Migne Reading Room

PG 30 · cols. 429–440 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:429Read from the page
εἴρηται, ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Ηνεύματι ἁγίῳ καὶ πυρί; Ἐπειδὴ δὲ ὁ ἄνθραξ πῦρ ἐστι, τῇ παχυτέρᾳ ἤδη καὶ γεωδεστέρᾳ ὕλῃ ἐναπομεῖναν (μετὰ γὰρ τὸ παραδραμεῖν τὸ ἀνθηρὸν τῆς φλογὸς, ἡ περὶ τὴν παχεῖαν ὕλην τοῦ πυρὸς ὁμιλια ἄνθρακες ὀνομάζονται), τάχα οὖν σημαίνει τὴν ἐν τῇ σαρκὶ τοῦ Κυρίου ἐπιδημίαν. Φησὶ γάρ· Ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ἡ σὰρξ τὸν ἐκ τῆς θεότητος φωτισμὸν ὑποδεξαμένη, κατὰ μὲν τὸ σωματικὸν αἰσθητή· κατὰ δὲ τὴν πρὸς Θεὸν ἕνωσιν διαυγὴς καὶ ἐκλάμπουσα. Ἐκείνη δὲ ἡ σὰρξ ᾖρε τὰς ἁμαρτίας τοῦ κόσμου, καὶ τὰς ἀνομίας ἡμῶν περιεκάθηρεν· ἣν δι' αἰνίγματος ἡμῖν ἡ προφητεία παρέστησε. Ναδὰβ μὲν γὰρ καὶ Ἀβιοὺδ κατεκάησαν ἀλλοτρίῳ πυρὶ χρησάμενοι· τὸ δὲ σεραφεὶμ ἀπὸ τοῦ ἁγίοῦ πυρὸς, τοῦ ἐν τῷ νοητῷ θυσιαστηρίῳ τῶν ἀληθινῶν ὁλοκαρπωμάτων, τὸν ἄνθρακα ἔλαβεν, οὐχ ἑαυτῷ, ἀλλὰ τῇ λαβίδι. Ἵνα δὲ δείξῃ, ὅτι τὸ πῦρ τὸ οὐράνιον οὐχὶ καίει, ἀλλὰ καθαίρει, τῇ χειρὶ ὑποδεξάμενον, οὕτω προσάγει τοῖς χείλεσι. Συγγενὲς ἦν τούτῳ τῷ πυρὶ καὶ τὸ ἐπὶ τῆς βάτου, ὃ εἶδεν Μωσῆς ἐπικείμενον μὲν τῷ φυτῷ, μὴ κατακαῖον δὲ τὴν βάτον. Τάχα δὲ ἡ λαβίς ἐστιν ἡ ἐν ἑκάστῳ ἐνυπάρχουσα ἐπιτηδειότης πρὸς τὴν τῶν ἀπὸ Θεοῦ δεδομένων ἀγαθῶν ὑποδοχὴν κατὰ τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ ὑπαρχούσης πρὸς τὸ καλὸν οἰκειώσεως.
it has been said, He shall baptize you in the Holy Spirit and fire? Yet since a live coal is fire remaining behind in matter already denser and more earthy (for after the bloom of the flame has passed by, the association of the fire around the dense matter is called live coals), perhaps then it signifies the sojourn of the Lord in the flesh. For it says: The Word became flesh; and the flesh, having received illumination from the Godhead, was perceptible according to what belongs to the body, yet pellucid and radiant according to its union with God. And that flesh took away the sins of the world, and purged away our iniquities; which the prophecy set before us through an enigma. For Nadab and Abiud were burned up, having used strange fire; whereas the seraph took the live coal from the holy fire that is upon the intelligible altar of true whole-offerings, not with himself, but with the tongs. And in order to show that the heavenly fire does not burn, but cleanses, having received it in his hand, he thus brings it near to the lips. Akin to this fire was also that upon the bush, which Moses saw resting indeed upon the plant, yet not burning up the bush. And perhaps the tongs are the aptitude indwelling in each person towards the reception of the good things given by God, according to the proportion of the affinity towards the good existing in each.
184. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται; Μωσέα μὲν οὐκ ἐρωτᾷ, ἀλλ' ὡς ἔχων ἕτοιμον, φησί· Καὶ νῦν δεῦρο, ἀποστελῶ σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου. Ηρὸς μέντοι τὸν Ἠσαΐαν φησί· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται; Τίς οὖν ἡ αἰτία; Ὅτι ἐκεῖ μὲν ἐπὶ ἀγαθῶ καὶ εὐεργεσίᾳ τοῦ λαοῦ ἀπεστέλλετο Μωσῆς, ἐνταῦθα δὲ σκυθρωπῶλ πραγμάτων διακονία πρόκειται. Διὰ τοῦτο ἐκείνῳ μὲν πρόσταγμα, τούτῳ δὲ ἐπ' ἐξουσίας ἀφείθη ἡ ὑπουργία· διότι πεφύκαμεν οἱ ἄνθρωποι ἅπερ ἂν ἑκόντει ἑλώμεθα, κἂν ἐπίπονα ᾖ, καταδέχεσθαι. Διὰ τοῦτο αὐτὸν βούλεται ἑκόντα καταδέξασθαι τὴν ἀποστολὴν ὁ Κύριος. Καὶ ὅτι μὲν χρεία τῆς ἀποστολῆς, ἔδειξε, τὸ δὲ εὔθετον εἰς διακονίαν πρόσωπον ἐξ αὐτῆς βούλεται τῆς προθυμίας ἀναφανῆναι. Διὰ τοῦτο Μωσῆς μὲν ἐπὶ περιφάνειαν βίου, καὶ λαοῦ τοσούτου προστασίαν καλούμενος, παραιτεῖται· Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξω τὸν λαὸν ἐκ γῆς Δἰγύπτου; καὶ πάλιν· Δέομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸς τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ' οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου· καὶ πάλιν· Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστελεῖς. Ἠσαΐας δὲ οὐδὲ
184. And I heard the voice of the Lord saying: Whom shall I send, and who will go? Moses indeed He does not ask, but, as having him ready, says: And now come, I will send you to Pharaoh king of Egypt. Yet to Isaiah He says: Whom shall I send, and who will go? What then is the cause? Because there Moses was being sent for the good and benefit of the people, whereas here a ministry of gloomy matters lies before him. On this account to the former a command was given, whereas to the latter the service was left within his own authority; because we men by nature accept whatever things we choose willingly, even though they be painful. For this reason the Lord wills that he should willingly accept the mission. And that there was need of the mission, He showed; yet the person fit for ministry He wills to become manifest from his very readiness. For this reason Moses indeed, when called to splendour of life and leadership of so great a people, begs off: Who am I, that I should go to Pharaoh king of Egypt, and bring out the people from the land of Egypt? and again: I beseech Thee, Lord, I am not sufficient before yesterday nor before the third day, nor since Thou began to speak to Thy servant; and again: I beseech Thee, Lord, appoint another who is able, whom Thou will send. Whereas Isaiah, without even
Notes, col. 429

On the reading

Printed Ηνεύματι, for Πνεύματι.

Printed ὁμιλια, for ὁμιλία.

Printed ἁγίοῦ, for ἁγίου.

Printed Ηρὸς, for Πρὸς.

Printed ἀγαθῶ, for ἀγαθῷ.

Printed σκυθρωπῶλ, for σκυθρωπῶν.

Printed ἑκόντει, for ἑκόντες.

Printed Δἰγύπτου, for Αἰγύπτου.

PG 30:432Read from the page
τοιοῦτον ἀκούσας, ἀλλὰ μόνην τὴν χρείαν διδαχθεὶς τῆς ἀποστολῆς, ἑκὼν ἑαυτὸν ἐπέδωκε, καὶ μέσοις ἐνέβη τοῖς δεινοῖς τὴ ὑπερβολῇ τῆς ἀγάπης, μηδὲν τῶν μελλόντων ἐπάγεσθαι αὐτῷ παρὰ τοῦ λαοῦ λογισάμενος. Παρατήρει δὲ τὸ ἀκριβὲς καὶ περιεσκεμμένον τοῦ προφήτου. Πρὸς γὰρ δύο λόγους μίαν ποιεῖται τὴν ἀπόκρισιν· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται; Ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλον με. Οὐκέτι προσέθηκεν· Καὶ ἐγὼ πορεύσομαι. Τὸ μὲν γὰρ δέξασθαι τὴν ἀποστολὴν, ἐφ' ἡμῖν· τὸ δὲ δυναμωθῆναι πρὸς τὴν πορείαν, τοῦ διδόντος τὴν χάριν ἐκ τοῦ ἐνισχύοντος Θεοῦ. Ὥστε, ὃ μὲν τῆς προαιρέσεως ἦν, εἶπεν· Ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με· ὃ δὲ τῆς χάριτος ἦν, τῷ Κυρίῳ κατέλιπεν. Οὐ γὰρ ἐπηγγείλατο πορευθήσεσθαι, διὰ τὸ ἐπαισθάνεσθαι τῆς ἑαυτοῦ ἀσθενείας. Ἀκούει δὲ φωνῆς Κυρίου καὶ ὁ μὴ πληγεὶς τὴν σωματικὴν ἀκοὴν, τοῦ ἡγεμονικοῦ τυπουμένου ἀπὸ Θεοῦ, οἷς ἂν ἐθέλῃ τὸ βούλημα φανεροῦν ὁ Θεός. Ἀφάτῳ γάρ τινι δυνάμει φαντασιούμενοι τὸν νοῦν, οἱ ἀπερίσπαστον αὐτὸν καὶ καθαρὸν ἔχοντες, οἱονεὶ ἐνηχοῦντα ἑαυτοῖς ἔχουσι τὸν λόγον τοῦ Θεοῦ· κἂν ὁ ἀὴρ μὴ δέξηται τοὺς τύπους, μηδὲ τῇ ἀκοῇ παραπέμπῃ. Οἱονεὶ γὰρ βιβλίῳ τινὶ, τὸ ἑαυτοῦ θέλημα ἐγγράφει ὁ Θεὸς τῇ ψυχῇ τοῦ προφήτου· καὶ ἀκούειν λέγεται ὁ τὰ θεῖα νοήματα ὑποδεξάμενος τῇ ψυχῇ, διὰ τοῦτο δὲ τὸ, Ἰδού εἰμι ἐγὼ, ἀπόστειλόν με, ὁ προφήτης εἰπὼν, τὸ ἐφεξῆς ἀπεσιώπησεν. Οὐ γὰρ εἶπεν, Ἐγὼ πορεύσομαι, διότι μεῖζον καὶ ὑπὲρ αὐτὸν τὸ ἐπάγγελμα. Ὅπερ οὐκ ἔλαβεν ἑαυτῷ, τοῦτο ὁ Κύριος ἐχαρίσατο. Εἶπε γὰρ αὐτῷ· Πορεύθητι, καὶ εἰπὸν τῷ λαῷ τούτῳ. Ὁ μέντοι λέγων, Ἰδού εἰμι ἐγὼ, τεθαῤῥηκὼς ἤδη, ὡς μεταλαβὼν τοῦ ὄντος, ἐν τοῖς οὖσιν ἀριθμεῖν ἑαυτὸν ἀποτολμᾷ· καὶ τοῦτο εἶπε μετὰ τὸ καθαρθῆναι αὐτοῦ τὰ χείλη. Ὁ δὲ ἐν ἀνομίαις τυγχάνων, καὶ τῆς ἐπιγνώσεως τοῦ ὄντος μὴ καταξιούμενος, οὐ δύναται ἑαυτῷ μαρτυρεῖν τὸ, Ἰδού εἰμι ἐγώ. Ἐπειδὴ δὲ ἔθετο ὁ Θεὸς πρῶτον ἀποστόλους, δεύτερον προφήτας· διὰ τοῦτο καὶ ὁ ῾Πσαίας πρῶτον τὸ τῆς ἀποστολῆς δέχεται χάρισμα. Καὶ Μωϋσῆς δὲ τῶν ἀποστόλων ἐστί. Δεῦρε γὰρ, φησὶν, ἀποστελῶ σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου. Καὶ Ἱερεμίας δὲ ἀκούει, ὅτι Πρὸς πάντας οὓς ἂν ἐξαποστείλω σε, πορεύσῃ.
having heard any such thing, but having been taught only the need of the mission, willingly gave himself up, and stepped into the midst of terrors through the excess of his love, reckoning none of the things about to be brought upon him by the people. Yet observe the exactness and circumspection of the prophet. For to two sayings he makes a single reply: Whom shall I send, and who will go? Behold, here am I; send me. He did not go on to add: And I will go. For to accept the mission rests with us; whereas to be strengthened for the journey belongs to Him Who gives grace from the God Who empowers. So then, what belonged to free choice, he spoke: Behold, here am I; send me; whereas what belonged to grace, he left to the Lord. For he did not promise that he would go, on account of being conscious of his own weakness. Moreover, even he whose bodily hearing has not been struck hears the voice of the Lord, when the governing faculty is shaped by God in those to whom God wills to make manifest His counsel. For having their mind impressed by a certain ineffable power, those who keep it undistracted and pure possess the word of God sounding, as it were, within themselves, even if the air does not receive the impressions nor transmit them to the hearing. For as though upon a certain book, God inscribes His own will upon the soul of the prophet; and he who has received the divine thoughts in his soul is said to hear; and for this reason the prophet, having said, Behold, here am I; send me, kept silent as to what followed. For he did not say, I will go, because the promise was greater and beyond him. What he did not take to himself, this the Lord freely granted. For He said to him: Go, and say to this people. However, he who says, Behold, here am I, being already confident as having partaken of Him Who is, ventures to reckon himself among the things that are; and this he said after his lips had been cleansed. Whereas he who is in iniquities, and is not counted worthy of the knowledge of Him Who is, cannot bear witness to himself with the words, Behold, here am I. And since God set first apostles, secondly prophets, for this reason Isaiah also first receives the gift of apostleship. And Moses too is one of the apostles; for, Come, He says, I will send you to Pharaoh king of Egypt. And Jeremiah also hears: To all to whomsoever I shall send you, you shall go.
185. Πορεύθητι, καὶ εἰπὸν τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή-
185. Go, and say to this people: With hearing you shall hear, and shall in no wise understand, and seeing you shall see, and shall in no wise perceive. For the heart of this people has grown thick, and with their ears they have heard heavily, and their eyes they have closed, lest
Notes, col. 432

On the reading

Printed τὴ, for τῇ.

Printed ἀπόστειλον με, for ἀπόστειλόν με.

Printed ῾Πσαίας, for Ἠσαΐας.

PG 30:433Read from the page
ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι καὶ ἰάσομαι αὐτούς. Τοῦτο τὸ ῥητὸν ἀνέγραψεν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι. Καὶ ἀπεστάλη πρός με ἓν τῶν σεραφίμ. Ὅτι δύναμίς τίς ἐστιν ὑπερκόσμιος, καθαρτικὴ ἀνομιῶν, διακονίαν πεπιστευμένη, τὸ σεραφεὶμ τὰ γεγραμμένα παρίστησιν. Ἀπέσταλται οὖν ταῦτα τὰ λειτουργικὰ πνεύματα πρὸς ἡμᾶς τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Ἔρχεται δὲ οὐκ αὐθεντικῶς οὐδὲ αὐτεξουσίως ἐπισκεπτόμενα ἡμᾶς. Καὶ γὰρ προηγουμένη μὲν αὐτῶν ζωὴ καὶ κατὰ φύσιν, τῷ κάλλει τοῦ Θεοῦ ἐνατενίζειν, καὶ αὐτὸν δοξάζειν διηνεκῶς· περιστατικὴ δέ τίς ἐστιν ἐνέργεια ἡ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἐπιστροφὴ καὶ ἐπιμέλεια. Διὰ τοῦτο, Ἀπεστάλη, φησὶ, πρός με ἓν τῶν σεραφίμ. Ἔοικε δὲ ὁ προφήτης, ὅτε εἶδε τῶν σεραφὶμ τὴν ἐνέργειαν, οὐδὲν ἄλλο ποιούντων ἢ ἁγιαζόντων τὸν Θεὸν, τότε εἰς συναίσθησιν τῆς ἐν τοῖς ἰδίοις χείλεσιν ἀκαθαρσίας ἐληλυθέναι, ὅτι καὶ ἀνθρώπινα λαλεῖ, καὶ ἐμόλυνεν ἑαυτοῦ τὴν γλῶσσαν πολλάκις τοῖς περὶ τῆς ματαιότητος τοῦ κόσμου ῥήμασι. Τῇ οὖν πρὸς ἐκεῖνα συγκρίσει κατανυγεὶς, καὶ ὅτι τὰ μὲν οὐδὲν ἕτερον φθέγγεται, ἢ τὸν ἁγιασμὸν τῆς θεότητος ἐκβοᾷ· αὐτὸς δὲ τὸ πλεῖστον τοῖς ἀνθρωπίνοις πράγμασι τὴν ἑαυτοῦ φωνὴν ἐνασχολουμένην ἔχει· διὰ τοῦτο εἰπεν· Ὦ τάλας ἐγὼ, ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ οἰκῶ ἀκάθαρτα χείλη ἔχοντος. Οὕτω καὶ Μωσῆς τέως οὐκ ἠσθάνετο ἑαυτοῦ ἰσχνοφώνου ὄντος καὶ βραδυγλώσσου, ὅς γε πάσῃ σοφίᾳ Αἰγυπτίων πεπαίδευτο, καὶ διέβαινε πάντας αὐτοὺς τῇ εὐφυΐᾳ καὶ τῇ συνέσει· ὅτε δὲ ἤκουσε τοῦ χρηματίζοντος, τότε εἶδεν ἑαυτοῦ τὴν ἀσθένειαν. Καὶ Ἀβραὰμ, ὅτε ὤφθη αὐτῷ ὁ Θεὸς, τότε εἶπεν ἑαυτὸν γῆν καὶ σποδόν. Ηαραπλησίως οὖν τούτοις καὶ ὁ Ἠσαΐας, μετὰ τὸ ἰδεῖν τὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ θεωρῆσαι τὴν δόξαν τὸν σύμπαντα οἶκον τοῦ κόσμου πεπληρωκυῖαν, καὶ τὰ κύκλῳ αὐτοῦ σεραφὶμ μετὰ ἐκπλήξεως ἐκείνην τὴν φωνὴν ἀναφέροντα· τότε ἑαυτὸν ταλαίπωρον προσηγόρευσε, τότε τὴτ ἐν τοῖς χείλεσιν ἑαυτοῦ ἀκαθαρσίαν ἐπέγνω· διὸ καὶ ἠξιώθη τῆς διὰ τῶν σεραφὶμ καθάρσεως. Παρατήρει δὲ, ὅτι οὐκ ἐπὶ πᾶσαν πρᾶξιν καὶ ἐνέργειαν ἦν αὐτοῦ τὰ παραπτώματα κεχυμένα, ἀλλὰ μέχρι χειλέων καὶ λόγων ὑπῆρχε μόνον συνεσταλμένα.
at any time they should see with their eyes, and hear with their ears, and understand with their heart, and turn back, and I shall heal them. This saying Luke recorded in the Acts. And there was sent to me one of the seraphim. That the seraph is a certain supramundane power, cleansing of iniquities, entrusted with a ministry, what is written sets forth. These ministering spirits, therefore, are sent forth to us who are about to inherit salvation. Yet they come visiting us not of their own authority nor of their own independent power. For indeed their primary life and that according to nature is to gaze intently upon the beauty of God, and to glorify Him continually; whereas their turning towards us men and care for us is a certain circumstantial activity. For this reason he says: There was sent to me one of the seraphim. And the prophet seems, when he saw the activity of the seraphim doing nothing else than sanctifying God, then to have come to a consciousness of the uncleanness in his own lips, because he also speaks human things, and often defiled his own tongue with words concerning the vanity of the world. Pierced to the heart, therefore, by the comparison with them, and because they utter nothing else than crying aloud the sanctification of the Godhead, whereas he himself for the most part keeps his own voice occupied with human affairs, for this reason he said: O wretched man that I am, for I am pierced to the heart; for being a man, and having unclean lips, I dwell in the midst of a people having unclean lips. Thus Moses also hitherto was not aware of his being weak-voiced and slow-tongued, he who had been educated in all the wisdom of the Egyptians, and surpassed them all in natural talent and intelligence; yet when he heard Him Who gave the divine response, then he saw his own weakness. And Abraham, when God appeared to him, then called himself earth and ashes. In like manner with these, therefore, Isaiah also, after seeing Him Who sits upon a throne high and lifted up, and beholding the glory filling the entire house of the world, and the seraphim round about Him offering up that voice with awe, then addressed himself as wretched, then recognized the uncleanness in his own lips; wherefore also he was counted worthy of the cleansing through the seraphim. And observe that his transgressions had not been poured out over every deed and activity, but were confined only as far as lips and words.
186. Καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο
186. And in his hand he had a live coal, which with the tongs he took from the altar, and he touched
Notes, col. 433

On the reading

Printed εἰπεν, for εἶπεν.

Printed Ηαραπλησίως, for Παραπλησίως.

Printed τὴτ, for τὴν.

PG 30:436Read from the page
τοῦ στόματός μου. Ἔοικε μὲν, ὡς πρὸς τὸ ῥητὸν, περὶ τοῦ ἐν τῷ ναῷ θυσιαστηρίου ὁ λόγος εἶναι, ἀφ' οὗ ἔλαβε τὸ σεραφεὶμ εἰς τὴν χεῖρα ἑαυτοῦ ἀπὸ τοῦ θυσιαστηρίου τῶν ὁλοκαρπωμάτων ἄνθρακα· ὡς δὲ πρὸς τὴν ἀλήθειαν, διὰ τὸ τὴν Ἰουδαϊκὴν λατρείαν ὑποδείγματι καὶ σκιᾷ τῶν ἐπουρανίων λατρεύειν, ἐπουράνιόν τι χρὴ νοεῖν θυσιαστήριον· τουτέστι, χωρίον καθαρισμοῦ ψυχῶν, ὅθεν ἐκπέμπεται ταῖς ἁγιαζομέναις δυνάμεσι τὸ καθάρσιον πῦρ. Τοιούτῳ πυρὶ Κλεόπα καὶ Σίμωνος ἐκαίετο ἡ καρδία, ὅτε διήνοιγεν αὐτοῖς ὁ Κύριος τὰς Γραφάς. Τοιούτῳ θερμαίνονται πυρὶ τὴν καρδίαν οἱ τῷ πνεύματι ζέοντες. Τοιοῦτον ἔλαβε πῦρ Ἱερεμίας· διὸ καὶ ἔλεγε· Καὶ ἐγένετο πῦρ ἐν τοῖς ἐγκάτοις μου, καὶ παρεῖμαι πάντοθεν. Ἐμφαίνει δὲ πολλὴν τὴν περὶ τὸ θυσιαστήριον τιμὴν καὶ εὐλάβ;ιαν τὸ μὴ καταθαρσῆσαι τῇ ἰδίᾳ χειρὶ ἐφάψασθαι τὸ σεραφεὶμ, ἀλλ' οἱονεὶ μεσίτῃ τινὶ χρήσασθαι τῇ λαβίδι. Νοήσωμεν οὖν ἄνθρακα λόγον ἀληθῆ, διαπύρως καὶ ἐλεγκτικῶς καθαίροντα τὸ ψεῦδος· οἷς ἂν ἀπὸ τῆς δραστηρίου δυνάμεως προσενεχθῇ. Τὴν γὰρ χεῖρα τοῦ σεραφεὶμ ἐνέργειαν χρὴ νοεῖν ἀγαθῶν παρεκτικήν. Καὶ εἶπεν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Οὐ πρὸς μόνον Ἠσαΐαν νομιστέον εἰρῆσθαι, ἀλλὰ καὶ πρὸς πάντας, ὧν καθάπτεται ὁ διάπυρος καὶ ἀληθὴς λόγος, περιαιρῶν τὰ ἔξω τοῦ θείου νόμου ἐπιτελούμενα, καὶ ἐκ τῶν ἁμαρτητικῶς πραττομένων καθαιρῶν. Δεξώμεθα δὲ καὶ ἡμεῖς θείου Λόγου ἐπιδημίαν, ἵνα οἱονεὶ ἐγκαθεζόμενος τοῖς στόμασιν ἡμῶν, καὶ μηδεμίαν χώραν παρέχων τῷ ψεύδει, καθαρίσῃ ἡμῶν τὰ χείλη, καὶ ἀφέλῃ τὰς ἁμαρτίας ἡμῶν. Οὐκ ἀπιθάνως δὲ ὁ ἄνθραξ εἰς τὴν τοῦ λόγου φύσιν μεταληφθήσεται, κατὰ τὴν τοῦ ψαλμοῦ μαρτυρίαν, λέγοντος· Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.
my mouth. As regards the letter, indeed, the discourse seems to be about the altar in the temple, from which the seraph took into his own hand a live coal from the altar of whole-offerings; whereas, as regards the truth, because the Jewish worship serves a pattern and shadow of the heavenly things, one ought to understand a certain heavenly altar, that is, a place of cleansing of souls, whence the purifying fire is sent forth to the sanctified powers. With such fire the heart of Cleopas and Simon burned, when the Lord opened to them the Scriptures. With such fire are warmed in heart those who are fervent in the spirit. Such fire Jeremiah received; wherefore also he said: And there came to be a fire in my inward parts, and I am slackened on every side. Moreover, the seraph's not venturing to touch it with his own hand, but making use of the tongs as though a certain mediator, manifests great honour and reverence towards the altar. Let us therefore understand the live coal as the true word, ardently and convictingly cleansing away falsehood, to whomsoever it may be brought near by the active power. For the hand of the seraph ought to be understood as an activity productive of good things. And he said: Behold, this has touched your lips, and shall take away your iniquities, and shall purge away your sins. One must not suppose this to have been spoken to Isaiah alone, but also to all whom the fiery and true word touches, stripping away the things performed outside the divine law, and cleansing from things sinfully practised. Let us also receive the sojourn of the divine Word, so that, sitting as it were in our mouths and affording no room to falsehood, He may cleanse our lips and take away our sins. And not implausibly will the live coal be transferred to the nature of the word, according to the testimony of the psalm, which says: Thy word has been tried with fire exceedingly, and Thy servant has loved it.
187. Καὶ ἤκουσα φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπον· Ιδού εἰμι ἐγὼ, ἀπόστειλόν με. Ζητήσεως ἄξιον, τί δήποτε Μωσῆς μὲν παραιτεῖται πεμπόμενος, καὶ ἐπὶ πλεῖστον ἀπομάχεται τὴν ἀποστολὴν παραιτούμενος· Ἠσαΐας δὲ οὕτω προχείρως ἑαυτὸν ἐπιδίδωσι. Μωσῆς μὲν γὰρ οὐχὶ ἐρωτᾶται, Τίνα ἀποστείλω; ἀλλ' αὐτὸς εἰς πρόσωπον δέχεται τὸ ἐπίταγμα· Καὶ νῦν, φησὶ, δεῦρο· ἀποστείλω σε πρὸς Φαραὼ εἰς Αἴγυπτον, καὶ ἐξάξεις τὸν
187. And I heard the voice of the Lord saying: Whom shall I send, and who will go to this people? And I said: Behold, here am I; send me. It is worthy of inquiry why ever Moses begs off when being sent, and fights off at very great length, excusing himself from the mission, whereas Isaiah gives himself up so readily. For Moses indeed is not asked, Whom shall I send? rather, he himself receives the command in person: And now, He says, come; let Me send you to Pharaoh into Egypt, and you shall bring out
Notes, col. 436

On the reading

Printed εὐλάβ;ιαν, for εὐλάβειαν.

Printed Ιδού, for Ἰδού.

PG 30:437Read from the page
λαόν μου τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου. Ἠσαΐας δὲ, ἀορίστως τυῦ λόγου τὸν διακονούμενον τῇ ἀποστολῇ ἐπιζητοῦντος, ἑαυτὸν ὑποβάλλει. Τί οὖν φαμεν; Οὐκ ἀπομαχόμεναί εἰσι τῶν ἁγίων αἱ διαθέσεις περὶ τὸ αὐτὸ πρᾶγμα ἐναντίως ἔχουσαι πρὸς ἀλλήλας. Ἀλλ' ὅτι Μωσῆς μὲν ᾔδει τὴν ὑπόθεσιν, ἧς ἕνεκεν ἀπέστέλλετο, διὰ τοῦτο ὤκνει πρός τε τὸ ἀνένδοτον τῆς καρδίας τοῦ Φαραὼ ἀποβλέπων, καὶ πρὸς τὸ δυσπειθὲς πάλιν καὶ δυσάγωγον τοῦ λαοῦ. Πεῖραν γὰρ εἶχε τῆς ἀγνωμοσύνης τῶν Ἰουδαίων, ὅτι καὶ εὐεργετηθέντες ἐφυγάδευσαν αὐτόν. Διὸ καὶ τὴν κακίαν αὐτῶν μὴ φέρων, πρὸς τὴν ἐν τῇ ἐρήμῳ ἡσυχίαν ἀνεχώρησέν, ἐπὶ προφάσει τοῦ ποιμαίνειν, τοὺς τῶν πόλεων καὶ τῶν πολλῶν ἀνθρώπων θορύβους ἀποδιδράσκων. Διὰ τοῦτὸ φησι· Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραὼ, καὶ ὅτι ἐξάξῶ τὸν λαὸν ἐκ γῆς Αἰγύπτου; Οὔτε γὰρ Φαραὼ ἄνευ μεγάλων κακῶν ἐξαποστέλλει τὸν λαὸν, καὶ ὁ λαὸς οὐκ εὔκολος μεταχειρισθῆναι, ἀντιβαίνων ἀεὶ τοῖς πρὸς σωτηρίαν αὐτοῦ ἐπιμελομένοις· Δείκνυσι δὲ τὴν διάνοιαν Μωσέως καὶ τὰ ἐφεξῆς. Ὅτε γὰρ μετὰ τὴν μοσχοποιίαν δοὺς τὴν χάριν τῷ θεράποντι αὐτοῦ ὑπὲρ τῆς συγχωρήσεως τοῦ ἁμαρτήματος τοῦ λαοῦ ὁ Θεὸς, τελευταῖόν φησι· Ηορεύου, καὶ ὁδήγει τὸν λαὸν τοῦτον, καὶ ἐξαποστελῶ ἄγγελόν μου ἔμπροσθέν σου· τί οὖν Μωσῆς; Δέομαι, Κύριε, ει μὴ αὐτὸς σὺ προπορεύη ἡμῶν, μὴ ἀναγάγῃς ἡμᾶς ἐντεῦθεν. Τί οὖν ἡ διάνοια τοῦ ἀνδρός; Ὅτι ἁμαρτωλὸς ὁ λαὸς, καὶ χρήζει τοῦ ἀφιέντος ἁμαρτίας. ὅπερ ἀγγέλοις ἀδύνατον. Τιμωροὶ μὲν τῶν ἁμαρτανομένων ἄγγελοι, συγχωρητικοὶ δὲ τῶν πλημμελουμένων οὐκέτι. Διὰ τοῦτο ἐπιζητεῖ αὐτὸν ἐλθεῖν· τουτέστιν, ὃ καὶ νῦν φησι, Προχείρισαι ἄλλον ὃν ἀποστελεῖς· τουτέστιν, ἐλθέτω ὁ ἀληθινὸς νομοθέτης, ὁ δυνατὸς Σῶτὴρ, ὁ μόνος ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας. Ἐπειδὴ δὲ οὔπω ἦλθε τὸ πλήρωμα τῶν καιρῶν, καὶ ἔδει ἐν τοῖς τύποις προεθισθῆναι τὴν ἀνθρωπότητα, διὰ τοῦτο οὐκ εἰσηκούσθη τοῦ προφήτου ἡ αἴτησις. Ἠσαΐας μέντοι, μετὰ τὸ ἀφεθῆναι τὰς ἁμαρτίας αὐτοῦ, ἐπειδὴ εἴρηκεν, ὅτι Ἐν μέσῳ λαοῦ ἐγῶ οἰκῶ ἀκάθαρτα χείλη ἔχοντος· εἶτά ἤλουσε· Τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Νομίσας ἐπὶ τῷ τὰ παραπλήσια κἀκείνους εὐεργετηθῆναι ζητεῖσθαι τὸν ἀποστελλόμενον, ὑπὸ περιχαρείας ἑαυτὸν ὑποβάλλει, ἵνα κἀκείνοις ἀφεθῶσιν αἱ ἁμαρτίαι. Ἰδοὺ, φησὶν, ἐγὼ, ἀπόστειλόν με. Ὥστε εὔλογος κἀκείνου ἡ παραίτησις, καὶ τούτου ἡ προθυμία. ᾿Λσφαλὴς μέντοι ἡ ἀπόκρισις τοῦ ἁγίου, ὡς ὠφελημένου ἤδη ἐκ τῆς διὰ τῶν ἀνθράκων καθάρσεως. Εἰπόντος γὰρ τοῦ Κυρίου, Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται; πρὸς μὲν τὸ, Ἀποστείλω, ἰδού εἰμι ἐγώ· πρὸς δὲ τὸ, Τίς πορεύσεται, οὐκέτι εἶπεν, ὅτι Καὶ πορεύσομαι. Οἶδε γὰρ ὅτι Θεοῦ συνεργοῦ
My people the sons of Israel out of the land of Egypt. Whereas Isaiah, when the word indefinitely seeks one to minister in the mission, submits himself. What then do we say? The dispositions of the saints are not at variance, standing opposed to one another concerning the same matter. Rather, because Moses knew the business on account of which he was being sent, for this reason he hesitated, looking both towards the unyieldingness of Pharaoh's heart, and again towards the stubbornness and intractability of the people. For he had experience of the ingratitude of the Jews, in that even after having received benefits they drove him into exile. Wherefore also, not bearing their malice, he withdrew to the quietness in the wilderness, running away from the tumults of cities and of the multitude of men under pretext of tending sheep. For this reason he says: Who am I, that I should go to Pharaoh, and that I should bring out the people from the land of Egypt? For neither does Pharaoh send the people out without great plagues, nor is the people easy to handle, ever opposing those who take care for its salvation. Moreover, what follows also shows the thought of Moses. For when after the calf-making God had granted favour to His servant on behalf of the forgiveness of the sin of the people, finally He says: Go, and lead this people, and I will send forth My angel before you; what then says Moses? I beseech Thee, Lord, unless Thou Thyself go before us, do not lead us up from here. What then is the man's thought? That the people is sinful, and stands in need of Him Who forgives sins; which is impossible for angels. Angels are indeed avengers of sins committed, yet no longer pardoners of offences. For this reason he seeks that He Himself should come; that is, what he says here also, Appoint another whom Thou will send; that is, let the true Lawgiver come, the mighty Saviour, Who alone has authority to forgive sins. Yet since the fulness of the times had not yet come, and humanity needed first to be accustomed in types, for this reason the request of the prophet was not heeded. Isaiah, however, after his sins had been forgiven him, since he had said, In the midst of a people having unclean lips I dwell, then heard: Who will go to this people? Supposing that the one being sent was sought to the end that those men also might receive similar benefits, out of exceeding joy he submits himself, so that to them also their sins might be forgiven. Behold, says he, here am I; send me. So then reasonable was both the former's begging off and the latter's readiness. Safe, however, was the reply of the saint, as having already profited from the cleansing through the live coals. For when the Lord said, Whom shall I send, and who will go? to the words, Shall I send, he replied, Behold, here am I; whereas to the words, Who will go, he no longer said, And I will go. For he knows that of God as fellow-worker
Notes, col. 437

On the reading

Printed τυῦ, for τοῦ.

Printed ἀπέστέλλετο, for ἀπεστέλλετο.

Printed ἀνεχώρησέν, for ἀνεχώρησεν.

Printed τοῦτὸ, for τοῦτό.

Printed ἐξάξῶ, for ἐξάξω.

Printed Ηορεύου, for Πορεύου.

Printed ει, for εἰ.

Printed προπορεύη, for προπορεύῃ.

Printed Σῶτὴρ, for Σωτὴρ.

Printed ἐγῶ, for ἐγὼ.

Printed εἶτά, for εἶτα.

Printed ἤλουσε, for ἤκουσε.

Printed ᾿Λσφαλὴς, for Ἀσφαλὴς.

PG 30:440Read from the page
χρεία πρὸς την ἐνέργειαν· διόπερ ὃ μὲν προαιρέσεως ἦν, τοῦτο ἐπέδωκεν· ὃ δὲ τοῦτο τελειοῦντος ἔχρηζε, τοῦτο ἀπεσιώπησε. Πῶς δὲ ἀκούει τῆς φωνῆς Κυρίου, πολλάκις εἴρηται. ὡς ἄρα τὸ ἡγεμονικὸν τοῦ ἀξιουμένου τῆς τοιαύτης χάριτος ἀφάτῳ τινὶ δυνάμει φαντασιοῦται λόγον Θεοῦ, τῆς θείας δυνάμεως ἐνηχούσης τοῖς ἀξίοις, οὐ διά τῆς σωματικῆς ἀκοῆς, ἀλλ' αὐτὸ τὸ ἡγεμονικὸν τῶν κεκαθαρμένων τὴν διάνοιαν τυπούσης, καὶ οἱονεὶ ἐγγραφούσης αὐτοῖς τὰ νοήματα κατὰ τὸ σιωπώμενον· ὅπερ ἡμῖν διὰ τῆς αἰσθητῆς φωνῆς πλησσομένη ἡ ἀκοὴ ἐπὶ τὴν συναίσθησιν τῆς ψυχῆς παραπέμπει. Νοητῆς οὖν ἤκουσε φωνῆς τῇ καρδίᾳ ἐγγενομένης, ὅπερ καὶ ἐν τοῖς ὕπνοις συμβαίνει γίνεσθαι. Ἀκούειν γὰρ δοκοῦμεν, μηδενὸς φθεγγομένου, ἀλλ' οὐχὶ αἰσθητῆς διὰ τοῦ ἀέρος πρὸς τοὺς πόρους τῆς ἀκοῆς ἐνεχθείσης. Οὕτως οὖν λαλεῖ ὁ Θεὸς, καὶ οὕτως ἀκούουσιν οἱ ἅγιοι.
there is need towards the action; wherefore what belonged to free choice, this he gave, whereas what stood in need of Him Who brings this to perfection, about this he kept silent. Now how one hears the voice of the Lord has often been stated: namely, that the governing faculty of him who is counted worthy of such grace forms an impression of the word of God by a certain ineffable power, while the divine power sounds within the worthy, not through bodily hearing, but shaping the very governing faculty of those who have been purified in understanding, and inscribing, as it were, the thoughts in them silently; which in our case hearing, when struck through perceptible voice, transmits to the perception of the soul. He heard, therefore, an intelligible voice arising in his heart, which happens to occur in sleep as well. For we seem to hear when no one is uttering a sound, yet without a perceptible voice having been borne through the air to the passages of hearing. Thus, then, God speaks, and thus the saints hear.
188. Πορεύου, φησὶ, καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδῆτε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ἀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. Τουτο τὸ ῥητὸν σαφῶς καὶ ἀναντιῤῥήτως ἐπὶ τοῦς χρόνους φέρων τῆς τοῦ Κκρίου ἐπιδημίας, ὁ μακάριος Παῦλος ἔλεγεν ἐν ταῖς Πράξεσι, τοῖςἐν Ῥώμῃ Ἰουδαίοις διαλεγόμενος· Καλῶς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν, λέγον· Ηορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ. καὶ τὰ ἑξῆς. Καὶ τοῦτο μάλιστα τὸ ῥητὸν τὸν προφήτην ὡς θεόθεν ἀποφθεγγόμενον παρασκευάζει· ἐπείπερ ἤκουσεν ὁ λαὸς τὸν Ἰησοῦ λόγον, καὶ οὐ συνῆκε· καὶ βλέπων τὰ ὑπ' αὐτοῦ γινόμενα τεράστια, οὐχ ἑώρα. Εἰς μέλλοντα γὰρ χρόνον ἐκκλῖνον τὸ ῥητὸν ἐμφαίνει τὴν εἰς ὑστέρους χρόνους τῶν προφητευομένων ἀναφορὰν, καὶ ἐν τούτῳ τὸ εὔλογον τῆς τοῦ Θεοῦ κρίσεως ἀναφαίνεται. Εἰπόντος γὰρ τοῦ Ἠσαΐου, ὅτι Ἀκάθαρτα χείλη ἔχω· καὶ συνάψαντος καὶ περὶ τοῦ λαοῦ, ὅτι Ἐν μέσῳ λαοῦ οἰκῶ ἀκάθαρτα χείλη ἔχοντος. αὐτῷ μὲν ἐδόθη ἡ χάρις τῆς συγχωρήσεως, καὶ ἡ κάθαρσις δι' ἑνὸς τῶν σεραφὶμ, τῷ δὲ λαῷ οὐκέτι· ἐπειδὴ οὐδὲ τὴν διάθεσιν ὁμοίαν εἶχον ὅ τε προφήτης καὶ ὁ λαός. Ὁ
188. Go, He says, and say to this people: With hearing you shall hear, and shall in no wise understand; and seeing you shall see, and shall in no wise perceive. For the heart of this people has grown thick, and with their ears they have heard heavily, and their eyes they have closed, lest at any time they should see with their eyes, and hear with their ears, and understand with their heart, and turn back, and I shall heal them. Referring this saying clearly and indisputably to the times of the sojourn of the Lord, the blessed Paul said in the Acts, while discoursing with the Jews in Rome: For well did the Holy Spirit speak through Isaiah the prophet to your fathers, saying: Go, and say to this people, and the rest. And this saying especially establishes the prophet as uttering oracles from God, seeing that the people heard the word of Jesus, and did not understand; and seeing the wonders wrought by Him, did not behold. For inclining towards a future time, the saying manifests the reference of the things prophesied to later times, and in this the reasonableness of the judgement of God becomes manifest. For when Isaiah had said, I have unclean lips, and had joined thereto concerning the people also, In the midst of a people having unclean lips I dwell, to him indeed was given the grace of forgiveness, and cleansing through one of the seraphim, whereas to the people not so; since neither the prophet nor the people had a similar disposition. The
Notes, col. 440

On the reading

Printed την, for τὴν.

Printed διά τῆς, for διὰ τῆς.

Printed ἴδῆτε, for ἴδητε.

Printed ἀφθαλμοὺς, for ὀφθαλμοὺς.

Printed Τουτο, for Τοῦτο.

Printed τοῦς, for τοὺς.

Printed Κκρίου, for Κυρίου.

Printed τοῖςἐν, for τοῖς ἐν.

Printed Ηορεύθητι, for Πορεύθητι.