Migne Reading Room

PG 29 · cols. 460–469 · Read from the page

Homilies on the Psalms (the rest)

Homilies on the Psalms (the rest)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:460Read from the page
γέλους ἐλαττωθεὶς, περὶ οὗ καὶ ὁ Σολομών φησι· Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων· οὗτος διὰ τὸ μὴ αἰσθανθῆναι τοῦ οἰκείου ἀξιώματος, ἀλλ'
angels was made lower, concerning whom Solomon also says: A great thing is man, and a precious thing is a merciful man; this man, on account of not perceiving his own dignity, but
ΕΙΣ ΤΟΝ ΝΘʹ ΨΑΛΜΟΝ.
On the Fifty-Ninth Psalm.
1. Πρὸς τὸ πρόθυμον ἀφορῶντα τῆς ὑμετέρας ἀκοῆς, καὶ τὸ τῆς ἐμαυτοῦ δυνάμεως ἀσθενὲς, ὑπῆλθέ μέ τις εἰκὼν παιδίου νεανικωτέρου λοιπὸν, οὔπω μέντοι ἀπογεγαλακτισμένου, διοχλοῦντος δὲ τὴν μητρῴαν θηλὴν ὑπ' ἀῤῥωστίας κατεψυγμένην· ᾧ κἂν αἰσθάνηται ἡ μήτηρ ξηρὰς ἔχουσα τὰς πηγὰς τοῦ γάλακτος, ἑλκομένη καὶ σπαρασσομένη παρ' αὐτοῦ τὸν μαζὸν ἐπιδίδωσιν· οὐχ ἵνα θρέψῃ τὸ νήπιον, ἀλλ' ἵνα παύσῃ κλαυθμυριζόμενον. Καὶ τοίνυν εἰ καὶ τὰ ἡμέτερα κατεξηραμμένα τῇ μακρᾷ ταύτῃ καὶ ποικίλῃ τοῦ σώματος ἀῤῥωστίᾳ, ὅμως πρόκειται ὑμῖν, οὐκ ἀπόλαυσιν ἀξιόλογον, ἀλλὰ πληροφορίαν τινὰ παρεχόμενα, διότι τῆς ἀγάπης ὑμῶν τὸ ὑπερβάλλον ἀρκεῖται καὶ μόνῃ τῇ φωνῇ τὸν ἐφ' ἡμῖν πόθον καταπραῧναι. Προσειρήσθω τοίνυν ἡ τοῦ Θεοῦ Ἐκκλησία, καὶ διδασκέσθω λέγειν ὅπερ ἀρτίως ἐλέγομεν· Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. Ὥστε τάχα οὐδὲ τὸ προφασίζεσθαι ἀῤῥωστίαν ἡμῖν ἡ τοῦ ψαλμοῦ διάνοια συγχωρεῖ, εἴπερ ἡ θλίψις βοηθείας πρόξενος, ἀλλ' οὐκ ἀσθενείας ἐστὶν ἀφορμή. Τοῖς οὖν ἀπωσμένοις διὰ τὰς ἁμαρτίας, εἶτα διὰ φιλανθρωπίαν Θεοῦ πάλιν προσδεχθεῖσιν εὔκαιρον λέγειν· Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς· ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς. Μᾶλλον δὲ, ἐπειδὴ εἰς ἀκολουθίαν ὁ λόγος τῆς τοῦ ψαλμοῦ διανοίας ἐνέπεσε, δεῦρο μετρίως ἁψώμεθα αὐτοῦ τῆς ἐξηγήσεως.
1. Looking towards the eagerness of your hearing, and the weakness of my own strength, there came upon me a certain image of a young child now somewhat grown, yet not yet weaned, pestering its mother's nipple chilled by infirmity; to whom, even though the mother perceives that she has the springs of her milk dry, being tugged and torn at by it she offers her breast, not in order that she may nourish the infant, but in order that she may stop it from whimpering. And accordingly, even though our own powers have been dried up by this long and varied infirmity of the body, nevertheless they are set before you, affording not any notable enjoyment, but a certain assurance, inasmuch as the surpassing greatness of your love is content even by our voice alone to soothe your longing for us. Let the Church of God, therefore, be greeted, and let her be taught to say just what we were saying a moment ago: Give us help out of affliction, and vain is the salvation of man. So that perhaps the thought of the psalm does not even allow us to plead infirmity as an excuse, if indeed affliction is a procurer of help, and not an occasion of weakness. For those, therefore, who have been cast off on account of their sins, and then through the loving-kindness of God have been received back again, it is seasonable to say: O God, Thou hast cast us off, and hast pulled us down; Thou wast wrathful, and hast had compassion on us. Or rather, since our discourse has fallen into sequence with the thought of the psalm, come, let us touch moderately upon its exposition.
2. Ἡ ἱστορία τοῦ προκειμένου ψαλμοῦ αὐτολεξεὶ μὲν, κατὰ τὴν ἐπιγραφήν, οὐδέπω καὶ νῦν εὕρηταί που κειμένη τῶν θεοπνεύστων ἱστοριῶν· τὰ μέντοι ἰσοδυναμοῦντα αὐτῇ τοῖς φιλοπόνως ἐρευνῶσιν ἐν τῇ δευτέρᾳ βίβλῳ τῶν Βασιλειῶν εὑρεθήσεται, ἐν ᾗ γέγραπται· Καὶ ἐπάταξε Δαβὶδ τὸν Ἀδραζὰρ υἱὸν Ῥαὰβ, βασιλέα Σωβᾶ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην. Καὶ προκατελάβετο Δαβὶδ τῶν αὐτοῦ χίλια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν. Καὶ παρέλυσε Δαβὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελείπετο ἐξ αὐτῶν ἑκα-
2. The history of the psalm set before us, word for word according to the superscription, has never even to this day been found standing anywhere in the divinely inspired histories; yet things equivalent to it will be found by those who search diligently in the second book of Reigns, in which it is written: And David struck down Adrazar son of Raab, king of Soba, as he went to set his hand upon the river Euphrates. And David captured from what was his a thousand chariots, and seven thousand horsemen, and twenty thousand foot soldiers. And David disabled all the chariots, and left behind of them a
PG 29:461Read from the page
τὸν ἅρματα. Καὶ μετὰ βραχέα λέγει· Καὶ ἐβασίλευσε Δαβὶδ ἐπὶ Ἰσραὴλ, καὶ ἦν Δαβὶδ ποιῶν κρίμα καὶ δικαιοσύνην, καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς. Καὶ μετ' ὀλίγα· Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Ῥοὼβ, καὶ τὴν Συρίαν Σωβᾶ εἴκοσι χιλιάδας ἀνδρῶν· καὶ εἶδεν Ἰωὰβ, ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, καὶ ἐπέλεξεν ἐκ πάντων τῶν υἱῶν Ἰσραὴλ, καὶ παρετάξαντο ἐξεναντίας Συρίας. Καὶ εἶδον οἱ δοῦλοι Ἀδραζὰρ, ὅτι ἔπταισαν ἀπέναντι Ἰσραὴλ, καὶ ηὐτομόλησαν ἐπὶ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐτοῖς. Ταύτῃ τῇ περικοπῇ τῆς ἱστορίας εὑρίσκομεν τὴν ἐπιγραφὴν τοῦ ψαλμοῦ συμβαίνουσαν· πλήν γε ὅτι ὁ χρόνος ἐστὶ τῆς στηλογραφίας ταύτης, καθ' ὃν λσμπρότατος ἑαυτοῦ καὶ περιφανέστατος ἦν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασιν ὁ Δαβίδ. Ὥστε ζητήσεως ἄξιον, πῶς ἀπὸ ὀδυρμῶν καὶ θρήνων ἄρχεται, δέον περιχαρῆ εἶναι καὶ εὔθυμον ἐπὶ τοῖς κατορθώμασιν. Ἄλλαι γὰρ ἑορταζόντων φωναὶ, καὶ ἄλλαι σκυθρωπαζόντων. Ἐπινίκια δὲ ἑορτῆς ὑπόθεσις πανδήμου, οὐ στρατιώταις μόνον, ἀλλὰ καὶ γεωργοῖς, καὶ ἐμπόροις, καὶ χειροτέχναις, καὶ πᾶσι τοῖς μετέχουσι τῶν ἀγαθῶν τῆς εἰρήνης. Πῶς οὖν, Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς; Καὶ μὴν προσελάβετο τοὺς νενικηκότας. Πῶς δὲ καθεῖλεν οὓς τοσοῦτον ηὔξησε, προσθεὶς αὐτοῖς ὅπλα, καὶ ἅρματα, καὶ ἵππους, καὶ ὑπηκόους καὶ χώραν ὑπόφορον, τὴν Ἀραβίαν πᾶσαν, τὴν Φοινικὴν, τὴν Μέσην τῶν ποταμῶν; Ἄξιον ἐπιστῆσαι, μή τινα ἀχαριστίαν ἔχει τὰ ῥήματα. Ὁ γὰρ ἀνελὼν μὲν πρότερον τὸν Ἀδραζὰρ βασιλέα Σωβᾶ, λαβὼν δὲ παρ' αὐτοῦ χίλια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιάδας πεζῶν, πάλιν δὲ τὸν Συρίας βασιλέα ἐπιβοηθοῦντα τῷ ἐπταικότι δουλωσάμενος, καὶ ὑπόφορον καταστήσας, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ εἴκοσι καὶ δύο χιλιάδας αὐτοῦ καταφονεύσας, καὶ τρίτην νίκην τοὺς υἱοὺς Ἀμμὼν νικήσας παραταξαμένους παρὰ τὴν θύραν τῆς πόλεως διὰ Ἰωὰβ τοῦ ἀρχιστρατήγου, ὃς διελὼν δίχα τὴν δύναμιν, τοῖς μὲν ἀπήντα κατὰ πρόσωπον, τοὺς δὲ κατὰ νότου περιελθὼν ἐχειρώσατο· πῶς ἐπὶ τοῖς τοιούτοις ἀνδραγαθήμασι στυγνὰ οὕτω καὶ κατηφῆ φθέγγεται, λέγων· Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς· ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς; Ἀλλ' ὁ μὲν καιρὸς τῆς στηλογραφίας οὗτος ἦν ὁ τῶν κατορθωμάτων· ἡ δὲ δύναμις τῶν γεγραμμένων εἰς τὸ τέλος ἔχει τὴν ἀναφοράν·
hundred chariots. And after a little it says: And David reigned over Israel, and David was executing judgement and righteousness, and Joab son of Saruia was over the army. And a little further on: And the sons of Ammon sent, and hired Syria of Rhoob, and Syria of Soba, twenty thousand men; and Joab saw that the front of the battle was set against him, and he chose out of all the sons of Israel, and they arrayed themselves opposite Syria. And the servants of Adrazar saw that they had been defeated before Israel, and they deserted to Israel, and served them. With this passage of the history we find the superscription of the psalm agreeing; except indeed that the time of this inscription on a pillar is that during which David was at his brightest and most illustrious in his brave deeds in war. So that it is worth inquiring how he begins from lamentations and dirges, when he ought to be overjoyed and cheerful over his successes. For of one kind are the voices of those keeping festival, and of another kind those of the gloomy. Victory songs are the theme of a festival of the whole people, not for soldiers only, but also for farmers, and merchants, and craftsmen, and all who share in the good things of peace. How then, O God, Thou hast cast us off, and hast pulled us down? And yet He had taken up the victors. And how did He pull down those whom He had so greatly increased, adding to them weapons, and chariots, and horses, and subjects and tributary territory, all Arabia, Phoenicia, Mesopotamia? It is worth attending to whether the words hold some ingratitude. For he who first slew Adrazar king of Soba, and took from him a thousand chariots, and seven thousand horsemen, and twenty thousand foot soldiers, and again enslaved the king of Syria when he came to the aid of him who had stumbled, and made him tributary, and in a single turn of the scale slaughtered twenty-two thousand of his men, and in a third victory conquered the sons of Ammon arrayed beside the gate of the city through Joab the commander-in-chief, who divided his force in two, and met some face to face, while others he went round from the south and subdued; how upon such brave deeds does he utter things so gloomy and downcast, saying: O God, Thou hast cast us off, and hast pulled us down; Thou wast wrathful, and hast had compassion on us? Yet the time of the inscription on a pillar was indeed this time of his successes; whereas the force of the things written has its reference to the end;
Notes, col. 461

On the reading

Printed λσμπρότατος, for λαμπρότατος.

PG 29:464Read from the page
τέλος δὲ λέγει τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐκβήσεσθαι μέλλον. Διὸ καὶ τοῖς ἀλλοιωθησομένοις γεγράφθαι φησὶ τὸν ψαλμόν. Ἔστι δὲ ἁπαξαπλῶς περὶ παντὸς τοῦ γένους τῶν ἀνθρώπων νοῆσαι, ὡς εἰς πάντας τῆς ἀπὸ τοῦ ψαλμοῦ διαβαινούσης ὠφελείας. Ἀλλοιούμενοι γὰρ καὶ ἀλλοιωθησόμενοι οἱ μήτε τὴν τοῦ σώματος ἕξιν τὴν αὐτὴν διασώζοντες, μήτε ἐπὶ τῆς γνώμης ἀεὶ τῆς αὐτῆς βεβηκότες, ἀλλὰ τὸ μὲν σῶμα κατὰ τὰς τῶν ἡλικιῶν μεταβολὰς ἀλλοιούμενοι, τὴν δὲ διάνοιαν πρὸς τὰς ποικιλίας τῶν συμπτωμάτων μετατιθέμενοι. Ἄλλοι μὲν γάρ ἐσμεν παῖδες, καὶ ἄλλοι ἔφηβοι, καὶ ἀνδρωθέντες ἕτεροι, καὶ ἀπογηράσαντες πάλιν παντελῶς ἀλλοιούμεθα. Καὶ ἄλλοι μὲν ἐν ταῖς φαιδροτέραις ἐσμὲν καταστάσεσι τῶν πραγμάτων· ἄλλοι δὲ ἐξ ἄλλων γινόμεθα τραχυτέρᾳ συντυχίᾳ καιρῶν κεχρημένοι· ἄλλοι νοσοῦντες, καὶ ἄλλοι εὐπαθοῦντες· ἄλλοι ἐν γάμοις, καὶ ἄλλοι ἐν πένθεσιν. Ἢ διὰ τὸ μὴ εἰρῆσθαι, Τοῖς ἀλλοιουμένοις, ἀλλὰ, Τοῖς ἀλλοιωθησομένοις, καὶ τὴν φωνὴν ἔνδειξιν ἔχειν προφητείας, τῷ εἰς τὸ μέλλον ἐκκεκλίσθαι τὸν χρόνον, ἀκολουθότερον ἐννοεῖν τοὺς ἀλλοιωθησομένους τοὺς μέλλοντας, τὴν πρὸς τὰ μάταια τῶν πατέρων συνήθειαν ἀφέντας, τῇ κατὰ τὸ Εὐαγγέλιον ἀκριβείᾳ κανονίζειν τὴν πολιτείαν. Οὐ τοίνυν τοῖς τότε Ἰουδαίοις ὁ ψαλμὸς γέγραπται, ἀλλ' ἡμῖν τοῖς ἀλλοιωθησομένοις, τοῖς τὴν πολυθεΐαν εἰς εὐσέβειαν διαμείβουσι, τὴν περὶ τὰ εἴδωλα πλάνην εἰς τὴν τοῦ ποιήσαντος ἡμᾶς ἐπίγνωσιν· τοῖς ἀντὶ ἡδονῆς παρανόμου σωφροσύνην ἔννομον αἱρουμένοις· ἀντὶ αὐλῶν, καὶ χορῶν, καὶ μέθης, ψαλμὸν, καὶ νηστείαν, καὶ προσευχὴν μεταλαμβάνουσιν. Ἡμῖν οὖν γεγράφθαι τὸν ψαλμὸν εἰπών τις, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας. Διὸ καὶ ἡμέτερά ἐστι τὰ θεῖα λόγια, καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὡς θεόπεμπτα δῶρα, καθ' ἕκαστον σύλλογον ὑπαναγινώσκεται, οἷόν τις τροφὴ ψυχῶν χορηγουμένη διὰ τοῦ Πνεύματος. Ἀλλὰ καὶ εἰς στηλογραφίαν γέγραπται ὁ ψαλμός· τουτέστι, μὴ πάρεργος ἔστω αὐτοῦ ἡ ἀκρόασις· μηδὲ, ὥσπερ τὰ ἐν τῇ εὐφθάρτῳ ὕλῃ γραφόμενα ταχὺν λαμβάνει τὸν ἀφανισμὸν, οὕτως ἐν τῇ σεαυτοῦ διανοίᾳ πρὸς ὀλίγον ἐγχαράξας τῇ μνήμῃ, εἶτα συγχωρήσῃς αὐτὰ συγχυθῆναι καὶ ἀφανισθῆναι· ἀλλ' ἔχε ἐνεστηλιτευμένα σου τῇ ψυχῇ· τουτέστιν ἀκίνητα καὶ πάγια εἰς πάντα τὸν χρόνον ἐνιδρυμένα τῇ μνήμῃ. Ἐὰν δὲ παρωθῆται ἡμᾶς ὁ Ἰουδαῖος ὡς ἀλλοτρίους τῶν γεγραμμένων, ἐκ τῶν γεγραμμένων αὐτὸν δυσωπήσωμεν· δηλοῦντες τὸ σύμμικτον τῆς κλήσεως· ὅπως τὰ διεστῶτα συνάγει, τὰ μακρὰν συγκαλεῖ, ἕνα ποιεῖ τοὺς πολλοὺς διὰ τῆς
and by the end it means that which is about to come to pass at the consummation of the ages. Wherefore also it says that the psalm was written for those who shall be changed. Now one may understand this quite simply concerning the whole race of men, since the benefit proceeding from the psalm passes through to all. For those who are being changed and who shall be changed are those who neither preserve the same state of body, nor stand fast always upon the same opinion, but as to the body are being changed according to the shifts of age, and as to the mind are being altered towards the varieties of circumstances. For we are one thing as children, and another as youths, and having grown to manhood we are different, and having grown old we are again altogether changed. And some of us are in the brighter conditions of affairs, while from being one thing we become another when we have experienced a rougher turn of seasons; some falling sick, and others faring well; some at weddings, and others in mourning. Or because it was not said, For those who are being changed, but, For those who shall be changed, and the expression holds an indication of prophecy, inasmuch as the tense has been bent towards the future, it is more consistent to understand by those who shall be changed those who were about, having left behind the custom of their fathers towards vain things, to regulate their way of life by the exactness that is according to the Gospel. Not, therefore, for the Jews of that time has the psalm been written, but for us who shall be changed, who exchange polytheism for piety, error concerning idols for the full knowledge of Him Who made us; who instead of lawless pleasure choose lawful temperance; instead of flutes, and dances, and drunkenness, receive in exchange a psalm, and fasting, and prayer. Anyone, therefore, who says that the psalm has been written for us would not miss the truth. Wherefore also the divine oracles are ours, and in the Church of God, as God-sent gifts, at every assembly they are read aloud, like a certain nourishment of souls supplied through the Spirit. Moreover, the psalm has also been written for an inscription on a pillar; that is, let the hearing of it not be a casual matter; nor, just as things written in easily perishable matter swiftly meet with obliteration, so having engraved them for a little while in your own mind upon your memory, should you then allow them to be confounded and obliterated; rather, keep them inscribed as on a pillar in your soul, that is, fixed in your memory immovable and firm for all time. And if the Jew pushes us aside as strangers to the things written, out of the things written let us put him to shame, showing the mixed character of the calling: how it gathers together things sundered, calls together things far off, makes the many one through
PG 29:465Read from the page
3. Ὁ Θεὸς οὖν ἀπώσω ἡμᾶς. Τοὺς μακρύνοντας ἑαυτοὺς ἀπὸ σοῦ κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων ἀπώσω. Τὰ συστήματα τῆς πονηρίας ἡμῶν καθεῖλες, [εὐεργετῶν ἡμᾶς διὰ τῆς ἀσθενείας.] Ὠργίσθης, ὅτε ἦμεν φύσει τέκνα ὀργῆς, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. ᾨκτείρησας ἡμᾶς, ὅτε τὸν Μονογενῆ σου προέθου ἱλαστήριον ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ἵνα ἐν τῷ αἵματι αὐτοῦ τὴν ἀπολύτρωσιν εὕρωμεν. Ἃ οὐκ ἂν ἐγνωρίσαμεν εὐεργετούμενοι, εἰ μὴ ἐπότισας ἡμᾶς Οἶνον κατανύξεως. Οἶνον λέγει τὸν λόγον τὸν τὴν πεπωρωμένην καρδίαν εἰς συναίσθησιν ἄγοντα. Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Μωϋσῆς μὲν τὰς φλιὰς τῶν Ἰσραηλιτῶν τῷ αἵματι τοῦ προβάτου κατεσημήνατο· σὺ δὲ ἔδωκας ἡμῖν σημείωσιν, αὐτὸ τὸ αἷμα τοῦ ἀμώμου ἀμνοῦ τοῦ σφαγιασθέντος ὑπὲρ τῆς ἁμαρτίας τοῦ κόσμου. Καὶ Ἰεζεκιὴλ ἐπὶ τὰ μέτωπα τῶν προσώπων δίδοσθαι λέγει τὸ σημεῖον. Πορεύεσθε γὰρ, φησὶν, ὀπίσω αὐτοῦ, καὶ κόπτετε· μὴ φείσησθε· μηδὲ ἐλεήσητε. Πρεσβύτερον, καὶ νεανίσκον, καὶ νήπιον, καὶ παρθένον, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας, ἐφ' οὓς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ, Ἀγαλλιάσομαι, καὶ διαμεριῶ Σίκιμα. Σίκιμα τὸ ἐξαίρετον χωρίον, τῷ Ἰωσὴφ παρὰ τοῦ Ἰακὼβ δεδομένον, τύπος τῆς διαθήκης τῆς μόνῳ δοκούσης τῷ Ἰσραὴλ δεδωρῆσθαι. Τὴν τοίνυν ἐξαίρετον διαθήκην καὶ κληρονομίαν τοῦ λαοῦ ταύτην εἰς μερισμὸν ἄξω, καὶ κοινὴν ποιήσω πρὸς τοὺς λοιπούς. Διαμερισθείσης οὖν τῆς διαθήκης εἰς πάντας, καὶ τοῦ ἀπ' αὐτῆς ὠφελίμου κοινοῦ πᾶσι τοῖς εὐεργετουμένοις παρὰ Θεοῦ γινομένου, τότε καὶ ἡ κοιλὰς τῶν σκηνῶν διαμετρηθήσεται· τουτέστιν, ἡ οἰκουμένη πᾶσα, οἱονεὶ κλήροις τισὶ, ταῖς καθ' ἕκαστον τόπον παροικίαις διαιρεθήσεται. Τότε καὶ τὰ διεστῶτα συνάψει, Ὁ εἰρηνοποιῶν εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς· Καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὰ ἀμφότερα ποιήσει ἕν.
3. O God, therefore, Thou hast cast us off. Those who remove themselves far from Thee Thou hast cast off according to the proportion of their sins. The combinations of our wickedness Thou hast pulled down, [benefiting us through weakness.] Thou wast wrathful when we were by nature children of wrath, having no hope, and without God in the world. Thou hadst compassion on us when Thou didst set forth Thine Only-begotten as a propitiation on behalf of our sins, so that in His blood we might find redemption. Which things we would not have recognized when benefited, hadst Thou not given us to drink the Wine of compunction. By wine it means the word that leads the hardened heart to perception. Thou hast given to those who fear Thee a token, to flee from the face of the bow. Moses indeed marked the doorposts of the Israelites with the blood of the sheep; whereas Thou hast given to us a token, the very blood of the unblemished Lamb Who was slaughtered on behalf of the sin of the world. And Ezekiel says that the sign is given upon the foreheads of their faces. For go, he says, after him, and strike; do not spare, nor have pity. Old man, and young man, and infant, and virgin, and women slay unto utter blotting out; yet upon all on whom is the sign, do not draw near. God spoke in His holy place, I will exult, and I will divide Sikima. Sikima, the choice plot of land given to Joseph by Jacob, is a type of the covenant that seemed to have been granted to Israel alone. This choice covenant and inheritance of the people, therefore, I will bring into division, and I will make it common towards the rest. When, therefore, the covenant has been divided among all, and the benefit from it has become common to all who are benefited by God, then also the valley of the tents will be measured out; that is, the whole inhabited world, as though by certain lots, will be divided into the parishes in every place. Then also He will join together the things sundered, He Who makes peace whether for the things upon the earth or for the things in the heavens; And having broken down the middle wall of the hedge, He will make the two one.
4. Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς. Ἔγγονος τοῦ Μανασσῆ ὁ Γαλαάδ· ἵνα δείξῃ τὴν τῶν πατριαρχῶν ἀκολουθίαν παρὰ Θεοῦ καθήκουσαν, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα. Καὶ Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου. Τὰ ἀποῤῥαγέντα μέρη συνάπτει διὰ τῆς ὁμο-
4. Mine is Galaad, and mine is Manasses. Galaad is the grandson of Manasses, so that it may show the succession of the patriarchs coming down from God, from whom is the Christ according to the flesh. And Ephraim is the support of my head; Judas is my king. He joins together the broken-off parts through
PG 29:468Read from the page
νοίας. Ὁ Μωὰβ τῆς ἐλπίδος λέβης. Ἢ, Λέβης, φησὶ, λουτροῦ, ἄλλος τις τῶν ἑρμηνευσάντων· ἢ, Λέβης ἀμεριμνίας· τουτέστιν, ὁ ἀπόβλητος ἄνθρωπος, ὁ ἀπειλὴν ἔχων μὴ εἰσελεύσεσθαι εἰς Ἐκκλησίαν Κυρίου. Οὐκ εἰσελεύσεται γὰρ Μωαβίτης καὶ Ἀμμανίτης ἕως τρίτης καὶ ἕως δεκάτης γενεᾶς, καὶ εἰς τὸν αἰῶνα χρόνον. Ὅμως ἐπειδὴ τὸ βάπτισμα ἄφεσιν ἔχει ἁμαρτημάτων, καὶ ἀμεριμνίας πρόξενον γίνεται τοῖς καταχρέοις, τὴν διὰ τοῦ βαπτίσματος ἀπολύτρωσιν καὶ πρὸς Θεὸν οἰκείωσιν ἐνδεικνύμενος, Μωὰβ, φησὶ, λέβης ἐστὶ λουτροῦ, ἢ, Λέβης ἀμεριμνίας. Πάντες οὖν ἀλλόφυλοι ὑπετάγησαν τῷ ζυγῷ τοῦ Χριστοῦ ὑποκύψαντες· διὰ τοῦτο ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλεῖ τὸ ἑαυτοῦ ὑπόδημα. Ὑπόδημα δὲ τῆς θεότητος ἡ σὰρξ ἡ θεοφόρος, δι' ἧς ἐπέβη τοῖς ἀνθρώποις. Ἐπὶ ταύτῃ τῇ ἐλπίδι μακαρίζων τὸν καιρὸν τῆς τοῦ Κυρίου ἀποδημίας ὁ Προφήτης φησί· Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; Τάχα τὴν Ἐκκλησίαν λέγει· πόλιν μὲν, διὰ τὸ σύστημα εἶναι νομίμως οἰκούμενον· περιοχῆς δὲ διὰ τὴν τῆς πίστεως περιβολήν. Ὅθεν εὐσημότατά τις τῶν ἑρμηνευσάντων ἐκδέδωκεν, Εἰς πόλιν περιπεφραγμένην. Τίς οὖν δώσει μοι τὸ μέγα τοῦτο θέαμα ἰδεῖν, Θεὸν ἀνθρώποις ἐπιδημοῦντα; Τοῦτό ἐστι τὸ εἰρημένον παρὰ τοῦ Κυρίου· ὅτι Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον.
of thought. Moab is the caldron of hope. Or, Caldron, says another of the interpreters, of washing; or, Caldron of security: that is, the castaway man, who has the threat that he shall not enter into the Church of the Lord. For a Moabite and an Ammonite shall not enter until the third and until the tenth generation, and unto eternity of time. Nevertheless, since baptism has forgiveness of sins, and becomes a procurer of security for debtors, showing forth the redemption through baptism and the reconciliation towards God, Moab, he says, is a caldron of washing, or, Caldron of security. All foreigners, therefore, were subjected, having bowed beneath the yoke of Christ; on this account upon Idumaea will He cast His shoe. Now the shoe of the Godhead is the God-bearing flesh, through which He stepped forth among men. Upon this hope, calling blessed the season of the Lord's departure, the Prophet says: Who will lead me off into a city of enclosure? Perhaps he means the Church: a city, on the one hand, because the community is lawfully inhabited; and of enclosure, on the other, because of the surrounding wall of faith. Whence one of the interpreters very expressively rendered it, Into a fenced city. Who then will grant me to behold this great spectacle, God sojourning among men? This is what was spoken by the Lord: that Many prophets and righteous men desired to see what you see, and did not see.
5. Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως. Μὴ ἀπὸ ἰσχύος ζητήσωμεν τὴν βοήθειαν· μὴ ἀπὸ εὐπαθείας σαρκός· ἀπὸ μηδενὸς τῶν παρὰ ἀνθρώποις νενομισμένων περιφανῶν ἀξιώσωμεν τυχεῖν τῆς ἀντιλήψεως. Οὐκ ἐν περιβολῇ χρημάτων, οὐκ ἐν δυνάμεως ὄγκῳ, οὐκ ἐν ὑψώματι δόξης τὸ κρατεῖν περιγίνεται, ἀλλ' ἐκ τῆς καθ' ὑπερβολὴν θλίψεως χαρίζεται Κύριος τοῖς ἐκζητοῦσιν αὐτὸν τὴν βοήθειαν. Τοιοῦτος ἦν καὶ ὁ Παῦλος, καυχήματα ἑαυτοῦ τὰς θλίψεις ποιούμενος. Διὰ τοῦτο ἠδύνατο λέγειν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Δὸς οὖν ἡμῖν, Κύριε, βοήθειαν ἐκ θλίψεως· ἐπειδὴ ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὁρᾷς ποῦ ἀνάγει σε ἡ θλίψις; Εἰς τὴν ἀκαταίσχυντον ἐλπίδα. Νοσεῖς; εὐθύμει, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει. Πτω-
5. Give us help out of tribulation. Let us not seek help from strength; not from the well-being of the flesh; from none of those reckoned illustrious among men let us deem it worthy to obtain succour. Not in abundance of wealth, not in bulk of power, not in height of glory does prevailing come about, but out of exceeding tribulation the Lord freely grants help to those who seek Him out. Such also was Paul, making tribulations his own boasts. On this account he was able to say: When I am weak, then am I strong. Give us, therefore, O Lord, help out of tribulation; since tribulation works out endurance, and endurance character, and character hope, and hope does not put to shame. Do you see whither tribulation leads you up? Unto the hope that is not put to shame. Are you sick? take heart, because Whom the Lord loves, He chastens. Are you
Notes, col. 468

On the reading

Printed ἀποδημίας, for ἐπιδημίας.

PG 29:469Read from the page
χεύεις; εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα τοῦ Χριστοῦ; Μακάριος εἶ, ὅτι σου ἡ αἰσχύνη εἰς ἀγγέλου δόξαν μεταβληθήσεται. Πείσωμεν ἑαυτοὺς, ἀδελφοὶ, ἐν καιρῷ πειρασμοῦ, μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀποτρέχειν, μηδὲ ἐκεῖθεν ἑαυτοῖς τὰς βοηθείας θηρᾶσθαι, ἀλλ' ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ τὰς δεήσεις ποιεῖσθαι. Οὗτος γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως, ὁ τῆς ἀνθρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν, καὶ τῇ ἐπὶ τὸν σώζειν δυνάμενον ἡμᾶς ἐλπίδι στηριζόμενος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
poor? rejoice, because the good things of Lazarus will receive you in turn. Are you dishonoured on account of the name of Christ? Blessed are you, because your shame will be transformed into the glory of an angel. Let us persuade ourselves, brethren, in a season of trial, not to run off towards human hopes, nor to hunt for our helps from thence, but in tears and groanings, and in laborious prayer, and in strenuous vigil to make our supplications. For this man receives help out of tribulation, he who despises human help as vain, and is stayed upon the hope that is in Him Who is able to save us, in Christ Jesus our Lord, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
ΕΙΣ ΤΟΝ ΞΑʹ ΨΑΛΜΟΝ.
On the Sixty-First Psalm.
Εἰς τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ, ψαλμὸς τῷ Δαβίδ.
Unto the end, for Idithum, a psalm for David.
1. Δύο ψαλμοὺς ἔγνωμεν Ὑπὲρ Ἰδιθοὺμ ἔχοντας τὴν ἐπιγραφήν· τόν τε τριακοστὸν ὄγδοον καὶ τὸν ἐν χερσί. Καὶ λογιζόμεθα μὲν Δαβὶδ εἶναι τὴν σύνταξιν τῆς πραγματείας· τῷ μέντοι Ἰδιθοὺμ δεδόσθαι εἰς ὠφέλειαν αὐτοῦ, ἐπὶ διορθώσει τῶν ἐν τῇ ψυχῇ παθημάτων, καὶ εἰς μελῳδίαν τὴν ἐπὶ τοῦ λαοῦ· δι' ἧς καὶ ὁ Θεὸς ἐδοξάζετο, καὶ οἱ ἀκούοντες τῆς ἁρμονίας ἐπανωρθοῦντο τὰ ἤθη. Ἦν γὰρ καὶ ὁ Ἰδιθοὺμ ἱεροψάλτης, ὡς μαρτυρεῖ ἡμῖν ἡ ἱστορία τῶν Παραλειπομένων, λέγουσα· Καὶ μετ' αὐτῶν Αἰμὰν καὶ Ἰδιθοὺμ, σάλπιγγές τε καὶ κύμβαλα τοῦ ἀναφωνεῖν, καὶ ὄργανα τῶν ὠδῶν τοῦ Θεοῦ. Καὶ μετ' ὀλίγα φησί· Καὶ ἔστησε Δαβὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ, τοὺς ἀποφθεγγομένους ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν τυμπάνοις. Περὶ ὑπομονῆς τοίνυν ἑκάτερος ψαλμὸς τὴν πλείστην ποιεῖται πραγματείαν, δι' ἧς καταστέλλεται μὲν τῆς ψυχῆς τὸ θυμούμενον, ὑπερηφανίας δὲ πάσης ἐξορισθείσης, κατορθοῦται ταπείνωσις. Ἀμήχανον γὰρ τὸν μὴ καταδεξάμενον τὸ πρὸς πάντας ὑποδεὲς καὶ ἔσχατον δυνηθῆναί ποτε ἢ λοιδορούμενον θυμοῦ κρατῆσαι, ἢ θλιβόμενον διὰ μακροθυμίας περιγενέσθαι τῶν πειρασμῶν. Ὁ γὰρ τὴν ἄκραν ταπείνωσιν κατορθώσας, ἐν μὲν ταῖς λοιδορίαις πλείονα ἑαυτοῦ προκαταγνοὺς τὴν εὐτέλειαν, οὐ κινηθήσεται τὴν ψυχὴν ὑπὸ τῶν ῥημάτων τῆς ἀτιμίας· ἀλλ' ἐὰν μὲν ἀκούσῃ πένης, οἶδεν ἑαυτὸν πτωχὸν ὄντα, καὶ πάντων ἐνδεῆ, καὶ τῆς καθ' ἡμέραν παρὰ τοῦ Κυρίου χορηγίας ἐπιδεόμενον· ἐὰν δὲ ἀκούσῃ δυσγενὴς καὶ ἐξ ἀφανῶν,
1. We know two psalms having the superscription For Idithum: both the thirty-eighth and the one in hand. And we reckon the composition of the treatise to be David's; yet that it was given to Idithum for his benefit, for the correction of the passions in the soul, and for melody before the people; through which both God was glorified, and those who listened to the harmony were set right in their morals. For Idithum also was a sacred psalm-singer, as the history of Paralipomena bears witness to us, saying: And with them Aeman and Idithum, trumpets and cymbals for sounding aloud, and instruments of the songs of God. And a little afterwards it says: And David the king and the captains of the host appointed unto the works the sons of Asaph, and Aeman, and Idithum, who uttered forth on citharas, and on psalteries, and on timbrels. Concerning endurance, therefore, either psalm makes most of its discourse, through which the spirited part of the soul is quelled, and, when all pride has been banished, humility is rightly achieved. For it is impossible for one who has not accepted the lowest and last place towards all ever to be able either, when reviled, to master his anger, or, when afflicted, through long-suffering to overcome trials. For he who has rightly achieved extreme humility, having in revilings condemned beforehand a greater worthlessness in himself, will not be moved in soul by words of dishonour; but if, on the one hand, he be called poor, he knows himself to be a beggar, and in need of all things, and standing in want of daily provision from the Lord; and if, on the other hand, he be called base-born and of obscure stock,
Notes, col. 469

On the reading

Printed ὠδῶν, for ᾠδῶν.