Migne Reading Room

PG 30 · cols. 393–404 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:393Read from the page
πρὸς θάνατον ἁμαρτημάτων καταβεβηκὼς λέγεται. Διαφορὰς δὲ ταγμάτων καταβαινόντων εἰς τὸν ᾅδην ὁ λόγος ἀπηριθμήσατο. Πρῶτον τοὺς ἐνδόξους· οὗτοι δ' ἂν εἶεν οἱ ἐν ὑπολήψει τινὶ δεξιᾷ, οὐ πάντως ἔχοντες τῷ ἐπιφαινομένῳ ἐχήματι τὴν ἐκ τοῦ βίου μαρτυρίαν ἀκολουθοῦσαν· εἶτα οἱ μεγάλοι, οἱ ἐν δυνάμει τινὶ καὶ ἀρχῇ τῶν πολλῶν ὑπερέχοντες· καὶ οἱ πλούσιοι, οἱ πολὺ πλῆθος χρημάτων ἄδικον περιβεβλημένοι, ἢ οἱ ἀκόρεστον τὴν ἐπιθυμίαν τοῦ πλείονος ἔχοντες· καὶ οἱ λοιμοὶ αὐτῆς, ὅσοι δίκην νόσου φθοροποιοῦ κατὰ διάδοσιν ἐπινεμομένης, τοὺς προσιόντας αὐτοῖς διαφθείροντες, ἤτοι ἐκ μοχθηρᾶς διδασκαλίας, ἢ ἐκ τοῦ κατὰ τὴν ἁμαρτίαν ἐρεθισμοῦ, λοιμοὶ δικαίως προσαγορεύονται · οἵτινες καταβαίνουσιν εἰς τὸν ᾅδην. Καὶ ὁ ἀγαλλιώμενος, φησὶν, ἐν αὐτῇ. Οὗτος δ' ἂν εἴη ὁ ἐν σαρκὶ Ἰουδαῖος, τῇ γηίνῃ Ἱερουσαλὴμ ἐναγαλλιώμενος, πρὸς δὲ τὴν ἀποκειμένην τοῖς ἁγίοις τοῦ Θεοῦ μακαριότητα μὴ βλέπων. Τήρει δὲ, ὅτι τὸ. Ἐν αὐτῇ, κατὰ τὴν κοινὴν συνήθειαν εἴρηται. Ὡς καὶ ἐπὶ τῶν ἰδιωτικῶν οἴκων πολλάκις τοὺς ὑπερέχοντας αὐτοὺς προσαγορεύεσθαι ὑπὸ τῶν ἐνοικούντων σύνηθες. Τοιοῦτόν ἐστι καὶ τὸ, Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Καὶ ὁ τοίνυν ἀγαλλιώμενος ἐν αὐτῇ, εἰς ᾅδου καταβήσεται.
sins unto death is said to have gone down. Now the word enumerated differences of ranks of those going down into Hades. First the glorious: and these would be those held in some favourable estimation, not altogether having the testimony from their life following upon their outward bearing; next the great, those surpassing the many in some power and rule; and the rich, those who have wrapped themselves in a great unjust abundance of wealth, or who hold an insatiable desire for more; and her pestilent ones, all who after the manner of a destructive disease spreading by contagion corrupt those who approach them, whether from wicked teaching or from provocation towards sin, are justly styled pestilent: who go down into Hades. And he who exults, it says, in her. Now this would be the Jew according to the flesh, exulting in the earthly Jerusalem, while not looking towards the blessedness laid up for the saints of God. Observe too that the phrase, In her, has been spoken according to common custom, just as in the case of private houses also it is customary oftentimes for those who excel to be called they themselves by the inhabitants. Of such a kind also is this: His foundations are in the holy mountains. He therefore who exults in her shall also go down to Hades.
167. Καὶ ταπεινωθήσεται ἄνθρωπος, φησὶ, καὶ ἀτιμασθήσεται ἀνήρ. Οὐ τόπῳ παθεῖν ἐστι τὴν ταπείνωσιν, ὅσον ἐν προαιρέσει. Ὑψοῦται μὲν γὰθ ὁ δίκαιος τῷ οὐρανίῳ φρονήματι, ταπεινοῦται δὲ ὁ ἀσεβὴς διὰ τὴν πρὸς τὰ κάτω συμπάθειαν. Ὁ μὲν γὰρ κοινὸς ἄνθρωπος, ὁ μόνοις τοῖς κοινοῖς τῆς φύσεως πλεονεκτήμασιν ἐπηρμένος, μὴ ζῶν κατὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ἐκ τῆς πρώτης κατασκευῆς δύναμιν, ταπεινοῦται· ὁ δὲ ἤδη καὶ ἐν προκοπῇ τινι γενόμενος, καὶ ἄξιος ἤδη τοῦ ἀνὴρ χρηματίζειν, ἐπειδὰν καταμαλακισθεὶς ἐνδῷ πρὸς τὰ πάθη, ἀτιμασθήσεται. Διὰ τοῦτο ὁ μὲν Ἄνθρωπος ταπεινωθήσεται, ὁ δὲ Ἀνὴρ ἀτιμασθήσεται· ὅτι ὁ μὲν τὸ κοινὸν οὐκ ἐφύλαξεν, ὁ δὲ καὶ τὸ ἐξ ἀσκήσεως αὐτῷ περιγενόμενον ἀγαθὸν διὰ τῆς ἐπὶ τὸ χεῖρον τροπῆς ἐζη-
167. And man shall be humbled, it says, and a man shall be dishonoured. Not in place is one to suffer humbling, so much as in deliberate choice. For the righteous is exalted by a heavenly mindset, whereas the ungodly is humbled through sympathy towards things below. For the common human being, lifted up solely by the common advantages of nature, not living according to the capacity present within him from his first framing, is humbled; whereas he who has already come to be in some moral progress also, and is already worthy of bearing the title of a man, whenever having grown soft he yields to the passions, shall be dishonoured. On this account the Human Being shall be humbled, while the Man shall be dishonoured: because the one did not guard what is common, whereas the other, even as to the good accrued to him from ascetic practice, through his turning towards the worse was penal-
Notes, col. 393

On the reading

Printed ἐχήματι, for σχήματι.

Printed τὸ., for τὸ,.

Printed γὰθ, for γὰρ.

PG 30:396Read from the page
μιώθη. Ὁ μὲν γὰρ ἄνθρωπος ταπεινοῦται· Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινός· ὁ δὲ ἀνὴρ ἀτιμάζεται, ὡς ἐξουθενῶν τὸν Θεὸν διὰ τῆς τῶν ἐντολῶν παραβάσεως. Οἱ γὰρ ἐξουθενοῦντες αὐτὸν ἀτιμασθήσονται, ὡς ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ἠκούσαμεν τοῦ Κυρίου λέγοντος· Τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἀτιμασθήσονται. Ἀτιμασθήσεται οὖν ἀνὴρ ὑπὸ τῆς ἰδίας ἁμαρτίας· ἀτιμοποιὸς γὰρ ἡ ἁμαρτία. Ἀναστήσονται γὰρ, φησὶν, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αισχύνην αἰώνιον. Ἐπειδὴ γὰρ τιμή ἐστι γέρως ἀπόδοσις, γέρας δέ ἐστιν ἆθλον ἀρετῆς· τοῖς μὲν ἁγίοις καὶ τιμὴ καὶ γέρας ἀπονέμεται, τοῖς δὲ ἀσεβέσι τὰ ἐναντία. Τιμᾷ μὲν γὰρ ὁ Θεὸς τοὺς ἀξίους. Αὐτὸς γάρ ἐστι τὸ ὄντως τίμιον, καὶ τιμῆς παρεκτικόν· διότι οὐ δύναται τὴν τιμὴν περιποιῆσαι ὁ ἠτιμωμένος. Ἀτιμάζει δὲ ἕκαστον τὰ πάθη τῆς αισχύνης, ἐπὶ τῆς κτίσεως πάσης ἀνακαλυπτόμενα. Καὶ οἱ ὀφθαλμοὶ, φησὶν, οἱ μετέωροι ταπεινωθήσονται. Ὅσοι ἐπάραντες εἰς ὕψος ἑαυτῶν τὴν διάνοιαν, εἶδον τὸν καταδείξαντα ταῦτα πάντα, οὗτοι ἔχοντες μετεώρους τοὺς ὀφθαλμοὺς, τῷ ὑπεράνω πάντων σωμάτων ἀγαγεῖν την διάνοιαν· εἶτα διὰ ψευδοδοξίας, καὶ τῆς πολλῆς περὶ τὰ ὑλικὰ προσπαθείας, δὐδὲν ἔτι τῶν μεγάλων θεωρεῖς ἠνέσχοντο, ἀλλ' ὅλοι γινόμενοι τῆς σωματικῆς ἀπολαύσεως, ταπεινοῦσθαι δικαίως λέγοντα.
suffered loss. For the human being indeed is humbled: For the eyes of the Lord are lofty, whereas the human being is lowly; and the man is dishonoured, as despising God through the transgression of the commandments. For those who despise Him shall be dishonoured, as in the first book of Reigns we heard the Lord saying: Those who glorify Me I will glorify, and those who despise Me shall be dishonoured. A man therefore shall be dishonoured by his own sin; for sin is a producer of dishonour. For these shall rise, he says, unto eternal life, and these unto reproach and eternal shame. For since honour is the rendering of a prize, and a prize is the reward of virtue, to the saints both honour and prize are assigned, whereas to the ungodly the opposites. For God honours the worthy. For He Himself is that which is truly honourable, and bestows honour; because he who is dishonoured cannot confer honour. And the passions of shame dishonour each one, being uncovered before the whole creation. And the lofty eyes, he says, shall be humbled. All who, having lifted up their mind on high, beheld Him Who displayed all these things, these having lofty eyes, by leading their mind up above all bodies, and then through false opinion and great attachment to material things endured no longer to contemplate any of the great things, but giving themselves wholly over to bodily enjoyment, are justly said to be humbled.
168. Καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι. Τουτέστι, κατὰ τὴν δικαίαν ἐπὶ τῶν προειρημένων ἀνταπόδοσιν, ὑψοῦται Κύριος ὁ Θεὸς ἐν κρίματι· ὡς ἓν τῶν εἰς δόξαν Θεοῦ συντεινόντων εἶναι καὶ τὸ ἐπὶ τοῖς ἀσεβέσι κρῖμα κατὰ τὴν ἀξίαν τῶν ἔργων ἐγγινόμενον παρὰ τοῦ κριτοῦ· ὥστε καὶ ἐν τῇ κρίσει θεωρεῖσθαι τὸ ὕψος τῆς συνέσεως καὶ τῆς δυνάμεως τοῦ Κυρίου. Ὥσπερ γὰρ οἱ θεωροῦντες τὴν σαφίαν τῆς διατάξεως τῶν οὐρανίων, κατὰ τὴν τῶν ἀστέρων θέσιν καὶ φορὰν καὶ σχέσιν ἣν ἔχουσι πρὸς ἀλλήλους, τῆς συνέσεως αὐτοῦ τὸ μεγαλεῖον νοοῦσιν, ὥστε ἂν δύνασθαι εἰπεῖν, ὅτι Τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός· οὕτως οἱ βλέποντες τοὺς τῆς κρίσεως λόγους, οὐχ ἧττον θαυμάσονται τὸ ἐν τῇ κρίσει σοφὸν καὶ συνετὸν, καὶ μέχρι τῶν λεπτοτάτων ἀνταποδοτικὸν ἑκάστῳ τοῦ πρὸς ἀξίαν. Τάχα οὖν καθ' ἕκαστον κατόρθωμα ὑψοῦμεν τὸν Θεόν· ὥστε ὑψοῦσθαι αὐτὸν ἐν τῇ σωφροσύνῃ ἡμῶν, καὶ ὑψοῦσθαι αὐτὸν ἐν τῇ δικαιοσύνῃ ἡμῶν. Ταῦτα δὲ ἐπειδὴ διὰ τῆς συνεργίας τοῦ Θεοῦ κατορθοῦται, ὅταν ὑπολαβὼν ἡμᾶς ἀνορθώσῃ, ὑπερείδων ἡμᾶς τῇ συνεργίᾳ τῇ παρ' ἑαυτοῦ, καὶ στηρίζων, τότε λέγομεν· Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με. Πολλαὶ δὲ αἱ ὑψώσεις τοῦ Θεοῦ, ἥ τε κατὰ γνῶσιν καὶ σύνεσιν· καὶ ἡ κατὰ τὴν διέξοδον τῶν μεγαλείων αὐτοῦ, καὶ
168. And the Lord Sabaoth shall be exalted in judgement. That is, according to the just recompense upon the things aforesaid, the Lord God is exalted in judgement; inasmuch as one of the things contributing towards the glory of God is also the sentence upon the ungodly coming to pass from the Judge according to the desert of their works; so that in the judgement also the height of the understanding and of the power of the Lord is beheld. For just as those who contemplate the wisdom of the ordering of the heavenly bodies, according to the position of the stars and their motion and the relation which they have towards one another, perceive the majesty of His understanding, so as to be able to say, Of His understanding there is no number; thus those who look at the principles of the judgement will no less marvel at what in the judgement is wise and intelligent, and down to the smallest details retributive to each one of what accords with his desert. Perhaps therefore in each right action we exalt God; so that He is exalted in our temperance, and He is exalted in our righteousness. And since these things are rightly accomplished through the cooperation of God, when He has taken us up and set us upright, supporting us by the cooperation that comes from Himself, and establishing us, then we say: I will exalt Thee, O Lord, because Thou hast taken me up. Now many are the exaltations of God, both that according to knowledge and understanding, and that according to the recounting of His mighty works, and
Notes, col. 396

On the reading

Printed αισχύνην, for αἰσχύνην.

Printed αισχύνης, for αἰσχύνης.

Printed την, for τὴν.

Printed δὐδὲν, for οὐδὲν.

Printed θεωρεῖς, for θεωρεῖν.

Printed λέγοντα, for λέγονται.

Printed σαφίαν, for σοφίαν.

PG 30:397Read from the page
κατὰ τὴν τῶν κριμάτων αὐτοῦ θεωρίαν. Διὸ εἴρηται περὶ τοῦ δικαίου, ὅτι Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτοῦ. Εἶτα ἐπειδὴ τῇ κατὰ θεωρίαν ὀρθότητι τὸ ἐν τῇ πράξει εὔτονον συντέτακται· Καὶ ῥομφαῖαι δίστομοι, φησὶν, ἐν ταῖς χερσὶν αὐτῶν, τουτέστι λόγοι ἐκτέμνοντες τῆς ψυχῆς καὶ ἐκριζοῦντες τὰ πάθη. Ἐπειδὴ δὲ ὁ Κύριος Σαβαὼθ Κύριος λέγεται τῶν στρατιῶν· τότε αἱ στρατιαὶ, αἱ λειτουργοῦσαι αὐτῷ κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὑψώσουσι καὶ δοξάσουσιν ἐπὶ τῷ δικαίῳ καὶ ἀπαραλογίστῳ κρίματι. Τοιοῦτον δέ τι ὑπονοοῦμεν, ὅτι κρινομένου τοῦ Κυρίου μετὰ τῶν ἀνθρώπων (Αὐτὸς γὰρ Κύριος ἥξει εἰς κρίσιν μετὰ τοῦ λαοῦ), μόνος ὁ Κύριος ὑψωθήσεται, οὐδενὸς δικαιουμένου κατενώπιον αὐτοῦ. Τίς γὰρ ὁ συνεξεταζόμενος ταῖς ἀπὸ τοῦ κτίσαντος ἡμᾶς εὐεργεσίαις, καὶ ποικίλαις ὅσαις οἰκονομίαις φθανούσαις κοινῶς ἐπὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος, ἀποδοῦναι τὰ ἴσα καὶ ἄξια τῶν εἰς αὐτὸν ἐφθακότων ἀπὸ τῆς δωρεᾶς τοῦ Κυρίου δυνήσεται; Διόπερ ἀποροῦσιν οἱ ἅγιοι, Τί ἀνταποδώσω τῷ Κυρίῳ, λέγοντες, περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;
according to the contemplation of His judgements. Wherefore it has been said concerning the righteous man, that The exaltations of God are in his throat. Next, since with rectitude in contemplation vigour in action is conjoined: And two-edged swords, it says, are in their hands, that is, words cutting out and uprooting the passions from the soul. And since the Lord Sabaoth is called Lord of hosts, then the hosts that minister to Him at the season of judgement will exalt and glorify Him for His just and infallible judgement. And some such thing we surmise, that when the Lord enters into judgement with human beings (for the Lord Himself shall come into judgement with the people), the Lord alone shall be exalted, since no one is justified before Him. For who, when examined alongside the benefactions from Him Who created us, and all the manifold dispensations extending in common unto the whole race of human beings, will be able to render an equal and worthy return for the things that have reached him from the gift of the Lord? Wherefore the saints are at a loss, saying, What shall I render unto the Lord for all that He has rendered unto me?
169. Καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Ἀκολουθεῖ τῷ ὑψωθῆναι ἐν κρίματι τὸ δοξασθῆναι τὸν ἅγιον ἐν δικαιοσύνῃ. Οἱ τεθεωρηκότες αὐτὸν ὑψούμενον ἐν τοῖς κρίμασιν, οὗτοι καταλαμβάνουσι τὴν δόξαν τῆς δικαιοσύνης αὐτοῦ. Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. Ὁ γινόμενος αἰχμάλωτος λαὸς διὰ τὸ μὴ εἰδέναι τὸν Κύριον, καὶ τῷ περὶ τὸ μέθυσμα ἡμαρτηκέναι. τρόπον βουκολίου βοσκηθήσεται. Οἱ δὲ αὐτοὶ οὗτοί εἰσιν οἱ διηρπασμένοι, κατὰ τὸν τοῦ αἰχμαλωτίζεσθαι αὐτοὺς καιρόν. Δῆλον δὲ, ὅτι ἐπειδὰν ἡττηθῶμεν ἐν τῷ πολέμῳ ὑπὸ τῶν ἀντικειμένων ἐνεργειῶν, αἰχμαλωτιζόμενοι ὑπ' αὐτῶν, ὥσπερ λάφυρα μετὰ τὴν νίκην, διαρπαζόμεθα. Διαρπασθέντες δὲ, οὐκέτι τὰ τῶν λογικῶν ἴδια εἰς τροφὴν τὴν ἑαυτῶν παραλαμβάνομεν, ἀλλ' ὑπὸ ἀλόγων κινημάτων, ὡς ἔτυχε, φερόμενοι, τρόπον ταύρων ἐν τῇ ἐρημίᾳ τοῦ βίου τούτου διάξομεν. Διὰ τοῦτο δὲ οὐκ εἶπε, βοῶν, ἀλλὰ ταύρων, ὅτι αἱ μὲν βόες ἀλλήλαις συναγελάζονται, οἱ ταῦροι δὲ διὰ εὸ θυμοειδὲς ὀργίλως ἔχοντες πρὸς ἀλλήλους, διεσπασμένοι ἀπ' ἀλλήλων νέμονται. Ἐπειδὴ δὲ μετὰ τὴν αἰχμαλωσίαν πολλὰ εἰκὸς ἐρημοῦσθαι, τῷ ὑπὸ τῶν πολεμίων ἀπῆχθαι τοὺς οἰκήτορας, διὰ τοῦτό φησι· Καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. Οἰονεὶ γὰρ, κατὰ ἱστορίαν, ἐπὶ τῆς Βαβυλωνίας ἀποληφθέντες κατείχοντο οἱ ἀνάστατοι ἀπὸ τῆς Ἰουδαίας κατὰ τὴν
169. And the holy God shall be glorified in righteousness. Upon being exalted in judgement there follows the Holy One's being glorified in righteousness. Those who have contemplated Him exalted in His judgements, these apprehend the glory of His righteousness. And they that were plundered shall be fed like bulls, and the waste places of them that were seized lambs shall devour. The people made captive because of not knowing the Lord, and by having sinned in regard to drunkenness, after the manner of a herd of cattle shall be fed. And these very ones are they that were plundered, at the season of their being led captive. Now it is plain that whenever we are defeated in the war by the opposing powers, being taken captive by them, like spoils after the victory, we are plundered. And once plundered, we no longer take to ourselves what belongs properly to rational beings for our nourishment, but carried along at random by irrational impulses, after the manner of bulls we shall pass our life in the wilderness of this existence. And on this account he did not say oxen, but bulls, because cows herd together with one another, whereas bulls, being angrily disposed towards one another on account of their spiritedness, graze torn apart from one another. And since after the captivity it is likely that many places are left desolate, because the inhabitants have been led away by the enemy, on this account he says: And the waste places of them that were seized lambs shall devour. For as it were, according to history, having been cut off in Babylonia, those driven out from Judaea were held fast at the
Notes, col. 397

On the reading

Printed εὸ, for τὸ.

Printed Οἰονεὶ, for Οἱονεὶ.

PG 30:400Read from the page
τοῦ Ναβουχοδονόσορ ἐπιστρατείαν γενόμενοι. Τὴν οὖν χώραν τὴν διαφέρουσαν τοῖς ἀπειλημμένοις καὶ κατεχομένοις ὑπὸ τῆς τοῦ πολέμου ἀνάγκης μηλόβοτον ὑπὸ πολλῆς ἐρημίας γενομένην ἄρνες, φησὶν, ἐπινεμήσονται, διὰ τὸ μηδὲν λείψανον παλαιᾶς οἰκήσεως φέρειν, ἀλλὰ βαθεῖαν καὶ ἁπαλὴν ἐκ τῆς τῶν ἀνθρώπων ἐρημίας τὴν πόαν ἐκτρέφειν. Τάχα δὲ καὶ προφητικῶς ὁ λόγος αἰνίσσεται, ὅτι τῶν παραβεβηκότων τὰ θεῖα προστάγματα ἐκβληθέντων τῆς παλαιᾶς αὐτῶν ἐν τοῖς ἁγίοις διαγωγῆς, ἡμεῖς οἱ τῷ παραπτώματι αὐτῶν πρὸς τὸ σωθῆναι οἰκονομηθέντες, ἄρνες τινὲς διὰ τὸ εἰς τὴν πίστιν ἀρτιγενὲς ὀνομαζόμενοι τοῖς τῶν ἀπειλημμένων τόποις ἐπινεμόμεθα, τῆς πνευματικῆς καὶ λογικῆς τροφῆς τῶν λογίων τοῦ Θεοῦ, οἷόν τινος πόας ἁπαλῆς ἀπολαύοντες. Καὶ ὁ Κύριος δὲ τούς ἀρτιγενεῖς κατὰ τὴν πίστιν ἄρνας προσηγόρευσεν, ἐν τῷ λέγειν Πέτρῳ· Σίμων Βὰρ Ἰωνᾶ, φιλεῖς με; Βόσκε τὰ ἀρνία μοτ.
campaign of Nabuchodonosor. Therefore the land belonging to those seized and held fast by the constraint of war, having become sheep-pasture through great desolation, lambs, he says, shall graze upon, because it bears no remnant of ancient habitation, but nurtures deep and tender grass from the absence of human beings. And perhaps the word also prophetically hints that, after those who transgressed the divine ordinances were cast out from their ancient way of life in the holy places, we who by their trespass were providentially ordered unto salvation, being called a kind of lambs on account of our newborn state in the faith, graze upon the places of those who were seized, enjoying the spiritual and rational nourishment of the oracles of God like tender grass. And the Lord also addressed those newborn in the faith as lambs, in saying to Peter: Simon Bar Jona, do you love Me? Feed My lambs.
170. Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας· οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν. Οἱ ἁμαρτάνοντες δεσμοὺς ἑαυτοῖς καὶ σχοινία οἷς δεδέμεθα κατασκευάζομεν, κατὰ τὴν ἀναλογίαν τοῦ πλήθους ἢ μεγέθους τῶν ἁμαρτημάτων, ἢ μείζονα ἢ μικρότερα ἑαυτοῖς τῶν ψυχῶν τὰ δεσμὰ πλέκοντες, ὑφ' ὧν κατὰ τὸν Ἱερεμίαν δέσμιοι ἐγενόμεθα. Οἱ οὖν κεκρατημένοι ὑπὸ τοῦ φρονήματος τῆς σαρκὸς, οὗτοι γηΐνοις δεσμοῖς εἰσι κατειλημμένοι, ὑφ' ὧν, μετὰ τὴν δικαίαν τοῦ κριτοῦ ἀπόφασιν, δεθέντες χειρῶν καὶ ποδῶν, οἱ καταδικασθέντες ἐκβάλλονται εἰς τὸ σκότος τὸ ἐξώτερον· χειρῶν μὲν, διὰ τὸ πρακτικὸν, ποδῶν δὲ, διὰ τὸ πορευτικόν. Σειραῖς γὰρ, τῷ ὄντι, τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται, ὥστε ἕκαστον τῶν ἐνεργησάντων τὴν ἁμαρτίαν μελῶν ἰδίῳ τινὶ δεσμῷ κολαζόμενον κατασφίγγεσθαι. Οὐαὶ οὖν, φησὶν, οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ· τουτέστιν, οἱ συνείροντες τῷ προτέρῳ πταίσματι δεύτερα καὶ τρίτα, καὶ καθεξῆς, ἀσεβήματα, καὶ ἀδικήματα, καὶ ἀκολαστήματα. Ἔδει γὰρ τοὺς προληφθέντας ἐν ταῖς ἁμαρτίαις, ἀντὶ τοῦ σωρεύειν καὶ ἐπισυνάπτειν τοῖς κακοῖς ἕτερα, εὐθὺς ἀπὸ τῆς πρώτης τῶν κακῶν πλοκῆς καταλύειν τὰ ἁμαρτήματα. Μὴ ἁμαρτεῖν μὲν γὰρ τὴν ἀνθρωπίνην φύσιν, ἀμήχανον· διότι οὐκ ἔστι δίκαιος ἐπὶ τῆς γῆς, ὃς ποιήσει ἀγαθὸν, καὶ οὐχ ἁμαρτήσεται. Δυνατὸν δὲ, ἀπὸ τοῦ ἁμαρτεῖν κατὰ προπέτειαν ἢ συναρπαγὴν τοῦ ἐπιβουλεύοντος ἡμῖν, εὐθὺς μεταβαλλομένους μετανοεῖν, καὶ μὴ ἐπισωρεύειν κακὰ κακοῖς. Ὥσερ γὰρ
170. Woe to those who draw sins as with a long rope, and iniquities as with a heifer's yoke-strap; who say: Let what He will do draw near quickly, that we may see; and let the counsel of the Holy One of Israel come, that we may know. We who sin fashion bonds for ourselves and ropes wherewith we are bound, according to the proportion of the multitude or magnitude of our offences, braiding for ourselves either greater or smaller bonds of our souls, by which according to Jeremiah we have become prisoners. Those therefore who are mastered by the mindset of the flesh, these are held fast by earthly bonds, by which, after the just sentence of the Judge, bound hand and foot, the condemned are cast out into the outer darkness: hand, on account of action, and foot, on account of walking. For in truth each one is drawn tight by the cords of his own sins, so that each of the members that wrought the sin, being punished by a special bond of its own, is bound fast. Woe therefore, he says, to those who draw sins as with a long rope; that is, those who string together unto their former stumble second and third ones, and so on in order, impieties, and injustices, and licentious deeds. For those overtaken in sins ought, instead of heaping up and joining other evils to evils, straightway from the first plaiting of evils to undo their offences. For that human nature should not sin at all is impossible; because there is not a righteous man upon the earth who will do good and will not sin. Yet it is possible, after sinning through rashness or seizure by him who plots against us, straightway changing course to repent, and not to heap up evils upon evils. For just as
Notes, col. 400

On the reading

Printed τούς, for τοὺς.

Printed μοτ, for μου.

Printed Ὥσερ, for Ὥσπερ.

PG 30:401Read from the page
οἱ τὰς σχοίνους πλέκοντες, δαπανᾶσθαι λοιπὸν μέλλοντος τοῦ συγκλωθομένου, ἕτερον παρεμβάλλουσι, μηκύνοντες αὐτὸ καὶ παραύξοντες· οὕτω καὶ οἱ τοῖς κακοῖς ἐμβαθύνοντες, πρὶν τὴν προτέραν ἁμαρτίαν συντελεσθῆναι, δευτέρας ἄρχονται, κἀκείνῃ πάλιν ἐπισυνάπτουσιν ἑτέραν. Καὶ οὕτως ὅλος αὐτοῖς ὁ βίος δι' ἁμαρτιῶν προϊὼν, πλεκομένῳ τινὶ ἔοικε σχοινίῳ μακρῷ· καὶ τὸ προλαβὸν συνδεδεμένον ἔχων, καὶ τὸ ἀεὶ παρὸν εἰς τὴν τοῦ προάγοντος ὁμοιότητα συναπτόμενον. Διὰ τοῦτο, Οὐαὶ, φησὶν, οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ. Νοήσωμεν καὶ ἀπὸ παραδείγματος τὸ λεγόμενον. Ἔστω τις περὶ τὴν ἁμαρτίαν τῆς ἀκολασίας ἐπτερωμένος. Σκόπει, διὰ πόσων ἑαυτῷ τῶν ἐν τῷ μέσῳ τὴν ἁμαρτίαν ἐπισπᾶται τῆς ἀσελγείας· πρῶτον μὲν τὸ σῶμα ἑαυτοῦ τοιῶσδε σχηματίζων, περικειρόμενος μὲν τοιῶσδε τὰς τρίχας, περιβαλλόμενος δὲ τὴν ἐσθῆτα τοιῶσδε, καὶ ταύτην οὐ τὴν τυχοῦσαν, ἀλλὰ πρὸς καλλωπισμὸν ἐπιτετηδευμένην, μέχρι ζώνης, μέχρι ὑποδημάτων τὸ περίεργον τῆς περὶ αὐτὸν φιλοκαλίας ἐπιδεικνύμενος· εἶτα χρήματα συμπορίζων, ὥστε δι' αὐτῶν ἐξωνήσασθαι τὴν ὥραν τῆς ἐρωμένης· εἶτα προμνηστρίας ἑαυτῷ προαγωγοὺς περινοῶν, ῥήματα ἐπιτηδεύων φθοροποιὰ, συντυχιῶν ἀφορμὰς ἑαυτῷ κατασκευάζων, πότους καὶ συμπόσια, ὁμιλίας μακράς. Διὰ τοσούτων, ὅσων τῶν ἐν τῷ μέσῳ, τὸ κακὸν τῆς πορνείας προσάγων ἑαυτῷ· οὗτός ἐστιν ὁ ἐπισπώμενος τὴν ἁμαρτίαν ὡς σχοινίῳ μακρῷ· καὶ πᾶσα, ἁπαξαπλῶς εἰπεῖν, ἡ κατὰ τοῦ πλησίον κακία, μὴ ἐκ τοῦ περιτυχόντος ἐπιτελουμένη, ἀλλὰ ἐκ βουλῆς καὶ ἐνέδρας διὰ μακρῶν κατασκευῶν συντελουμένη, σχοινίον ἐστὶ μακρὸν, δι' οὗ καὶ πόρρω κειμένας ἐπισύρονται ἑαυτοῖς τὰς ἁμαρτίας οἱ ἄνθρωποι. Οὕτω δὲ μακρὰ ὄντα τὰ σχοινία ταῦτα, δυσδιάλυτά εἰσι, διὰ τὸ ἐν κακίαις εὔτονον τῶν ἁμαρτανόντων, καὶ σφοδρῶς ἑαυτοῖς καὶ πυκνῶς ἐπιπλεκόντων τὰ ἁμαρτήματα.
those who braid ropes, when what is being spun together is about to be used up, insert another strand, lengthening it and augmenting it; so also those who plunge deep into evils, before their former sin is completed, begin a second, and to that again join another. And thus their whole life, advancing through sins, resembles a kind of braided long rope, both keeping what went before bound together, and joining what is continually present into the likeness of what precedes. On this account, Woe, he says, to those who draw sins as with a long rope. Let us also understand what is said from an example. Suppose someone is excited with desire over the sin of licentiousness. Observe through how many intermediate steps he draws upon himself the sin of debauchery: first fashioning his own body in such and such a way, trimming his hair round in such and such a way, and putting on clothing in such and such a way, and that no ordinary clothing, but contrived for adornment, down to his belt, down to his shoes displaying the elaborateness of his fondness for finery about himself; next procuring money, so as by means of it to buy the bloom of his beloved; next contriving for himself matchmakers as procurers, practising corrupting words, preparing for himself occasions of meetings, drinking-bouts and banquets, long conversations. Bringing upon himself through so many intermediate steps the evil of fornication, this is he who draws sin as with a long rope; and every malice, to speak once for all, against one's neighbour, when accomplished not by chance, but brought to completion out of deliberation and ambush through long preparations, is a long rope, whereby human beings drag upon themselves sins even when they lie far off. And being thus long, these ropes are hard to undo, because of the vigour in evils of those who sin, and who vehemently and thickly entwine their offences upon themselves.
171. Διὰ τοῦτό φησι· Καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως. Οἱ γὰρ ζυγόδεσμοι οὐδὲ ὑπὸ τῶν ἰσχυροτάτων ζευγῶν καὶ βιαίως ἐπισπωμένων τὰ βάρη εὐκόλως διαῤῥήγνυνται. Ἐπέτεινε δὲ τὴν ἰσχὺν ὁ λόγος, τὸν ἱμάντα τοῦ ζυγοῦ ἐκ δαμάλεως εἶναι λέγων· τουτέστιν, ἀπὸ ἰσχυροτάτου ζώου, οὔτε διὰ πόνων οὔτε διὰ χρόνων ἠσθενηκότος. Οὐαὶ οὖν οἱ καὶ μακράς τινας κατασκευὰς πρὸς τὸ ἁμαρτάνειν ἐπιτηδεύοντες,
171. On this account he says: And as with a heifer's yoke-strap. For yoke-thongs are not easily broken through even by the strongest teams violently pulling heavy loads. And the word heightened the strength by saying that the strap of the yoke is from a heifer; that is, from a most strong animal, weakened neither through labours nor through time. Woe therefore to those who devise long preparations for sinning,
PG 30:404Read from the page
καὶ ταύτας εὐτόνως καὶ ἰσχυρῶς. Δυνατὸν μέντοι, γενόμενον δέσμιον ἁμαρτίας, ἀκολουθῆσαι Χριστῷ, τῷ ἐροῦντι τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀποκαλυφθῆναι. Ἐξελθόντες δὲ ἀπὸ φυλακῆς οἱ δέσμιοι, καὶ ἀπὸ τοῦ σκότους τῷ ἀληθινῷ φωτὶ διὰ τῆς μετανοίας ἐμβλέψαντες, ἕπονται Χριστῷ ἐξομολογούμενοι, δεδεμένοι ἐν χειροπέδαις, ἕως ἂν ἐκ τῆς τῶν ἀγαθῶν μεταβολῆς ἄξιοι γένωνται τοῦ λυθῆναι ὑπ' αὐτοῦ τῶν ἀφύκτων τέως νομιζομένων εἶναι δεσμῶν. Οὗτοι δὲ, οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας, καὶ καταφρονοῦντες τῆς θείας κρίσεως, ἐπείγουσι πολλάκις τῷ λόγῳ τὰ ἀπειλούμενα, ὡς μηδὲν πεισόμενοι παρ' αὐτῶκ, καὶ λέγουσι· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν. Ἀλλὰ τοῦτο σχοινίον μακρὸν, τὴν πόῤῥω κειμένην ἁμαρτίαν ἐπισυρόμενον. Δῆλον γὰρ, ὅτι ἀπιστοῦτες περὶ τοῦ μέλλοντος αἰῶνος, καὶ καταφρονοῦντες τῶν ἀπειλουμένων, τοιαῦτα λέγουσιν. Οὐ γὰρ ὁ φοβούμενος τὸ τοῦ Χριστοῦ δικαστήριον, καὶ ἀναλαμβάνων τῇ μνήμῃ τὰ ἐκ νεότητος ἡμαρτημένα, τολμήσει καταφρονητικῶς ἐπισπεύδειν τὴν κρίσιν. Τὸ ἐναντίον μὲν οὖν, καὶ προθεσμίας ἑαυτῷ μακροτέρας ἐπιζητεῖ, πρὸς τὸ ἐν πλείονι χρόνῳ δυνηθῆναι τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τοῦ ῥύπου τῶν ἁμαρτιῶν ἀποσμῆξαι. Τοῦ δὲ ἀλόγως ἐπείγεσθαι πρὸς τὰ μέλλοντα, ἀπόδειξις Ἀχιτόφελ καὶ Ἰούδας· οἳ διὰ τὸ βαρύτερα κρίνειν τὰ παρόντα τῶν μετὰ ταῦτα, καὶ τὸν ἐν ἀνθρώποις ὀνειδισμὸν τῆς ἐν γεέννῃ κολάσεως, τὸν δι' ἀγχόνης θάνατον τοὺ αὐτομάτου προετίμησαν. Οὐκ ἂν γὰρ πιστεύοντες περὶ τοῦ μέλλοντος αἰῶνος ἀπηχονισαντο, ἀλλ' εἰ καὶ δυσηρεστοῦντο τῷ βίῳ, προσετίθεσαν ἂν τοῖς ἐνταῦθα, φοβερώτερα κρίνοντες τῶν παρόντων τὰ μέλλοντα. Ὁποῖος ἦν ὁ Ἰὼβ, λέγων· Ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο. Ἐκ τῶν τοιούτων γὰρ καὶ τὸ τῆς πληγῆς ξύσφορον ἐνεδείκνυτο, καὶ τὸ περὶ τὴν ἑαυτοῦ ἐπιβουλὴν εὐλαβὲς διεσώζετο. Τοῖς γὰρ βιαίως ἑαυτοὺς ὑπεξάγουσι, κατάκρισις ἀνδροφονίας ἐπίκειται. Ἐπεὶ δὲ καὶ παρὰ τῷ Ηαύλῳ εὑρηκαμεν ὡς λεγόμενον ὑπό τινων τό, Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθὰ, ἡγούμεθα κἀκείνην τὴν ἐπιτήδευσιν σχοινίον εἶναι ἁμαρτίας μεγάλης ἐπακτικόν. Λέγεται γὰρ γεγονέναι ἐκ τῆς πολλῆς διαστροφῆς καὶ τοιαύτη τις γνώμη παρὰ τοῖς Ἰουδαίοις, ὅτι ἐπειδὴ ἡ φθορὰ προσδοκᾶται τῷ πλήθει τῆς ἁμαρτίας γενήσεσθαι, φέρε ποιήσωμεν τὰ κακὰ, καὶ τὸ ἔσχατον μέτρον τῆς ἀδικίας πληρώσωμεν, ὥστε ἐπελθεῖν
and doing so vigorously and strongly. Yet it is possible for one who has become a prisoner of sin to follow Christ, Who will say to those in bonds: Come forth, and to those in darkness, to be uncovered. And coming forth from prison, the prisoners, having looked from darkness upon the true light through repentance, follow Christ making confession, bound in manacles, until out of their change to good deeds they become worthy of being loosed by Him from the bonds hitherto deemed inescapable. But these who draw sins upon themselves, and despise the divine judgement, often hasten in speech the things threatened, as though going to suffer nothing from them, and say: Let what He will do draw near quickly, that we may see; and let the counsel of the Holy One of Israel come, that we may know. Yet this is a long rope, dragging along sin that lies far off. For it is plain that, disbelieving concerning the age to come, and despising the things threatened, they say such things. For he who fears the tribunal of Christ, and recalls to memory the sins committed from his youth, will not dare contemptuously to urge on the judgement. On the contrary, indeed, he even seeks longer terms of grace for himself, towards being able in fuller time to wipe clean his own soul from the filth of sins. And of irrationally hastening towards the things to come, Achitophel and Judas are a proof, who because of judging things present heavier than the things hereafter, and reproach among human beings heavier than punishment in Gehenna, preferred death by hanging to natural death. For had they believed concerning the age to come, they would not have hanged themselves, but even if they were dissatisfied with life, they would have held on to things here, judging the things to come more fearful than things present. Such was Job, saying: Would that I were able to lay hands upon myself, or at least having entreated another that he would do this for me. For by such words both the grievousness of his stroke was shown, and caution against plotting against himself was preserved. For upon those who violently remove themselves from life, the condemnation of murder rests. And since in Paul also we have found as said by some the saying, Let us do evil, that good may come, we deem that practice also to be a rope bringing on great sin. For it is said that out of great perversity some such opinion as this also arose among the Jews, that since destruction is expected to come about through the multitude of sin, come, let us do evil, and fill up the uttermost measure of unrighteousness, so that there may come
Notes, col. 404

On the reading

Printed αὐτῶκ, for αὐτῶν.

Printed ἀπιστοῦτες, for ἀπιστοῦντες.

Printed τοὺ, for τοῦ.

Printed ἀπηχονισαντο, for ἀπηγχονίσαντο.

Printed ξύσφορον, for δύσφορον.

Printed Ηαύλῳ, for Παύλῳ.

Printed εὑρηκαμεν, for εὑρήκαμεν.