Migne Reading Room

PG 30 · cols. 405–416 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:405Read from the page
τὴν ἀλλαγὴν τῶν παρόντων, καὶ ἐν τῇ βελτίονι καταστάσει γενέσθαι τὰ σύμπαντα.
the change of present things, and all things may come to be in the better state.
172. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν· οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· οἱ τιθέντες τὸ γλυκὺ πικρὸν, καὶ τὸ πικρὸν γλυκύ. Τελείου δέ ἐστι τοῦ διὰ τὴν ἕξιν γεγυμνασμένα ἔχοντος τὰ αισθητήρια, διακρίνειν δύνασθαι τὴν τοῦ καλοῦ φύσιν ἀπὸ τοῦ πονηροῦ· καὶ δοκίμου τραπεζίτου, τὸ καλὸν κατέχειν, ἀπὸ δὲ παντὸς εἴδους πονηροῦ ἀπέχεσθαι· διεφθαρμένον δὲ ἔχοντος τῆς ψυχῆς τὸ κριτήριον, ἐνηλλαγμένας τὰς μαρτυρίας περὶ τῆς ἑκάστου ἀξίας ἀποδιδόναι. Καὶ ἔοικε πολλή τις εὐχέρεια εἶναι τῇ ἀνθρωπείᾳ φύσει πρὸς τὸ τὰ ἐναντία δοξάζειν τῇ περὶ ἕκαστον ἀληθείᾳ. Καὶ εἴθε ἐπὶ μόνους τοὺς ἔξω τῆς κατὰ τὰς Γραφὰς πίστεως ἔφθανεν ἡ διαφωνία αὕτη· οἳ ἰσοπαλεῖς λέγοντες εἶναι τοὺς περὶ ἑκάστου πράγματος λόγους, καὶ πᾶσαν ἐνάργειαν, τὸ ὅσον ἐφ' ἑαυτοῖς, εἰς ἀμφιβολίαν ἄγουσι· μέλανα εἶναι τὸν ἄργυπον, ἐκ τοῦ ἰοῦ ὃν ἀφίησι, καὶ μέλανα εἶναι τὸν ἥλιον, ἐκ τοῦ μελαίνειν τὰ σώματα οἷς ἂν ἐπὶ πλέον προσὸμιλήσῃ, λέγοντες· καὶ ἐκ τῶν τοιούτων τὸ τῆς ἐποχῆς κατασκευάζουσι δόγμα, ὡς τῆς αἰσθήσεως παραλογισμοὺς ἐχούσης, καὶ οὐχ οἷά ἐστι τῇ φύσει καταλαμβανούσης τὰ πράγματα, ἀλλ' ὑπὸ μὲν ζωγραφίας ἀπατωμένων τῶν ὀφθαλμῶν· ἐπὶ δὲ τοῦ τραχήλου τῆς περιστερᾶς ἄλλοτε ἄλλας χρόας μεταλαμβανόντων πρὸς τὰς ἐκκλίσεις τοῦ ζώου, καὶ τὰς πρὸς τὴν ἀκτῖνα σχέσεις, συμμεταβαλλομένης τῆς ὄψεως. Διὰ τοῦτο ἐπιστήσαντες τῇ διὰ τῶν ὀφθαλμῶν καταλήψει, οὔτε τῇ ἡμέρᾳ συντίθενται, οὔτε τὴν νύκτα ὁμολογοῦσιν, ἐκ δὲ τοῦ ἀκολούθου καὶ εἰς ἀθεότητα ἐκπίπτουσι, μήτε εἰ προνοίᾳ Θεοῦ διοικεῖται τὸ πᾶν, μήτε εἰ αὐτομάτως φέρεται συντιθέμενοι. Ἴδοις δὲ ἂν πολλοὺς καὶ τῶν πεπιστευκότων τοῖς νομικοῖς καὶ προφητικοῖς γράμμασι, τῇ περι ἕκαστον ἐνράσει μετὰ πιθανότητος ἀπομαχομένους πρὸς τὴν ἐνάργειαν, ὥστε σαθροῦσθαι καὶ διασαλεύεσθαι τὸ ἐν τοῖς δόγμασιν ὀληθές. Ἀλλὰ πιστεύειν μὲν εἰς Χριστὸν Ἰησοῦν ὁμολογοῦσί τινες, εὑρίσκονται δὲ
172. Woe to those who call evil good, and good evil; who put darkness for light, and light for darkness; who put sweet for bitter, and bitter for sweet. Now it belongs to the mature man, who by habit has his faculties of sense trained, to be able to distinguish the nature of the good from the evil; and to an approved money-changer, to hold fast what is good, and abstain from every form of evil; whereas it belongs to one who has the criterion of his soul corrupted to render inverted testimonies concerning the worth of each thing. And there seems to be a great readiness in human nature towards holding opinions contrary to the truth concerning each thing. And would that this discord reached only those outside the faith according to the Scriptures, who, saying that the arguments concerning each matter are equally balanced, bring even all clear evidence, so far as lies in them, into doubt, saying that silver is black from the tarnish which it gives off, and that the sun is black from its blackening the bodies with which it lingers at greater length; and out of such arguments they construct the doctrine of suspension of judgement, on the ground that sense-perception involves fallacies, and does not apprehend things as they are by nature, since the eyes are deceived by painting, while upon the neck of the dove they take on different colours at different times according to the bendings of the creature and its relations towards the ray of light, as the appearance changes along with them. On this account, halting at apprehension through the eyes, they neither assent to day nor confess night, and consequently they fall away even into atheism, assenting neither as to whether the universe is governed by the providence of God, nor as to whether it is borne along of its own accord. And you might see many even of those who have believed in the legal and prophetic writings fighting off clear evidence with plausibility through obstinacy over each point, so that the truth in doctrines is undermined and shaken. Nay, some profess indeed to believe in Christ Jesus, yet are found
Notes, col. 405

On the reading

Printed αισθητήρια, for αἰσθητήρια.

Printed ἄργυπον, for ἄργυρον.

Printed προσὸμιλήσῃ, for προσομιλήσῃ.

Printed περι, for περὶ.

Printed ἐνράσει, for ἐνστάσει.

Printed ὀληθές, for ἀληθές.

PG 30:408Read from the page
μὴ Κατηρτισμένοι ἐν τῷ αὐτῷ νοι, καὶ ἐν τῇ αὐτῇ γνώμῃ, ἀλλ' εἰς τὰς ἐναντιωτάτας διαφωνίας ἀποσχιζόμενοι· οἱ μὲν διὰ ἰδιωτισμὸν, οὐκ ὀλίγοι δὲ καὶ οἱ διὰ φιλαρχίαν καὶ κενοδοξίαν, ἐνεπιδείκνυσθαι θέλοντες τοῖς πολλοῖς ὡς ἄρα εἶεν σοφοὶ, καὶ ὑπὲρ τοὺς ἄλλους τὴν γνῶσιν ἔχουσι. Διὰ τοῦτο πάντα μαχομένων ἀλλήλοις καὶ ἀντιδογματιζόντων πεπλήρωται· ἑκάστου φιλονείκως τῷ ἰδίῳ δόγματι παρισταμένου, καὶ μετὰ διατάσεως σφοδροτάτης τὰ τοῦ ἑτέρου ἀνατρέπειν καὶ διελέγχειν βιαζομένου. Ὄφελον δ' οἱ αὐχοῦντες τὴν ἀποστολικὴν διδασκαλίαν τετηρηκέναι, καὶ κατὰ διαδοχὴν ἀπ' ἐκείνων τὸ κήρυγμα τοῦ Εὐαγγελίου παρειληφέναι, διὰ τῆς περὶ τῶν δογμάτων ὁμοφωνίας ἐδείκνυον, ὅτι μιᾶς εἰσι μέρη τῆς Χριστοῦ Ἐκκλησίας.
not knit together in the same mind and in the same judgement, but splitting off into the most opposite discords: some through lack of training, and not a few also through love of rule and vainglory, wishing to make a display before the multitude that they are wise, and possess knowledge beyond others. On this account all things are filled with people fighting one another and teaching rival doctrines, each one contentiously standing by his own doctrine, and with most vehement straining forcing himself to overturn and refute the positions of the other. Would that those who boast of having kept the apostolic teaching, and of having received by succession from those men the proclamation of the Gospel, showed through agreement concerning doctrines that they are parts of the one Church of Christ.
173. Οὐκ ἐπὶ τὴν γνῶσιν δὲ μόνον φθάνει αὕτη ἡ ταραχὴ, ἀλλὰ καὶ ἐπὶ τὰς πράξεις· εἴπερ Εἰσὶν ὁδοὶ ἀνδρὸς δοκοῦσαι ὀρθαὶ εἶναι, τὰ δὲ τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου· καὶ, Ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ. Εἰ γάρ τί ἐστι δυσθεώρητον, τούτου τοῦ γένους ἂν εἴη καὶ ἡ ἀληθὴς δικαιοσύνη. Διὸ καὶ ὁ Σολομὼν ὡς ὁμότιμα ταῦτα ἀλλήλοις συναριθμεῖ, λέγων· Νοῆσαί τε παραβολὰς καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα· νοῆσαι δικαιοσύνην ἀληθῆ καὶ κρῖμα κατευθύνειν. Πολλοὶ οὖν κατὰ συναρπαγὴν παρηλλαγμένας τὰς κρίσεις ἐκφέρουσι. πρὸ καταλήψεως τῆς ἐξ ἱκανοῦ λόγου καὶ ἐπὶ πλεῖον ἐρευνηθέντος ἐγγινομένης, ἀβασανίστως κατὰ προπέτειαν τὰς περὶ ἑκάστου δόγματος ῥιπτοῦντες συγκαταθέσεις. Ἡ δὲ τῆς διαλεκτικῆς φύσις μάλιστα πεπίστευται ταῦτα παρέχειν δύνασθαι· διαιρεῖν εὐκρινῶς τὰς τῶν πραγμάτων φύσεις, καὶ τὰ ὁμογενῆ γνωρίζειν, καὶ τὰ ἐναντία διακρίνειν. Διόπερ συνειδὼς ἑαυτῷ τὴν θείαν διαλεκτικὴν ἔχοντι, ἔλεγε τὸ, Ἡδυνθείη σοι ἡ διαλογή μου. Ἡ γὰρ τῶν ἐριστικῶν καὶ φιλονείκως ἐπιβαινόντων τοῖς πράγμασι διαλεκτικὴ οὐχ ἡδεῖα, ἀλλὰ παραπικραίνουσά τίς ἐστι. Τριῶν δὲ συζυγιῶν οὐσῶν, φωτὸς καὶ σκότους, κακοῦ καὶ πονηροῦ, πικροῦ καὶ γλυκέος, πότερον ἕν ἐστι τῷ ὑποκειμένῳ ταῦτα, ἢ κατὰ γένος ἀλλήλων ἀποδιέστηκεν; Ὡς μὲν οὖν πρὸς τὸ ἁπλούστερον σαφὲς, ὅτι τὸ πονηρὸν ἐπὶ τῆς τῶν ἠθῶν μοχθηρίας τέτακται· καλὸν δὲ ὁρίζονται ἀγαθὸν ἐπαινετόν. Πάλιν, σκότος μὲν, ἀὴρ ἐστερημένος φωτός· φῶς δὲ, οὐσία διαλυτικὴ σπότούς. Πάλιν, γλυκὺ μέν ἐστι λειότης
173. Nor does this confusion reach unto knowledge only, but also unto actions; seeing that There are ways of a man that seem to be right, yet the ends thereof look towards the bottom of Hades; and, There is a righteous man perishing in his righteousness, and an ungodly man remaining in his wickedness. For if anything is hard to discern, of this kind would true righteousness also be. Wherefore Solomon too reckons these things together as of equal rank with one another, saying: To understand both parables and an obscure word, both sayings of the wise and riddles; to understand true righteousness and to direct judgement. Many therefore by hasty seizure put forth distorted judgements, before apprehension arising from sufficient reason and fuller inquiry has come about, uncritically in rashness casting forth their assents concerning each doctrine. Now the nature of dialectic above all has been trusted to be able to provide these things: to divide distinctly the natures of things, and to recognize things of the same kind, and to distinguish opposites. Wherefore, conscious within himself of possessing the divine dialectic, he said the words, May my discourse be pleasing unto Thee. For the dialectic of the disputatious and of those who approach matters contentiously is not pleasing, but is a kind that provokes bitterness. Now there being three pairs, of light and darkness, of bad and evil, of bitter and sweet, are these one in their underlying subject, or are they separated in kind from one another? According to the simpler view, then, it is plain that evil is assigned to depravity of morals, while the noble is defined as praiseworthy good. Again, darkness is air deprived of light, while light is a substance dissolutive of darkness. Again, sweet is a smoothness
Notes, col. 408

On the reading

Printed νοι, for νοΐ.

Printed κακοῦ, for καλοῦ.

Printed σπότούς, for σκότους.

PG 30:409Read from the page
χυμοῦ ἢ χυλοῦ τὴν γευστικὴν ἡδύνουσα αἴσθησιν· πικρὸν δὲ ἐστι γευστὸν ἐκτραχύνον τὴν γεῦσιν. Κατὰ μὲν οὖν τὴν ἁπλουστέραν νόησιν, τοσοῦτον διέστηκε ταῦτα ἀλλήλων. Τίς οὖν οὕτως ἔκφρων, ὡς ἐν νυκτὶ βαθείᾳ ἑστὼς, φῶς ὀνομάζειν τὸ σκότος, καὶ συγκεχυμένων αὐτῷ τῶν ὀφθαλμῶν ἐν τῷ σκότει, ὡς ὑπὸ φωτὸς καταλαμπόμενος διακεῖσθαι; Τίς δὲ τῇ γεύσει τῶν πικρῶν ἀλγυνόμενος, ὡς ἐπὶ γλυκύτητος ἡδονῇ διάκειται; Τὸ δὲ αἰσθητὸν κάλλος τίνι τῶν ὀφθαλμοὺς ἐχόντων οὐκ εὔγνωστον; Ὅτι ἐν τῇ πρὸς ἄλληλα τῶν μερῶν συμμετρίᾳ μετὰ τῆς ἐπιφαινομένης εὐχροίας αὐτομάτῳ τινι καὶ φυσικῇ ὁλκῇ προσοικειοῦται τοὺς ἐντυγχάνοντας· καὶ μέντοι καὶ τὸ αἰσχρὸν αὐτόθεν ποιεῖ τὴν ἀποστροφὴν τοῖς ὁρῶσιν.
of humour or juice sweetening the sense of taste; while bitter is a tasted quality roughening the taste. According to the simpler conception, then, by so much do these stand apart from one another. Who then is so senseless as, while standing in deep night, to call the darkness light, and when his eyes are confounded in the darkness, to be disposed as though illumined by light? And who, when pained by the taste of bitter things, is disposed as though in pleasure at sweetness? And to whom among those who have eyes is perceptible beauty not easy to recognize? Because in the symmetry of the parts towards one another together with the good colour appearing upon the surface, by a spontaneous and natural attraction it wins over those who encounter it; and indeed ugliness likewise of itself produces aversion in those who behold it.
174. Ἀλλ' ἔοικεν οὐ περὶ τῶν κατὰ τὴν αἴσθησιν γνωρίμων ὁ λόγος εἶναι, ἀλλ' εἴπερ Ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμοὺς, καὶ λύχνος τοῖς ποσὶ τοῦ δικαίου ὁ λόγος ἐστὶ τοῦ Θεοῦ, ὁ μὴ κατὰ ἀρετὴν ζῶν, ἀλλὰ τοῖς ὑλικοῖς πάθεσιν ἐγκυλιόμενος, οὗτος ἂν εἴη ὁ τὸν ἐν κακίᾳ βίον ὥσπερ τι φῶς ὑπερασπαζόμενος, τὸν δὲ κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου οἷόν τι σκότος ἀποστρεφόμενος. Καὶ ὁ τὰ γλυκέα τῷ λάρυγγι τοῦ δικαίου λόγια τοῦ Θεοῦ, ὑπὲρ μέλι ὄντα τῇ νοητῇ αὐτοῦ γεύσει, διὰ τὸ ἐπίπονον τῶν προσταγμάτων ἀποστρεφόμενος, συγκατατιθέμενος δὲ τῷ λείῳ τῆς ἡδονῆς, οὗτος ἂν λέγοι τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Κατὰ ταὐτὰ δὴ καὶ περὶ τοῦ καλοῦ ἔστι διανοεῖσθαι, ὅτι τό ἀληθινῶς καλὸν τὸ ἐν τῇ ψυχῇ σύμμετρόν ἐστι κατ' ἀρετὴν διακειμένη. Μεσότης γὰρ καὶ συμμετρία τις ἡ ἀρετή· αἱ δὲ ἐφ' ἑκάτερα τὴν ἀρετὴν ἐκβαίνουσαι ὑπερβολαὶ καὶ ἐλλείψεις, ἀμετρία καὶ αἶσχος. Οἷον, ἡ μὲν ἀνδρεία μεσότης, ὑπερβολὴ δὲ περὶ ταύτην θρασύτης, καὶ ἔνδεια ταύτης δειλία. Οὐκοῦν κάλλος μὲν ψυχῆς, τὸ κατ' ἀρετὴν σύμμετρον· αἶσχος δὲ, αἱ ἀπὸ κακίας ἐγγινόμεναι ἀμετρίαι. Τούτους οὖν ταλανίζει ὁ λόγος, τοὺς τὴν μὲν κακίαν ὡς ἀγαθὸν αἱρουμένους, τὴν δὲ ἀρετὴν ὡς πονηρίαν ἀποφεύγοντας. Ἐξεταστέον δὲ καὶ τὴν αἰτίαν δι' ἣν ἐπὶ μὲν τοῦ καλοὺ τὸ, Λέγοντες, εἴρηται· ἐπὶ δὲ τοῦ φωτὸς, καὶ τοῦ γλυκέος οὐκέτι, Λέγοντες, ἀλλὰ, Τιθέντες. Οὐαὶ γὰρ οἱ λέγοντες τὸ καλὸν πονηρόν· καὶ, Οὐαὶ οἱ τιθέντες τὸ σκότος φῶς·
174. Yet the word seems not to be concerning things known by sense-perception, but seeing that The commandment of the Lord is bright, enlightening the eyes, and the word of God is a lamp unto the feet of the righteous man, he who does not live according to virtue, but wallows in material passions, this man would be the one who fondly embraces life in wickedness as though a kind of light, while turning away from life according to the commandment of the Lord like a kind of darkness. And he who turns away from the oracles of God that are sweet to the throat of the righteous man, being beyond honey to his spiritual taste, on account of the laboriousness of the ordinances, while assenting to the smoothness of pleasure, this man would call the bitter sweet, and the sweet bitter. In the very same way indeed one may reflect concerning the good also, that the truly good is what is symmetrical in the soul disposed according to virtue. For virtue is a mean and a kind of symmetry, while the excesses and deficiencies that step outside virtue on either side are disproportion and ugliness. For instance, courage is a mean, while excess in regard to it is rashness, and deficiency of it is cowardice. Beauty of soul, therefore, is what is symmetrical according to virtue, while ugliness is the disproportions arising from wickedness. These, then, the word pronounces wretched, those who choose wickedness as good, and shun virtue as evil. And we must also examine the reason why in the case of the good the word Saying has been spoken, whereas in the case of light and of the sweet no longer Saying, but Putting. For Woe to those who say that the good is evil; and, Woe to those who put darkness for light:
Notes, col. 409

On the reading

Printed δὲ ἐστι, for δέ ἐστι.

Printed τό, for τὸ.

Printed διακειμένη, for διακειμένῃ.

Printed καλοὺ, for καλοῦ.

PG 30:412Read from the page
καὶ, Οὐαὶ οἱ τιθέντες τὸ γλυκὺ πικρόν. Μήποτε οὖν ὁ λόγος ἐνδείκνυται, ὅτι παρὰ τὰς πρώτας τοῦ βίου αἱρέσεις, διὰ τοῦ λόγου μόνου σφαλλόμεθα, γενόμενοι δὲ ἐν ταῖς πράξεσι, καὶ μηδὲ μετὰ τὴν πεῖραν ἀφιστάμενοι τοῦ κακοῦ, οἷον ὅρους ἑαυτοῖς τῶν ἔργων τιθέμεθα, ἀκίνητα τιθέντες τῆς κακίας τὰ ἔργα; Ὁ γὰρ ἀπὸ ἀκολασίας καὶ φιληδονίας μὴ μετατιθέηενος εἰς σωφροσύνην, τίθησιν ἑαυτῷ τὸ πικρὸν γλυκύ. Καὶ ὁ φεύγων μὲν τὴν κατὰ τὸ Εὐαγγέλιον ζωὴν, τὸν δὲ κτηνώδη καὶ ἄλογον βίον αἱρούμενος, τίθησιν ἑαυτῷ τὸ φῶς σκότος. Ὁ μέντοι συνηγορῶν τούτοις, καὶ ἐμπαῤῥησιαζόμενος ταῖς ἀτόποις πράξεσιν, οὗτός ἐστιν ὁ λέγων τὸ καλὸν πονηρὸν, κατὰ τὸν Ἀπόστολον, μεμφόμενον τοῖς οὐ μόνον ποιοῦσιν αὐτὰ, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι. Τίθησι δὲ τὸ φῶς σκότος ὁ τὸν λύχνον τιθεὶς ὑπὸ τὸν μόδιον, ἢ καλύπτων τῷ σκεύει, καὶ μὴ τιθεὶς αὐτὸν ἐπὶ τὴν λυχνίαν. Τὸ μὲν οὖν, λέγειν τὸ καλὸν πονηρὸν, ἐπὶ τοῦ δογματίζειν παρείληπται· τὸ δὲ, τιθέναι φῶς σκότος, ἐπὶ τοῦ διὰ τῶν πράξεων ἐθισμοῦ.
and, Woe to those who put sweet as bitter. Does the word perhaps indicate that, alongside our first choices of life, we err through reason alone, whereas when we have entered into actions, and do not withdraw from evil even after experience, we set for ourselves as it were boundaries of works, rendering the works of wickedness immovable? For whoever does not transfer himself from intemperance and love of pleasure into temperance puts bitter as sweet for himself. And he who flees the life that is according to the Gospel, and chooses instead the beastly and irrational life, puts light as darkness for himself. Moreover, he who pleads in defence of these things, and speaks boldly in shameless actions, this is the one who calls good evil, according to the Apostle, who blames not only those who do them, but also those who consent with those who practise them. Again, he puts light as darkness who puts the lamp under the bushel, or covers it with a vessel, and does not put it upon the lampstand. Saying good is evil, therefore, has been taken to refer to laying down doctrines; whereas putting light as darkness refers to habituation through actions.
173. Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Ἅπτεται δὲ ταῦτα οὐ μόνον τῶν κατὰ πράξεις σφαλλομένων, ἀλλὰ καὶ τῶν ἐν ἀπιστίᾳ, καὶ τῇ ἀγνωσίᾳ τῇ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κατεχομένων. Ὁ γὰρ μὴ πιστεύων εἰς τὸ φῶς τὸ ἀληθινὸν, ἀλλὰ ποιῶν ἑαυτὸν υἱὸν τοῦ διαβόλου, οὗτος λέγει τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς. Ὥσπερ οὖν φῶς ἐστιν ὁ Κύριος, οὕτω καὶ γλυκύτης ἐστὶ τοῖς ἐπιστημόνως αὐτοῦ γευομένοις· ἡδεῖαν παρέχων καὶ πάσης θυμηδίας γέμουσαν τὴν ἀπολαυσιν. Διὰ τοῦτο ὁ γευσάμενος αὐτοῦ, καὶ ἐν πείρᾳ γενόμενος τῆς ἡδίστης καὶ προσηνοῦς ἀπολαύσεως, λέγει· Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ὁ τοίνυν μὴ πιστεύων εἰς τὸν Κύριον Ἰησοῦν λέγει τὸ γλυκὺ πικρόν. Ὁ δὲ μὴ πιστεύων εἰς τὸν Κύριον, οὐδὲ τῇ τοῦ ἀληθινοῦ κάλλους συντίθεται φύσει, οὐδὲ καταδέχεται τὴν θεωρίαν αὐτοῦ. Οὐ γὰρ ἐν τῇ εὐαρμοστίᾳ τῶν μελῶν, οὐδὲ ἐν εὐχροίᾳ τινὶ τῇ ἐπανθούσῃ τῷ σώματι, τὸ τερπνὸν ἔχοντι· ἀλλὰ μόνῃ τῇ διανοίᾳ τῇ καθ' ὑπερβολὴν κεκαθαρμένῃ τὸ κυρίως καλὸν ἐν τῇ θείᾳ φύσει γινώσκεται κατὰ τὸν ψαλμὸν, τὸν λέγοντα· Τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου. Ὁ οὖν τὰς ἀστραπὰς τοῦ θείου κάλλους τῷ ἑαυτοῦ ὄμματι μὴ παραδεχόμενος, οὗτος λέγει τὸ καλὸν πονηρόν· ἐν δὲ τῇ τούτου ἀρνήσει, συντίθεται δηλονότι τῷ ἐναντίῳ. Εἰ γὰρ φῶς ὁ Κύριος· σκότος δηλονότι ὁ ἀντικείμενος· εἰ γλυκεῖα ἡ φύσις
173. Woe to those who are intelligent in themselves, and men of understanding before themselves. Now these words touch not only those who err in actions, but also those who are held fast in unbelief and in ignorance towards our Lord Jesus Christ. For he who does not believe in the true light, but makes himself a son of the devil, this man calls light darkness, and darkness light. Just as the Lord is light, therefore, so too is He sweetness to those who taste Him with understanding, affording an enjoyment that is pleasant and full of all gladness of soul. Wherefore he who has tasted Him, and has come into experience of that sweetest and gentlest enjoyment, says: Taste and see that the Lord is good. Accordingly, he who does not believe in the Lord Jesus calls sweet bitter. And he who does not believe in the Lord neither assents to the nature of true beauty, nor accepts the contemplation of Him. For not in the harmonious proportion of limbs, nor in any fair complexion blooming upon the body that possesses charm, but by the mind alone when cleansed to the utmost degree is that which is properly beautiful in the divine nature known, according to the psalm which says: In Thy comeliness, and in Thy beauty. Therefore he who does not receive with his own eye the gleamings of the divine beauty, this man calls good evil; and in the denial of this, plainly he assents to its opposite. For if the Lord is light, plainly the adversary is darkness; if sweet is the nature
Notes, col. 412

On the reading

Printed μετατιθέηενος, for μετατιθέμενος.

Printed 173., for 175..

Printed ἀπολαυσιν, for ἀπόλαυσιν.

PG 30:413Read from the page
τῆς ἀληθείας, πικρὸν δηλονότι τὸ ψεῦδος. Ἐν οὖν τῇ ἀρνήσει τοῦ Θεοῦ, συγκατάθεσις γίνεται τοῦ ἐναντίου. Ἐπεὶ οὖν οὐκ ἔστι μετοχὴ δικαιοσύνῃ καὶ ἀδικίᾳ· οὐδὲ κοινωνία φωτὶ πρὸς σκότος· οὐδὲ συμφώνης Χριστοῦ πρὸς Βελιάρ· χωριστέον ταῦτα ἄλλήλων. Μεγάλης οὖν καὶ ἀκριβοῦς τῆς προσοχῆς χρεία, πρὸς τὸ μὴ παραλογισθέντας ἡμᾶς τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς ὡς φῶς λογίσασθαι· μηδὲ τῇ πικρότητι τῆς κακίας ἐνευφραινόμενον, γλυκύτητος δόξαν τῷ φιληδόνῳ βίῳ πρεσμαρτυρῆσαι· μηδὲ σωμάτων κάλλει τὴν ψυχὴν δουλωθέντας, ἐν τούτῳ λογίζεσθαι εἶναι τοῦ ἀληθινοῦ κάλλους τὴν φύσιν.
of truth, plainly falsehood is bitter. Therefore in the denial of God there arises assent to the opposite. Since, then, there is no partnership for righteousness and unrighteousness, nor communion for light with darkness, nor concord of Christ with Beliar, these must be separated from one another. Great and exact attention is needed, therefore, lest being deluded by false reasoning we reckon him who transforms himself into an angel of light as light; and lest anyone taking delight in the bitterness of wickedness bear witness to the pleasure-loving life as having a reputation for sweetness; and lest, enslaving the soul to the beauty of bodies, we reckon the nature of true beauty to consist therein.
176. Οὐαὶ οὖν οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Δύναται ταῦτα λέγεσθαι περὶ τῶν ἑαυτοὺς δεδοκηκότων, ὅτι εἶεν συνετοὶ καὶ ἐπιστήμονες, μὴ ὄντων δὲ τοιούτων. Δύναται δὲ καὶ περὶ τῶν ἐχόντων μὲν κατὰ ἀλήθειαν τὸ τῆς συνέσεως καὶ ἐπιστήμης χάρισμα· μὴ κοινωνούντων δὲ καὶ ἑτέροις. Σοφία γὰρ κεκρυμμένη, καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις; Οἱ οὖν τοιοῦτοι ἐνώπιον ἑαυτῶν εἰσιν ἐπιστήμονες, οὐχὶ δὲ καὶ ἐνώπιον ἑτέρων· ὡς ὁ τὸ τάλαντον κρύψας παρ' ἑαυτῷ. Ἀλλ' οὐδὲ ἐνώπιον Θεοῦ ἐπιστήμων, ὁ μὴ εἰς δόξαν Θεοῦ τῇ επιστήμη κατακεχρημένος. Καὶ τρίτη δ' ἄν τις τοιαύτη εἶναι δοκοῖ ἐκδοχὴ τῶν συνετῶν, ναὶ ἐπιστημόνων. Οἱ μὲν ἀπὸ Θεοῦ ὄντες τοιοῦτοι οἱ αἰσθανόμενοι τῆς παρ' αὐτοῦ δωρεᾶς· οἱ δὲ μὴ ἀναφέροντες ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν τῆς συνέσεως, ἑαυτοῖς δὲ τὰ κατορθώματα ἐπιγράφοντες, συνετοί εἰσιν ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Πρὸς οὓς εὔκαιρον εἰπεῖν. Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; καὶ τὸ, Ἐὰν μὴ ὁ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Αέγεται τοίνυν σύνεσις οἷον εὐπαρακολουθησία ψυχῆς, ὀξέως εἰς ἓν συναγούσης τὰς τῶν πραγμάτων ἐννοίας· ἥτις κατὰ τὸν ἀπαρτισμὸν τῶν ἐν ἡμῖν λογικῶν σπερμάτων συνίστασθαι πέφυκεν. Ἢ ἐστι σύνεσις ἐντρέχεια διανοίας εὐπαρακολουθήτως τῷ ἑκάστῳ πράγματι οἰκεῖον καὶ πρέπον ἐξευρίσκουσα· ἐπιστήμη δὲ, ἕξις ἐν
176. Woe, therefore, to those who are intelligent in themselves, and men of understanding before themselves. These words can be said concerning those who have supposed themselves to be intelligent and men of understanding, though they are not such. And they can also be said concerning those who in truth possess the gift of intelligence and knowledge, yet do not share it with others also. For hidden wisdom, and an unseen treasure, what profit is there in both? Such men, therefore, are men of understanding before themselves, and not before others also, like him who hid the talent with himself. Nor yet is he a man of understanding before God who has not used his knowledge to the glory of God. And a third interpretation also of those who are intelligent and men of understanding might seem to be of such a kind. Those who are such from God are those who perceive the gift that is from Him; whereas those who do not refer the cause of their intelligence to God, but ascribe their right achievements to themselves, are intelligent in themselves and men of understanding before themselves. Towards whom it is seasonable to say: What have you that you did not receive? And if indeed you received it, why do you boast as though you had not received it? and the saying: Unless the Lord build the house, in vain have those who build laboured. Now intelligence is said to be as it were a ready comprehension of soul, swiftly gathering together into one the notions of things, which by nature is constituted through the completion of the rational seeds within us. Or intelligence is an agility of mind readily discovering what is proper and fitting for each thing; whereas knowledge is a habit in
Notes, col. 413

On the reading

Printed συμφώνης, for συμφώνησις.

Printed ἄλλήλων, for ἀλλήλων.

Printed πρεσμαρτυρῆσαι, for προσμαρτυρῆσαι.

Printed επιστήμη, for ἐπιστήμῃ.

Printed ναὶ, for καὶ.

Printed Αέγεται, for Λέγεται.

PG 30:416Read from the page
ἑαυτῇ τὸ βέβαιον ἔχουσα, ἀμετάπτωτος ὑπὸ τοῦ λόγου. Ἐπιστήμων δὲ, ὁ κατὰ τὸ ἐμπεριειληφέναι τὰ ἀναγκαῖα τῶν εἰς μακαριότητα θεωρημάτων, καθὸ ἤδη ἐκτικῶς καὶ βεβαίως συνέχει ἐν ἑαυτῷ. Σοφίαν δέ φησιν εἶναι ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτων αἰτιῶν. Ἐπειδὴ δὲ αὐτοσοφία ὁ Χριστὸς ἐστέ, σοφὸν ἐροῦμεν τὸν κατὰ μετοχὴν Χριστοῦ, καθὸ σοφία ἐστὶ, τετελειωμένον. Ὁ δὲ συνετὸς νοεῖται κατὰ ἀπαρτισμὸν τῶν ἐν ἡμῖν τῆς συνέσεως σπερμάτων. Ὁ δὲ ἐπιστήμων, κατὰ τὸ ἐμπεριειληφέναι τὰ ἀναγκαῖα εἰς μακαριότητα θεώρήματα, μετὰ τοῦ ἤδη ἐκτικῶς καὶ παγίως συνέχειν ἐν ἑαυτῷ. Πὕρομεν δὲ ἐν τῇ Ἐξόδῳ τὸν χρηματισμὸν λέγοντα περὶ τῶν ἀρχιτεκτόνων, Ἐμπλήσω αὐτοὺς Πνεῦμα θεῖον συνέσεως καὶ ἐπιστήμης. Διὰ τοῦτο, οὐαὶ τῷ μὴ ἀνατιθέντι τὴν αἰτίαν τῆς συνέσεως καὶ τῆς ἐπιστήμης Θεῷ. Μηδεὶς οὖν ἑαυτῷ λαμβανέτω τὰ τηλικαῦτα, μήτε ἐπιστήμονα ἑαυτὸν, μήτε συνετὸν λέγων, μήτε σοφόν. Ἐπειδήπερ ἡ σοφία ἐπιστήμη ἐστὶ θείων καὶ ἀνθρωπίνων πραγμάτων, τῷ ἁγίῳ Πνεύματι τὴν τούτων αἰτίαν ἀνατιθέτω. Ἐξελεύσεται γὰρ ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Καὶ ἀναπαύσεται ἐπ' αὐτὸ Ηνεῦμα Θεοῦ, πνεῦμα σοφίας, καὶ συνέσεως, καὶ τὰ ἑξῆς.
itself possessing stability, unshakable by argument. And the man of understanding is he who is so by having embraced the necessary contemplations among those that lead to blessedness, inasmuch as he already holds them habitually and firmly within himself. And wisdom he says is knowledge of divine and human things, and of their causes. And since Christ is wisdom itself, we shall call wise the man who has been perfected by participation in Christ, inasmuch as He is wisdom. And the intelligent man is understood according to the completion of the seeds of intelligence within us. And the man of understanding is so according to having embraced the contemplations necessary for blessedness, together with already holding them habitually and steadfastly within himself. Now we found in Exodus the divine oracle saying concerning the master-builders: I will fill them with a divine Spirit of intelligence and knowledge. Wherefore, woe to him who does not refer the cause of intelligence and of knowledge to God. Let no one, therefore, take so great things to himself, calling himself neither a man of understanding, nor intelligent, nor wise. Since wisdom is knowledge of divine and human things, let him refer the cause of these to the Holy Spirit. For there shall come forth a rod out of the root of Jesse, and a blossom shall come up out of his root. And there shall rest upon it the Spirit of God, the spirit of wisdom and of intelligence, and what follows.
177. Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, καὶ οἱ πίνοντες τὸν οἶνον, καὶ οἱ δυνάσται οἱ κιρνῶντες τὸ σίκερα. Καὶ τοῖς ἱερεῦσιν ἀπαγορεύει ὁ νόμος, εἰσερχομένοις εἰς τὰ ἅγια, οἴνῳ καὶ σίκερα κεχρῆσθαι· καὶ τοῖς καλουμένοις Ναζιραίοις, ὡς εἴρηται ἐν τοῖς Ἀριθμοῖς, τοῦτον τὸν τρόπον· Ἐλάλησε γὰρ Κύριος πρὸς Μωϋσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀνὴρ ἢ γυνὴ, ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν Κυρίῳ, ἀπὸ οἴνου καὶ σίκερα ἁγνιθήσεται. Καὶ ἐν ταῖς Παροιμίαις ὁ Σολομών φησιν· Οἱ δυνάσται θυμώδεις εἰσὶν, οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας. Πρέπει γὰρ τοῖς θεραπευταῖς τοῦ θείου λόγου, καὶ τοῖς τὴν τῶν ἀνθρώπων ἐπιμέλειαν ἐγκεχειρισμένοις, πάντη ἀπέχεσθαι τῶν ἐμποιούντων θόλωσιν τῷ ἡγεμονικῷ. Ἐπειδὰν γὰρ πολὺς εἰσπέσῃ ὁ ἄνρατος, οἷόν τις τύραννος ἐπὶ τὴν ἀκρόπολιν ἀναδραμὼν, ἀπὸ τῆς ἄκρας κορυφῆς ἀσιγήτους θορύβους ἐμποιεῖ τῇ ψυχῇ, οὐδενὸς παρανόμου φειδόμενος ἐπιτάγματος· ἀλλ' αὐτὸν δουλωσάμενος πρῶτον τὸν λογισμὸν, πᾶσαν τήν τε ἐκ παιδεύσεως ἐνυπάρχουσαν διακόσμησιν συγχεῖ καὶ κατ-
177. Woe to the strong ones among you, and those who drink wine, and the mighty ones who mingle strong drink. To the priests also, when entering into the holy place, the law forbids making use of wine and strong drink; and likewise to those who are called Nazirites, as it is said in Numbers, in this manner: For the Lord spoke to Moses, saying: Speak to the sons of Israel, and you shall say to them: A man or a woman, whoever shall make a great vow to separate himself in purity to the Lord, shall purify himself from wine and strong drink. And in Proverbs Solomon says: Mighty men are wrathful; let them not drink wine, lest having drunk they forget wisdom. For it befits the ministers of the divine word, and those entrusted with the care of men, altogether to abstain from things that bring muddiness into the ruling faculty. For whenever much unmixed wine rushes in, running up like some tyrant into the citadel, from the topmost summit it raises unceasing tumults in the soul, sparing no lawless command; nay rather, having first enslaved reason itself, it confounds all the orderly arrangement residing within from training and over-
Notes, col. 416

On the reading

Printed ἐκτικῶς, for ἑκτικῶς.

Printed ἐστέ, for ἐστί.

Printed θεώρήματα, for θεωρήματα.

Printed Πὕρομεν, for Εὕρομεν.

Printed Ηνεῦμα, for Πνεῦμα.

Printed ἁγνιθήσεται, for ἁγνισθήσεται.

Printed ἄνρατος, for ἄκρατος.