Migne Reading Room

PG 30 · cols. 417–428 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:417Read from the page
αράσσει, γέλωτας κινῶν ἀπρεπεῖς, φωνὴν θορυβώδη, ὀργὰς προπετεῖς, ἐπιθυμίας ἀχαλινώτους, οἶστρον καὶ μανίαν ἐπὶ πᾶσαν παράνομον ἡδονήν. Διὰ τοῦτο μὴ πινέτωσαν οἱ δυνάσται οἶνον, εἴτε οἱ ἀρχήν τινα πεπιστευμένοι, καὶ δημοσίων πραγμάτων οἰκονομίαν· εἴτε οἱ διὰ τὴν ἀκμὴν τῆς ἡλικίας ἐν δυνάμει ὄντες σωματικῇ. Οἱ γὰρ τοιοῦτοι, φύσει τυγχάνοντες πρὸς τὰς ὀργὰς εὐερέθιστοι, ἐπειδὰν καὶ τὸ τοῦ οἴνου προσλάβωσιν ἔξαμμα, οἷόν τινα φλόγα ἀφθόνῳ χορηγίᾳ τῆς καιομένης ὕλης ἐπὶ τὸ μέγα ἐξαίρουσιν. Ἐπεὶ δὲ Ὁ μὲν ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους· δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται· διὰ τοῦτο οὐαὶ τοῖς ἰσχύουσιν ἀπὸ τῆς τοῦ οἴνου βλάβης καὶ τοῦ σίκερα. Ὧ γὰρ πολὺ παρέθεντο, περισσότερον ἀπαιτήσουσιν αὐτόν.
throws it, stirring up unseemly laughter, uproarious speech, headlong fits of anger, unbridled desires, frenzy and madness towards every lawless pleasure. Wherefore let not the mighty drink wine, whether those entrusted with some magistracy and administration of public affairs, or those who through the prime of age are in bodily strength. For such men, happening by nature to be easily provoked to anger, whenever they take in addition the kindling of wine as well, raise up as it were a great flame through an abundant supply of burning fuel. And since the lowliest man is pardonable in mercy, whereas mighty men shall be mightily examined, therefore woe to the strong from the harm of wine and of strong drink. For to whom they entrusted much, of him they will demand the more.
178. Εἰ οὖν ἐγκεχείρισταί σοι οἰκονομία μυστηρίων, λόγος σοφίας, δύναμις γνώσεως· σὺ δὲ οἴνῳ βεβαπτισμένην τὴν ψυχὴν περιφέρεις· πῶς οὐχὶ δικαίως ὀδύρεταί σε ὁ προφήτης; Ὅτι ἔχων ἰσχὺν πνευματικὴν, ἀσθενῆ αὐτὴν ποιεῖς τῇ ἀμετρίᾳ τοῦ οἴνου. Καὶ ὁ ὁποιῳδήποτε πάθει τῆς ψυχῆς κεκρατημένος, οἱονεὶ εἰς μέθην ἐναχθεὶς κατὰ τὴν ἐγγενομένην αὐτῷ ὑπὸ τοῦ πάθους ἔκστασιν, πίνειν οἶνον λέγεται, καὶ κιρνᾷν ἑαυτῷ σίκερα· ὕπερ ἑρμηνευόμενον ἔγνωμεν μέθυσμα· τὸ γὰρ ἀπαρακολούθητον ὁμοίως καὶ ἀπὸ λύπης, καὶ ἀπὸ φόβου, καὶ ἡδονῆς, καὶ ἐπιθυμίας ἐγγίνεται τῇ ψυχῇ, τοῦ λογισμοῦ κεκρατημένου ὑπὸ τοῦ πάθους· ὥστε ἡμεῖς οἱ δυνάσται, οἱ τὴν προστασίαν τοῦ λαοῦ ἐγκεχειρισμένοι, κἂν ἐπὶ ποσὸν ὑπὸ τοῦ πάθους κρατώμεθα, καὶ δοκῶμεν αὐτὸ κατακιρνῶντες τῷ λογισμῷ, χαλινοῦν τῷ λόγῳ καὶ ἐπέχειν, οὐκ ἔξω ἐσμὲν τοῦ ταλανίζεσθαι ἐπὶ τοῖς τοιούτοις. Μέθη γὰρ δεινὴ, φιλοδοξία, καὶ φιλαρχία. Δεινὸν μέθυσμα φθόνος, δεινὸν ἡ ὑπόκρισις, καὶ ἡ τοῦ πλησίον καταλαλιά· οἷς μεθυσθεῖσα ἡ ψυχὴ ἐπιλανθάνεται τῆς σοφίας· Οὐδὲν γὰρ οὕτω συγχεῖ τὰ ἀπὸ σοφίας θεωρήματα, ὡς τοῦτο τὸ πάθος καὶ πᾶσα ἁμαρτία. Πῶς δὲ ὁ ἔχων σοφίαν θυμώδης ἐστίν; Ὅτι οὔπω τὸν ἀπαθῆ λέγει, ἀλλὰ τέως περὶ τοῦ μετριοπαθοῦς διαλέγεται. Καθὰ καὶ ἐν ἑτέροις λέγει· Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν, σοφὸς δὲ ταμιεύεται κατὰ μέρος. Τεταμιευμένως οὖν τὴν ὀργὴν προφέρειν λέγει τὸν λογισμῷ ἡνιοχοῦντα τὸ πάθος, καθ' ὃ εἴρηται· Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. Ὁ δὲ Κύριος τὰ τελειότερα διατάσσων, φησὶν ἐκτεμεῖν καθόλου τὸ πάθος, οὐχὶ κολάζειν κελεύει.
178. If, then, a stewardship of mysteries has been entrusted to you, a word of wisdom, a power of knowledge, yet you carry your soul about drenched in wine, how does the prophet not justly lament over you? Because though possessing spiritual strength, you make it weak through excess of wine. Moreover, he who is mastered by any passion whatever of the soul, having been brought as it were into drunkenness through the derangement engendered in him by the passion, is said to drink wine and to mingle strong drink for himself, which when interpreted we know means an intoxicant; for incoherence arises in the soul in like manner both from grief, and from fear, and pleasure, and desire, when reason is mastered by passion; so that we the mighty, who have been entrusted with the presidency over the people, even if we be mastered to some degree by passion, and think, by tempering it with calculation, to bridle and check it by reason, are not outside being pronounced wretched over such things. For a terrible drunkenness is love of glory, and love of rule. A terrible intoxicant is envy, a terrible thing is hypocrisy, and backbiting against one's neighbour; made drunk with which, the soul forgets wisdom. For nothing so confounds the contemplations that come from wisdom as this passion and every sin. Yet how is he who possesses wisdom wrathful? Because he is not yet speaking of the passionless man, but meanwhile is discoursing about the man of moderated passions. Even as in other places also he says: A fool declares his anger on the same day, whereas a wise man husbands it part by part. Husbandingly, therefore, he says that the man who reins in passion with calculation brings forth anger, according as it is said: Be angry and sin not. Whereas the Lord, enjoining the more perfect things, says to cut out the passion altogether, and does not bid merely to chastise it.
Notes, col. 417

On the reading

Printed ὕπερ, for ὅπερ.

PG 30:420Read from the page
179. Οὐαὶ οἱ δικαιοῦναες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Σαφὲς τὸ ῥητὸν, κατακρῖνον τοὺς ἐν τοῖς δικαστηρίοις, διὰ τὴν πρὸς τὸν μαμωνᾶν φελίαν, ἀφανίζοντας μὲν τὸ εὐθὺ τῆς κρίσεως, προστιθεμένους δὲ τῇ δωροδοκίᾳ· καὶ τὸν μὲν ἀσεβῆ δίκαιον ὀνομάζοντας, τὸν δὲ δίκαιον ἐπ' ἀδικίᾳ καταδικάζοντας. Λογισμὸς γὰρ φιλαργυρίᾳ προειλημμένος τρυτάνη ἐστὶν ἐπὶ τὸ βαρὺ τοῦ κανόνος τὴν ῥοπὴν καταφέρουσα. Ἐπιμελέστερον δὲ ἑαυτοῖς προσέχωμεν, μήποτε ἀσεβῆ τινα ἢ ἄνθρωπον ἢ λόγον δικαιώσωμεν, κατὰ τὴν πρὸς ἡμᾶς χάριν προσαχθέντες αὐτῶν τῇ συγκαταθέσει, μήποτε ὑποπέσωμεν τῷ ἐγκειμένῳ ταλανισμῷ. Διὰ τοῦτο ὃν τρόπον καιθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Ἀπιιλεῖ ὁ λόγος σογκαυθήσεσθαι τὰς ῥίζας τῶν ἁμαρτωλῶν, καὶ εἰς χνοῦν λεπτοποιηθήσεσθαι, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸν ἀναβήσεσθαι. Ἀκολούθως τοῖς προαποδεδομένοις νοήσωμεν τὰ ἐπαγόμενα. Περὶ γὰρ τῶν οἴνῳ κεχρημένων ἀμέτρως ἐν τοῖς κατόπιν διαλεχθεὶς, καὶ τοὺς τὰ δῶρα λαμβάνοντας ἐν ταῖς κρίσεσι διαβάλλων, νῦν συγκαυθήσεσθαι τὰς ῥίζας αὐτῶν λέγει, ὡς καλάμην ὑπὸ ἄνθρακος πυρός. Ἔστι δὲ ὁ κάλαμος φυτὸν ἐπὶ ἀσθενοῦς τῆς ῥίζης βεβηκὸς, λεῖον μὲν τὴν ἔξωθεν ἐπιφάνειαν, διάκενον δὲ τὰ ἔνδον, ἀνώμαλον δὲ τὴν αὔξησιν, γόνασι πυκνοῖς διειλημμένον, διὰ τὸ ἀσθενῆ οὖσαν τὴν δύναμιν, ὑφ' ἧς αὔξεται, μὴ δύνασθαι ὁμαλῶς αὐξῆσαι τὸ φυτὸν, ἀλλα δεῖσθαί τινος ἀναπαύσεως ἐν τῷ μεταξύ· διὸ καὶ τὸ γόνυ ἀποτελεῖται τῇ ἐνηρεμήσει τῆς δυνάμεως. Ὅταν γὰρ μικρὸν προκύψῃ, εἶτα ἵσταται, καὶ οὕτω τῇ ἐπιπλεῖον ἐπιμονῇ τὸ γόνυ ἀποτελεῖ. Εἶτα πάλιν οἷον βάθρῳ τινὶ καὶ θεμελίῳ τῷ γόνατι λεχρημένη, ἡ δύναμις πάλιν προκύπτει, καὶ οὕτως ἀεὶ ἀναπαυομένη ἀποτελεῖ τὸ φυτόν. Τοιοῦτοι
179. Woe to those who justify the ungodly man for the sake of gifts, and take away the right of the righteous man. Plain is the saying, condemning those in the courts of judgement who, on account of their fondness towards mammon, do away with the uprightness of judgement, and attach themselves to bribery; and call the ungodly man righteous, while condemning the righteous man for unrighteousness. For a mind preoccupied by love of money is a balance that brings down the incline of the scale-beam towards the heavy side. Let us pay heed more diligently to ourselves, lest ever we justify some ungodly man or teaching, induced to assent to them through favour shown towards us, lest ever we fall under the woe laid down here. Therefore, in the manner that stubble shall be burned by a coal of fire, and shall be burned up together by a kindled flame, their root shall be as down, and their blossom shall go up as dust. For they did not will the law of the Lord of Sabaoth, but provoked the oracle of the Holy One of Israel. The word threatens that the roots of sinners shall be burned up together, and reduced to fine down, and that their blossom shall go up as dust. Let us understand what is brought forward in accordance with what has previously been set forth. For having discoursed earlier concerning those who have used wine immoderately, and censuring those who take gifts in judgements, he now says that their roots shall be burned up together, like stubble by a coal of fire. Now the reed is a plant resting upon a weak root, smooth as to its outer surface, hollow within, and uneven in its growth, divided at intervals by frequent knots, because the power by which it grows, being weak, is unable to make the plant grow evenly, but stands in need of some rest in the meantime; wherefore also the knot is formed by the resting of that power. For whenever it pushes forward a little, it then halts, and thus by lingering longer at that spot it forms the knot. Then again, using the knot as it were as a base and foundation, the power pushes forward again, and resting always in this way brings the plant to completion. Such
Notes, col. 420

On the reading

Printed δικαιοῦναες, for δικαιοῦντες.

Printed φελίαν, for φιλίαν.

Printed καιθήσεται, for καυθήσεται.

Printed Ἀπιιλεῖ, for Ἀπειλεῖ.

Printed σογκαυθήσεσθαι, for συγκαυθήσεσθαι.

Printed ἀλλα, for ἀλλὰ.

Printed λεχρημένη, for κεχρημένη.

PG 30:421Read from the page
δὲ οἱ ἀπὸ τῶν τοῦ κόσμου τούτου πραγμάτων γνώριμοι, ἐπὶ σαθρᾶς βεβηκότης τῆς βάσεως, διάκεκοι τὸν ἔσω ἄνθρωπον, ιῇ ἀνωμαλίᾳ τῶν τοῦ κόσμου τούτου πραγμάτων συζῶντες. Διὲ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς, οὕτω φησὶ καταφλεγήσεσθαι τὰς ῥίζας αὐτῶν ὑπὸ φλογὸς ἀνημμένης,
are those who are notable from the affairs of this world, standing upon a rotten base, hollow as to the inner man, living amidst the unevenness of the affairs of this world. Therefore, in the manner that stubble shall be burned by a coal of fire, so he says that their roots shall be consumed by a kindled flame.
180. Ἄνθραξ δέ ἐστι πῦρ γεῶδες, μετὰ τὴν τῆς φλογὸς πάροδον τῇ παχυτέρᾳ ὕλῃ ἐναπομεῖναν· Ἐπεὶ οὖν οἱ ἐμπαθῶς ζῶντες οἰκεῖον ἔχουσι τὸ τῶν παθῶν πῦρ, ὡς ὁ πλούσιος ἔνδον εἶχε τὴν αἰτίαν τὴν καταφρύσσουσαν αὐτὸν τῷ δίψει, διὰ τοῦτο τοῖς πίνουσι τὸν οἶνον ἀπειλεῖ ὡς οἰνόφλυξι τὸν ἐκ τῆς καύσεως ἀφανισμὸν. Ἐπειδὴ δὲ καὶ ἕνεκεν δώρων τὸ δίκαιον διαστρέφουσι, καὶ τὴν ῥίζαν αὐτῶν συγκαυθήσεσθαί φησιν ὑπὸ φλογὸς ἀνημμένης· ῥίζαν λέγων τὴν φιλαργυρίαν δηλονότι, περὶ ἧς καὶ ὁ Ἀπόστολος ἀπεφήνατο, ὅτι Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Ἀπὸ δὲ τοιαύτης ῥίζης ὁποῖον τὸ ἄνθος εἰκὸς ἀναβαίνειν, ἢ κονιορτῷ παραπλήσιον, ἀστάτῳ φύσει καὶ σκεδαννυμένη εἰς ἀέρα; Ἢ μήποτε, ὥσπερ ὁ κονιορτὸς ἐμποδίζῶν ταῖς ἀναπνοαῖς, ἐπιβουλεύει ἡμῶν τῇ ζωῇ· οὕτω καὶ τὰ τῆς φιλαργυρίας ἄνθη, αἱ πλεονεξίαι, αἱ ἀδικίαι, τὸ ψεῦδος, αἱ συκοφαντίαι, τὰ ἄλλα ὅσα τῆς πονηρᾶς ῥίζης ἐστὶ βλαστήματα, ἀναιρετικὰ τῆς ζωῆς ἡμῶν ἐστι, τῇ καθαρότητι τοῦ πνεύματος ἐμποδίζοντα. Σφύδρα δὲ παρατετηρημένως οὐκ εἶπε, Καὶ ὁ καρπὸς αὐτῶν, ἀλλὰ, Τὸ ἄνθος αὐτῶν. Ἀτελῆ γὰρ τὰ τῆς κακίας βλαστήματα, ἐν αὐτῇ τῇ βλαστήρει, καὶ τῷ πρώτῳ ἄνθει ἀφανιζόμενα. Εἶδον γὰρ τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Ὁ μὲν οὖν δίκαιος, ὡς τό ξύλον ἐστὶ τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, διηνεκεῖ τῇ ἐπιῤῥοῇ τῆς ζωῆς καταρδόμενος· τοῦ δὲ ἁμαρτωλοῦ ἡ ῥίζα συγκαυθήσεται, Καὶ τὸ ἄνθος ὡς κονιορτὸς ἀναβήσεται. Διότι οὐκ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Νόμον καὶ λόγιον διαφόρους λέγει προσηγορίας Κυρίου. Διὰ τοῦτο ὡς περὶ ἐμψύχου τοῦ λογίου ὁ προφήτης φησί· Τὸ λόγιον Κυρίου παρώξυναν. Νόμος γὰρ ζῶν καὶ Λόγος Θεοῦ ὁ μονογενὴς Υἱὸς, δι' οὗ τὰ πάντα.
180. Now a coal is an earthy fire remaining behind in the denser matter after the passing of the flame. Since, therefore, those who live in passions have as their own the fire of passions, just as the rich man had within him the cause that parched him with thirst, therefore he threatens those who drink wine, as wine-bibbers, with destruction from burning. And since for the sake of gifts they also pervert what is just, he says that their root too shall be burned up together by a kindled flame, plainly calling love of money a root, concerning which the Apostle also declared: The love of money is a root of all evils. And from such a root what sort of blossom is likely to come up, save one resembling dust, an unstable nature scattered into the air? Or perhaps, just as dust, obstructing the breath, plots against our life, so too the blossoms of love of money, covetousness, injustices, falsehood, slanders, and all the other shoots of that wicked root, are destructive of our life, obstructing the purity of the spirit. And very guardedly he did not say, And their fruit, but, Their blossom. For imperfect are the shoots of wickedness, vanishing away in the very sprouting and first blossom. For I saw the ungodly man lifted high above, and I passed by, and behold, he was not. The righteous man, therefore, is like the tree planted beside the channels of waters, watered by the continual inflow of life; whereas the sinner's root shall be burned up together, and his blossom shall go up as dust. Because they did not will the law of the Lord of Sabaoth, but provoked the oracle of the Holy One of Israel. Law and oracle he calls different titles of the Lord. Wherefore the prophet speaks of the oracle as of a living being: They provoked the oracle of the Lord. For the living Law and Word of God is the only-begotten Son, through Whom are all things.
181. Καὶ ἐθυμώθη ὀργῇ Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς, καὶ ἐπάταξεν αὐτούς. Καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. Ἡ τῶν ἰσχύοντων καὶ τῶν δυναστῶν ἁμαρτία ὁδὸν ἐποίησε τῇ ὀργῇ τῇ κατὰ τοῦ λαοῦ κινουμένῃ παρὰ Κυρίου. Διὰ τοῦτο πρότερον τὸ, Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, καὶ οἱ δυνάσται· ἔπειτα· Καὶ ἐθυ-
181. And the Lord of Sabaoth was wroth in anger against His people, and He laid His hand upon them, and struck them. And the mountains were provoked, and their carcasses became like dung in the midst of the way. And in all these things His wrath was not turned away, but still His hand is uplifted. The sin of the strong and of the mighty made a way for the anger set in motion from the Lord against the people. Wherefore first comes the saying, Woe to the strong ones among you, and the mighty; and afterward: And was
Notes, col. 421

On the reading

Printed βεβηκότης, for βεβηκότες.

Printed διάκεκοι, for διάκενοι.

Printed ιῇ, for τῇ.

Printed Διὲ, for Διὰ.

Printed ἀνημμένης,, for ἀνημμένης..

Printed ἀφανισμὸν., for ἀφανισμόν..

Printed σκεδαννυμένη, for σκεδαννυμένῃ.

Printed ἐμποδίζῶν, for ἐμποδίζων.

Printed Σφύδρα, for Σφόδρα.

Printed βλαστήρει, for βλαστήσει.

Printed τό ξύλον, for τὸ ξύλον.

Printed ἰσχύοντων, for ἰσχυόντων.

PG 30:424Read from the page
μώθη ὀργῇ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, δηλονότι καὶ αὐτοῦ, κατὰ μίμησιν τῶν προεστώτων, ἐν ἁμαρτίαις γενομένου, καὶ ἀξίου ὄντος παθεῖν τὰ ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς τοῦ Κυρίου. Ἔστι δὲ θυμὸς ζέσις τοῦ περὶ καρδίαν αἵματος, παρὰ τὸ οἱονεὶ ἐξ ἀναθυμιάσεως τῶν χυμῶν συνιστάμενον οἴδημα περὶ τὴν καρδίαν ὠνομασμένος· ὀργὴ δέ ἐστιν ὄρεξις ἀντιλυπήσεως. Ὥστε τὸ μὲν ὀξεῖαν ἔχει τοῦ πάθους τὴν κίνησιν, τὸ δὲ μονιμωτέραν καὶ παρατεταμένην ἐμφαίνεί τὴν ἐπὶ τῇ λύπῃ ἐκπλήρωσιν. Ἐπὶ μέντοι Θεοῦ οὐδέτερον αὐτῶν κλρίως λέγεσθαι εὐσεβές ἐστι παραδέξασθαι, ἀλλὰ τροπικαὶ αἱ φωναί. Οὐ γὰρ πάθσς Θεοῦ, οὐδὲ αὐτῇ τῇ οὐσίᾳ αὐτοῦ συμβεβηκός· ἀλλ' ἡ περὶ ἡμᾶς τοιάδε ἐνέργεια θυμὸς προσηγόρευται. Καὶ τάχα, ἡ μὲν ἐπίπονος παίδευσις. ὀργή· ὁ δὲ ταραχὴν ἡμῶν ἐμποιῶν τοῖς λογισμοῖς ἔλεγχος, θνμὸς προσηγόρευται. Ταράσσει μὲν γὰρ τῷ θυμῷ, μηδέπω λόγου ἀξιῶν τοὺς οἷς θυμοῦται ὁ Θεὸς, κατὰ τὸ εἰρημένον, ὅτι Ἐν θυμῷ αὐτοῦ ταράξει αὐτούς. Διδασκαλίας δὲ ἐν ὀργῇ οἱ παιδευόμενοι ἀξιοῦνται, κατὰ τὸ εἰρημένον, ὅτι Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Ὁ μὲν γὰρ ἐλεγχόμενος ἐπὶ τοῖς ἡμαρτημένοις, οὔπω πεπαίδευται· ὁ δὲ παιδευόμενος, ἤδη ἐγγύτητά τινα πρὸς ἐπιστήμην ἐμφαίνει. Εἰ οὖν παιδεύει μὲν ὀργὴ, ἐλέγχει δὲ θυμὸς, ἀνυσιμώτερον ἡ ὀργὴ τοῦ θυμοῦ. Διὰ τοῦτο καὶ ὁ Ἱερεμίας· Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει καὶ μεὴ ἐν θυμῷ, Οὐ γὰρ εἶπε· Καὶ μὴ ἐν ὀργῇ· πλὴν χρηστοτέρα ὰ παίδευσις, ἡ ἀπὸ κρίσεως, τῆς ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς. Ὁ γὰρ ἐν κρίσει παιδευθεὶς, φωτιζόμενος ὑπὸ τοῦ λόγου, ὠφεληθήσεται ἀπὸ τῶν τοῦ Θεοῦ κριμάτων πρὸς τὸ μηδὲν ἀκρίτως πράσσειν, ἀλλὰ πάντα κρίσει ὑγιεῖ ἐπιτελεῖν, ὥστε καὶ αὐτοὺς ἔχειν τοὺς λογισμοὺς κεκριμένους, κατὰ τὸ εἰρημένον· Λογισμοὶ δικαίων, κρίματα. Κατὰ μέντοι τὸν καιρὸν τῆς κρίσεως, ὅταρ ἐπιβάλῃ τῷ λαῷ τὴν χεῖρα αὐτοῦ, καὶ τὰ ὄρη παροξυνθήσεσθαι λέγεται· δεικνύντος τοῦ λόγου, ὅτι πᾶσα ἡ κτίσις συνεπιτίθεται τῇ ἐκδικήσει τῶν ἁμωρτωλῶν. Ὡς γὰρ ἐπὶ τῶν πληγῶν τῶν Αἰγυπτιακῶν, πανταχόθεν αὐτοῖς ὁ πόλεμος· ἀπὸ ἀέρος, ἀπὸ γῆς, ἀπὸ ὕδατος· οὕτω καὶ νῦν, ὅταν ἐπιβάλλῃ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν λαὸν ὁ Κύριος, τοῦ πατάξαι αὐτόν· καὶ τὰ ὄρη παροξυνθήσεται, τὰ δὲ θνησιμαῖα τοῦ λαοῦ, ὡς κοπρία διὰ τὴν ἀτιμίαν ἐν μέσῳ τῆς ὁδοῦ κείμενα, καταπατηθήσεται. Νόησόν μοι τοὺς ἐν ἁμαρτίαις γενομένους, ἐναπομείναντας τοῖς πράγμασι τοῦ βίου τούτου, καὶ ὑπὸ τῶν ἀντικειμένων δυνάμεων καταπατουμένους, ὧν διὰ τὴν ἀμετανόητον καρδίαν ὁ λόγος τοῦ Κυρίου φησὶν, οὐκ ἀποστραφήσεσθαι τὸν θυμὸν, ἀλλὰ ἔτι μένειν τὴν χεῖρα ὑψηλήν· τουτέστιν, ἐπηρμένην εἰς ἐκδίκησιν, χεῖρα λέγων τὴν κολαστικὴν δύναμιν, κατὰ τὸν Ἰώβ· Χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μού ἐστι· καὶ ἐν τούτῳ τοῦ διαβόλοῦ χεῖρα
wroth in anger the Lord against His people, plainly because it too, in imitation of its rulers, had fallen into sins, and was worthy to suffer the things that come from the wrath and the anger of the Lord. Now wrath is a boiling of the blood around the heart, named from the swelling that gathers around the heart as it were from an exhalation of the humours; whereas anger is an appetite for inflicting pain in return. So that the one has a swift movement of the passion, while the other exhibits a more lasting and prolonged fulfilment upon grief. In the case of God, however, it is not pious to admit that either of them is said properly, rather the expressions are figurative. For there is no passion of God, nor anything accidental to His very essence; rather the operation of such a kind concerning us has been termed wrath. And perhaps painful chastening is called anger, while reproof that produces disturbance in our thoughts has been termed wrath. For He troubles by wrath, not yet deeming worthy of speech those with whom God is wroth, according to what is said: In His wrath He will trouble them. Whereas those who are chastened in anger are deemed worthy of instruction, according to what is said: Then He will speak to them in His anger. For he who is reproved over his sins has not yet been chastened; whereas he who is being chastened already exhibits a certain nearness to knowledge. If, then, anger chastens while wrath reproves, anger is more effectual than wrath. Wherefore Jeremiah also says: Chasten us, O Lord, yet in judgement and not in wrath. For he did not say: And not in anger; since gentler is the chastening that comes from judgement than that which comes from wrath and anger. For he who is chastened in judgement, being illuminated by the word, will profit from the judgements of God towards doing nothing without judgement, but accomplishing all things with sound judgement, so as to have his very thoughts judged, according to what is said: The thoughts of the righteous are judgements. At the season of judgement, however, when He lays His hand upon the people, the mountains also are said to be provoked, the word showing that the whole creation joins together in the vengeance upon sinners. For just as in the plagues of Egypt war came upon them from every side, from air, from earth, from water, so now also, when the Lord lays His hand upon the people to strike it, the mountains too shall be provoked, and the carcasses of the people, lying like dung in the midst of the way through dishonour, shall be trodden down. Consider, pray, those who have fallen into sins, remaining behind in the affairs of this life, and trodden down by the opposing powers, on account of whose unrepentant heart the word of the Lord says that wrath shall not be turned away, but that the hand still remains uplifted; that is, raised up for vengeance, calling the punitive power a hand, according to Job: For it is the hand of the Lord that has touched me; and in this book also, when the devil calls it a hand
Notes, col. 424

On the reading

Printed ἐμφαίνεί, for ἐμφαίνει.

Printed κλρίως, for κυρίως.

Printed πάθσς, for πάθος.

Printed παίδευσις., for παίδευσις,.

Printed θνμὸς, for θυμὸς.

Printed μεὴ, for μὴ.

Printed ὰ, for ἡ.

Printed ὅταρ, for ὅταν.

Printed ἁμωρτωλῶν, for ἁμαρτωλῶν.

Printed διαβόλοῦ, for διαβόλου.

PG 30:425Read from the page
λέγοντος ἐν τῷ καιρῷ τῆς κολάσεως· Οὐ μὴν δὲ, ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῶν ὀστῶν αὐτοῦ.
in the season of chastisement: Nay rather, stretch forth Thy hand, and touch his bones.
182. Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι, τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς, καὶ συριεῖ αὐτοὺς ἀπ' ἄκρου τῆς γῆς. Καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται. Κατὰ μὲν τὸ ῥητὸν δύξει τὴν Ῥωμαϊκὴν δύναμιν τὴν ἐπὶ τῇ ἐσχάτῃ πολιορκίᾳ ἐπελθοῦσαν τῇ Ἰερουσαλὴμ ὁ λόγος προφητεύειν. Ἐν ἐκείνῳ γὰρ οἱ στρατιωτικοὶ κατάλογοι συνεπληροῦντο, ἔκ τε τῶν μακρὰν ἐθνῶν καὶ ἐκ τῶν σύνεγγυς, τῶν περὶ τὴν Συρίαν καὶ Ἀραβίαν, καὶ ἄλλα ἔθνη, ὅσα παρακείμενα τῇ Ἰουδαίᾳ ἐστρατολογεῖτο παρὰ τῶν Ῥωμαίων. Γὸ μὲν οὖν σύσσημον ἐν τοῖς ἔθνεσιν ἤρθη· τουτέστι, τὸ σημεῖον τοῦ σταυροῦ τοῦ ἀναδειχθέντος. Καὶ τὰ μὲν ἔθνη ἐπὶ τὴν πίστιν ἐκλήθη, ἡ δὲ Ἰερουσαλὴμ τῇ καταστροφῇ παρεδόθη. Οὕτω δὲ ταχὺ καὶ κούφως ἤρχοντο, τοσαύτην ἔχοντες προθυμίαν εἰς τὸ πολεμεῖν, ὥστε καὶ τῶν τροφῶν ἐπιλανθάνεσθαι, καὶ μηδὲ τὰ σιτηρέσια ἀναμένειν, μηδὲ ἀναπαύσεως δεῖσθαι. μηδὲ ἀποτίθεσθαι τὸ τῶν πολεμούντων σχῆμα. Οὗτοι ὥσπερ στερεὰ πέτρα ἐλογίσθησαν, καὶ τὰ ἅρματα αὐτῶν ὡς καταιγίδες· ὅμοιοι λέουσι τὴν ἰσχὺν, καὶ σκύμνοις λεόντων τὴν ὁρμήν· ὧν ἡ βοὴ ὡς θαλάσσης κυμαινούσης, ὅτε καὶ οὐδὲν ἄλλο ὁ πολεμούμενος λαὸς ἑώρα, ἀλλ' ἢ σκότος σκληρὸν ἐπὶ τῆς γῆς.
182. Therefore He will raise a standard among the nations, those far off and those near at hand, and will hiss for them from the end of the earth; and behold, swiftly and lightly they come. According to the letter, the word will seem to prophesy the Roman force that came against Jerusalem in the final siege. For in that muster the military rolls were filled up both from the nations far off and from those near by, those around Syria and Arabia, and whatever other nations bordering upon Judaea were levied by the Romans. So then, the standard was raised among the nations; that is, the sign of the cross that was displayed. And the nations were called to faith, whereas Jerusalem was delivered over to overthrow. And so swiftly and lightly did they come, having so great an eagerness for waging war as even to forget food, and neither wait for rations, nor stand in need of rest, nor put off the attire of warriors. These were reckoned like solid rock, and their chariots like whirlwinds; like lions in strength, and like lions' whelps in onset; whose roar was like a surging sea, when the beleaguered people saw nothing else save hard darkness upon the earth.
ΚΕΦΑΛΑΙΟΝ ςʹ.
Chapter VI.
182. Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον. Καὶ ἰπεστάλη πρός με ἓν τῶν σεραφίμ. Πρὸς τοὺς ἀπὸ κτίσεως καὶ καταβλῆς κόσμου ἁγίους ἀεὶ ἀποστέλλονται θεῖαι δυνάμεις, τὸ σαθρὸν τῆς ἀνθρωπίνης φύσεως ἐπανορθούμεναι. Ἀπεστάλη τοίνυν καὶ πρὸς Ἡσαΐαν, ἐπὶ τῷ περιελεῖν αὐτοῦ τὰς ἁμαρτίας καὶ καθαρίσαι. Ἀπεστάλη δὲ, ἐπειδὴ ἤκουσεν ὀδυρομένου τὰς ἰδίας ταλαιπωρίας, καὶ ὁμολογοῦντος τὴν ἐν λογισμοῖς αὐτοῦ ἁμαρτίαν. Εἶπε γὰρ τὸ, Ὦ τάλας ἐγὼ, ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ. Ταῦτα ἔλεγε καὶ ὁ Παῦλος· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εἶτα καὶ αὐτὸς ὡς τυχὼν θείας ἀντιλήψεως ἐπάγει· Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. Βἶπε δὲ τὸ, Ὦ τάλας ἐγὼ, διορατικῶς εἰς ἔννοιαν ἐλθὼν τῆς βασι-
182. And it came to pass in the year in which King Ozias died, I saw the Lord. And there was sent to me one of the seraphim. To the saints from the creation and foundation of the world divine powers are ever sent forth, setting right the frailty of human nature. One was sent forth, accordingly, to Isaiah also, in order to take away his sins and cleanse him. And he was sent forth after He heard him lamenting his own miseries, and confessing the sin in his thoughts. For he spoke the saying, O wretched man that I am, for I am pierced with compunction; because being a man, and having unclean lips, in the midst of a people having unclean lips I dwell. These things Paul also used to say: Wretched man that I am, who shall deliver me out of the body of this death? Then he too, as having obtained divine succour, adds: I give thanks to God through Jesus Christ. Now he spoke the saying, O wretched man that I am, having come with clear vision to a conception of the king-
Notes, col. 425

On the reading

Printed δύξει, for δόξει.

Printed Γὸ, for Τὸ.

Printed δεῖσθαι., for δεῖσθαι,.

Printed ἰπεστάλη, for ἐπεστάλη.

Printed καταβλῆς, for καταβολῆς.

Printed Βἶπε, for Εἶπε.

PG 30:428Read from the page
λείας τοῦ Θεοῦ τοῦ καθημένου ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πεπληρωκότος τῆς δόξης αὐτοῦ τὸν τηλικοῦτον κόσμον. Πρὶν γὰρ ἐννοῆσαι Θεὸν, οὐ φαίνεται εἰπὼν τὸ. Ὦ τάλας ἐγώ. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ, ὅτε ὤφθη αὐτῷ ὁ Θεὸς, τότε ἀναγέγραπται εἰρηκὼς τὸ, Ἐγὼ δὲ εἰμι γῆ καὶ σποδός. Οὕτω δὲ καὶ Μωϋσῆς παιδευόμενος μὲν πάσῃ σοφίᾳ Αἰγυπτίων, καὶ ὡς εἰκὸς διαβαίνων πάντας αὐτοὸς τῇ εὐφυΐᾳ καὶ τῇ συνέσει, οὐκ ἠσθάνετο ἑαυτοῦ ἰσχνοφώνου ἢ βραδυγλώσσου· ὅτε δὲ ἤκουσε τοῦ χρηματίζοντος, τότε τῆς ἀφωνίας αὐτοῦ καὶ τῆς περὶ τὴν γλῶσσαν βραδύτητος ᾔσθετο.
sovereignty of God, Who sits upon a throne high and lifted up, and Who has filled so great a world with His glory. For before conceiving of God, he does not appear to have said, O wretched man that I am. Since Abraham also, when God appeared to him, is then recorded to have said, Yet I am earth and ashes. And thus Moses also, while being educated in all the wisdom of the Egyptians, and, as is likely, surpassing them all in natural talent and intelligence, was not aware of his being weak-voiced or slow-tongued; yet when he heard Him Who gave the divine response, then he perceived his own speechlessness and the slowness about his tongue.
183. Καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου. Ὁ μὲν Ἰουδαϊκῶς ἐξηγούμενος τὸ ῥητὸν, ἐρεῖ, ὡς ἄρα ὁ Κύριος ἑώραται ἐπὶ τῷ κατὰ Ἱερουσαλὴμ τόπῳ, καθήμενος ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ σεραφὶμ κύκλῳ αὐτοῦ ἑστηκότα· καὶ ἐκ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων τὸ πῦρ ληφθὲν παρὰ τοῦ σεραφεὶμ προσηνέχθη τῷ στόματι τοῦ προφήτου, εἰς καθαρισμὸν τῶν χειλέων αὐτοῦ. Ἡμεῖς δὲ οἱ πεπιστευκότες, ὅτι ὑπόδειγμά τι καὶ σκιὰ τῶν ἐπουρανίων ἐστι τὰ κατὰ τὸν νόμον, οἶκον μὲν λέγομεν τὸ σύμπαν σύστημα τῆς νοητῆς καὶ αἰσθητῆς κτίσεως· θρόνον δὲ ἐπηρμένον τὴν ἐπὶ πάντων ἀρχὴν καὶ δεσποτείαν τοῦ Θεοῦ· σεραφὶμ δὲ τὰς ὑπερκοσμίους δυνάμεις. Εἰ γὰρ, ὅπερ ἐφαντάσθησάν τινες, τὰ δύο τοῦ οὐρανοῦ ἡμισφαίρια ἀνὰ μέρος ὑπὲρ γῆς φαινόμενα, ἓξ μέρεσιν ἑκατέρων, οἱονεί τισι πτεροῖς, πρὸς τὴν ὀξεῖαν κίνησιν κεχρημένων, πῶς ἐπεστέλλετο τὸ ἕτερον τούτων, ἢ πῶς ἀπεσπᾶτο ἀπὸ τοῦ ἄλλου, συνημμένης τοῦ οὐρανοῦ τῆς φύσεως οὔσης; Ἀλλ', ὅπερ εἶπον, δυνάμεις ὑπερκόσμιαι, τῆς ἐγγυτάτω στάσεως διὰ τὴν ἐν ἁγιασμῷ ἀκρότητα κατηξιωμέναι· ὧν ἡ μία ἦλθε πρὸς τὸν προφήτην. Ὡς γὰο ὁ ἐπὶ πάντων Θεὸς οὐκ ἐπαξιοῖ διακύπτειν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν ἐπιμέλειαν τῶν ἀνθρώπων, οὐδὲ αἱ μερικαὶ δυνάμεις τὴν διακονίαν ὑπὲρ εὐεργεσίας τῶν ἀνθρώπων ἀρνοῦνται. Ἔλαβεν οὖν τὸ σεραφεὶμ ἀπὸ τοῦ θυσιαστηρίου τῇ λαβίδι. Ἐνθυμήθητι πηλίκον τὸ θυσιαστήριον, ὅπως δυσπρόσιτον, ὡς μὴ κατατολμᾷν αὐτοῦ τὸ σεραφεὶμ τῇ χειρὶ προσάπτεσθαι. ἀλλὰ διὰ τῆς λαβίδος λαμβάνειν τὸ πῦρ εἰς τὴν χεῖρα. Καὶ ἔλαβεν ἄνθρακα. Λάμβάνει τὸ πῦρ εἰς τὴν χεῖρα. Ποδαπὸν τοῦτο τὸ πῦρ, ὃ ἁμαρτίας καθαίρει; Ἢ μήποτε συγγενὲς ἐκείνῳ, περὶ οὗ
183. And in his hand he had a live coal, which with the tongs he took from the altar, and he touched my mouth. Now he who expounds the saying in a Jewish manner will say that the Lord was seen upon the place at Jerusalem, sitting upon a throne high and lifted up, and the seraphim standing round about Him; and that the fire taken from the altar of whole burnt-offerings by the seraph was brought to the mouth of the prophet for the cleansing of his lips. Yet we, who have believed that the things according to the law are a certain pattern and shadow of the heavenly things, call the house the entire system of the intelligible and perceptible creation; the throne lifted up, the sovereignty and lordship of God over all; and the seraphim, the supramundane powers. For if, as some have imagined, they were the two hemispheres of heaven appearing by turns above the earth, each of the two making use of six parts, as though certain wings, towards its swift motion, how was the one of them sent forth, or how was it torn away from the other, seeing that the nature of heaven is continuous? Rather, as I said, they are supramundane powers, counted worthy of the nearest station on account of their supreme degree of sanctification; one of whom came to the prophet. For just as the God over all does not disdain to stoop down from heaven for the care of men, neither do the particular powers refuse ministry on behalf of beneficence towards men. The seraph therefore took from the altar with the tongs. Consider how great the altar is, how hard of approach, so that the seraph does not dare to touch it with his hand, but through the tongs takes the fire into his hand. And he took a live coal. He takes the fire into his hand. Of what sort is this fire, which cleanses sins? Or is it perhaps akin to that concerning which
Notes, col. 428

On the reading

Printed δὲ εἰμι, for δέ εἰμι.

Printed αὐτοὸς, for αὐτοὺς.

Printed γὰο, for γὰρ.

Printed Λάμβάνει, for Λαμβάνει.