φησι Δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· οὐ διά τινος ὑπηρέτου, καὶ διακόνου, καὶ λειτουργοῦ δίδωσιν, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ· ἵν' ἐκ τούτου δηλωθῇ τοῦ διδομένου τὸ μέγεθος. Τὸν μὲν γὰρ νόμον διετάξατο δι' ἀγγέλων, ἐν χειρὶ μεσίτου Μωσέως· τὸ δὲ σημεῖον αὐτὸς ἔδωκε τῷ οἴκῳ Δαβίδ. Δίδοται δὲ οὐκέτι τῷ Ἀχὰζ, ἀλλὰ παντὶ τῷ οἴκῳ Δαβίδ· διότι ἐκ σπέρματος Δαβὶδ, τὸ κατὰ σάρκα, ὁ Κύριος· καὶ διὰ τοῦτο πάσῃ διέφερε τῇ συγγενείᾳ τοῦ Δαβὶδ τὸ περὶ τῆς ἐπιδημίας τοῦ Χριστοῦ εὐαγγέλιον.
says he, The Lord Himself shall give you a sign; not through some attendant, or minister, or servant does He give it, but Himself through Himself, so that from this the greatness of what is given may be made manifest. For the law He ordained through angels, by the hand of a mediator, Moses; whereas the sign He Himself gave to the house of David. And it is given no longer to Ahaz, but to all the house of David; because from the seed of David, according to the flesh, is the Lord; and on this account the good tidings concerning the sojourn of Christ pertained to all the kindred of David.
201. Ἰδοὺ ἡ Παρθίνος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Ἀνθίστανται οἱ Ἰουδαῖοι τῇ ἐκδόσει τῶν Ἑβδομήκοντα, λέγοντες μὴ κεῖσθαι παρὰ τῷ Ἑβραίῳ τὸ, Ἡ Παρθένος, ἀλλ' Ἡ νεὰνις, ὡς δυναμένης νεάνιδος ὀνομάζεσθαι τῆς ἀκμαζούσης καθ' ἡλιλίαν, οὐχὶ δὲ τῆς ἀπειρογάμου γυναικός· πρὸς οὓς ῥᾳδία καὶ αὐτόθεν ἡ ἀπάντησις. Εἰ γὰρ σημεϊόν ἐστι τεραστίου τινὸς καὶ παρηλλαγμένου τὴν κοινὴν συνήθειαν τῶν ἀνθρώπων ἐπίδειξις, τί θαυμαστὸν ἦν, μίαν τῶν πολλῶν γυναῖκα, ἀνδρὶ συνοικοῦσαν, μητέρα γενέσθαι παιδίου; Ηῶς δ' ἂν καὶ τὸ ἀπὸ θελήματος σαρκὸς γεννηθὲν Ἐμμαδουὴλ προσηγορεύετο; Ὥστε εἰ μὲν σημεῖόν ἐστι τὸ διδόμενον, παράδοξος ἔστω καὶ ἡ γέννησις. Εἴ δὲ κοινὸς ὁ τρόπος τῆς γεννήσεως τοῦ παιδίου, μήτε σημεῖον λεγέσθω, μήτε Ἐμμανουὴλ προσαγορευέσθω. Ὥστε εἰ μὴ παρθένος ἡ τεκοῦσα, ποῖον τοῦτο σημεῖον; Καὶ εἰ μὴ θειοτέρα ἢ κατὰ τοὺς πολλοὺς ἡ γέννησις, πῶς ἡ τοῦ Ἐμμανουὴλ παρουσία; Ὅτι μέντοι ἡ νεᾶνις ἐπὶ παρθένων ἰδίως ὠνομάσθη, δῆλον ἐκ τῶν ἐν τῷ Δευτερονομίῳ οὕτως εἰρημένων· Ἐὰν δὲ ἐν τῷ πεδίῳ εὕρῃ τὴν παῖδα τὴν μεμνηστευμένην, καὶ βιασάμενος κοιμηθῇ μετ' αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον μόνον, καὶ τῇ νεάνιδι οὐ ποιήσετε οὐδὲν, ὅτι οὐκ ἔστι τῇ νεάνιδι ἁμάρτημα θανάτου. Ὅτι ὡς εἴ τις ἐπαναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ, καὶ φονεύσῃ αὐτόν· οὕτω τὸ πρᾶγμα τοῦτο. Ἐν τῷ πεδίῳ εὗρεν αὐτήν· ἐβόησεν ἡ νεᾶνις, καὶ ὁ βοηθῶν οὐκ ἦν. Ἡ τοίνυν βοῶσα πρὸ τῆς φθορᾶς παρθένος ἦν, δηλονότι. Ἴσον οὖν δύναται εἰπεῖν, ἐβόησεν ἡ παρθένος, καὶ ἐβόησεν ἡ νεὰνις. Καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἡ Σωμανῖτις, ἡ συνθάλπουσα τὸν Δαβὶδ, παρθένος οὖσα, καὶ ἀνδρὸς ἀπείρατος, νεᾶνις προσαγορεύεται. Εὗρον γὰρ, φησὶ, τὴν Ἀβισὰκ, καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα, καὶ ἡ νεὰνις καλὴ ἕως σφόδρα, καὶ ἐλειτούργει τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν. Ἐκ Παρθένου τοίνυν ἁγίας ὁ Ἐμμανουὴλ, τῆς εἴπούσης· Ηῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Πρὸς ἣν ὁ ἄγγελος, ὅτι Πνεῦμα Κυ-
201. Behold, the Virgin shall conceive in the womb, and shall bear a son, and you shall call His name Emmanuel. The Jews oppose the edition of the Seventy, saying that in the Hebrew there does not stand The Virgin, but The young woman, as though she who is in the bloom of age could be named a young woman, and not the woman unacquainted with marriage; to whom the reply is easy and immediate. For if a sign is a display of something portentous and departing from the common custom of men, what wonder was it that one woman out of many, living with a husband, should become the mother of a child? And how could that which was born from the will of the flesh have been called Emmanuel? Accordingly, if what is given is a sign, let the birth also be marvellous. But if the manner of the child's birth is common, let it neither be called a sign, nor be addressed as Emmanuel. Accordingly, unless she who bore Him is a virgin, what sort of sign is this? And unless the birth is more divine than after the manner of the many, how is there the coming of Emmanuel? That, however, the term young woman was peculiarly applied to virgins is clear from what is thus spoken in Deuteronomy: But if a man find in the field the betrothed damsel, and forcing her lie with her, you shall put to death the man alone, and unto the young woman you shall do nothing, because there is not in the young woman a sin worthy of death. Because as when a man rises up against his neighbour, and slays him, so is this matter; he found her in the field: the young woman cried out, and there was none to help. Evidently, then, she who cried out before the corruption was a virgin. Therefore it amounts to the same thing to say, the virgin cried out, and, the young woman cried out. And in the Third Book of Kingdoms the Shunammite who cherished David, being a virgin and unacquainted with a man, is called a young woman. For they found, says it, Abishag, and brought her unto the king; and the young woman was exceeding fair, and she ministered unto the king, and the king knew her not. From a holy Virgin, therefore, is Emmanuel, from her who said: How shall this be unto me, seeing I know not a man? Unto whom the angel [said] that the Spirit of the