Migne Reading Room

PG 29 · cols. 448–457 · Read from the page

Homilies on the Psalms (the rest)

Homilies on the Psalms (the rest)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:448Read from the page
ἡμῶν οι πατριάρχαι· ἡμῶν οἱ ἀπ' αἰῶνος δίκαιοι.
ours the patriarchs; ours the righteous from of old.
Ἡμῖν κατέλιπον τὸν πλοῦτον ἑαυτῶν οἱ ἐν τῇ ἀφροσύνῃ ἑαυτῶν ἀπολλύμενοι. Τούτων δὲ αἱ οἰκίαι, τοῦ ἄφρονος καὶ τοῦ ἀνοήτου, τάφοι εἰσὶν εἰς τὸν αἰῶνα. Ὧν γὰρ ὁ βίος νεκρῶν ἔργων τῶν ἀπὸ πάσης ἁμαρτίας πεπλήρωται, τούτων τάφοι εἰσὶν αἱ οἰκίαι εἰς τὸν αἰῶνα. Ὁ γὰρ νεκρὸς γενόμενος τοῖς παραπτώμασιν οὐκ οἰκίαν οἰκεῖ, ἀλλὰ τάφον, τῆς ἑαυτοῦ ψυχῆς νενεκρωμένης. Οἰκίαν μὲν γὰρ οἰκεῖ ὁ ἄδολος τὸ ἦθος καὶ ἁπλοῦς Ἰακὼβ, περὶ οὗ γέγραπται, ὅτι ἦν Ἄνθρωπος ἄπλαστος καὶ ἀγαθὸς, οικῶν οικίαν· τάφον δὲ οἰκεῖ ὁ παμπόνηρος, μηδὲ θεμέλιον μετανοίας καταβαλλόμενος ἀπὸ νεκρῶν ἔργων, ἀλλὰ παροιμοιάζων τάφῳ κεκονιαμένῳ· ὃς ἔξωθεν μὲν ἐμφανὴς ὢν, ἔσωθεν δὲ γέμων ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. Διόπερ ὁ τοιοῦτος φθεγγόμενος οὐχὶ στόμα ἀνοίγει λόγῳ Θεοῦ, ἀλλὰ τάφον ἔχει ἀνεῳγμένον τὸν λάρυγγα αὐτοῦ. Εἴ τις οὖν εἰς Χριστὸν πιστεύων, μὴ ἀκολούθως τῇ πίστει τὰς πράξεις ἀποδίδωσιν, οὗτος διὰ τὸ μοχθηροῖς δόγμασι προσεσχηκέναι, καὶ διὰ τὸ παρ-
To us have they left behind their wealth who perish in their own senselessness. And the houses of these men—of the senseless man and of the fool—are their graves unto eternity. For those whose life is filled with dead works arising from every sin have their houses as graves unto eternity. For he who has become dead through trespasses dwells not in a house, but in a grave, since his own soul has been deadened. For Jacob, guileless in character and simple, dwells in a house, concerning whom it is written that he was A man unfeigned and good, dwelling in a house; whereas the thoroughly wicked man dwells in a grave, not even laying a foundation of repentance from dead works, but resembling a whitewashed grave, which outwardly indeed appears comely, while inwardly it is full of dead men's bones and of all uncleanness. Wherefore such a man, when he utters speech, does not open a mouth unto the word of God, but has his throat as an opened grave. If anyone, therefore, believing in Christ, does not render deeds consistent with faith, this man, through having given heed to depraved doctrines, and through mis-
7. Σκηνώματα αὐτῶν εις γενεὰν καὶ γενεάν· τουτέστιν, οἱ τάφοι οἰκίαι αὺτῶν εἰσιν εἰς τὸν αἰῶνα. Εἶτα ἑρμηνεύων τίνας βούλεται εἶναι τάφους, ἵνα δείξῃ, ὅτι περὶ τῶν σωμάτων λέγει, οἷς αἱ διὰ τὴν πονηρίαν ἐναπονεκρωθεῖσαι ψυχαὶ ἐνοικοῦσι, προσέθηκεν αὐτοῖς· Σκηνώματα αὐτῶν εις γενεὰν καὶ γενεὰν, κατὰ τὴν συνήθειαν, σκηνωμάτων τῶν ἀνθρωπίνων σωμάτων ἀεὶ λεγομένων. Οὗτοι δὲ καὶ ἐπικαλοῦνται τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. Οὐ γὰρ ἐγγράφεται ἀσεβοῦς ὄνομα ἐν βίβλῳ ζώντων, οὐδὲ ἀριθμεῖται μετὰ τῆς Ἐκκλησίας τῶν πρωτοτόκων τῶν ἀριθμουμένων ἐν οὐρανοῖς· ἀλλὰ τῇ γῇ αὐτῶν ἐναπομένει τὰ ὀνόματα, διότι τὴν παροδικὴν ταύτην ζωὴν καὶ ὀλιγοχρόνιον τῶν αἰωνίων σκηνῶν προετίμησαν. Οὐχ ὁρᾷς τοὺς οἰκοδομοῦντας ἐν ταῖς πόλεσιν ἀγορὰς καὶ γυμνάσια, τείχη ἀνιστῶντας, ὑδραγωγοὺς ἐπισκευάζοντας, πῶς τὰ ὀνόματα αὐτῶν τούτοις ἐπικέκληται τοῖς γηίνοις κατασκευάσμασιν; Ἤδη δέ τινες, καὶ ἀγέλαις ἵππων τὰς ἑαυτῶν προσ-
7. Their tabernacles unto generation and generation; that is, their graves are their houses unto eternity. Then, interpreting what graves he means, in order to show that he is speaking concerning the bodies in which souls deadened through wickedness dwell, he added to them: Their tabernacles unto generation and generation, since by custom human bodies are always called tabernacles. And these men also call their own names upon their lands. For the name of an ungodly man is not inscribed in the book of the living, nor is it numbered with the Church of the firstborn who are enrolled in the heavens; rather, their names remain behind upon the earth, because they preferred this passing and short-lived life to the eternal tabernacles. Do you not see those who build marketplaces and gymnasia in the cities, who raise up walls, who construct aqueducts—how their names have been called upon these earthly structures? And ere now certain men, even upon herds of horses, stamping their own ap-
Notes, col. 448

On the reading

Printed οι, for οἱ.

Printed οικῶν, for οἰκῶν.

Printed οικίαν, for οἰκίαν.

Printed εις, for εἰς.

Printed αὺτῶν, for αὐτῶν.

PG 29:449Read from the page
ηγοριας ἐνσημηναμενοι, ἐπὶ πολὺ συμπαραταθῆναι τῷ βίῳ τὴν μνήμην ἑαυτῶν ἐπενόησαν· καὶ ἐν τάφοις δὲ μεγαλουργίαν ἐπιδειξάμενοι, τοῖς μνήμασιν ἑαυτῶν ἐναφῆκαν τὰ ὀνόματα. Οὗτοί εἰσιν οἱ τὰ γήϊνα φρονοῦντες, καὶ τὴν ἐνταῦθα δόξαν, καὶ τὸ παρὰ τοῖς ἀνθρώποις μνημονεύεσθαι αὔταρκες ἑαυτοῖς εἰς μακαριότητα λογιζόμενοι. Κἂν ἴδῃς δέ τινα τῶν ἐπὶ ψευδωνύμῳ γνώσει μέγα φρονούντων, καὶ προσνεμόντων ἑαυτοὺς μοχθηρῶν τινων δογμάτων συγκαταθέσεσι, καὶ ἀντὶ τοῦ ὀνόματος τῶν Χριστιανῶν, ἀφ' ἑνός τινος τῶν αἱρεσιαρχησάντων ἑαυτοὺς ὀνομάζοντας, Μαρκίωνος, ἢ Οὐαλεντίνου, ἢ τῶν νῦν ἐπιπολαζόντων τινὸς, γίνωσκε, ὅτι καὶ οὗτοι ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν, φθαρτοῖς ἀνθρώποις καὶ τὸ ὅλον γηΐνοις ἑαυτοὺς προσνείμαντες.
pellations, have devised that the remembrance of themselves should be prolonged far alongside life; and displaying magnificence in tombs as well, they have left their names behind upon their monuments. These are they who mind earthly things, and reckon glory here below and being remembered among men sufficient for themselves unto blessedness. And even if you see someone among those who pride themselves greatly on falsely-named knowledge, and attach themselves to assent unto certain depraved doctrines, and instead of the name of Christians name themselves after some one of the founders of heresies—Marcion, or Valentinus, or someone among those now prevailing—know that these too have called their names upon the lands, having attached themselves to corruptible and altogether earthly men.
8. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς· καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσι. Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων, τὸ τίμιον ἐν τῇ φυσικῇ κατασκευῇ ἔχων. Τί γὰρ τῶν ἐπὶ γῆς ἄλλο κατ' εἰκόνα τοῦ κτίσαντος γέγονε; Τίνι ἡ κατὰ πάντων ἀρχὴ καὶ ἐξουσία τῶν τε χερσαίων καὶ ἐνύδρων καὶ ἐναερίων ζώων κεχάρισται; Βραχὺ μὲν ὑποβέβηκε τὴν τῶν ἀγγέλων ἀξίαν διὰ τὴν πρὸς τὸ γεῶδες σῶμα συνάφειαν· τὸν μὲν οὖν ἄνθρωπον ἐποίησεν ἀπὸ τῆς γῆς, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· ἀλλ' ὅμως ἥ γε τοῦ νοεῖν καὶ συνιέναι τὸν ἑαυτῶν Κτίστην καὶ Δημιουργὸν δύναμις καὶ ἐν τοῖς ἀνθρώποις ὑπάρχει. Ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον· τουτέστι, μοῖράν τινα τῆς ἰδίας χάριτος ἐναπέθετο τῷ ἀνθρώπῳ, ἵνα τῷ ὁμοίῳ ἐπιγινώσκῃ τὸ ὅμοιον. Ἀλλ' ὅμως ἐν τιμῇ ὢν τηλικαύτῃ, ἐκ τοῦ δεδημιουργῆσθαι κατ' εἰκόνα τοῦ κτίσαντος, ὑπὲρ οὐρανὸν, ὑπὲρ ἥλιον, ὑπὲρ τὰς τῶν ἀστέρων χορείας τετιμημένος (τίς γὰρ τῶν οὐρανῶν εἰκὼν εἴρηται τοῦ Θεοῦ τοῦ ὑψίστου; ποίαν δὲ ἥλιος εικόνα σώζει τοῦ κτίσαντος; τί ἡ σελήνη; τί οἱ λοιποὶ ἀστέρες; ἄψυχα μὲν καὶ ὑλικὰ, διαφανῆ δὲ μόνον τὰ σώματα κεκτημένοι, ἐν οἷς οὐδαμοῦ διάνοια, οὐ προαιρετικαὶ κινήσεις, οὐκ αὐτεξουσιότητος ἐλευθερία· ἀλλὰ δοῦλά ἐστι τῆς ἐπικειμένης ἀνάγκης, καθ' ἣν ἀπαραλλάκτως ἀεὶ περὶ τὰ αὐτὰ ἀναστρέφεται)· ὑπὲρ οὖν ταῦτα ταῖς τιμαῖς προηγμένος ὁ ἄνθρωπος, οὐ συνῆκεν, ἀλλὰ καταλιπὼν τὸ ἕπεσθαι Θεῷ, καὶ ὁμοιοῦσθαι τῷ κτίσαντι, δοῦλος γενόμενος τῶν παθῶν τῆς σαρκὸς, Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοή-
8. And man, being in honour, did not understand; he was compared unto the senseless beasts, and was made like unto them. This way of theirs is a stumbling-block unto them; and afterwards they will take delight with their mouth. A great thing is man, and a precious thing a merciful man, possessing what is precious in his natural constitution. For what else of the things upon earth came into being according to the image of Him Who created it? To whom has rule and authority over all creatures—terrestrial, aquatic, and aerial alike—been graciously given? He has, to be sure, fallen a little below the dignity of the angels on account of his conjunction with an earthy body; accordingly, He made man from the earth, and His ministers a flame of fire; yet nevertheless the faculty of apprehending and understanding their own Creator and Maker exists in human beings as well. For He breathed into his face; that is, He deposited within man a certain portion of His own grace, so that by like he might recognize like. Yet nevertheless, though existing in honour so great through having been fashioned according to the image of Him Who created him, honoured above heaven, above the sun, above the choirs of the stars (for which of the heavens has been called an image of God Most High? and what image of the Creator does the sun preserve? what the moon? what the rest of the stars?—having bodies inanimate and material, and merely translucent, wherein there is nowhere intellect, nor movements of deliberate choice, nor freedom of self-determination; rather, they are slaves of the necessity laid upon them, according to which they revolve unvaryingly ever round the same courses)—man, therefore, though advanced in honours above these things, did not understand, but forsaking the following of God and the being made like unto Him Who created him, having become a slave of the passions of the flesh, He was compared unto the senseless
Notes, col. 449

On the reading

Printed ηγοριας, for ηγορίας.

Printed ἐνσημηναμενοι, for ἐνσημηνάμενοι.

Printed εικόνα, for εἰκόνα.

PG 29:452Read from the page
τοις, καὶ ὡμοιώθη αὐτοῖς· νῦν μὲν ὡς ἵππος θηλυμανὴς χρεμετίζων ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ· νῦν δὲ ὡς λύκος ἅρπαξ ἐφεδρεύων τοῖς ἀλλοτρίοις· ἄλλοτε δὲ διὰ τοῦ πρὸς τὸν ἀδελφὸν δόλου τῇ πανουργίᾳ τῆς ἀλώπεκος εἰκαζόμενος. Ὑπερβολὴ δὲ τῆς ἀνοίας καὶ τῆς κτηνώδους ἀλογίας τῷ ὄντι μήτε τῆς ἐξ ἀρχῆς ἑαυτοῦ κατασκευῆς ἐπαισθάνεσθαι, δημιουργηθέντα κατ' εἰκόνα τοῦ κτίσαντος, μήτε τὰς τηλικαύτας ὑπὲρ αὐτοῦ γενομένας οἰκονομίας νοεῖν βούλεσθαι, καὶ ἀπ' ἐκείνων γοῦν ἑαυτοῦ γνωρίζειν τὸ τίμιον· ἀλλ' ἀμνημονεῖν, ὅτι ἀποβαλὼν τὴν εἰκόνα τοῦ ἐπουρανίου, ἀνέλαβε τὴν εἰκόνα τοῦ χοϊκοῦ. Καὶ ἵνα μὴ ἐναπομείνῃ τῆ ἁμαρτίᾳ, δι' αὐτὸν Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐπὶ τοσοῦτον ἑαυτὸν ἐταπείνωσεν, ὥστε γενέσθαι Ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Εἰ μὴ τῆς πρώτης σεαυτοῦ γενέσεως μέμνησαι, ἐκ τῆς καταβληθείσης ὑπὲρ σοῦ τιμῆς λάβε τοῦ ἀξιώματος ἔννοιαν· ἀπόβλεψόν σου πρὸς τὸ ἀντάλλαγμα, καὶ γνῶθι σεαυτοῦ τὴν ἀξίαν. Τῷ πολυτιμήτῳ αἵματι τοῦ Χριστοῦ ἠγοράσθης· μὴ γίνου δοῦλος τῆς ἁμαρτίας. Σύνες σεαυτοῦ τῆς τιμῆς, ἵνα μὴ παρεικασθῇς τοῖς ἀνοήτοις κτήνεσιν. Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς. Ὁ οἰκονομῶν τὰ ἡμέτερα Θεὸς ἐμποδίζει ἡμῖν διὰ τῆς κακίας βαδίζουσιν, προσκόμματα ἡμῖν καὶ κωλύματα τιθεὶς, ἵνα, ἀποστάντες τῆς κατὰ ἀλογίαν ζωῆς, μετὰ ταῦτα ἐν τῷ στόματι ἡμῶν εὐδοκήσωμεν, καρδίᾳ μὲν πιστευσάντων εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογησάντων εἰς σωτηρίαν. Ἐδίωκε Παῦλος, ἐπόρθει τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ἐνῆκεν αὐτοῦ τὸν δρόμον τὸν ἐπὶ τὴν πονηρίαν· μετὰ ταῦτα ἐν τῷ στόματι αὐτοῦ εὐδόκησε, καταγγέλλων ἐν ταῖς συναγωγαῖς, Ὅτι οὗτός ἐστιν ὁ Χριστός.
ones, and was made like to them: now indeed like a mare-mad stallion neighing after his neighbour's wife; now like a ravening wolf lying in ambush for what belongs to others; and at another time through guile towards his brother likened to the cunning of the fox. And it is in truth an excess of folly and of beastly senselessness neither to perceive his own framing from the beginning, having been fashioned according to the image of Him Who created him, nor to be willing to understand such great dispensations brought to pass on his behalf, and from those at least to recognize his own preciousness; rather, he is unmindful that, having cast away the image of the heavenly, he took up the image of the earthy. And so that he might not remain in sin, on his account The Word became flesh, and dwelt among us, and humbled Himself to such a degree as to become Obedient unto death, even the death of the cross. If you do not remember your first birth, take a notion of your dignity from the price paid down on your behalf; look towards the ransom given for you, and know your own worth. With the all-precious blood of Christ you were bought; do not become a slave of sin. Understand your own honour, so that you may not be compared to the senseless beasts. This way of theirs is a stumbling-block to them. God, Who orders our affairs, hinders us as we walk through wickedness, placing stumbling-blocks and hindrances in our way, so that, having departed from the life lived according to unreason, afterwards we may take pleasure in our mouth, having believed with the heart unto righteousness, and having confessed with the mouth unto salvation. Paul persecuted, he was ravaging the Church of Christ, he urged on his course towards wickedness; afterwards he took pleasure in his mouth, proclaiming in the synagogues, That this is the Christ.
9. Ὡς πρόβατα ἐν ἅδῃ ἔθετο, θάνατος ποιμανεῖ αὐτούς. Τοὺς δὲ κτηνώδεις καὶ παρασυμβληθέντας τοῖς κτήνεσι τοῖς ἀνοήτοις, ὡς πρόβατα οὔτε σύνεσιν ἔχοντα, οὔτε τὴν πρὸς τὸ ἀμύνασθαι δύναμιν, ὁ διαρπάζων εἰς τὴν αἰχμαλωσίαν, ἐχθρὸς ὢν, ἤδη κατέβαλεν εἰς τὸ ἴδιον αὐτοῦ ὀχύρωμα, καὶ παρέδωκε τῷ θανάτῳ ποιμαίνειν. Ἐποίμαινε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι τῆς κατὰ Μωϋσέα πολιτείας, ἕως οὗ ἦλθεν ὁ ἀληθινὸς ποιμὴν, ὁ θεὶς τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων, καὶ οὕτως ἑαυτῷ συναναστήσας καὶ ἐξαγαγὼν ἐκ τῆς
9. As sheep in Hades he placed them, death shall shepherd them. Those who are beastly and have been compared to the senseless beasts, like sheep having neither understanding nor the power to defend themselves, he who snatches them away into captivity, being an enemy, has already cast into his own stronghold, and handed over to death to shepherd. For death shepherded from Adam until the polity under Moses, until the true Shepherd came, Who laid down His own soul on behalf of the sheep, and thus having raised them up together with Himself and led them out of the
Notes, col. 452

On the reading

Printed τῆ, for τῇ.

Printed ἅδῃ, for ᾅδῃ.

PG 29:453Read from the page
φυλακῆς τοῦ ᾅδου εἰς τὴν τῆς ἀναστάσεως πρωΐαν, παρέδωκε τοῖς εὐθέσι, τουτέστι, τοῖς ἁγίοις αὐτοῦ ἀγγέλοις, εἰς τὸ ποιμαίνειν αὐτούς. Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. Ἑκάστῳ γὰρ τῶν πιστῶν ἐστιν ἄγγελος παρεζευγμένος, ἄξιος τοῦ βλέπειν τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Οὗτοι οὖν οἱ εὐθεῖς κατακυριεύσουσιν αὐτῶν ἐκ τῆς πικροτάτης δουλείας ἐλευθερωθέντων, καὶ κατακυριεύσουσι τῶν γενομένων ἐν τῇ πρωΐᾳ, τουτέστι, τῶν ὑπελθόντων τὴν ἀνατολὴν τοῦ φωτός. Θέασαι πάντα τὸν εἰρμὸν τῶν γραφικῶν ῥημάτων. Ἄνθρωπος, ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις. Ὁ διὰ μὲν τὴν κατασκευὴν ἔχων τὸ τίμιον, διὰ δὲ τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ἁμαρτίαν οὐκ αἰσθανόμενος ἑαυτοῦ, οὗτος παρασυνεβλήθη τοῖς κτήνεσιν. Εἶτα διὰ τὸ ἀλλοτριῶσαι ἑαυτὸν τοῦ Θεοῦ λόγου, γενόμενον ἄλογον, ὡς πρόβατον ἀποίμαντον ὁ ἐχθρὸς διαρπάσας ἐν τῷ ᾅδῃ ἔθετο, καὶ παρέδωκε τῷ θανάτῳ ποιμαίνειν. Διὰ τοῦτο ὁ ἐκεῖθεν ῥυσθεὶς, καὶ τοῦ πονηροῦ ποιμένος ἀπαλλαγεὶς, λέγει τὸ, Κύριος ποιμαίνει με. Καὶ οὐκέτι θάνατος, ἀλλὰ ζωή· οὐκέτι πτῶσις, ἀλλ' ἀνάστασις· οὐκέτι τὸ ψεῦδος, ἀλλ' ἡ ἀλήθεια. Καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ἅδῃ. Ἤτοι περὶ τοῦ θανάτου λέγει, τοῦ μὴ δυνηθέντος μετὰ πάσης αὐτοῦ τῆς βοηθείας ἀντισχέσθαι τῶν ὑπ' αὐτοῦ ποιμαινομένων διὰ τὸν καταλύοντα τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου· ὧν πᾶσα ἡ βοήθεια παλαιὰ καὶ ἀσθενής. Καὶ τότε ἐξελεγχθήσεται ἡ βοήθεια τῶν ἀνθρώπων τῶν ἠπατημένων τῇ διανοίᾳ, τῷ πλούτῳ, καὶ δόξῃ, καὶ δυναστείᾳ μέγα φρονούντων. Ἐν τῷ ἅδῃ παλαιωθήσεται, ἐλεγχομένης αὐτῶν τῆς ἀσθενείας. Ἢ μήποτε ἡ βοήθεια τῶν δικαίων τῶν λυτρωθέντων παρὰ Κυρίου παραταθήσεται ἐν τῷ ᾅδῃ. Οὔπω γὰρ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν οἱ προειληφότες. Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ἅδου, ὅταν λαμ-
prison of Hades unto the morning of the resurrection, handed them over to the upright, that is, to His holy angels, to shepherd them. And the upright shall have dominion over them in the morning. For to each of the faithful an angel is yoked beside him, worthy to behold the Father Who is in the heavens. These upright ones, therefore, shall have dominion over them once they have been set free from the most bitter slavery, and shall have dominion over those who have come to be in the morning, that is, those who have entered beneath the rising of the light. Behold the whole sequence of the scriptural words. Man, being in honour, did not understand; he was compared to the senseless beasts. He who on account of his framing possesses what is precious, yet on account of the sin indwelling in him has no perception of himself, this man was compared to the beasts. Then, on account of having alienated himself from the word of God, having become irrational, like an unshepherded sheep the enemy snatched him away and placed him in Hades, and handed him over to death to shepherd. Therefore he who has been rescued from there, and set free from the evil shepherd, says, The Lord shepherds me. And no longer death, but life; no longer a fall, but resurrection; no longer falsehood, but the truth. And their help shall grow old in Hades. Either it speaks concerning death, which with all its help was unable to hold fast those shepherded by it on account of Him Who destroys him who holds the power of death; all whose help is old and weak. And then shall be exposed the help of men who are deceived in mind, thinking big on account of wealth, and glory, and power. In Hades it shall grow old, as their weakness is exposed. Or perhaps the help from the Lord for the righteous who have been redeemed shall be prolonged in Hades. For they did not yet receive the promises, since God foresaw something better concerning us, so that without us those who went before might not be made perfect. Nevertheless God will redeem my soul from the hand of Hades, when He
10. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Μὴ φοβοῦ, φησὶν, ὅταν πλουτήσῃ ἄνθρωπος. Ἀναγκαῖον καὶ τοῦτο τὸ κήρυγμα τοῖς τὴν οἰκουμένην κατοικοῦσι, τοῖς τε γηγενέσι καὶ τοῖς υἱοῖς τῶν ἀνθρώπων, πλουσίοις τε ὁμοῦ καὶ πένησι. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ὅταν ἴδῃς, φησὶν, ἄδικον μὲν πλουτοῦντα, δίκαιον δὲ πενόμενον, μὴ φοβηθῇς κατὰ σεαυτόν· μὴ πτοηθῇς τῇ διανοίᾳ, ὡς ἄρα
10. Do not fear when a man grows rich, or when the glory of his house is multiplied. Do not fear, it says, when a man grows rich. Necessary also is this proclamation for those who inhabit the inhabited world, both the earthborn and the sons of men, rich and poor alike. Do not fear when a man grows rich. Whenever you see, he says, an unjust man growing rich, and a righteous man in poverty, do not fear within yourself; do not be dismayed in your mind, thinking that after all
Notes, col. 453

On the reading

Printed ἅδῃ, for ᾅδῃ.

Printed ἅδου, for ᾅδου.

PG 29:456Read from the page
οὐδαμοῦ ἔστι πρόνοια Θεοῦ ἐπισκοποῦσα τὰ ἀνθρώπινα· ἢ ἔστι μέν που τάχα ἡ θεία ἐπισκοπὴ, οὐ μὴν καὶ πρὸς τὸν περίγειον τόπον φθάνει, ὥστε καὶ τὰ ἡμέτερα ἐφορᾷν. Εἰ γὰρ πρόνοια ἦν, ἑκάστῳ μερίζουσα τὰ οἰκεῖα, ὥστε πλουτεῖν μὲν τοὺς δικαίους, τοὺς ἐπισταμένους τῷ πλούτῳ χρήσασθαι, πένεσθαι δὲ τοὺς πονηροὺς τοὺς ἔχοντας ὄργανον τῆς οἰκείας πονηρίας τὸν πλοῦτον. Ἐπεὶ οὖν πολλοί εἰσιν ἐν τοῖς ἔθνεσι καὶ τοῖς γηγενέσιν οἱ τὰ τοιαῦτα φρονοῦντες, καὶ διὰ τὴν φαινομένην ἀνωμαλίαν τοῦ ἐπιμερισμοῦ τῶν βιωτικῶν πραγμάτων ἀπρονόητον εἶναι τὸν κόσμον ὑπολαμβάνοντες· τούτοις διαλέγεται ὁ λόγος, καταστέλλων αὐτῶν τὴν ἀπαίδευτον κίνησιν· οὓς καὶ ἐν προοιμίοις ἐπὶ τὴν ἀκρόασιν τῶν διδαγμάτων ἐκάλει. Ἤ που καὶ πρὸς μόνον ἰδίως τὸ πρόσωπον τοῦ πένητος ἀποτείνεται λέγων· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Οὗτοι γὰρ καὶ μάλιστα παραμυθίας δέονται πρὸς τὸ μὴ ὑποπτήσσειν τοὺς ὑπερέχοντας. Οὐδὲν γὰρ, φησὶν, ὄφελος τῷ πλουσίῳ ἀποθνήσκοντι, μὴ δυναμένῳ λαβεῖν τὸν πλοῦτον σὺν ἑαυτῷ· ὅς γε τοσοῦτον ἀπὸ τῆς ἀπολαύσεως ἐκέρδαινε μόνον, ὅσον τὴν ψυχὴν αὐτοῦ ἐν τῇ ζωῇ ταύτῃ παρὰ τῶν κολάκων μακαρισθῆναι. Ἐν δὲ τῷ ἀποθνήσκειν, οὐ λήψεται, φησὶ, πᾶσαν ταύτην τὴν περιβολήν· μόλις ἔνδυμα λήψεται καλῦπτον αὐτοῦ τὰ ἀσχήμονα· καὶ τοῦτο, ἐὰν δόξῃ τῶν οἰκετῶν τοῖς περιστέλλουσιν. Ἀγαπητὸν αὐτῷ γῆς ὀλίγης λαχεῖν· καὶ ταύτης δι' οἶκτον διδομένης αὐτῷ παρὰ τῶν κηδευόντων, οἵτινες αὐτῷ παρέχονται ταῦτα αἰδοῖ τῆς κοινῆς καὶ ἀνθρωπίνης φύσεως, οὐκ αὐτῷ χαριζόμενοι, ἀλλὰ τιμῶντες τὴν ἀνθρωπότητα. Μὴ μικροψύχει οὖν περὶ τὰ παρόντα, ἀλλὰ ἀνάμενε τὴν μακαρίαν ἐκείνην ζωὴν καὶ ἀπέραντον. Ὄψει γὰρ τότε, ὅτι πρὸς καλοῦ γίνεται τῷ δικαίῳ ἡ πενία, καὶ ἡ ἀδοξία, καὶ ἡ στέρησις τῆς τρυφῆς. Καὶ μὴ ταραχθῇς νῦν ἐπὶ τοῖς νομιζομένοις ἀγαθοῖς, ὡς ἀδίκως μεριζομένοις. Ἀκούσῃ γὰρ πῶς τῷ μὲν πλουσίῳ λεχθήσεται· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· τῷ δὲ πένητι, ὅτι ἀπέχει τὰ κακὰ ἐν τῇ ζωῇ αὐτοῦ. Διόπερ ἀκολούθως ὁ μὲν παρακαλεῖται, ὁ δὲ ὀδυνᾶται. Ἐξομολογήσεται σοι, ὅταν ἀγαθύνῃς αὐτῷ. Περὶ τοῦ χοϊκοῦ ἀνθρώπου καὶ ἀγαθὰ νομίζοντος εἶναι μόνα τὰ τοῦ βίου τούτου προτερήματα, πλοῦτον, καὶ ὑγίειαν, καὶ δυναστείαν, περὶ τούτου φησὶν, ὅτι ἐξομολογήσεται τῷ Θεῷ, ὅταν ἀγαθύνηται· ἐν δὲ τοῖς περιστατικοῖς πᾶσαν ἀφίησι δυσφημίαν. Καταλιπὼν γὰρ τὸν πένητα, πρὸς τὸν Θεὸν ἤδη ποιεῖται τὸν λόγον· ἐν κατηγορίᾳ τῇ τοῦ πλούτου παραλαμβάνων καὶ τὸ ἐν τῇ εὐθηνίᾳ
nowhere is there a providence of God overseeing human affairs; or that perhaps divine oversight does exist somewhere, yet does not reach even to the earthly region, so as to watch over our affairs as well. For if there were providence, apportioning to each what belongs to him, then the righteous, who know how to make use of wealth, would be rich, while the wicked, who hold wealth as an instrument of their own wickedness, would be poor. Since, then, there are many among the nations and the earthborn who think such things, and on account of the apparent unevenness in the distribution of the things of life suppose the world to be ungoverned by providence, the word addresses itself to these, checking their uninstructed impulse; whom even in the opening words it called to the hearing of its teachings. Or perhaps also it directs itself specifically to the person of the poor man alone, saying: Do not fear when a man grows rich. For these above all stand in need of consolation, so as not to cower before those who surpass them. For there is no profit, it says, to the rich man when he dies, since he is unable to take his wealth with himself; seeing that he gained from his enjoyment only so much as to have his soul called blessed in this life by flatterers. Yet in dying he will not take, it says, all this array; scarcely will he receive a garment covering his unseemliness, and even this if it seems good to those of his household servants who lay him out. He must be content to obtain a little earth, and even this given to him out of pity by those who bury him, who render these things to him out of reverence for our common and human nature, not doing him a favour, but honouring humanity. Do not, then, be faint-hearted concerning present things, but await that blessed and boundless life. For you will see then that poverty turns out for good to the righteous man, and obscurity, and the deprivation of luxury. And do not be troubled now over the things supposed to be good, as though they were unjustly apportioned. For you will hear how to the rich man it will be said: You received your good things in your life; and of the poor man, that he received bad things in his life. Wherefore accordingly the one is comforted, and the other is in anguish. He will confess to Thee, when Thou doest good to him. Concerning the earthy man who supposes that the advantages of this life alone are good things, wealth, and health, and power, concerning this man it says that he will confess to God when he is prospered; whereas in adverse circumstances he utters every blasphemy. For leaving aside the poor man, he now directs his speech to God, including in his indictment of wealth also the fact that in prosperity
Notes, col. 456

On the reading

Printed καλῦπτον, for καλύπτον.

Printed Ἐξομολογήσεται σοι, for Ἐξομολογήσεταί σοι.

PG 29:457Read from the page
μόνῃ εὐχαριστεῖν τῷ Θεῷ, σκυθρωποτέρων δέ τινων περιστάντων, μηκέτι τὸν αὐτὸν διαμένειν. Τοιοῦτον γάρ ἐστι καὶ τὸ τοῦ διαβόλου εἰς κατηγορίαν προσφερόμενον τῷ Ἰὼβ, ὅτι οὐ δωρεὰν σέβεται Ἰὼβ τὸν Κύριον, ἀλλὰ μισθὸν ἔχει τῆς εὐσεβείας τὸν πλοῦτον, καὶ τὰ λοιπά. Διὸ καὶ εἰς ἀπόδειξιν τῆς τοῦ ἀνδρὸς ἀρετῆς ἐγύμνωσεν αὐτὸν ὁ Θεὸς ὧν εἶχεν, ἵνα διὰ πάντων διαφανῇ τὸ πρὸς Θεὸν εὐχάριστον τοῦ ἀνθρώπου.
alone does he give thanks to God, while when gloomier things come round, he no longer remains the same. For such also is that which is brought forward by the devil in accusation against Job, that Job does not worship the Lord for nothing, but has wealth as the wage of his piety, and the rest. Wherefore also, for a demonstration of the man's virtue, God stripped him of what he had, so that through all things the man's thankfulness towards God might shine forth.
11. Εἰσελεύσῃ ἕως γενεᾶς πατέρων αὐτοῦ. Οἶμαι λέγειν περὶ τοῦ ἁμαρτωλοῦ, ὅτι τοσοῦτον ἐπιγινώσκει Θεὸν, ὅσον ἡ τῶν πατέρων αὐτοῦ συνήθεια παραδέδωκε· τῇ δὲ οἰκείᾳ τοῦ φρονεῖν δυνάμει οὐδὲν πλέον προσκτᾶται, οὐδὲ προστίθησιν ἑαυτῷ εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Τοσοῦτον οὖν, φησὶ, παραγίνῃ σὺ, ὁ Θεὸς, καὶ τοσαύτη ἐστὶν ἐν αὐτῷ ἡ περὶ σοῦ ἔννοια, ὅση ἐν τῇ γενεᾷ τῶν πατέρων αὐτοῦ ὑπῆρχε. Καὶ ἐνταῦθα τὸ ἀργὸν πολὺ τῆς διανοίας καὶ ὅλον γήϊνον καὶ φιλόσαρκον τοῦ ἐν πλούτῳ καὶ τρυφῇ κυλιομένου παρίστησι, καὶ τοῦ ὑπὲρ τῶν βιωτικῶν μεριμνῶν καταπεπνιγμένον τὸν νοῦν ἔχοντος. Διὰ τοῦτο ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Οἱ γὰρ τυφλοῖς διδασκάλοις τὴν ὁδηγίαν ἑαυτῶν ἐπιτρέψαντες ἐστέρησαν ἑαυτοὺς τῆς τοῦ φωτὸς ἀπολαύσεως. Ἔχει δὲ καί τινα τοιοῦτον νοῦν τὸ, Εἰσελεύσῃ ἕως γενεᾶς πατέρων αὐτοῦ. Τουτέστι, τοὺς ἐν πονηρῷ βίῳ καὶ δόγμασι πατρίοις μὲν, ἀλλοτρίως δὲ ἔχουσι πρὸς τὴν εὐσέβειαν, καταληφθέντας, οὐκ αὐτοὺς ἐκδικεῖς μόνον, ἀλλὰ καὶ τοὺς ἀρχηγοὺς τῶν μοχθηρῶν διδαγμάτων ἐπιζητεῖς. Καὶ τοῦτό ἐστι τὸ λεγόμενον· Εἰσελεύσῃ ἕως γενεᾶς πατέρων αὐτοῦ. Οὐ γὰρ μόνον ὁ πονηρὰς ἔχων περὶ Θεοῦ ἐννοίας ὑπαίτιος, ἀλλὰ καὶ ὁ τούτων πρὸς τὴν ἀπώλειαν ταύτην καθηγησάμενος. Τοιοῦτοι δὲ οἱ καὶ τὴν προγόνων κακίαν διαδεξάμενοι, καὶ δυσέκνιπτον ἔχοντες, διὰ τὸ χρονίῳ ἔθει βεβαιωθῆναι. Ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Πέμπονται γὰρ Εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ἐδόντων· καὶ τοῦτο κατὰ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ ὑπομένουσιν, ἐπειδὴ ἐν τῷ βίῳ τούτῳ, διὰ τοῦ τὰ φαῦλα πράσσειν, ἐμίσουν τὸ φῶς. Ἄνθρωπος, ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Σχετλιαστικὴ ἡ φωνή. Ἄνθρωπος, ὁ βραχύ τι παρ' ἀγ-
11. Thou shalt enter even to the generation of his fathers. I think it says concerning the sinner that he knows God only so far as the custom of his fathers has handed down; whereas by his own power of thought he acquires nothing more, nor adds anything to himself unto the full knowledge of the truth. Only so far, then, it says, art Thou present, O God, and only so great is the notion concerning Thee in him, as existed in the generation of his fathers. And here it sets forth the great sloth of mind and altogether earthy and flesh-loving character of him who wallows in wealth and luxury, and has his mind choked over the cares of life. Therefore unto eternity he shall not see light. For those who have entrusted the guidance of themselves to blind teachers have deprived themselves of the enjoyment of the light. And the saying, Thou shalt enter even to the generation of his fathers, also has some such sense as this. That is, those overtaken in a wicked life and in doctrines ancestral indeed, yet alien to piety, Thou dost not punish alone, but Thou dost also seek out the ringleaders of the depraved teachings. And this is what is meant: Thou shalt enter even to the generation of his fathers. For not only is he who holds wicked notions concerning God culpable, but also he who led the way for these men towards this destruction. And such are those who have both inherited the wickedness of their forefathers and hold it hard to wash out, on account of its having been confirmed by long-standing habit. Unto eternity he shall not see light. For they are sent Into the outer darkness; there shall be weeping and gnashing of teeth; and this they undergo according to the righteous judgement of God, since in this life, through practising base things, they hated the light. Man, being in honour, did not understand; he was compared to the senseless beasts, and was made like to them. The utterance is one of lamentation. Man, who a little below the
Notes, col. 457

On the reading

Printed ἐδόντων, for ὀδόντων.