Migne Reading Room

PG 29 · cols. 424–433 · Read from the page

Homilies on the Psalms (the rest)

Homilies on the Psalms (the rest)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:424Read from the page
φύσεως. Ἐκεῖνα γάρ ἐστιν, Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· πλὴν ὅτι μυριάδες ἀγγέλων ἐκεῖ, καὶ πανήγυρις ἁγίων, καὶ Ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Περὶ ἐκείνης φησὶν ὁ Δαβίδ· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Ἐκείνῃ τῇ πόλει διὰ τοῦ Ἠσαΐου ἐπαγγέλλεται ὁ Θεὸς, ὅτι Θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς· καὶ οὐκ ἔσται σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου· ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου. Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, ἀξίως τῶν ἄνω ζήτει τὰ περὶ τῆς πόλεως τοῦ Θεοῦ. Τί δ' ἂν τῆς ἐκεῖ μακαριότητος ἐπάξιόν τις ἐννοηθείη, ἣν εὐφραίνει μὲν ὁ ποταμὸς τοῦ Θεοῦ, τεχνίτης δὲ καὶ δημιουργός ἐστιν ὁ Θεός; Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Τάχα τὴν σάρκα λέγει τὴν θεοφόρον, ἁγιασθεῖσαν διὰ τῆς πρὸς τὸν Θεὸν συναφείας. Ὥστε νοήσεις σκήνωμα τοῦ Ὑψίστου τὴν διὰ σαρκὸς ἐπιφάνειαν τοῦ Θεοῦ.
nature. For those are the things Which eye has not seen, nor ear heard, nor have they ascended into the heart of man, which God has prepared for those who love Him; save only that myriads of angels are there, and a festal assembly of saints, and the Church of the firstborn enrolled in the heavens. Concerning that city David says: Glorious things were spoken concerning you, O city of God. To that city through Isaiah God promises: I will make you an eternal exultation, a gladness for generations of generations; and there shall no longer be crushing nor misery in your borders; rather your walls shall be called Salvation. Lifting up, therefore, the eyes of the soul, seek in a manner worthy of the things above what pertains to the city of God. What could anyone conceive worthy of the blessedness there, which on the one hand the river of God gladdens, and whose craftsman and framer on the other hand is God? The Most High has sanctified His tabernacle. Perhaps he means the God-bearing flesh, sanctified through its union with God. Consequently you will understand as the tabernacle of the Most High the manifestation of God through flesh.
5. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται. Βοηθήσει αὐτῇ ὁ Θεὸς, τὸ πρὸς πρωὶ πρωί. Καὶ ἐπειδὴ ὁ Θεὸς ἐν μέσῳ τῆς πόλεώς ἐστι, τὸ ἀσάλευτον χαριεῖται αὐτῇ, τὴν βοήθειαν αὐτῇ παρεχόμενος ἐν ταῖς πρώταις ἀνατολαῖς τοῦ φωτός. Εἴτε οὖν τῇ ἄνω Ἱερουσαλὴμ, εἴτε τῇ κάτω Ἐκκλησίᾳ τὸ τῆς πόλεως ἐφαρμόσει ὄνομα, Ἡγίασεν ἐν αὐτῇ τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ διὰ τοῦ σκηνώματος τούτου, ᾧ κατεσκήνωσεν ὁ Θεὸς, ἐν μέσῳ αὐτῆς ἐγένετο, χαριζόμενος αὐτῇ τὸ μὴ σαλεύεσθαι. Ἐν μέσῳ δέ ἐστι τῆς πόλεως ὁ Θεὸς, ἴσας πανταχόθεν ἐπὶ τὰ πέρατα τοῦ κύκλου τῆς ἑαυτοῦ προνοίας τὰς ἀκτῖνας ἐκπέμπων. Οὕτω γὰρ τὸ δίκαιον τοῦ Θεοῦ διασώζεται, τὸ αὐτὸ μέτρον τῆς ἀγαθότητος διανέμοντος ἅπασι. Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωὶ πρωί. Τὴν μὲν οὖν παρ' ἡμῖν πρωίαν ὁ αἰσθητὸς ἥλιος ποιεῖ, ἐπειδὰν τὸν καθ' ἡμᾶς ὁρίζοντα ὑπερκύψῃ· τὴν δὲ ἐν τῇ ψυχῇ πρωίαν ὁ τῆς δικαιοσύνης Ἥλιος ἀποτελεῖ τῇ ἀνατολῇ τοῦ φωτὸς τοῦ νοητοῦ ποιῶν ἡμέραν ἐν τῷ παραδεξαμένῳ αὐτόν. Ἐν νυκτὶ γάρ ἐσμεν παρὰ τὸν καιρὸν τῆς ἀγνωσίας οἱ ἄνθρωποι. Ἐπειδὰν οὖν, ἀναπετάσαντες ἑαυτῶν τὸ ἡγεμονικὸν, ὑποδεξώμεθα τὸ ἀπαύγασμα τῆς δόξης, καὶ περιλαμφθῶμεν τῷ φωτὶ τῷ ἀϊδίῳ, Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωὶ πρωί. Ἐπειδὰν γενώμεθα τέκνα φωτὸς, καὶ ἡ νὺξ μὲν ἡμῖν προκόψῃ, ἡ δὲ ἡμέρα ἐγγίσῃ, τότε ἄξιοι τῆς τοῦ Θεοῦ βοηθείας γινόμεθα. Βοηθεῖ οὖν τῇ πόλει ὁ Θεὸς, διὰ τῆς ἰδίας ἀνατολῆς καὶ ἐπιφανείας πρωίαν αὐτῇ ἐμποιῶν. Ἰδοὺ γὰρ ἄνθρωπος, φησὶν, Ἀνατολὴ ὄνομα αὐτῷ. Οἷς ἂν οὖν ἐπανατείλῃ τὸ νοητὸν φῶς, λυο-
5. God is in the midst of her, and she shall not be shaken. God shall help her right early in the morning. And since God is in the midst of the city, He will bestow upon her stability against being shaken, affording her help at the first risings of the light. Whether, therefore, the name of the city will apply to the Jerusalem above, or to the Church below, The Most High has sanctified His tabernacle in her. And through this tabernacle, in which God pitched His dwelling, He came to be in the midst of her, bestowing upon her not to be shaken. Moreover, God is in the midst of the city, sending out equal rays on all sides to the ends of the circle of His own providence. For thus the justice of God is preserved, as He distributes the same measure of goodness to all. God shall help her right early in the morning. Now morning among us the perceptible sun makes, whenever it rises above our horizon; whereas morning in the soul the Sun of righteousness accomplishes by the rising of the intelligible light, making day in him who has received Him. For we men are in night during the time of ignorance. Whenever, therefore, having flung open our governing faculty, we receive the radiance of glory, and are shone around by the everlasting light, God shall help her right early in the morning. Whenever we become children of light, and the night is far spent for us, and the day has drawn near, then we become worthy of the help of God. God therefore helps the city, through His own rising and manifestation producing morning in her. For behold a man, it says, Rising is His name. Upon whomsoever, therefore, the intelligible light rises, as the
PG 29:425Read from the page
μένου τοῦ ἐκ τῆς ἀγνοίας καὶ πονηρίας σκότους, πρωία τούτοις ἐγγίνεται. Ἐπεὶ οὖν φῶς εἰς τὸν κόσμον ἐλήλυθεν, ἵνα ὁ περιπατῶν ἐν αὐτῷ μὴ προσκόπτῃ, ἡ βοήθεια αὐτοῦ πρωίας ἐστὶ παρεκτική. Ἢ τάχα ἐπειδὴ ὄρθρου βαθέος ἡ ἀνάστασις ἦν, βοηθήσει ὁ Θεὸς τῇ πόλει τὸ πρὸς πρωὶ πρωὶ, ὁ τὴν κατὰ τοῦ θανάτου νίκην πρωίᾳ τῇ τρίτῃ ἡμέρᾳ τῆς ἀναστάσεως ἐργασάμενος.
darkness arising from ignorance and wickedness is dissolved, morning comes about for these. Since, therefore, light has come into the world, so that he who walks in it may not stumble, His help is productive of morning. Or perhaps, since the resurrection was at deep dawn, God shall help the city right early in the morning, He Who wrought the victory against death in the morning on the third day of the resurrection.
6. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. Νόησόν μοι τινὰ πόλιν ἐπιβουλευομένην παρὰ τῶν ἐπιστρατευόντων αὐτῇ πολεμίων, τέως μὲν περικαθεζομένων αὐτὴν ἐθνῶν πολλῶν καὶ βασιλέων τῶν καθ' ἕκαστον ἔθνος τὰ σκῆπτρα διαλαχόντων· εἶτά τινα στρατηγὸν, ἄμαχον τὴν ῥώμην, ἀθρόως ἐπιφανέντα εἰς βοήθειαν τῇ πόλει ταύτῃ, λύοντα μὲν τὴν πολιορκίαν, σκεδαννύντα δὲ τὴν συστροφὴν τῶν ἐθνῶν, εἰς φυγὴν δὲ τοὺς βασιλεῖς συνελαύνοντα ἐκ μόνου τοῦ ἐμβοῆσαι αὐτοῖς μετὰ δυνάμεως, καταπλῆξαί τε αὐτῶν τὰς καρδίας τῇ στεῤῥότητι τῆς φωνῆς. Πόσην οὖν εἰκὸς ταραχὴν συστῆναι, τῶν ἐθνῶν διωκομένων, καὶ τῶν βασιλέων εἰς φυγὴν ἐκκλινάντων· θροῦν δέ τινα ἄσημον καὶ ἦχον ἀκατάπαυστον ἐκ τῆς τεθορυβημένης αὐτῶν φυγῆς ἀναπέμπεσθαι, πάντα δὲ τόπον πλήρη εἶναι τῶν ὑπὸ δειλίας φυγαδευθέντων, ὥστε σάλον ἐγγίνεσθαι πανταχοῦ ταῖς ὑποδεχομέναις αὐτοὺς πόλεσιν ἢ κώμαις; Τὴν τοιαύτην οὖν παρίστησι τῇ πόλει τοῦ Θεοῦ παρὰ τοῦ Σωτῆρος ἀντίληψιν ἐν τῷ λέγειν· Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Εἶδε τὸν ἐνανθρωπήσαντα Θεὸν, εἶδε τὸν ἐκ Παρθένου ἁγίας γεννηθέντα Ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ Θεός· καὶ διὰ τοῦτο προφητικῶς ἐκβοᾷ· Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν· δεικνὺς, ὅτι οὗτός ἐστιν ὁ τοῖς ἁγίοις προφήταις καὶ πατριάρχαις ἐμφανισθείς. Ἀντιλήπτωρ ἡμῶν, φησὶν, οὐχὶ ἄλλος Θεὸς παρὰ τὸν ὑπὸ τῶν προφητῶν παραδιδόμενον· ἀλλ' ὁ Θεὸς Ἰακὼβ, ὁ ἐν τῷ χρηματισμῷ πρὸς τὸν ἑαυτοῦ θεράποντα διαλεχθείς· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ.
6. Nations were troubled, kingdoms tottered, the Most High uttered His voice, the earth was shaken. Conceive for me a certain city plotted against by the enemies marching against her, while for a time many nations and kings who have received by lot the sceptres in each nation sit besieging her around; then a certain general, invincible in might, suddenly appearing to the aid of this city, raising the siege on the one hand, scattering the massed array of the nations on the other, and driving the kings into flight merely from shouting at them with power, and striking terror into their hearts by the firmness of his voice. How great a turmoil, then, is likely to arise, as the nations are pursued, and the kings turn aside into flight; and some indistinct clamour and unceasing din to be sent up from their disordered flight, and every place to be full of those put to flight through cowardice, so that commotion arises everywhere in the cities or villages receiving them? Such succour from the Saviour for the city of God he therefore sets forth in saying: Nations were troubled, kingdoms tottered, the Most High uttered His voice, the earth was shaken. The Lord of hosts is with us, our supporter is the God of Jacob. He saw God made man, he saw Emmanuel born of a holy Virgin: which is, being interpreted, God with us; and on account of this he cries out prophetically: The Lord of hosts is with us; showing that this is He Who appeared to the holy prophets and patriarchs. Our supporter, he says, is no other God beside Him Who is handed down by the prophets; rather, the God of Jacob, Who in the divine oracle conversed towards His own servant: I am the God of Abraham, and the God of Isaac, and the God of Jacob.
7. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τοὺς μακρὰν ὄντας τοῦ λόγου τῆς ἀληθείας εἰς τὴν διὰ τῆς ἐπιγνώσεως ἐγγύ-
7. Come and behold the works of God, the prodigies which He has set upon the earth, abolishing wars unto the ends of the earth. Those who are far from the word of truth, unto nearness through full knowledge
PG 29:428Read from the page
τητα προσκαλεῖται ὁ λόγος λέγων· Δεῦτε καὶ ἴδετε. Ὥσπερ γὰρ ἐπὶ τῶν σωματικῶν ὀφθαλμῶν αἱ μὲν ἐπὶ πολὺ ἀποστάσεις ἀμυδρὰν ποιοῦσι τὴν τῶν ὁρωμένων κατάληψιν, οἱ δὲ προσεγγισμοὶ τῶν θεωρούντων ἐναργῆ παρέχονται τῶν βλεπομένων τὴν ἐπίγνωσιν· οὕτω καὶ ἐπὶ τῶν κατὰ νοῦν θεωρημάτων, ὁ μὴ διὰ τῶν ἔργων οἰκειωθεὶς καὶ πλησιάσας Θεῷ ἰδεῖν τὰ ἔργα αὐτοῦ καθαροῖς τοῖς διανοίας ὀφθαλμοῖς οὐ δύναται. Διὰ τοῦτο, Δεῦτε, προσεγγίσατε πρότερον, εἶτα ἴδετε τὰ ἔργα Κυρίου τεράστια ὄντα καὶ παράδοξα· ὑφ' ὧν καταπλαγέντα τὰ πρότερον πολέμια καὶ στασιώδη ἔθνη πρὸς ἡσυχίαν μετέβαλε. Δεῦτε, τέκνα, ἀκούσατέ μου· καὶ, Δεῦτε πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι. Πατρικὴ ἡ φωνὴ, ἡπλωμέναις ἀγκάλαις πρὸς ἑαυτὸν καλοῦντος τοὺς τέως ἀφηνιάζοντας. Ὁ οὖν ἀκούσας τῆς κλήσεως, καὶ ἐγγίσας, καὶ κολληθεὶς τῷ προστάξαντι, ὄψεται τὸν εἰρηνοποιήσαντα τὰ πάντα διὰ τοῦ σταυροῦ, Εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Ὁρᾷς τὸ εἰρηνικὸν Κυρίου τῶν δυνάμεων, ὅτι ἔχων μεθ' ἑαυτοῦ ἀοράτους δυνάμεις ἀγγελικῶν καταλόγων; Ὁρᾷς τὸ ἀνδρεῖον ὁμοῦ καὶ φιλάνθρωπον τοῦ ἀρχιστρατήγου τῶν δυνάμεων; ὅς γε, Κύριος ὢν τῶν δυνάμεων, καὶ πάντα ἔχων τὰ συστήματα τῶν ἀγγελικῶν καταλόγων, οὐδαμοῦ τινα τιτρώσκει τῶν πολεμίων, οὐδένα καταβάλλει, οὐδενὸς ἅπτεται· ἀλλὰ τόξα συντριβει, καὶ ὅπλα, καὶ θυρεοὺς κατακαίει ἐν πυρί. Τόξον μὲν συντρίβει, ὥστε μηκέτι τὰ πεπυρωμένα βέλη ἐκπέμπεσθαι δι' αὐτῶν· ὅπλα δὲ συνθλάσει τὰ ἀγχέμαχα, ὡς μὴ δύνασθαι τοὺς σύνεγγυς τραύματα δέχεσθαι ἐπιβουλευομένους. Καὶ θυρεοὺς κατακαύσει ἐν πυρὶ, γυμνῶν τοὺς ἀντικειμένους ἀπὸ τῶν προβλημάτων, καὶ πάντα ἐπ' εὐεργεσίᾳ τῶν ἐχθρῶν ἐνεργῶν.
the word invites, saying: Come and behold. For just as in the case of bodily eyes wide distances render dim the apprehension of things seen, whereas the approaches of the onlookers afford a clear recognition of the things beheld; so too in the case of contemplations according to the mind, he who has not through works been made familiar with and drawn near to God cannot behold His works with pure eyes of the understanding. Therefore, Come, draw near first, then behold the works of the Lord, which are prodigious and marvellous; struck with awe by which, the nations formerly hostile and factious changed over towards quietness. Come, children, hearken to me; and, Come, all you who labour and are burdened. Fatherly is the voice of Him Who with outstretched arms calls towards Himself those who hitherto were refractory. He, therefore, who has heard the calling, and drawn near, and cleaved to Him Who commanded, shall see Him Who made peace in all things through the cross, Whether the things upon the earth, or the things in the heavens. He will shatter the bow, and break in pieces armour, and shields He will burn utterly with fire. Do you see the peacefulness of the Lord of hosts, though He has with Himself invisible powers of angelic ranks? Do you see at once the courage and love for mankind of the chief captain of the hosts? Who indeed, though He is Lord of hosts, and holds all the formations of the angelic ranks, nowhere wounds any of the enemies, strikes no one down, touches no one; rather He shatters bows, and armour, and burns shields utterly with fire. The bow on the one hand He shatters, so that fiery darts may no longer be shot forth by means of them; armour for close combat on the other hand He will break in pieces, so that those plotted against nearby cannot receive wounds. And shields He will burn utterly with fire, stripping the adversaries of their defences, and working all things for the benefit of His enemies.
8. Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ἐφ' ὅσυν μὲν τοῖς ἔξω Θεοῦ σχολάζομεν πράγμασιν, οὐ δυνάμεθα χωρῆσαι γνῶσιν Θεοῦ. Τίς γὰρ μεριμνῶν τὰ τοῦ κόσμου, καὶ ἐμβαθύνων τοῖς περισπασμοῖς τῆς σαρκὸς, δύναται τοῖς περὶ Θεοῦ λόγοις προσέχειν, καὶ τῇ ἀκριβείᾳ τῶν τηλικούτων θεωρημάτων ἀρκεῖν; Οὐχ ὁρᾷς, ὅτι ὁ εἰς τὰς ἀκάνθας ἐμπεσὼν λόγος ὑπὸ τῶν ἀκανθῶν συμπνίγεται; Ἄκανθαι δέ εἰσιν ἡδοναὶ σαρκὸς, καὶ πλοῦτος καὶ δόξα, καὶ βιωτικαὶ μέριμναι. Πάντα δὲ τούτων ἔξω δεήσει γενέσθαι τὸν ἐπιδεόμενον τῆς γνώσεως τοῦ Θεοῦ, καὶ σχολάσαντα ἀπὸ τῶν παθῶν, οὕτως ἀναλαβεῖν τὴν ἐπίγνωσιν τοῦ Θεοῦ. Πῶς γὰρ εἰσέλθῃ εἰς ψυχὴν στενοχωρουμένην ὑπὸ τῶν προκαταλαβόντων αὐτὴν διαλογισμῶν ἡ περὶ
8. Be at leisure and know that I am God. For so long as we devote our leisure to things outside of God, we are unable to contain the knowledge of God. For who that is anxious about the things of the world, and plunges deep into the distractions of the flesh, is able to attend to the words concerning God, and suffice for the exactness of contemplations so great? Do you not see that the word which fell among the thorns is choked by the thorns? And thorns are pleasures of the flesh, and wealth and glory, and cares of this life. Outside of these in all respects must he come to be who stands in need of the knowledge of God, and having kept leisure from the passions, so take up the full knowledge of God. For how shall there enter into a soul straitened by the reasonings that have preoccupied it the
Notes, col. 428

On the reading

Printed συντριβει, for συντρίβει.

Printed ὅσυν, for ὅσον.

PG 29:429Read from the page
Θεοῦ ἔννοια; Οἶδε δὲ καὶ Φαραὼ, ὅτι ἴδιόν ἐστι τοῦ σχολάζοντος ἐκζητεῖν τὸν Θεὸν, καὶ διὰ τοῦτο ὀνειδίζει τὸν Ἰσραήλ· Σχολάζετε, σχολασταί ἐστε, καὶ λέγετε· Κυρίῳ τῷ Θεῷ ἡμῶν προσευξόμεθα. Αὕτη μὲν οὖν ἡ σχολὴ ἀγαθὴ τῷ σχολάζοντι καὶ ὠφέλιμος, ἡσυχίαν ἐμποιοῦσα πρὸς τὴν τῶν σωτηρίων διδαγμάτων ἀνάληψιν· πονηρὰ δὲ σχολὴ ἡ τῶν Ἀθηναίων, οἷς Εἰς οὐδὲν ἄλλο εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον· ἣν καὶ νῦν τινες μιμοῦνται, τῇ τοῦ βίου σχολῇ πρὸς τὴν ἀεί τινος καινοτέρου δόγματος εὕρεσιν ἀποχρώμενοι. Ἡ τοιαύτη σχολὴ φίλη ἐστὶν ἀκαθάρτοις καὶ πονηροῖς πνεύμασιν. Ὅταν ἐξέλθῃ, φησὶ, τὸ ἀκάθαρτον πνεῦμα ἀπὸ τυῦ ἀνθρώπου, λέγει, Πορεύσομαι εἰς τὸν τόπον ὅθεν ἐξῆλθον. Καὶ ἐλθὸν εὑρίσκει τὸν οἶκον ἐκεῖνον σχολάζοντα καὶ σεσαρωμένον. Μὴ γένοιτο οὖν ἡμᾶς σχολὴν ποιῆσαι τῷ ἀντικειμένῳ πρὸς τὴν εἴσοδον, ἀλλὰ ἀσχολήσωμεν ἡμῶν τὸν ἔσω οἶκον, προενοικίσαντες ἐν ἑαυτοῖς διὰ τοῦ Πνεύματος τὸν Χριστόν. Μετὰ γοῦν τὸ χαρίσασθαι τὴν εἰρήνην τοῖς τέως ταρασσομένοις ὑπὸ τῶν πολεμίων, τότε λέγει τὸ, Σχολάσατε ἀπὸ τῶν περισπώντων ὑμᾶς ἐχθρῶν, ἵνα ἐν ἡσυχίᾳ τοὺς περὶ τῆς ἀληθείας θεωρήσητε λόγους. Διὰ τοῦτο καὶ ὁ Κύριος, Πᾶς ὅστις οὐκ ἀποτάσσεται, φησὶ, πᾶσι τοῖς ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. Σχολάσαι οὖν δεῖ ἀπὸ τῶν γαμικῶν ἔργων, ἵνα σχολάσωμεν τῇ προσευχῇ· σχολάσαι ἀπὸ τῶν περὶ τὸν πλοῦτον σπουδῶν, ἀπὸ τῆς περὶ τὸ δοξάριον τοῦτο ἐπιθυμίας, ἀπὸ τῶν πρὸς ἀπόλαυσιν ἡδονῶν, ἀπὸ φθόνου καὶ πάσης τῆς εἰς τὸν πλησίον ἡμῶν πονηρίας, ἵνα, γαληνιώσης ἡμῶν τῆς ψυχῆς καὶ ὑπ' οὐδενὸς πάθους ταρασσομένης, οἷον ἐν κατόπτρῳ τινὶ καθαρὰ γένηται καὶ ἀνεπισκότητος ἡ ἔλλαμψις τοῦ Θεοῦ. Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Σαφῶς ταῦτα λέγει περὶ τοῦ καθ' ἑαυτὸν πάθους ὁ Κύριος, καθὼς ἐν τῷ Εὐαγγελίῳ γέγραπται· Κἀγὼ, ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Καὶ ὅτι ὥσπερ Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς. Ἐπεὶ οὖν ὑπὲρ τῶν ἐθνῶν ἔμελλεν ὑψοῦσθαι πρὸς τὸν σταυρὸν, καὶ ὑπὲρ πάσης τῆς γῆς τὴν ὕψωσιν καταδέχεσθαι, διὰ τοῦτό φησιν· Ὑψωθήσομμι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Ἐπαγαλλόμενος τῇ τοῦ Θεοῦ βοηθείᾳ, δὶς τὴν αὐτὴν φωνὴν ἐξεβόησε· Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν· οἱονεὶ ἐπεμβαίνων καὶ ἐναλλόμενος τῷ ἐχθρῷ, διὰ τὴν τελείαν ἐπὶ τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν πεποίθησιν, ὡς οὐδὲν πεισόμενος παρ' αὐτοῦ. Εἰ γὰρ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; Ὁ τῷ Ἰακὼβ
conception concerning God? Even Pharaoh knows that it is proper to him who is at leisure to seek out God, and therefore he reproaches Israel: You are at leisure, you are idlers, and you say: Let us pray to the Lord our God. Now this leisure is good for him who keeps leisure and beneficial, producing quietness towards the reception of saving teachings; whereas wicked was the leisure of the Athenians, among whom They spent their time in nothing else than telling or hearing something newer; which even now certain people imitate, abusing the leisure of life towards the continual invention of some newer dogma. Such leisure is dear to unclean and wicked spirits. Whenever, He says, the unclean spirit goes out from the man, it says, I will go back into the house whence I came out. And upon coming it finds that house at leisure and swept. Far be it, then, that we should make leisure for the adversary towards entrance; rather let us keep our inner house occupied, having beforehand settled Christ within ourselves through the Spirit. At any rate, after bestowing peace upon those hitherto troubled by the enemies, He then says that word, Be at leisure from the enemies distracting you, so that in quietness you may contemplate the words concerning the truth. Therefore the Lord also says, Everyone who does not renounce all his possessions cannot be My disciple. One must therefore keep leisure from marital works, so that we may devote our leisure to prayer; keep leisure from pursuits concerning wealth, from desire concerning this paltry glory, from pleasures aimed at enjoyment, from envy and all wickedness towards our neighbour, so that, when our soul is calm and troubled by no passion, as in some mirror the illumination of God may become pure and unobscured. I shall be exalted among the nations, I shall be exalted in the earth. Clearly the Lord says these things concerning His own passion, just as it is written in the Gospel: And I, when I am lifted up, will draw all men towards Myself. And that just as Moses lifted up the serpent in the wilderness, so must the Son of man be lifted up upon the earth. Since, therefore, on behalf of the nations He was about to be lifted up towards the cross, and on behalf of all the earth to accept the exaltation, on this account He says: I shall be exalted among the nations, I shall be exalted in the earth. The Lord of hosts is with us, our supporter is the God of Jacob. Exulting in the help of God, twice he cried out the same utterance: The Lord of hosts is with us; as though trampling upon and leaping against the enemy, through perfect confidence in the Saviour of our souls, as one about to suffer nothing at his hands. For if God is for us, who is against us? He Who to Jacob
Notes, col. 429

On the reading

Printed τυῦ, for τοῦ.

Printed Ὑψωθήσομμι, for Ὑψωθήσομαι.

PG 29:432Read from the page
τὴν νίκην χαρισάμενος, καὶ μετὰ τὴν πάλην ἀποδείξας αὐτὸν Ἰσραὴλ, οὗτός ἐστιν ἀντιλήπτωρ ἡμῶν·
granted the victory, and after the wrestling declared him Israel, this One is our supporter;
ΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ.
On the Forty-Eighth Psalm.
Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός.
Unto the end, a psalm for the sons of Core.
1. Ἐφαντάσθησαν μέν τινες καὶ τῶν ἔξω περὶ τοῦ ἀνθρωπείου τέλους, καὶ διαφόρως ἠνέχθησαν εἰς τὴν περὶ τοῦ τέλους ἔννοιαν. Οἱ μὲν γὰρ ἀπεφήναντο τέλος εἶναι τὴν ἐπιστήμην, οἱ δὲ τὴν πρακτικὴν ἐνέργειαν· ἄλλοι τὸ διαφόρως χρῆσθαι τῷ βίῳ καὶ τῷ σώματι· οἱ δὲ βοσκηματώδεις ἡδονὴν ἀπεφήναντο εἶναι τὸ τέλος. Ἡμῖν δὲ τέλος, οὗ ἕνεκεν πάντα πράττομεν, καὶ πρὸς ὃ ἐπειγόμεθα, ἡ μακαρία διαγωγὴ ἐν τῷ μέλλοντι αἰῶνι. Αὕτη δὲ συμπληροῦται ἐν τῷ βασιλεύεσθαι ὑπὸ τοῦ Θεοῦ. Τούτου γὰρ οὐδὲ μέχρις ἐπινοίας βέλτιόν τι ἐξευρεθείη τῇ λογικῇ φύσει· καὶ πρὸς ταύτην κινεῖ ἡμᾶς ὁ Ἀπόστολος, λέγων· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ὅπερ καὶ ὁ Σοφονίας ἐν τῇ προφητείᾳ παρίστησι, λέγων ἐκ προσώπου τοῦ Θεοῦ· Ὅτι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ' αὐτοὺς τὴν ὀργήν μου. Ἐν γὰρ πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ· ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς πολλοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. Εἰς τοῦτο οὖν οἶμαι τὸ τέλος ἀναφέρεσθαι τὰς ἀπὸ τῶν Ψαλμῶν ὠφελείας, τῶν ταύτην ἐχόντων τὴν προγραφήν. Συνᾴδουσι δὲ τῇ ἐννοίᾳ ταύτῃ καὶ οἱ ἐπιγράψαντες, Εἰς νῖκος, ἢ Ἐπινίκιον, ἢ Τῷ νικοποιῷ· Ἐπειδὴ γὰρ Κατεπόθη ὁ θάνατος εἰς νῖκος, καὶ ἐξαναλώθη ὑπὸ τοῦ εἰπόντος· Ἐγὼ νενίκηκα τὸν κόσμον· καὶ ἐπειδὴ πάντα νενίκηται ὑπὸ τοῦ Χριστοῦ, καὶ Ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, εἰκότως τὸ Πνεῦμα τὲ ἅγιον ἐν ἐπινικίοις ᾠδαῖς τὰ ἀποκείμενα προαναφωνεῖ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Τὸ μὲν ἀκροατήριον μέγιστον, πάντα τὰ ἔθνη συγκαλοῦντος εἰς τὴν ἀκρόασιν τοῦ ψαλμοῦ, καὶ πάντας τοὺς τὴν οἰκουμένην ταῖς οἰκήσεσιν ἐκπληροῦντας. Ἕλκει δὲ, οἶμαι, καὶ γηγενεῖς, καὶ υἱοὺς ἀνθρώπων, καὶ πλουσίους, καὶ πένητας, καὶ τῷ ὑψηλῷ κηρύγματι τούτῳ πρὸς τὴν ἀκρόασιν συγκαλεῖται. Ποία σκοπιὰ τῆς γῆς τοσοῦτον ἁπά-
1. Certain even of those outside formed notions concerning the human end, and were borne in diverse ways towards the conception concerning the end. For some declared knowledge to be the end, and others practical activity; others the diverse use of life and of the body; while the brutish declared pleasure to be the end. For us, however, the end, for the sake of which we do all things, and towards which we hasten, is the blessed way of life in the age to come. And this finds its completion in being ruled as king by God. For nothing better than this, not even so far as thought reaches, could be discovered for rational nature; and towards this the Apostle stirs us up, saying: Then comes the end, when He hands over the kingdom to God and the Father. Which very thing Zephaniah also sets forth in his prophecy, speaking in the person of God: Because My judgement is for gatherings of nations, to receive kings, to pour out upon them My wrath. For in the fire of My jealousy all the earth shall be consumed; because then I will turn upon many peoples a tongue unto her generation, that all may call upon the name of the Lord, to serve Him under one yoke. Unto this end, therefore, I think the benefits derived from the Psalms that bear this superscription are referred. And in harmony with this conception are those also who inscribed it, Unto victory, or Triumphal Ode, or To the Victor-maker: for since Death was swallowed up into victory, and was utterly consumed by Him Who said: I have overcome the world; and since all things have been overcome by Christ, and In His name every knee shall bow, of heavenly ones, and earthly ones, and subterranean ones, fittingly does the Holy Spirit in triumphal odes proclaim beforehand the things laid up in store. Hear these things, all you nations; give ear, all you who inhabit the inhabited world: both the earthborn and the sons of men, rich and poor together. The audience on the one hand is vast, as He calls together all the nations unto the hearing of the psalm, and all those who fill up the inhabited world with their habitations. And He draws, I think, earthborn too, and sons of men, and rich, and poor, and by this lofty proclamation calls them together towards the hearing. What watchtower of the earth stands so far above
Notes, col. 432

On the reading

Printed τὲ, for τὸ.

PG 29:433Read from the page
σης ὑπερανέστηκεν, ὥστε ἐξ ἀπόπτου πάντα ἰδεῖν τὰ ἔθνη, καὶ πᾶσαν τὴν οἰκουμένην ὀφθαλμῷ περιλαβεῖν; Τίς οὕτω μεγαλοφωνότατος κῆρυξ, ὥστε τοσαύταις ὁμοῦ ἀκοαῖς ἐξάκουστον ἐμβοῆσαι; Τίς ὁ δέχεσθαι δυνάμενος χῶρος τοὺς ἐκκλησιάζοντας; Πηλίκος δὲ ὁ διδάσκαλος καὶ ποταπὸς τὴν σοφίαν, ὥστε ἄξια τῆς τηλικαύτης Ἐκκλησίας ἐξευρεῖν τὰ διδάγματα; Μικρὸν ἀνάμεινον, καὶ μαθήσῃ, ὅτι ἄξια τοῦ ἐπαγγέλματός ἐστι τὰ ἐφεξῆς. Ὁ μὲν γὰρ ἐκκλησιάζων καὶ πάντα συγκαλῶν τῷ κηρύγματι ὁ Παράκλητός ⟨…⟩στι, τὸ Πνεῦμα τῆς ἀληθείας, διὰ προφητῶν καὶ ἀποστόλων συνάγων τοὺς σωζομένους· ὧν ἐπειδὴ Εἰς ἅπασαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν· διὰ τοῦτό φησιν· Ἀκούσατε, πάντα τὰ ἔθνη, καὶ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Διὸ καὶ ἡ Ἐκκλησία ἐκ παντοδαπῶν ἐπιτηδευμάτων συνείλεκται, ἵνα μηδεὶς ἔξω τῆς ὠφελείας ἀπολειφθῇ. Τρεῖς γάρ εἰσι συζυγίαι τῶν κεκλημένων, ἐν αἷς ἅπαν τὸ τῶν ἀνθρώπων περιέχεται γένος· ἔθνη γὰρ οἱ κατοικοῦντες τὴν οἰκουμένην· γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων· πλούσιοι καὶ πένητες. Τίνα τοίνυν ἔξω καταλέλοιπε τῆς ἀκροάσεως; Οἱ ἀλλότριοι τῆς πίστεως διὰ τῶν ἐθνῶν ἐκλήθησαν. Οἱ ἐν τῇ Ἐκκλησίᾳ εἰσὶν, οἱ κατοικοῦντες τὴν οἰκουμένην. Γηγενεῖς οἱ τὰ γήινα φρονοῦντες, καὶ τῶν θελημάτων τῆς σαρκὸς ἀντεχόμενοι. Υἱοὶ τῶν ἀνθρώπων οἱ ἐπιμέλειάν τινα καὶ ἄσκησιν τοῦ λόγου ποιούμενοι· ἴδιον γὰρ τοῦ ἀνθρώπου τὸ λογικόν. Πλούσιοι καὶ πένητες αὐτόθεν ἔχουσι γνωριζομένην τὴν ἰδιότητα· οἱ μὲν ὑπερβαίνοντες τὴν κτῆσιν τῶν ἀναγκαίων, οἱ δὲ ἐν ἐνδείᾳ τούτων καθεστηκότες. Ἐπειδὴ δὲ ὁ ἰατρὸς τῶν ψυχῶν οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν, πρῶτον ἔταξεν ἐν τῇ κλήσει ἐν ἑκάστῃ συζυγίᾳ τὸ κατεγνωσμένον. Χείρονα γὰρ τὰ ἔθνη τῶν κατοικούντων τὴν οἰκουμένην· ἀλλ' ὅμως προτετίμηται εἰς τὴν κλῆσιν, ἵνα οἱ κακῶς ἔχοντες πρότερον μεταλάβωσι τῆς ἐκ τοῦ ἰατροῦ ὠφελείας. Πάλιν οἱ γηγενεῖς πρὸ τῶν υἱῶν τῶν ἀνθρώπων ἐτάχθησαν· καὶ πλούσιοι πρὸ τῶν πενήτων. Τὸ ἀπεγνωσμένον τάγμα, καὶ δύσκολον ἔχον τὴν σωτηρίαν, πρότερον κέκληται τῶν πτωχῶν. Τοιαύτη γὰρ ἡ τοῦ ἰατροῦ φιλανθρωπία τοῖς ἀσθενεστέροις· προτέροις μεταδίδωσι τῆς ὠφελείας. Ὁμοῦ δὲ καὶ εἰρήνης ἐστὶ συναγωγὸν ἡ κοινωνία τῆς κλήσεως, ὥστε τοὺς ἔχοντας τέως ἐκ τῶν ἐπιτηδευμάτων πρὸς ἀλλήλους ὑπεναντίως, τούτους διὰ τῆς Ἐκκλησίας προσεθισθῆναι ἀλλήλοις εἰς τὴν ἀγάπην. Γινωσκέτω γὰρ ὁ πλούσιος, ὅτι ὁμοτίμῳ κηρύγματι κέκληται πρὸς τὸν πένητα. Ἐπὶ τὸ αὐτὸ γὰρ, φησὶ, πλούσιος καὶ πένης. Ἔξω καταλιπὼν τὴν πρὸς τοὺς καταδεεστέρους ὑπεροχὴν, καὶ τὸ ἐκ τοῦ πλούτου φρύαγμα, οὕ-
all of it, so as from a vantage point to behold all the nations, and embrace with the eye the whole inhabited world? Who is a herald so mighty-voiced as to shout audibly to so many ears all together? What space is able to receive those assembling? How great is the teacher and of what sort in wisdom, so as to discover teachings worthy of so great a Church? Wait a little, and you will learn that what follows is worthy of the promise. For He Who holds the assembly and calls all things together by the proclamation is the Paraclete, the Spirit of truth, gathering through prophets and apostles those who are being saved; since of these Into all the earth their sound went out, and unto the ends of the inhabited world their words: therefore He says: Hear, all you nations, and all who inhabit the inhabited world. Wherefore the Church too has been gathered together out of pursuits of every kind, so that no one may be left outside of the benefit. For there are three pairs of those who are called, in which the entire race of men is comprised: for [they are] nations, those who inhabit the inhabited world; earthborn and the sons of men; rich and poor. Whom, therefore, has He left outside of the hearing? Those alienated from the faith were called through the nations. Those in the Church are they who inhabit the inhabited world. Earthborn are those who mind earthly things, and cling to the desires of the flesh. Sons of men are those who practise some care and exercise of reason; for rationality is proper to man. Rich and poor have their distinctive character recognized immediately of itself: the former exceeding the possession of necessities, the latter situated in want of these. And since the physician of souls did not come to call the righteous, rather sinners unto repentance, He placed first in the calling, in each pair, the condemned part. For the nations are worse than those who inhabit the inhabited world; yet nevertheless they have been honoured first unto the calling, so that those who are ill may partake first of the benefit from the physician. Again, the earthborn were ranked before the sons of men; and the rich before the poor. The despaired-of class, and the one holding salvation with difficulty, has been called before the poor. For such is the physician's love for mankind towards the weaker: to them first He imparts the benefit. And at the same time the fellowship of the calling is conducive to peace, so that those hitherto adversely disposed towards one another as a result of their pursuits may through the Church grow accustomed to one another unto love. For let the rich man know that by a proclamation of equal honour he has been called alongside the poor man. Rich and poor together, He says. Having left outside his superiority towards his inferiors, and the arrogance arising from wealth, thus