Migne Reading Room

PG 30 · cols. 381–392 · Read from the page

Commentary on the prophet Isaiah

Commentary on the prophet Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 30:381Read from the page
νώτατοι μὲν γὰρ οἱ, ἀρχομένου τοῦ βίου, καὶ λήγοντος, τῆς τοιαύτης μέθης μὴ ἀπολήγοντες. Διαφοραὶ δὲ πολλαὶ τῶν μεθυόντων. Οἱ μὲν γὰρ εὐθὺς μετὰ τὸν ὄρθρον τῆς μέθης ἐπαύσαντο, οἱ δὲ ἐπὶ μικρὸν προελθόντες ἔληξαν, οἱ δὲ ἐπὶ πλεῖον παρέτειναν. Καλὸν μὲν οὖν τὸ, ἅμα τῷ ἐγερθῆναι, ζητῆσαι τὸ νηφαλίως ζῆσαι καὶ ἱερατικῶς, ἵνα ἄξιοι γενώμεθα τῆς εἰς τὰ ἅγια εἰσόδου, οἶκον καὶ σίκερα μὴ πίνοντες. Γέγραπται γάρ · Καὶ ἐλάλησε Κύριος τῷ Ἀαρὼν, λέγων · Οἶνον καὶ σίκερα οὐ μὴ πίεσθε, σὺ, καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Ἐπεὶ δὲ δύσκολον ἐν ἀνθρώπου φύσει κατορθωθῆναι τὸ ἀναμάρτητον· Δεύτερος, φησὶ, πλοῦς εὐθὺς μετὰ τὴν πρωίαν ἀναστῆναι ἀπὸ τῆς μέθης. Τῶν δὲ χρονιζόντων ἐν οἴνοις, καὶ τῶν ζητούντων ποῦ πότοι γίνονται, ἄσχολός ἐστιν ἡ διάνοια περὶ τὴν τούτων ἔρευναν, ὥστε μὴ δύνασθαι ἐμβλέπειν τοῖς ἔργοις Κυρίου μηδὲ κατανοεῖν τὰ ἔργα τῶν χειρῶν αὐτοῦ. Ἀλλὰ κιθάρα καὶ ψαλτήριον τὴν μέθης αὐτοῖς συνεπιτείνει, τὰ ευρήματα τοῦ Ἰουβὰλ, τοῦ ἐκ τῆς γενεαλογίας Κάϊν καθήκοντος · Ἔλαβε γὰρ ἑαυτῷ, φησὶ. Λάμεχ δύο γυναῖκας · ὄνομα τῇ μιᾷ, Ἀδδὰ, καὶ ὄνομα τῇ δευτέρᾳ, Σελλά. Καὶ ἔτεκεν Ἀδδὰ τὸν Ἰωβήλ. Οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων. Καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. Τοιαύτης ἦν κιθάρας καὶ μουσικῆς ὁ Λάβαν οἰκεῖος, μεθ' ἧς ἐβούλετο παραπέμπειν τὸν Ἰακώβ. Εἰ γὰρ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετὰ εὐφροσύνης, καὶ μετὰ μουσικῶν τυμπάνων καὶ κιθάρας. ᾿Δλλ' ἀπεδίδρασκεν ὁ πατριάρχης, ὡς ἐμπόδιον οὖσαν πρὸς τὸ ἐμβλέπειν τοῖς ἔργοις Κυρίαυ, καὶ κατανοεῖν τὰ ἔργα τῶν χειρῶν αὐτοῦ.
ed indeed are those who, when life begins and when it ends, do not cease from such drunkenness. Yet the differences among those who are drunken are many. For some immediately after daybreak paused from their drunkenness, others having gone forward a little ceased, and others prolonged it further. Good indeed, therefore, is it, as soon as one has been awakened, to seek to live soberly and in priestly fashion, so that we may become worthy of entrance into the holy places, drinking neither wine nor strong drink. For it is written: And the Lord spoke to Aaron, saying: Wine and strong drink you shall not drink, you, and your sons with you, whenever you enter into the tent of witness. Yet since it is hard in human nature for sinlessness to be achieved: The second sailing, he says, is immediately after morning to rise up from drunkenness. But as for those who linger in wines, and who inquire where drinking-bouts take place, their mind is preoccupied with the search after these things, so as not to be able to look upon the works of the Lord nor to understand the works of His hands. Rather, cithara and psaltery intensify their drunkenness for them, the inventions of Jubal, who came down from the genealogy of Cain: For Lamech took to himself, it says, two wives: the name of the one, Adda, and the name of the second, Sella. And Adda bore Jobel. This man was the father of cattle-breeders dwelling in tents. And the name of his brother was Jubal; this man was the one who introduced the psaltery and cithara. With such cithara-playing and music Laban was familiar, wherewith he wished to send Jacob on his way. For if you had told me, I would have sent you away with gladness, and with musical timbrels and a cithara. Yet the patriarch fled away from it, as being a hindrance towards looking upon the works of the Lord, and understanding the works of His hands.
161. Ἀλλὰ καὶ τοῦ Ναβουχοδονόσορ ἐπὶ τοῦ ἐγκαινισμοῦ τῆς εἴκόνος, σάλπιγγος, καὶ σύριγγος, καὶ κιθάρας, καὶ σαμβύκης, καῖ ψαλτηρίου, συμφωνίας, καὶ παντὸς γένους μουσικῶν συνηχούντων, οἱ μἔν λαοὶ, καὶ αἱ φυλαὶ, καὶ αἱ γλῶσσαι κατέπιπτον · οἱ δὲ τὸν Βαβυλώνιον οἶνον πίνειν πόῤῥωθεν μὴ ἀνασχόμενοι, καὶ τὴν τρυφὴν βδελυξάμενοι τῆς βασιλικῆς τραπέζης, οὔτε πεσόντες προσεκύνησαν, καὶ κατεφρόνησαν πάσης ἀνθρωπίνης δυναστείας, καὶ αὐτὴν δὲ κατέσβεσαν τὴν δύναμιν τοῦ πυρός. Εἰ δὲ ἁμάρτημά ἐστι τὸ μὴ βλέπειν τὰ ἔργα Κυρίου, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ μὴ κατανοεῖν, ἐπάρωμεν τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν, καὶ εἰδῶμεν τοὺς δημιουργικοὺς λόγους τῶν ἔργων τοῦ Θεοῦ, καὶ τοῦ μεγέθυυς τῆς καλλονῆς τῶν κτισμάτων, ἀνάλογον
161. Moreover, at Nebuchadnezzar's dedication of the image also, when trumpet, and pipe, and cithara, and sambuca, and psaltery, symphony, and every kind of music were sounding together, the peoples, and the tribes, and the tongues fell down; whereas those who from afar had refused to drink the Babylonian wine, and had abhorred the luxury of the royal table, neither fell down and worshipped, and despised all human domination, and quenched even the very power of the fire. Now if it is a sin not to look upon the works of the Lord, and not to understand the works of His hands, let us lift up the eyes of our mind, and behold the creative principles of the works of God, and from the greatness of the beauty of creatures, analogously
Notes, col. 381

On the reading

Printed οἶκον, for οἶνον.

Printed μέθης, for μέθην.

Printed ευρήματα, for εὑρήματα.

Printed ᾿Δλλ', for Ἀλλ'.

Printed Κυρίαυ, for Κυρίου.

Printed εἴκόνος, for εἰκόνος.

Printed καῖ, for καὶ.

Printed μἔν, for μὲν.

Printed μεγέθυυς, for μεγέθους.

PG 30:384Read from the page
τοῖς δημιουργηθεῖσι τὸν τῶν ποιηματων γενεσιουργὸν καθορῶντες. Καὶ ἐπειδὴ Τὰ ἀόρατα τοῦ Θεοῦ, ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται · ἡ μὲν αἰσθητὴ τῶν ποιημάτων ἀντίληψις ὅρασις τάχα εἴρηται· ἡ δὲ νοητὴ τῶν ὑπερκοσμίων κατάληψις νόησις προσηγόρευται. Διὰ τοῦτο, Τὰ ἔργα, φησὶ, τοῦ Κυρίου οὐκ ἐμβλέπουσι· τουτέστι, τοῖς αἰσθητοῖς διὰ τῶν ὄψεων οὐ προβλέπουσι. Καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι · τουτέστι, διὰ τῆς τοῦ νοῦ ἐνεργείας τὴν κατάληψιν τῶν ἀοράτων οὐκ ἐκζητοῦσιν. Ἵνα δὲ ἔτι μᾶλλον ἡμῖν τὸ τῆς πρωίας ὄνομα τρανωθῇ, ὅτι ἡ ἀπὸ σκότους ἐπάνοδος, εἴτε τοῦ κατὰ την ἐκ τῆς νεότητος ἀλογίαν, εἴτε τοῦ τῆς ἀγνωσίας τοῦ Θεοῦ ταῖς ψυχαῖς ἐγγινομένου, ἡ πρώτη εἴσοδος εἴς τὴν ἀλήθειαν πρωία λέγεται. Συνάξεις δὲ τὰ πολλαχοῦ τῶν προφητῶν περὶ πρωίας, ἢ περὶ ὄρθρου, ὑπὲρ τοῦ τῇ τῶν πλειόνων παραθέσει φανῆναι τὸ προκείμενον. Οἷον, Ἀπέστελλον ὄρθρου τοὺς προφήτας · καὶ τὸ, Πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου· καὶ τὸ, Πρωὶ παραστήσομαί σοι καὶ ἐπὄψομαι · καὶ τὸ, Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεός · καὶ, Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· καὶ τὸ, Εἰς τὰς πρωίας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· καὶ τὸ, Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. Πῶς οὖν, ἐπιβαλλόντως τῇ τοῦ Θεοῦ εὐεργεσίᾳ εἰς ἀνθρώπους γινομένῃ, πρωὶ ἐποστέλλονται οἱ προφῆται ; Ὅτι πᾶς λόγος, ἀπὸ Θεοῦ ἐρχόμενος, ἡμῖν τοῖς δυναμένοις κατακούειν τοῦ θείου βουλήματος ἔρχεται, τῶν ἐν παιδικῇ ἀνοίᾳ ὄντων οὐ καθαπτόμενος· ἀλλὰ τῶν ἐχόντων ἤδη τὰς φυσικὰς ἐννοίας πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Περὶ τούτων οὖν ὁ λόγος, ὅτι ἅμα τῷ παρακύψαι αὐτοὺς εἴς τὴν νόησιν, καὶ οἱονεὶ ἐπᾶραι ἀπὸ τῆς πρὸ τούτου ἀγνοίας τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, καὶ δέξασθαί τινα αὐγὴν τοῖς τῆς καρδίας ὄμμασι, συνεισέπιπτεν ὁ τοῦ Θεοῦ λόγος, τὰ πρακτέα καὶ τίμια διορίζων. Τοῦ αὐτοῦ ἔχεται νοῦ καὶ τὸ τοῦ ψαλμοῦ · Τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου· τὸ πρωὶ παραστήσομαί σοι.
to the things created discerning thoroughly the Author of the works. And since The invisible things of God, from the creation of the world, are discerned, being understood by the things that are made, the sensible apprehension of things made has perhaps been called sight, while the intellectual comprehension of supramundane things has been named understanding. On this account, They do not look upon the works of the Lord, he says; that is, they do not attentively behold sensible things through the eyes. And they do not understand the works of His hands; that is, through the activity of the intellect they do not seek out the comprehension of invisible things. Now so that the name of morning may be made still clearer to us, that the return from darkness, whether that of the irrationality arising from youth or that of ignorance of God coming to be in souls, the first entrance into the truth is called morning: you will gather the passages in many places of the prophets concerning morning, or concerning daybreak, so that by the juxtaposition of the many passages the point before us may become manifest. Such as, At daybreak I sent forth the prophets; and, In the morning Thou shalt hear my voice; and, In the morning I shall stand before Thee and look forth; and, Out of the night my spirit watches at daybreak towards Thee, O God; and, O God, my God, towards Thee do I watch at daybreak; and, Morning by morning I slew all the sinners of the earth; and, At evening weeping shall tarry, and in the morning exultation. How then, answerably to God's beneficence coming to be towards men, are the prophets sent forth in the morning? Because every word, coming from God, comes to us who are able to hearken to the divine counsel, not laying hold of those who are in childish folly, but of those who already possess the natural conceptions for the discerning of both good and evil. Concerning these, therefore, is the word, that as soon as they peered into understanding, and as it were lifted up the eyes of the soul from their former ignorance, and received a certain gleam in the eyes of the heart, the word of God entered in together with it, distinguishing the things to be practised and held in honour. To the same sense belongs that of the psalm also: In the morning Thou shalt hear my voice; in the morning I shall stand before Thee.
162. Ἕως μὲν γὰρ νὺξ ᾖ περὶ τὴν ψυχὴν ἡμῶν, καὶ μήπω ἐπανατείλῃ ὁ ἥλιος, οὐκ ἔστιν ἐπακουσθῆναι ὑπὸ Θεοῦ· ἐπειδὰν δὲ ἀποκαθαρθεῖσα ψυχὴ τῆς περὶ Θεοῦ ἀγνοίας, ἀνενέγκῃ δεήσεις, ἐν τῇ λαμπρότητι τῆς λογικῆς καὶ πνευματικῆς ἡμέρας γενομένη, εἰσακούοντα ἔχει τῆς φωνῆς τὸν Θεόν. Διὰ τοῦτό φησι · Τὸ πρωὶ παραστήσομαί σοι, καὶ ἐπάψομαι · Εἰ γὰρ μέλλεις παρίστασθαι τῷ Θεῷ, μηδενὶ πονηρῷ παρίστασο πράγματι, ἀλλὰ ποίει τὰ τῷ Μωϋσεῖ προσ-
162. For so long as night is around our soul, and the sun has not yet risen upon it, it is not possible to be heard by God; but whenever the soul, having been cleansed from ignorance concerning God, offers up supplications, having come to be in the brightness of the rational and spiritual day, it has God hearkening to its voice. On this account he says: In the morning I shall stand before Thee, and look forth: For if you are about to stand before God, stand by no wicked matter, but do the things to Moses com-
Notes, col. 384

On the reading

Printed ποιηματων, for ποιημάτων.

Printed την, for τὴν.

Printed εἴς, for εἰς.

Printed ἐπὄψομαι, for ἐπόψομαι.

Printed ἐποστέλλονται, for ἀποστέλλονται.

Printed ἐπάψομαι, for ἐπόψομαι.

PG 30:385Read from the page
τεταγμένα· Σὺ δὲ αὐτοῦ στῆθι ἐνώπιόν μου, ἑδραῖος, καὶ ἀσάλευτος, καὶ ἀμετακίνητος, τῇ πίστει παριστάμενος αὐτῷ, ἵνα ἄξιος γένῃ τοῦ κατοπτεύειν τὰ τῆς ἀληθείας θεάματα. Παραστήσομαί σοι, φησὶ, καὶ ἐπόψομαι. Ἕως μὲν γὰρ ἂν θεωρητικός τις ᾖ τοῦ ἐν τοῖς ὁρατοῖς ἐμφαινομένου κάλλους, φυσικός τις ἢ φυσιολόγος προσαγορεύεται · ἐπειδὰν δὲ ταῦτά τις ὑπερβὰς αὐτῷ παραστῇ τῷ Θεῷ, μετὰ τὸ γνῶναι τίνα τρόπον τὰ πάντα ἐστὶ καλὰ λίαν, καὶ ἀπὸ τοῦ ἐν τούτοις κάλλους ἐπὶ τὸ ὄντως καλὸν καὶ ἐράσμιον ἀναδραμεῖν, οὖν ἡ θέα μόναις ταῖς ψυχαῖς καθαραῖς φαίνεσθαι πέφυκε· τότε ἐπὶ τὰ τῆς φυσιολογίας ἀνώτερα προκόψας, τὰ καλούμενα παρά τισι μεταφυσικὰ, ἐποπτικὸς γενέσθαι δύναται. Ἐπειδὰν οὖν, φησὶ, σοὶ παραστῶ, καὶ αὐτῇ τῇ περὶ σοῦ θεωρίᾳ διὰ τοῦ νοῦ προσεγγίσω, τότε τὴν ἐποπτικὴν ἐνέργειαν διὰ τοῦ κατὰ την γνῶσιν φωτισμοῦ ἀναλήψομαι. Συνᾴδει δὲ τούτῳ τὸ εἰρημένον, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· οὐχ ὅτι φωνὴν αἰσθητὴν ἀφιᾶσι ταῖς ἀκοαῖς ἡμῶν, ἀλλ' ὅτι ὁ τοῖς λόγοις τῆς τοῦ κόσμου συστάσσως ἐγγυμνασάμενος, καὶ γνωρίσας ἁπάντων τῶν κατ' οὐρανὸν τὴν διάθεσιν, διὰ τούτων, οἱονεὶ φωνὴν ἀφιέντων, τὸ μεγαλεῖον τῆς δόξης τοῦ πεποιηκότος αὐτοὺς διδαχθήσεται. Πρὸς τοῦτο καὶ ὁ προφήτης ἡμᾶς διανίστησι λέγωγ· Ἀναβλέψατε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε πάντα ταῦτα. Τὸ γὰρ ὑψηλῶς θεωρῆσαι, τὸ ὀναβλέψαι ἐστὶ, καὶ τὸ διὰ τῶν ὁρωμένων τῇ τοῦ πεποιηκότος ἐννοίᾳ προσαχθῆναι. Τὸ δὲ ἐκ νυκτὸς ὀρθρίζειν πρὸς τὸν Θεὸν, τοιοῦτὸν ὲστιν· ὅταν ἡ νὺξ προκόψῃ, ἡ δὲ ἡμέρα ἐγγίσῃ, καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατεῖν ἀρξώμεθα, ἀποθέμενοι τὰ ἔργα τοῦ σκότους, κώμους καὶ μέθας, κοίτας καὶ ἀσελγείας, τότε δυνάμεθα λέγειν τὸ, Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεός. Εἶτα καὶ δηλοῖ διὰ τοῦ ἐπιφερομένου, τί ἐστι τὸ ἐν αὐτῷ ποιοῦν τὸν ὄρθρον. Διότι φῶς, φησὶ, τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Φῶς γάρ ἐστι τὰ προστάγματα, λύοντα τὸ τῆς ἀγνοίας σκότος· διὸ καὶ Ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς.
manded: But as for you, stand here before Me, steadfast, and unshaken, and immovable, standing before Him in faith, so that you may become worthy of beholding the spectacles of the truth. I shall stand before Thee, he says, and look forth. For so long as anyone is a contemplator of the beauty appearing in visible things, he is styled a physicist or natural philosopher; but whenever someone, having transcended these things, stands before God Himself, after coming to know in what manner all things are exceedingly good, and running up from the beauty in these things to the truly good and lovely, the vision whereof is wont to appear to pure souls alone; then, having advanced to the things higher than natural philosophy, which by some are called metaphysics, he is able to become an epoptic beholder. Whenever therefore, he says, I stand before Thee, and draw near through the intellect to the very contemplation concerning Thee, then I shall receive the epoptic activity through the illumination that is according to knowledge. And in harmony with this is what has been said, that The heavens declare the glory of God: not that they send forth a sensible voice to our ears, but that he who has trained himself in the principles of the constitution of the world, and has come to recognize the arrangement of all things in heaven, through these things, as it were sending forth a voice, will be taught the majesty of the glory of Him Who made them. Unto this the prophet also rouses us up, saying: Look up with your eyes, and see Who displayed all these things. For to contemplate loftily is to look up, and through the things seen to be brought near to the conception of Him Who made them. And watching at daybreak out of the night towards God is of such a kind: when the night has advanced, and the day has drawn near, and we begin to walk becomingly as in the day, having put off the works of darkness, revellings and drunkenness, chamberings and licentiousness, then we are able to say, Out of the night my spirit watches at daybreak towards Thee, O God. Then too he makes plain through what follows what it is that produces the daybreak in him. Because Thy ordinances, he says, are a light upon the earth. For the ordinances are a light, dissolving the darkness of ignorance; wherefore also The commandment of the Lord is far-shining, enlightening the eyes.
163. Τὸ δὲ ἐν τῷ ἑκατοστῷ ψαλμῷ εἰρημένον, ὅτι Εἰς τὰς πρωίας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, παντί που δῆλον, ὅτι ἐν αἰνίγματι κεκαλλυμένως εἴρηται. Οὐ γὰρ, ὅτι καθ' ἑκάστην ἀρχὴν τῆς ἡμέρας αἵματι ἀνθρώπων τὰς χεῖρας ἐμολυνόμην· οὐ τοῦτό φησιν ὁ λόγος. Τοῦτο γὰρ πρὸς τῷ ἐναγεῖ ἔτι καὶ τὸ ἀπίθανον ἔχει. Πῶς γὰρ πάντων ἠδύνατο καθ' ἑκάστην πρωίαν αὐτόχειρ γενέσθαι τῶν ἁμαρτωλων τῆς γῆς; Οὐ γὰρ πάντων περιγίνεσθαι δυνατὸν ἦν ἕνα, πνλλῶν τῶν ἐξ-
163. Now what has been said in the hundredth psalm, that Morning by morning I slew all the sinners of the earth, is plain to everyone, I suppose, to have been spoken veiledly in a riddle. For not that at each beginning of the day I defiled my hands with the blood of men: that is not what the word says. For besides its blood-guiltiness, this holds implausibility as well. For how was it possible each morning to become with his own hand the slayer of all the sinners of the earth? For it was not possible for one man to prevail over all, when many were those sin-
Notes, col. 385

On the reading

Printed οὖν, for οὗ.

Printed την, for τὴν.

Printed συστάσσως, for συστάσεως.

Printed λέγωγ, for λέγων.

Printed ὀναβλέψαι, for ἀναβλέψαι.

Printed τοιοῦτὸν, for τοιοῦτόν.

Printed ὲστιν, for ἐστίν.

Printed κεκαλλυμένως, for κεκαλυμμένως.

Printed ἁμαρτωλων, for ἁμαρτωλῶν.

Printed πνλλῶν, for πολλῶν.

PG 30:388Read from the page
αμαρτανόντων ὄντων, ὡς τὸ εἴκός· καὶ εἰ πολέμῳ αὐτῶν κατεκράτησεν, ἐν μιᾷ πάντως ἂν ἀπέκτεινε πρωίᾳ τοὺς σύμπαντας· ἀλλ' οὐχὶ καὶ καθ' ἑκάστην πρωίαν αὐτόχειρ αὐτῶν ἐγένετο. Τί οὖν ἐστι τὸ, Εἰς τὰς πρωίας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν ; Συνετώτερον τῶν λεγομένων ἐπακούσωμεν, ἵνα μὴ κατηγορήσωμεν τῶν προφητικῶν λογίων, ὃ μὴ θέμις, Πόλις τοῦ Κυρίου, ἡ σύστασίς ἐστι τῆς ἀνθρωπίνης κατασκευῆς· ἁμαρτωλοὶ δὲ γῆς, οὐκ ἄλλοι τινές εἰσιν, ᾗ περὶ ὧν φησιν ἡ Σωτήρ· ὅτι ἔσωθεν, Ἐκ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φθόνοι, φόνοι, μοιχεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, καὶ τὰ τούτοις ὅμοια. Τούτους δὴ τοὺς τῆς γῆς ἁμαρτωλοὺς, τοὺς ἐκ τῆς γηίνης σαρκὸς προϊόντας καθ' ἑκάστην ἔννοιαν τὴν περὶ Θεοῦ ἐξαφανίζει ἐκ τῆς ἰδίας συστἄσεως ὁ ἑαυτὸν ἐκκαθαίρων. Πρωία οὖν καὶ ὄρθρος ἐν ψυχῇ καθ' ἑκάστην σωτηρίου δόγματος ἀνατολὴν γίνεται· ἐν ᾗ ἐξαφανίζεσθαι δεῖ πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν λογισμούς. Εἰ γὰρ μὴ τὰ πρῶτα πρὸς πονηρίαν κινήματα τῆς ψυχῆς ἐκτμηθείη, ἀνάγκη εἰς ἔργον προχωρεῖν τὰς ἐνθυμήσεις. Οἷον, γῆς ἁμαρτωλός ἐστιν ὁ τὴν μοιχείαν ὑποβάλλων λογισμός· ὅστις ἐνεργεῖ τὸ ἐμβλέψαι γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς. -Εὰν οὖν μὴ ἀποκτανθῇ ἐκ τῆς ψυχῆς, οἱονεὶ ξίφει τινὶ, τῷ τμητικῷ λόγῳ καὶ ἀφανιστικῷ τῶν παθῶν, καὶ τοῦτο γένηται ἐν πρωίᾳ, τουτέστι, κατὰ τὴν εἰς τὸ φανερὸν ἀποκάλυψιν· μετὰ τὴν ἐν καρδίᾳ μοιχείαν, καὶ ἐπὶ τὴν μείζονχ ταύτης ἁμαρτίαν προάξει τὸν ἄνθρωπον, πρὸς τὴν διὰ τοῦ σώματος ἐνέργειαν αὐτὸν ἐκκαλούμενος.
ning, as is likely; and even if he mastered them in war, on a single morning he would certainly have slain them one and all, and would not also each morning have become their slayer with his own hand. What then is this: Morning by morning I slew all the sinners of the earth, so as to destroy out of the city of the Lord all who work iniquity? Let us hearken more intelligently to the things spoken, lest we bring an accusation against the prophetic oracles, which is not lawful: The city of the Lord is the constitution of the human frame; and the sinners of the earth are none other than those concerning which the Saviour speaks: that from within, Out of the heart come forth evil reasonings, envies, murders, adulteries, thefts, false witnessings, and things like to these. Assuredly these sinners of the earth, which proceed out of the earthly flesh, he who cleanses himself thoroughly blots out from his own constitution at every thought concerning God. Morning, therefore, and daybreak come about in the soul at each rising of a saving doctrine, wherein one must blot out all reasonings that work iniquity. For unless the first movements of the soul towards wickedness be cut out, it is necessary that the inward thoughts advance into deed. For instance, a sinner of the earth is the reasoning that suggests adultery, which works looking upon a woman so as to lust after her. Unless, therefore, it be slain out of the soul, as it were by some sword, by the cutting word that blots out the passions, and this come to pass in the morning, that is, at its disclosure into the open, after adultery in the heart it will lead the man onward to the sin greater than this also, calling him forth towards the enactment through the body.
164. Τούτῳ συμφωνον ἡγούμεθα εἶναι τὸ παρὰ τοῦ Ἱερεμίου λεγόμενον, Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς καὶ ἀφαιρῶν μάχαιραν αὐτυῦ ἀφ' αἵματος. Δεῖ γὰρ τὸν μέλλοντα φεύγειν τὸ τῆς κατάρας βαρὺ, μηδέποτε ἀναπαύειν τὴν πνευματικὴν μάχαιραν ἀπὸ τοῦ κατὰ τῶν τοιούτων ἁμαρτωλῶν αἵματος. Τοιοῦτον οὖν ἐστι καὶ τὸ νῦν εἰρημένον περὶ τοῦ πρωί. Οὐαὶ τῷ ἀπὸ σκότους καὶ τῆς ἐν ἀγνοίᾳ νυκτὸς, μετὰ τὴν πρώτην ἡλικίαν, τοῦ λόγου ἐν αὐτῷ ἀνατείλαντος, ὁμοῦ τῷ διαναστῆναι ἐκ τοῦ ὕπνου, τὸ σίκερα διώκοντι. Οἱ δὲ ὑπὸ τῶν παθῶν νικηθέντες, οἱ μὲν ἔμειναν ἐν τῇ μέθῃ τοῦ πάθους. οἱ δὲ ἀποκαθηράμενοι τὸν νοῦν, ἐμβλέπουσι μὲν τῷ κόσμῳ τῶν ὁρατῶν, κατανοοῦσι δὲ τὰς τῶν νοητῶν
164. In harmony with this we consider to be what is spoken by Jeremiah, Cursed is he who does the works of the Lord carelessly and withholds his sword from blood. For he who is going to flee the heaviness of the curse must never give rest to the spiritual sword from blood against such sinners. Such, therefore, is what is now spoken concerning the morning also. Woe to him who, after darkness and the night in ignorance, following his first age of life, when reason has risen within him, at the very moment of awaking from sleep pursues strong drink. Now of those vanquished by the passions, some remained in the drunkenness of passion. While others, having cleansed their intellect thoroughly, look indeed upon the world of visible things, and understand, of intellectual things, the
Notes, col. 388

On the reading

Printed εἴκός, for εἰκός.

Printed ᾗ, for ἢ.

Printed ἡ, for ὁ.

Printed συστἄσεως, for συστάσεως.

Printed -Εὰν, for Ἐὰν.

Printed μείζονχ, for μείζονα.

Printed συμφωνον, for σύμφωνον.

Printed αὐτυῦ, for αὐτοῦ.

PG 30:389Read from the page
ὑποστάσεις καὶ οὐσίας. Τὰ μὲν γὰρ ὁρατὰ ἐνατενίσεως δεῖται· διὰ τοῦτο Ἐμβλέπουσι· τὰ δὲ νοητὰ χρήζει λόγου διεξοδικοῦ· διὸ εἴρηται, Κατανοοῦσι. Πλὴν ὅτι πρῶτον δεῖ ἐμβλέψαι τοῖς ἔργοις Κυρίου· καὶ τότε εἰς τὸ κατανοῆσαι αὐτὰ προελθεῖν. Ὁποῖος ἦν ὁ περὶ ἑαυτοῦ λέγων· Δὐτὸς γὰρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου, καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος λαὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς, καὶ μεταβολὰς καιρῶν, ἐνιαυτῶν κύκλους, καὶ ἀστέρων θέσεις, φόσεις ζώων, καὶ θυμοὺς θηρίων, πνευμάτων βίας, καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν, καὶ δυνάμεις ῥιζῶν.
hypostases and essences. For visible things stand in need of intent gazing; on this account it says, They look upon; whereas intellectual things require discursive reasoning; wherefore it has been said, They understand. Save that first one must look upon the works of the Lord, and then advance to understanding them. Such a man was he who said concerning himself: For He Himself gave me unerring knowledge of the things that are, to know the constitution of the world, and the operation of the elements, the beginning and end and middle of times, the alterations of solstices, and the changes of seasons, the circuits of years, and the positions of stars, the natures of living creatures, and the tempers of wild beasts, the forces of winds, and the reasonings of men, the varieties of plants, and the virtues of roots.
165. Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήηη, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον· καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιπὸν ἄρτου, καὶ δίψος ὕδατος. Ταῦτα καθ' ἱστορίαν δυνατὸν τυχεῖν τῆς ἐξηγήσεως ἐπὶ τῶν καιρῶν τῆς ἐσχάτης πολιορκίας τῶν Ἰουδαίων· τῶν μὲν εἰς αἰχμαλωσίαν ἀπαχθέντων, τῶν δὲ ἐν λιμῷ καὶ δίψει διαφθαρέντων. Καὶ ἡ αἰτία σαφὴς, δι' ἣν ταῦτα πεπόνθασιν· ὅτι ἐπιδημήσαντα αὐτοῖς τὸν Κύριον οὐκ ἐπέγνωσαν. Ὥστε δὲ καὶ ἡμῖν οἰκειωθῆναι τὴν ἐκ τῆς λέξεως παραίνεσιν. Ἐκεῖνα λέγομεν, ὅτι οἱ διώκοντες τὸ μέθυσμα, καὶ μετὰ τῆς ἀπηγορευμένης μουσικῆς τὸν οἶνον πίνοντες, καὶ θεάμασι μὲν ἀτόποις τὰς ὄψεις ἐνασχολοῦντες, τοῖς δὲ ἔργοις Κυρίου ἐμβλέπειν μὴ ἀνεχόμενοι, διὰ τὸ φιλήδονοι εἶναι μᾶλλον ἢ φιλύθεοι, αἰχμάλωτοι γίνονται καὶ ὑποχείριοι τοῖς ὑπεναντίοις. Ἀλλὰ καὶ πλῆθος ἐν αὐτοῖς νεκρῶν ἐγενήθη διὰ λιμὸν, καὶ ὕδατος ἀπορίαν. Οἱ γὰρ τὴν ἐπιβάλλουσαν ταῖς ψυχαῖς τροθὴν μὴ προσιέμενοι, νεκροὶ γίνονται τοῖς παραπτώμασι, καὶ οἱ ἐπὶ ὕδατος ἀναπαύσεως μὴ ἐκτρεφόμενοι, μηδὲ ζητοῦντες πιεῖν ἐξ ἐκείνου τοῦ ὕδατος περὶ οὗ φησι πρὸς τὴν Σαμαρεῖτιν ὁ Κύριος, ὅτι Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσᾳ εἰς τὸν αἰῶνα· οὗτοι γίνονται νεκροί. Ἄκουε γὰρ, ὅτι πλῆθος νεκρῶν ἐγενήθη, οὐ διὰ λιμὸν μόνον, ἀλλὰ καὶ διὰ δίψαν ὕδατος· ἐπειδὴ ἀπ' ἐκείνου ἔπινον τοῦ ὕδατος, οὗ καὶ ἡ Σαμαρεῖτις· Ὅς γὰρ ἂν πίῃ, φησὶν, ἐκ τοῦ ὕδατος ἐκείνου, διψήσει πάλιν· οὐκ ἔπιον δὲ ἐκ τοῦ ὕδατος τοῦ ἁλλομένου εἰς ζωὴν αἰώνιον. Προτρεπτικὸν δὲ τοῦτο ἐπὶ τὴν γνῶσιν, Εἰ γὰρ διὰ τὸ μὴ εἰδέναι τὸν Κύριον αἰχμάλωτοι γίνονται, ζηλωτέον ἡμῖν τὸ τῆς γνώσεως χάρισμα. Τάχα δὲ ἡ ἀληθὴς νέκρωσις οὐ διὰ λιμὸν ἄρτου, οὐδὲ διὰ δίψαν ὕδατος τούτου τοῦ αἰσθητοῦ, ἀλλὰ διὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου ταῖς ψυχαῖς τῶν
165. Therefore my people became captive, because of their not knowing the Lord; and there became a multitude of dead bodies because of famine of bread, and thirst of water. According to history, these things can receive their explanation in the times of the final siege of the Jews, when some were led away into captivity, and others perished in famine and thirst. And the cause on account of which they suffered these things is clear: because when the Lord sojourned among them they did not recognize Him. Yet so that the exhortation from the text may be appropriated to us also. We say this: that those who pursue strong drink, and drink wine with forbidden music, and occupy their sight with unseemly spectacles while not enduring to look upon the works of the Lord, because they are lovers of pleasure rather than lovers of God, become captive and subject to their adversaries. Moreover, a multitude of dead bodies also came to be among them because of famine and lack of water. For those who do not admit the nourishment belonging to their souls become dead through trespasses, and those who are not nurtured beside the water of rest, nor seek to drink from that water concerning which the Lord says to the Samaritan woman, Whosoever drinks from the water that I shall give him shall never thirst unto the age: these become dead. For hear that a multitude of dead bodies came to be, not because of famine alone, but also because of thirst for water: since they drank from that water whereof the Samaritan woman also drank; For whosoever drinks, He says, from that water shall thirst again; whereas they did not drink from the water springing up into life eternal. Now this is hortatory towards knowledge: For if because of not knowing the Lord they become captive, the gift of knowledge is to be earnestly desired by us. And perhaps true deadness comes to be, not because of famine of bread, nor because of thirst for this sensible water, but because of a famine of hearing the word of the Lord, in the souls of the
Notes, col. 389

On the reading

Printed Δὐτὸς, for Αὐτὸς.

Printed λαὶ, for καὶ.

Printed φόσεις, for φύσεις.

Printed ἐγενήηη, for ἐγενήθη.

Printed λιπὸν, for λιμὸν.

Printed φιλύθεοι, for φιλόθεοι.

Printed τροθὴν, for τροφὴν.

Printed διψήσᾳ, for διψήσῃ.

PG 30:392Read from the page
ἀνηκόων ἐγγίνεται. Οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλὰ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Διὰ τοῦτο Οὐ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων· καὶ, Νεώτερος ἐγευόμην· καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους· καὶ, Θἱ υἱοὶ τοῦ νυμφῶνος, ὅσον μετ' αὐτῶν ἐστιν ὁ νυμφίος, οὐ δύναεται νηστεύειν. Ὅπου δὲ λιμὸς, καὶ δίψα, ἐκεῖ καὶ ἡ νεκρότης. Ἵνα οὖν μὴ λιμοκτονηθῶμεν, ζητήσωμεν τὸν ἄρτον τὸν ἐπουράνιον, μηδὲ τῷ δίψει καταφρυγῶμεν, ζητήσωμεν τὸ ὕδωρ περὶ οὗ εἶπεν ὁ Κύριος, ὅτι Ἐάν τις πίῃ ἐκ τοῦ ὕδατυς οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα.
disobedient. For man shall not live by bread alone, but by every word proceeding out through the mouth of God. On this account The Lord will not slay with famine the souls of the righteous; and, I was younger; and indeed I have grown old, and I have not seen the righteous forsaken, nor his seed seeking bread; and, The sons of the bridechamber, so long as the bridegroom is with them, cannot fast. Now where there are famine and thirst, there is deadness also. So that we may not be slain with famine, therefore, let us seek the heavenly bread, and lest we be parched with thirst, let us seek the water concerning which the Lord said, If anyone drinks from the water that I shall give him, he shall never thirst unto the age.
166. Καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν. Καὶ καταβήσονται οἱ ἔνδοξοι, καὶ οἱ μεγάλοι, καὶ οἱ πλούσιοι, καὶ οἱ λοιμοὶ αὐτῆς, καὶ ὁ ἀγαλλιώμενος ἐν αὐτῇ. Καὶ ταπεινωθήσεται ἄνθρωπος, καὶ ἀτιμασθήσεται ἀνὴρ, καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται. Ἵνα τὸ ἁδρὸν τῶν ἀπολλυμένων ὁ λόγος ἡμῖν παραστήσῃ, πλατύνειν ἔφη τὸν ᾅδην τὸ στόμα αὐτοῦ. Ὥσπερ ἐπὶ τῶν ζώων, ὅσα λάβρως ὑπὸ πολλῆς ἐνδείας τὴν τροφὴν διαρπάζει, καὶ πλατύνει τὸ στόμα περιτεινόμενον τῇ τροφῇ· οὕτω, φησὶ, καὶ ὁ ᾅδης τὸ ἑαυτοῦ στόμα εὐρυχωρότερον ποιεῖν εἴρηται. Τάχα δὲ ἡμῖν ὁ λόγος ἐνδείκνυται κοινόν τινα τόπον ἐν τῷ ἐσωτάτῳ τῆς γῆς, ἐπίσκιον πανταχόθεν, καὶ ἀλαμπῆ, τὸ τοῦ ᾅδου χωρίον εἶναι· στόμιον δέ τι ἐπὶ τὰ κοῖλα καθῆκον, δι' οὑ τὴν κάθοδον εἶναι ταῖς πρὸς τὸ χεῖρον κατεγνωσμέναις ψυχαῖς· ὃ διὰ τὸ πλῆθος τῶν ἀπολλυμένων, ὥστε ὑποδέξασθαι πάντας, εὐρυχωρότερόν φησι γεγενῆσθαι. Οὐ γὰρ δὴ ζῶόν τι ὁ ᾅδης, οὐδὲ δύναμίς τίς ἐπιτεταγμένη τοῖς ἀποθνήσκουσι, κατὰ τὴν μυθοποιίαν τῶν ἔξωθεν. Οἱ οὖν διὰ τὸ μὴ εἰδέναι τὸν Κύριον, αἰχμάλωτοι γενόμενοι, καὶ λιμῷ καὶ δίψει τῆς πνευματικῆς τροφῆς ἐκτακέντες, εἰς ᾅδου καταβαίνουσι, μετὰ τῶν ἐνδόξων, καὶ μεγάλων, καὶ πλουσίων, καὶ λοιμῶν. Τρία δέ ἐστι τὰ περὶ τοὺς ἁμαρτάνοντας ἀπειληθέντα· αἰχμαλωσία, καὶ νέκρωσις, καὶ εἰς ᾅδου κάθοδος. Αἰχμαλωσία μὲν γάρ ἐστιν ἡ ἀπὸ τῆς προηγουμένης ζωῆς κατάπτωσις, κατὰ ἀπάτην τοῦ ἐχθροῦ ὑπεξάγοντος τῆς ἐν τῷ παραδείσῳ μακαριότητος· νέκρωσις δὲ, ἡ τῆς ζωοποιοῦ ἐντολῆς ἀλλοτρίωσις· εἰς ᾅδου δὲ κατάβασις, ὁ διὰ τὴν πολλὴν τῆς ἁμαρτίας χύσιν, καὶ τὴν ἐναντίαν τῷ ἀγαθῷ διάθεσιν, ἀπὸ Θεοῦ γινόμενος χωρισμός. Ὥσπερ γὰρ ὁ δίκαιος ἤδη συνηγέρθη Χριστῷ, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις· οὕτως ὁ ἄδικος αἰχμάλωτος ἤδη καὶ νεκρὸς, καὶ εἰς ᾅδον διὰ τῶν
166. And Hades widened its soul and opened wide its mouth, so as not to cease. And there shall go down the glorious, and the great, and the rich, and her pestilent ones, and he who exults in her. And man shall be humbled, and a man shall be dishonoured, and the lofty eyes shall be humbled. So that the word might set before us the abundance of those perishing, it said that Hades widens its mouth. Just as in the case of living creatures, all that through great want ravenously snatch their food and widen their mouth stretched round the food, so too, he says, Hades also has been said to make its own mouth more spacious. And perhaps the word indicates to us that the place of Hades is some common place in the innermost part of the earth, overshadowed on all sides and lightless, and that there is a certain orifice reaching down to the hollows, through which is the descent for souls condemned to the worse lot; which orifice, because of the multitude of those perishing, so as to receive all, he says has become more spacious. For surely Hades is not some living creature, nor any power set over the dying, according to the myth-making of those outside. Those, therefore, who because of not knowing the Lord have become captive, and have wasted away through both famine and thirst for spiritual nourishment, go down to Hades, with the glorious, and great, and rich, and pestilent. Now three are the things threatened against sinners: captivity, and deadness, and descent to Hades. For captivity is the fall from our antecedent life, through the deceit of the enemy drawing us away stealthily from the blessedness in paradise; deadness is alienation from the life-giving commandment; and descent to Hades is the separation from God coming about through the great outpouring of sin and the disposition contrary to the good. For just as the righteous man was already raised together with Christ, and sat down together with Him in the heavenly places, so the unrighteous man is already captive and dead, and to Hades through the
Notes, col. 392

On the reading

Printed ἐγευόμην, for ἐγενόμην.

Printed Θἱ, for Οἱ.

Printed δύναεται, for δύνανται.

Printed ὕδατυς, for ὕδατος.

Printed οὑ, for οὗ.

Printed ᾅδον, for ᾅδου.