροφὴ βνύτυρον καὶ μέλι ἐπινενόηται· ὅταν δὲ τούτοις αὐτάρκως τραφῇ, μετὰ τὸ στοιχειωθῆναι, τότε ὑπερβὰς τὰ ἐπὶ τῆς γῆς, στερεωτέρας καὶ μεί-
rest comes to pass for Israel delivered from captivity, and the king who plotted against him is dishonoured, stripped bare by the hired razor: then, says he, so great a fruitfulness shall come to pass throughout the land that a single heifer and two sheep will supply milk in abundance to their owner, so that he has a superabundance of butter, on account of all those who dwell upon the land being nourished with butter and honey. Yet perhaps it is more fitting to receive the teachings concerning the animals in loftier conceptions. For instead of saying that each man will rear the industrious and agricultural part of the soul, he said a heifer, the agricultural creature that labours together with us; and instead of a gentle and mild and generous character, he figuratively named sheep. Because, just as from this creature comes the material of our clothing, so from the vesture of virtue the life of earnest men is naturally adorned. Since, therefore, he is both spiritually nourished and adorned, on this account he shall rear a heifer and two sheep. Butter and honey he calls the introductory teachings leading into divine instruction. Because butter and honey have been devised first as nourishment for a human being; and when he has been sufficiently nourished with these, after being instructed in the rudiments, then rising above the things upon the earth, of firmer and great-
205ʹ Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι. χιλίων σίκλων, εἰς χέρσον ἔσονται, καὶ εἰς ἄκανθαν. Μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ· ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ, καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριωθήσεται. Οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος. Ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης βύσκημα προβάτου, καὶ καταπάτημα βοός. Ὡς γε ἐν τόποις δυσθεωρήτοις, ἡγούμεθα μή πάντη ἀπάδουσαν διήγησιν εὑρηκέναι. Ὅρα τοίνυν, εἰ δύνασαι τοιαύτην διάνοιαν περὶ τῶν ῥητῶν ἐκλαβεῖν, ὡς ἄρα μὲν οἱ ἐκ περιτομῆς ἦσαν αἱ χίλιαι ἄμπελοι χιλίων σίκλων. Ἄμπελον γὰρ ἐξ Αἰγύπτου μετῆρε καὶ ἐκβαλὼν ἔθνη, κατεφύτευσεν αὐτήν· ἥτις εὐθηνήσασα πρότερον, ὕστερον ἠμελήθη διὰ τὸ στραφῆναι αὐτὴν εἰς πικρίαν· καὶ καθῃρέθη μὲν αὐτῆς ὁ φραγμὸς, ἐγένετο δὲ εἰς διαρπαγὴν τοῖς παραπορευομένοις. Ἐκεῖναι τοίνυν αἱ ἄμπελοι αἱ πολύφοροι ἐγένοντο εἰς χέρσον καὶ ἀκανθῶνας, ὅτε μετὰ μυρίων βελῶν καῖ τοξευμάτων ὁ πολέμιος αὐτοῖς ἐπῆλθε στρατὸς, τὴν ἐρημίαν ἐπάγων. Ὄρη δὲ ἀροτριώμενά εἰσιν αἱ εἰς Χριστὸν πεπιστετκυῖαι ψυχαί· πρότερον μὲν ἔρημοι καὶ ἀγεώργητοι· διὰ τοῦτο ἐχέρσευον καὶ
205. And it shall come to pass in that day, every place where there may be a thousand vines at a thousand shekels, they shall become dry waste and thorn. With arrow and bow-shot shall men enter there; because all the land shall be dry waste and thorn, and every ploughed mountain shall be ploughed. No fear shall come there; for from the dry waste and thorn there shall be a pasture of sheep and a treading-ground of oxen. As in places hard to survey, we deem that we have found an exposition not altogether discordant. See, therefore, whether you are able to take such a sense concerning the words: that those of the circumcision were indeed the thousand vines at a thousand shekels. For He removed a vine out of Egypt, and having cast out nations, planted it; which, having flourished formerly, was afterwards neglected on account of its having been turned into bitterness; and its hedge was pulled down, and it became a plunder to those who pass by. Those fruitful vines, therefore, turned into dry waste and thorn-brakes when with countless arrows and bow-shots the hostile army came upon them, bringing desolation. And ploughed mountains are the souls that have believed in Christ: formerly indeed desolate and untilled, on which account they lay waste and
Notes, col. 472

On the reading

Printed βνύτυρον, for βούτυρον.

Printed βύσκημα, for βόσκημα.

Printed μή, for μὴ.

Printed καῖ, for καὶ.

Printed πεπιστετκυῖαι, for πεπιστευκυῖαι.

PG 30:473Read from the page
ἠκανθοφόρουν τρὸ τῆς Χριστοῦ ἐπιδημίας· ἐπιεδὴ δὲ ἦλθεν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν, καὶ ἐκάλεσε τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· διὰ τοῦτο οἱ μὲν ἐν περιτομῇ, ἀπολέσαντες τὸ εὐθαλὲς, καὶ τὸ ἔγκαρπον, εἰς χέρσον μετέβαλον. Τὸ δὲ ἀπὸ τῶν ἐθνῶν σύστημα, ὅπερ ὄρος ὠνόμασται ἀροτριώμενον, ἀροτριᾶται. ἀπαλλαγὲν πάσης δειλίας καὶ τοῦ ἀπὸ τῶν πολεμίων φόβου. Ὄρος οὖν, ἡ ὑψωθεῖσα ὑπὸ τῆς τοῦ Χριστοῦ διδασκαλίας ψυχή. Ἐπεὶ οὖν ἦλθεν ὁ Κύριος ἐξεκλάσθη μὲν ὁ Ἰσραὴλ, κατεφυτεύηη δὲ τὰ ἔθνη, ἵνα τῷ ἐκείνων παραπτώματι ἡ σωτηρία πᾶσιν οἰκονομηθῇ, καὶ ἀδεῶς τοῖς ὄρεσι τούτοις καὶ πρόβατα καὶ βόες ἐννεμόμενα ἄφθονον τῆν παρ' ἑαυτῶν ὠφέλειαν· παρέχωνται. Δηλονότι πρόβατα οἱ χρηστότεροι τὰ ἤθη, βόες δὲ οἱ πρὸς τὴν ἐργασίαν τῶν ἀναγκαίων φιλοπονώτεροι.
bore thorns before the sojourn of Christ; but since He came for the fall and rising of many, and called the things that are not, that He might bring to naught the things that are, on this account those of the circumcision, having lost their flourishing and fruitful state, turned into dry waste. Meanwhile the body gathered from the nations, which has been named a ploughed mountain, is ploughed, freed from all cowardice and from the fear of enemies. A mountain, therefore, is the soul exalted by the teaching of Christ. Since, then, the Lord came, Israel indeed was broken off, and the nations were planted in, so that by their trespass salvation might be dispensed unto all, and without fear both sheep and oxen pasturing upon these mountains might afford in abundance the benefit that comes from themselves. Evidently sheep are those gentler in character, while oxen are those more industrious towards the working of necessary things.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
206. Καὶ εἶ τε Κύριος πρὸς μέ· Αάβε σεαυτῷ τόμον καινοῦ μεγάλου· καὶ γράψον αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Ηάρεστι γὰρ. Καὶ μάρτυρας ποίησαι πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν καὶ Ζαχαρίαν τὸν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν. Καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Δόξει ἕτερον προσταχθεὶς ὁ προφήτης, ἕτερον πεποιηκέναι. Τί γὰρ κοινὸν ἔχει τὸ, Αάβε σεαυτῶ τόμον καινοῦ μεγάλου, πρὸς τὸ ἐπιφερόμενον, ὅτι Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν; Εἴποι ἂν οὖν τις, ὅτι οὐχὶ ἀπόδοσίς ἐστι τοῦ προάγοντος τὸ ἐπιφερόμενον, ἀλλὰ ἀπὸ ἰδίας ἀρχῆς παραδίδοται, ἐκείνου περιγεγραμμένου. Εἰ γὰρ καὶ μὴ ρρόσκειται ὅτι ἔλαβε τόμογ τοῦ καῖνοῦ καὶ μεγάλου, ἀλλὰ προσυπακούεται, ὅτι ἐποίησε τὸ προστεταγμένον. Ἀπὸ ἑτέρας δὲ ἀρχῆς νοεῖται τὸ, Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν. Εἰ μὲν γὰρ ἀντέλεγε τῷ προστάγματι ὁ προφήτης, ἐγράφη ἂν ἡ ἀντιλογία· ὡς ἐπὶ τοῦ Ἰεζεκιὴλ παραιτουμένου τὸ ἐπὶ βολβίτων ἀνθρωπίνων ὀπτηθέντα ἐσθίειν τὸν ἄρτον. Ἐκεῖ λὰρ ἀρνεῖται, λέγων. Μηδαμῶς, Κύριε Θεὲ τοῦ οὐρανοῦ, ει ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσίᾳ, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον. Διὰ τοῦτο συνεχωρήθη αὐτῷ ἐν βολβίτοις βοῶν
206. And the Lord said unto me: Take for yourself a volume of a great new [thing], and write upon it with a man's pen, for making swiftly a plundering of spoils; for it is at hand. And make for yourself faithful men as witnesses, Uriah and Zechariah the son of Berechiah. And I approached unto the prophetess, and she conceived in the womb, and bore a son. And the Lord said unto me: Call his name, Spoil quickly, Plunder swiftly. Because before the child knows how to call father or mother, one shall take the power of Damascus and the spoils of Samaria before the king of the Assyrians. Having been commanded one thing, the prophet will seem to have done another. For what has the saying, Take for yourself a volume of a great new [thing], in common with what follows, namely, And I approached unto the prophetess, and she conceived in the womb? Someone might say, then, that what follows is not the apodosis of what precedes, but is delivered from a distinct beginning of its own, once the former matter has been brought to a close. For even though it is not added that he took a volume of the new and great [thing], yet it is understood implicitly that he did what was commanded. And from another beginning is understood the saying, And I approached unto the prophetess, and she conceived in the womb. For had the prophet spoken against the ordinance, his contradiction would have been recorded, as in the case of Ezekiel begging off from eating his bread baked upon human dung. For there he refuses, saying: By no means, O Lord God of heaven, seeing that my soul has not been defiled in uncleanness, nor has any profane flesh entered into my mouth. On this account it was permitted to him upon cow's dung
Notes, col. 473

On the reading

Printed τρὸ, for πρὸ.

Printed ἐπιεδὴ, for ἐπειδὴ.

Printed κατεφυτεύηη, for κατεφυτεύθη.

Printed τῆν, for τὴν.

Printed εἶ τε, for εἶπε.

Printed Αάβε, for Λάβε.

Printed Ηάρεστι, for Πάρεστι.

Printed σεαυτῶ, for σεαυτῷ.

Printed ρρόσκειται, for πρόσκειται.

Printed τόμογ, for τόμον.

Printed καῖνοῦ, for καινοῦ.

Printed λὰρ, for γὰρ.

Printed ει, for εἰ.

PG 30:476Read from the page
ποιῆσαι τοὺς ἄρτους. Ἐνταῦθα μέντοι ἐπειδὴ ἀπαγόρευσις οὐκ ἔστιν, ἡ σιωπὴ δηλονότι τὴν συγκατάθεσιν δείκνυσιν. εἰ δὲ οὐ μεμαρτύρηται ποιήσας τὸ προστεταγμένον· ὥσπερ ὁ Ὡσηέ· Βάδιζε γὰρ, φησὶ. λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας· εἶτα μαρτυρῶν αὐτῷ ὁ λόγος, ὡς πεποιηκότι τὸ προστεταγμένον, ἐπιφέρει· Καὶ ἐπορεύθη, καὶ ἔλαβε τὴν Γομὲρ θυγατέρα Δεβηλαίμ. Ἀλλαχοῦ δὲ εὑρήσομεν προστάγματα μὲν ἐκφωνηθέντα, τὸ δὲ ἔργον μὴ μαρτυρούμενον μὲν γεγενῆσθαι, νοούμενον δὲ παρ' ἡμῶν, διὰ τὸ εὐπειθὲς τῶν ἐπιτεταγμένων, ὡς ἐπὶ τοῦ Ἰεζεκιήλ· Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερόν· καὶ πάλιν· Κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιόν. Οὐ γὰρ ἐπενήνεκται, ὅτι ἐκοιμήθη ἐπὶ τὸ δεξιὸν πλευρὸν, ἢ τὸ ἀριστερὸν, ἀλλὰ παρασεσιώπηται· νοεῖται δὲ παρ' ἡμῶν ἡ ὑπακοὴ τοῦ προφήτου. Οὕτως οὖν καὶ ἐνταῦθα δυνατὸν ἀπολογήσασθαι περὶ τοῦ ἐπαπορηθέντος ἡμῖν, ὅτι οὐχὶ ἕτερον προσταχθεὶς, ἄλλο ἐποίησεν· ἀλλ' ἐκεῖνο τελέσας, ἀπὸ ἑτέρας ἀρχῆς τὰ περὶ τῆς προφήτιδος ἡμῖν διαλέγεται.
to make his loaves. Here, however, since there is no refusal, his silence evidently shows his assent, even though he is not attested as having done what was commanded; just as Hosea: For go, says He, take for yourself a wife of fornication and children of fornication; then bearing witness to him as having done what was commanded, the word adds: And he went, and took Gomer the daughter of Diblaim. Elsewhere, too, we shall find ordinances uttered aloud, while the deed is not indeed attested to have taken place, yet is understood by us on account of the obedience of those who received the commands, as in the case of Ezekiel: And you shall lie upon your left side; and again: You shall lie upon your right side. For it is not added that he lay upon his right side, or his left, but it is passed over in silence; yet the obedience of the prophet is understood by us. Thus, therefore, here also it is possible to answer regarding the difficulty raised by us, that he did not, when commanded one thing, do another; rather, having accomplished the former, from another beginning he discourses to us of the matters concerning the prophetess.
207. Μήποτε δὲ τύπος ἐστὶν ὁ τοῦ καὶνοῦ καὶ μεγάλου τόμος τῆς Καινῆς καὶ μεγάλης Διαθήκης, γραφίδι ἀνθρώπου γεγραμμένης· διὰ τὸ λέξει ἀνθρωπίνῃ καὶ ἀκούεσθαι δυναμένῃ παρὰ τῶν πολλῶν, γεγράφθαι τοῦ Εὐαγγελίου τὰ ῥήματα. Ἐν ᾧ γέγραπται τὸ ὀξέως προνομὴν ποιῆσαι σκύλων· διότι ταχεῖα γέγονε, καὶ ἀστραπῆς ὀξυτέρα πάσης, ἡ τοῦ Εὐαγγελίου διδασκαλία, ἐπὶ τὰ πέρατα τῆς οἰκουμένης διικνουμένη, καὶ σκυλεύουσα τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ ρρὸς τὴν ὑπακοὴν τοῦ Χριστοῦ ἀντιμεθιστῶσα τοὺς αἰχμαλωτισθέντας. Ηρονομὴ δέ ἐστιν ἡ τῶν σκύλων διανομή· ὅπερ τοῖς ἐπιμεληταῖς τοῦ τῶν ἀνθρώπων γένους ἀγγέλοις διέδωκεν ὁ Θεὸς εἰς φυλακὴν καὶ σωτηρίαν. Διὰ τοῦτο γέγραπται, ὀξέως προνομὴν ποιῆσαι σκύλων. Ηάρεστι γὰρ τὸ Εὐαγγέλιον· τὸν πάλαι προσδοκώμενον ἐξ οὐρανοῦ, τοῦτον παρόντα ἡμῖν εὐαγγελίζεται. Μάρτυρες δὲ τῶν γραφομένων ἐν τῷ Εὐαγγελίῳ ἔστωσαν, φησὶν, Οὐρίας καὶ Ζαχαρίας. Ἔστι δὲ ὁ μὲν Οὐρίας ἱερεὺς, συμβολικῶς χαρακτηρίζων τὸν διὰ Μωσέως παραδεδομένον νόμον· ὁ δὲ Ζαλαρίας, προφήτης. Μαρτυρούμενον δὲ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν συνίσταται τὸ Εὐαγγέλιον. Ἑρμηνεύεται δὲ ὁ μὲν Οὐρίας, φωτισμὸς Θεοῦ· ὁ δὲ Ζαχαρίας, μνήμη Θεοῦ· υἱὸς δὲ Βαραχίου, τῆς εὐλογίας τῆς τοῦ Θεοῦ. Τίνας οὖν ἔπρεπεν εἶναι πιστοὺς ἀνθρώπους μάρτυρας; Εἴ τίς ἐστι πεφωτισμένος ἀπὸ Θεοῦ, καὶ μνήμην ἔχων διηνεκῆ Θεοῦ.
207. Perhaps, moreover, the volume of the new and great [thing] is a type of the New and great Testament, written with a man's pen, on account of the words of the Gospel having been written in human speech capable of being heard by the many. Wherein is written the making swiftly a plundering of spoils; because swift has been the teaching of the Gospel, and sharper than every lightning-flash, reaching unto the ends of the inhabited world, despoiling the ruler of this age, and transferring those who had been led captive over unto the obedience of Christ. And plundering is the distribution of the spoils, a work which God committed unto the angels, the guardians of the race of men, for safe-keeping and salvation. On this account it is written, to make swiftly a plundering of spoils. For the Gospel is at hand; Him Who of old was awaited from heaven, this One present unto us it proclaims as good tidings. And as witnesses of the things written in the Gospel, says he, let there be Uriah and Zechariah. Now Uriah is a priest, symbolically characterizing the law handed down through Moses; whereas Zechariah is a prophet. And attested by the law and the prophets, the Gospel is established. Moreover, Uriah is interpreted illumination of God; Zechariah, remembrance of God; and son of Berechiah, of the blessing of God. Whom, then, did it befit to be faithful men as witnesses? Whosoever is illumined from God, and holds unceasing remembrance of God.
208. Τί οὖν ἐστι τὸ, Καὶ προσῆλθον πρὸς τὴν
208. What, then, is the saying, And I approached unto the
Notes, col. 476

On the reading

Printed φησὶ., for φησὶ,.

Printed καὶνοῦ, for καινοῦ.

Printed ρρὸς, for πρὸς.

Printed Ηρονομὴ, for Προνομὴ.

Printed Ηάρεστι, for Πάρεστι.

Printed Ζαλαρίας, for Ζαχαρίας.