τιμὴν λυτρώσεως τῆς ψυχῆς ημῶν, τὸ ἅγιον καὶ πολυτίμητον αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃ ὑπὲρ ἡμῶν ἐξέχεε πάντων· διόπερ καὶ τιμῆς ἠγοράσθημεν. Εἰ οὖν ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ει δὲ ἄνθρωπος λυτρώσασθαι ἡμᾶς οὐ δύναται, ὁ λυτρωσάμενος ἡμᾶς οὐκ ἄνθρωπος. Μὴ οὖν, διὰ τὸ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐπιδεδημηκέναι ἡμῖν, ἄνθρωπον μόνον ὑπολάβῃς τὸν Κύριον ἡμῶν, τὴν τῆς θεότητος δύναμιν ἀγνοήσας· ὃς οὐ χρείαν ἔσχε δοῦναι τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, οὐδὲ τὴν ἰδίαν ἀπολυτρώσασθαι ψυχὴν, διότι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ἐξωνήσασθαι μὲν οὖν ἑαυτὸν οὐδεὶς ἱκανὸς, ἐὰν μὴ ἔλθῃ ὁ τὴν αιχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέφων, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, ὡς ἐν Ἠσαΐᾳ γέγραπται, ἀλλ' ἐν τῷ ἑαυτοῦ αἵματι. Οὗτος δὲ οὐχὶ ἀδελφοὺς ἡμᾶς ὄντας, ἀλλ' ἐχθροὺς ἡμᾶς γενομένους τοῖς παραπτώμασιν, οὔτε ἄνθρωπος ψιλὸς ὢν, ἀλλὰ Θεὸς, μετὰ τὴν ἐλευθερίαν ἣν χαρίζεται ἡμῖν, καὶ ἀδελφοὺς ἡμᾶς ἑαυτοῦ προσαγορεύει. Ἀπαγγελῶ γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ὁ οὖν λυτρωσάμενος ἡμᾶς, ἐὰν μὲν τὴν φύσιν αὐτοῦ σκοπῇς, οὔτε ἀδελφὸς, οὔτε ἄνθρωπος· ἐὰν δὲ τὴν ἐκ χάριτος αὐτοῦ πρὸς ἡμᾶς συγκατάβασιν, καὶ ἀδελφοὺς ἡμᾶς ὀνομάζει, καὶ πρὸς τὸν ἀνθρώπινον καταβαίνει, ὃς Οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, ἀλλὰ τοῦ κόσμου παντός. Οὐ γὰρ ἱλασμοῦ δεῖται, ἀλλ' αὐτός ἐστιν ἱλαστήριον. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεὺς ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οι ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν προσφέρειν θυσίας, ἔπειτα τῶν τοῦ λαοῦ ἀγνοημάτων. Εἶτά φησι· Καὶ ἐκοπίασεν εις τὸν αἰῶνα, καὶ ζήσε-
the price of redemption of our soul, the holy and surpassingly precious blood of our Lord Jesus Christ, which He poured out on behalf of us all; wherefore also we were bought with a price. If, then, a brother does not redeem, shall a man redeem? And if a man cannot redeem us, He Who redeemed us is not a mere man. Do not, therefore, on account of His having sojourned among us in the likeness of sinful flesh, suppose our Lord to be a man only, ignoring the power of His deity; Who had no need to give unto God a propitiation for Himself, nor to redeem His own soul, because He committed no sin, neither was guile found in His mouth. No one, indeed, is sufficient to buy himself out, unless He comes Who turns back the captivity of His people, not with ransoms, nor with gifts, as it is written in Isaiah, but with His own blood. And He, though we were not brothers, but had become enemies through our trespasses, and being Himself not a mere man, but God, after the freedom which He graciously bestows upon us, calls us also His own brothers. For I will declare, He says, Thy name unto My brothers. He Who redeemed us, therefore, if on the one hand you consider His nature, is neither brother nor man; yet if on the other hand you consider His condescension out of grace towards us, He both names us brothers and descends to our human condition, He Who Shall not give unto God a propitiation for Himself, but for the whole world. For He has no need of propitiation, but is Himself the propitiation. For such a high priest befitted us: holy, guileless, undefiled, separated from sinners, and made higher than the heavens; Who has no necessity daily, as those high priests, to offer up sacrifices first for his own sins, and then for the ignorances of the people. Then he says: And he laboured unto eternity, and shall live
5. Ὅς οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας (οὐ δώσει γὰρ τὸν ὅσιον αὐτοῦ ὁ Πατὴρ ἰδεῖν διαφθορὰν), ὅταν οἱ τὴν καταργουμένην σοφίαν αὐχοῦντες ἀποθνήσκωσιν. Εἰ δὲ βούλει καὶ ἐπὶ ἀνθρώπων δικαίων λαβεῖν τὰ εἰρημένα, μνήσθητι τοῦ Ἰὼβ λέγοντος· Ἄνθρωπος γεννᾶται κόπῳ· καὶ πάλιν τοῦ Ἀποστόλου, ὅτι Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· καὶ τὸ, Ἐν κόποις περισσοτέρως. Ὁ οὖν κοπιάσας ἐν τῷ αἰῶνι τούτῳ, οὗτος ζήσεται εἰς τέλος· ὁ δὲ ἐν τρυφῇ καὶ πάσῃ ἐκλύσει διάγων, διὰ τὸ ἁβροδίαιτον πορφύραν καὶ βύσσον ἐνδυόμενος, καὶ εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς, καὶ φεύγων τοὺς ὑπὲρ τῆς ἀρετῆς καμάτους, οὔτε ἐκοπίασεν ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ζήσεται ἐν τῷ μέλλοντι, ἀλλὰ μακρὰν ὄψεται τὴν ζωὴν, βασανιζόμενος ἐν τῇ φλογὶ τῆς καμίνου. Ὁ δὲ μυρίοις τοῖς
5. Who shall not see corruption, when he sees wise men dying (for the Father will not suffer His Holy One to see corruption), when those who vaunt the wisdom that is being brought to naught die. And if you wish to take what has been said with reference to righteous men as well, remember Job when he says: Man is born unto toil; and again the Apostle, that I laboured more abundantly than they all; and the saying, In labours more abundantly. He, therefore, who has laboured in this age, that man shall live unto the end; whereas he who passes his life in luxury and every sort of laxity, clothing himself in purple and fine linen by reason of his dainty living, and making merry every day in splendour, and fleeing the toils undertaken on behalf of virtue, neither laboured in this age, nor shall live in the age to come, but shall behold life from afar, while being tormented in the flame of the furnace. Yet he who in countless