Migne Reading Room

PG 29 · cols. 412–421 · Read from the page

Homilies on the Psalms (the rest)

Homilies on the Psalms (the rest)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:412Read from the page
παλαιῶν διδαγμάτων τῆς πονηρίας, ὑπακούσασα τῷ διδάγματι, καὶ ἐπιλαθομένη τοῦ λαοῦ αὐτῆς, καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς, διηγεῖται τὰ περὶ αὐτῆς τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ἐπειδὴ εἶδε τὴν ἐν τῷ κρυπτῷ καθαρότητα, Πᾶσα, φησὶν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως, τουτέστι, τῆς Χριστοῦ νύμφης, τῆς γενομένης λοιπὸν διὰ τῆς υἱοθεσίας θυγατρὸς τοῦ βασιλέως, ἔσωθέν ἐστι. Προτρέπει ὁ λόγος ἐπὶ τὰ ἐνδοτάτω χωρεῖν τῆς ἐκκλησιαστικῆς δόξης μυστήρια, ὡς ἔνδον ὄντος τοῦ κάλλους τῆς νύμφης. Ὁ γὰρ εὐτρεπίζων ἑαυτὸν τῷ Πατρὶ τῷ βλέποντι ἐν τῷ κρυπτῷ, καὶ προσευχόμενος, καὶ πάντα πράσσων οὐ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, ἀλλὰ πρὸς τὸ μόνῳ φανερωθῆναι Θεῷ· οὗτος ἔχει πᾶσαν τὴν δόξαν ἔσωθεν, ὡς καὶ ἡ θυγάτηρ τοῦ βασιλέως. Καὶ τὰ κροσσωτὰ τοίνυν τὰ χρυσᾶ, οἷς περιβέβληται καὶ πεποίκιλται ὅλη, ἔσωθεν. Μηδὲν ζήτει ἐν τῷ ἔξω χρυσῷ καὶ τῇ σωματικῇ ποικιλίᾳ· ἀλλὰ περιβολὴν νόει τινὰ ἀξίαν κοσμῆσαι τὸν κατ' εἰκόνα τοῦ κτίσαντος, ὥς φησιν ὁ Ἀπόστολος· Ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος. Καὶ ὁ ἐνδυσάμενος δὲ Σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, μακροθυμίαν, πραότητα, ἔνδοθεν περιβέβληται, καὶ τὸν ἔσω ἄνθρωπον κεκόσμηται. Καὶ ὁ Παῦλος δὲ παραινεῖ ἐνδύσασθαι τὸν Κύριον Ἰησοῦν, οὐ κατὰ τὸν ἔξω ἄνθρωπον, ἀλλ' ἵνα τὸν νοῦν ἡμῶν ἡ τοῦ Θεοῦ μνήμη περισκεπάζῃ. Οἶμαι δὲ τὸ πνευματικὸν ἱμάτιον ἐξυφαίνεσθαι, ὅταν τῷ διδακτικῷ λόγῳ ἡ ἀκόλουθος ἐπιπλέκηται πρᾶξις. Ὥσπερ γὰρ τῷ στήμονι τῆς κρόκης ἐπιπλεκομένης τὸ σωματικὸν ἱμάτιον ἐξυφαίνεται· οὕτω τοῦ λόγου προϋφεστῶτος, εἰ ἀκολούθως αἱ πράξεις ἐπάγοιντο, σεμνοτάτη τις ἂν γένοιτο περιβολὴ τῆς ψυχῆς, λόγῳ καὶ ἔργῳ τὸν κατ' ἀρετὴν βίον συμπεπληρωμένον ἐχούσης. Κροσσοὶ δὲ ἀπαιωροῦνται τοῦ ἱματίου, νοητοὶ καὶ οὗτοι· διὸ καὶ χρυσοῖ εἶναι λέγονται. Ἐπειδήπερ ὁ λόγος πλείων ἐστὶ τοῦ ἔργου, οἱονεὶ κροσσός τίς ἐστιν ἀπὸ τοῦ πρὸς τὴν πρᾶξιν ὑφάσματος περισσεύων. Ἕπονται δὲ τῇ νύμφῃ τοῦ Κυρίου ψυχαί τινες, αἱ μὴ παραδεξάμεναι σπέρματα λόγων ἀλλοτρίων, αἵτινες ἀπενεχθήσονται τῷ βασιλεῖ, ἀκολουθοῦσαι τῇ νύμφῃ. Ἀκουέτωσαν δὲ καὶ αἱ τὴν παρθενίαν ἐπαγγελλόμεναι τῷ Κυρίῳ, ὅτι παρθένοι ἀπενεχθήσονται τῷ βασιλεῖ· παρθένοι δὲ, αἱ πλησίον οὖσαι τῆς Ἐκκλησίας, αἱ ὀπίσω αὐτῆς ἑπόμεναι, καὶ μὴ ἀποπλανώμεναι τῆς ἐκκλησιαστικῆς εὐταξίας. Ἀπενεχθήσονται δὲ αἱ παρθένοι ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως. Οὐχ αἱ κατηναγκασμένως ὑπελθοῦσαι τὴν παρθενίαν, οὐδὲ αἱ
ancient teachings of wickedness, having obeyed the teaching and forgotten her people and the house of her father, the Holy Spirit recounts the things concerning her. And since He saw her purity in secret, All, He says, the glory of the daughter of the King—that is, of the bride of Christ, who through adoption has henceforth become daughter of the King—is within. The word exhorts us to advance to the innermost mysteries of the glory of the Church, inasmuch as the beauty of the bride is within. For he who adorns himself for the Father Who sees in secret, and prays, and does all things not so as to be seen by men, but so as to be made manifest to God alone (Matt. 6:4, 6, 1)—this man has all his glory within, even as the daughter of the King. And the golden fringes, therefore, with which she is wholly clothed and arrayed in varied colours, are within. Seek nothing in outward gold and bodily variegation; rather, understand a certain vesture worthy to adorn one made according to the image of the Creator, as the Apostle says: Having stripped off the old man, and having put on the new, who is being renewed unto knowledge according to the image of the Creator (Col. 3:9-10). And he also who has put on bowels of compassion, kindness, humility of mind, long-suffering, meekness (Col. 3:12), is clothed from within, and is adorned in the inner man. And Paul also exhorts us to put on the Lord Jesus (Rom. 13:14), not according to the outer man, but so that the remembrance of God may shelter our mind round about. And I consider that the spiritual garment is woven out when correspondent action is interwoven with the instructive word. For just as when the woof is interwoven with the warp the bodily garment is woven out; so when the word subsists beforehand, if actions are brought in accordingly, there comes to be a most reverend vesture for the soul, possessing a life fulfilled in accordance with virtue in word and deed. And fringes hang down from the garment, spiritual ones they too; wherefore they are also said to be of gold. Since the word is greater than the deed, it is as it were a fringe remaining over from the fabric woven for action. Moreover, certain souls follow the bride of the Lord, which have not admitted seeds of alien words, and these shall be brought to the King, following the bride. Let those women also hear who profess virginity to the Lord, that virgins shall be brought to the King; virgins, namely, who are near the Church, who follow behind her and do not wander away from ecclesiastical good order. And the virgins shall be brought in gladness and exultation; they shall be led into the temple of the King. Not those who have entered upon virginity under compulsion, nor those who
PG 29:413Read from the page
ἐκ λύπης ἢ ἐξ ἀνάγκης καταδεξάμεναι τὸν σεμνὸν βίον, ἀλλ' αἱ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἐπὶ τῷ τοιούτῳ κατορθώματι χαίρουσαι, αὗται ἀπενεχθήσονται τῷ βασιλεῖ, καὶ ἀχθήσονται οὐκ εἰς τὸν τυχόντα τόπον, ἀλλ' εἰς τὸν ναὸν τοῦ βασιλέως. Τὰ γὰρ ἱερατικὰ σκεύη, ἃ οὐκ ἐμόλυνεν ἀνθρωπίνη χρῆσις, εἰς τὰ ἅγια τῶν ἁγίων εἰσενεχθήσεται, καὶ ἐξουσίαν ἕξει τῆς εἰς τὰ ἄδυτα παρόδου, ὅπου βέ-
out of grief or out of necessity have accepted the reverend life, but those who rejoice in gladness and exultation over such a virtuous achievement—these shall be brought to the King, and shall be led not into a commonplace spot, but into the temple of the King. For the priestly vessels, which human use has not defiled, shall be brought into the holy of holies, and shall have right of entry into the innermost shrines, where
12. Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Ἐπειδὴ ἄνω προσετάχθη ἐπιλαθέσθαι τοῦ λαοῦ, καὶ τοῦ οἴκου τοῦ πατρὸς, εἰς ἀντίδοσιν τῆς ὑπακοῆς νῦν ἀντὶ τῶν πατέρων λαμβάνει υἱοὺς, ἐν τηλικούτοις ἀξιώμασι διαπρέποντας, ὥστε καταστῆναι αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Τίνες οὖν οἱ υἱοὶ τῆς Ἐκκλησίας; Ἤτοι οἱ υἱοὶ τοῦ Εὐαγγελίου, οἱ πάσης τῆς γῆς ἄρξαντες. Εἰς πᾶσαν γὰρ, φησὶ, τὴν οἰκουμένην ἐξῆλθεν ὁ φθόγγος αὐτῶν· καὶ, Καθεσθήσονται ἐπὶ δώδεκα θρόνους, καὶ κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ἐὰν δέ τις πατέρας τῆς νύμφης λάβῃ τοὺς πατριάρχας, καὶ οὕτως ὁ λόγος τῶν ἀποστόλων οὐ διαπίπτει. Ἀντὶ γὰρ ἐκείνων ἐγεννήθησαν αὐτῇ υἱοὶ διὰ τοῦ Χριστοῦ, οἱ ποιοῦντες τὰ ἔργα τοῦ Ἀβραάμ· καὶ διὰ τοῦτο ἰσότιμοι αὐτοῖς χρηματίζοντες, ἐκ τοῦ πεποιηκέναι τὰ αὐτὰ ἐκείνοις, ἀφ' ὧν τῶν μεγάλων τιμῶν ἠξιώθησαν οἱ πατέρες. Ἄρχοντες μέντοι εἰσὶν ἁπάσης τῆς γῆς οἱ ἅγιοι διὰ τὴν πρὸς τὸ καλὸν οἰκείωσιν, αὐτῆς τῆς τοῦ καλοῦ φύσεως περιτιθείσης αὐτοῖς τὸ πρωτεῖον, ὡς περιέθηκε τῷ Ἰακὼβ τὴν κατὰ τοῦ Ἠσαῦ ἐξουσίαν. Γίνου γὰρ, φησὶ, κύριος τοῦ ἀδελφοῦ σου. Οἱ τοίνυν ἰσότιμοι τοῖς πατράσι γενόμενοι, καὶ τὴν κατὰ πάντων ὑπεροχὴν διὰ τὴν τῆς ἀρετῆς ἄσκησιν προσλαβόντες, καὶ υἱοὶ τῆς Χριστοῦ νύμφης εἰσὶ, καὶ παρὰ τῆς ἰδίας μητρὸς καθίστανται ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆν. Σκόπει δέ μοι τὴν ἐξουσίαν τῆς βασιλίδος, ὅση τις ἐπ' αὐτῆς ἐστι· χειροτονεῖν ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς
12. Instead of your fathers, your sons were born; you shall appoint them rulers over all the earth. Since above she was commanded to forget her people and the house of her father, in recompense for her obedience she now receives instead of fathers sons who excel in such great dignities that they are appointed rulers over all the earth. Who, then, are the sons of the Church? Assuredly the sons of the Gospel, who have ruled over all the earth. For into all the inhabited earth, it says, their sound went forth (Ps. 18:5); and, They shall sit upon twelve thrones, and judge the twelve tribes of Israel (Matt. 19:28). And even if one takes the fathers of the bride to be the patriarchs, in this way too the account of the apostles does not fall to the ground. For instead of those men there were born to her through Christ sons who do the works of Abraham (John 8:39); and who therefore rank as equal in honour to them, from having done the same things as those on account of which the fathers were deemed worthy of great honours. Moreover, the saints are rulers of all the earth through their kinship with the good, the very nature of the good conferring upon them the primacy, even as it conferred upon Jacob authority over Esau: For become, it says, lord of your brother (Gen. 27:29). Those, therefore, who have become equal in honour to the fathers, and have gained pre-eminence over all through the practice of virtue, are both sons of the bride of Christ and are appointed by their own mother rulers over all the earth. Consider, pray, the authority of the queen, how great it is in her case: to ordain rulers over all the earth. I shall remember Thy name in every generation and generation. Therefore peoples shall confess to Thee unto the age and unto
PG 29:416Read from the page
ΕΙΣ ΤΟΝ ΜΕʹ ΨΑΛΜΟΝ.
On the Forty-Fifth Psalm.
Εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορέ· ὑπὲρ τῶν κρυφίων ψαλμός.
Unto the end, in behalf of the sons of Korah; a psalm concerning hidden things.
1. Προφητείαν μοι δοκεῖ περιέχειν ὁ ψαλμὸς περὶ τῶν κατὰ τὸ τέλος. Ὅπερ τέλος εἰδὼς καὶ ὁ Παῦλος, φησίν· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ἢ ἐπειδὴ αἱ πράξεις ἡμῶν ἀπάγουσιν ἡμᾶς πρὸς τὸ τέλος, ἑκάστη τὸ οἰκεῖον ἑαυτῇ, ἡ μὲν ἀγαθὴ πρὸς τὴν μακαριότητα, ἡ δὲ φαύλη πρὸς τὴν αἰωνίαν κατάκρισιν· αἱ δὲ παρὰ τοῦ Πνεύματος ἐν τῷ ψαλμῷ τούτῳ παραδιδόμεναι συμβουλαὶ πρὸς τὸ ἀγαθὸν τέλος ἀπάγουσι τοὺς πειθομένους· τούτου ἕνεκεν ἐπιγέγραπται Εἰς τὸ τέλος· ὡς τῆς ἀναφορᾶς τῶν διδαγμάτων ἐπὶ τὸ μακάριον τέλος τῆς ἀνθρωπίνης ζωῆς ὑπαρχούσης. Ὑπὲρ τῶν υἱῶν Κορέ. Τοῖς δὲ υἱοῖς Κορὲ καὶ οὗτος εἴρηται ὁ ψαλμὸς, οὓς οὐ διαιρεῖ τὸ Πνεῦμα τὸ ἅγιον, διότι ὥσπερ μιᾷ ψυχῇ καὶ μιᾷ φωνῇ μετὰ πάσης τῆς πρὸς ἀλλήλους συμφωνίας τοὺς προφητικοὺς λόγους προῖεντο· μηδὲν τοῦ ἑτέρου αὐτῶν παρὰ τοὺς λοιποὺς προφητεύσαντος, ἀλλ' ἴσου αὐτοῖς τοῦ προφητικοῦ χαρίσματος δωρηθέντος διὰ τὸ ἴσον αὐτῶν τῆς πρὸς ἀλλήλους εἰς τὰ καλὰ διαθέσεως. Ὑπὲρ δὲ τῶν κρυφίων εἴρηται ὁ ψαλμός· τουτέστιν, ὑπὲρ ἀποῤῥήτων, καὶ τῶν ἐν μυστηρίῳ κεκρυμμένων. Γενόμενος δὲ ἐν τοῖς κατὰ μέρος ῥητοῖς τοῦ ψαλμοῦ, μαθήσῃ τὸ κεκρυμμένον τῶν λόγων· καὶ ὅτι οὐ τοῦ τυχόντος ἐστὶν ἐνιδεῖν τοῖς θείοις μυστηρίοις, ἢ μόνου τοῦ δυναμένου γενέσθαι τῆς ἐπαγγελίας ἐναρμόνιον ὄργανον, ὥστε ἀντὶ ψαλτηρίου κινεῖσθαι αὐτοῦ τὴν ψυχὴν ὑπὸ τοῦ ἐνεργοῦντος αὐτῇ ἁγίου Πνεύματος. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Πολλῆς βοηθείας δέεται πᾶς ἄνθρωπος, διὰ τὴν ἐκ φύσεως προσοῦσαν αὐτῷ ἀσθένειαν, πολλῶν αὐτῷ προσπιπτόντων ἀνιαρῶν καὶ ἐπιπόνων. Τὴν οὖν ἐκ πάντων τῶν περιστατικῶν καταφυγὴν ἐπιζητῶν, ὥσπερ ἐπὶ ἄσυλον φεύγων χωρίον, ἢ ἐπί τινα κορυφὴν ὀξεῖαν καρτερῷ τείχει περιειλημμένην καταφεύγων, διὰ τὴν τῶν πολεμίων ἐπιδρομήν· οὕτως ἐπὶ τὸν Θεὸν καταφεύγει, μόνην εἶναι ἡγούμενος ἀνάπαυσιν τὴν ἐν αὐτῷ διαμονήν. Ὅτι μὲν οὖν ἐπὶ τὸν Θεὸν ἡ καταφυγὴ παρὰ πᾶσιν ὡμολόγηται, πολλὴν δὲ πλάνην καὶ σύγχυσιν ὁ ἐχθρὸς ἐνεποίησε περὶ τὴν τοῦ σώζοντος ἐκλογήν. Ἐπιβουλεύων γὰρ ὡς πολέμιος, πάλιν τοὺς ἐπιβουλευθέντας ἐξαπατᾷ, αὐτῷ προσφεύγειν ὡς φύλακι, ὥστε διπλοῦν αὐτοῖς περιίστασθαι τὸ κακόν· ἢ βιαίως ληφθεῖσιν, ἢ ἐξ ἀπάτης ἀπολομένοις. Διὰ τοῦτο πρὸς δαίμονας καὶ
1. The psalm seems to me to contain a prophecy concerning the things at the end. Knowing which end, Paul also says: Then comes the end, when He hands over the kingdom to God and the Father (1 Cor. 15:24). Or since our actions lead us off towards an end, each action to the end proper to itself—the good action towards blessedness, and the base towards eternal condemnation—and since the counsels handed down by the Spirit in this psalm lead those who obey off towards the good end; on this account it has been inscribed Unto the end, inasmuch as the reference of its teachings is towards the blessed end of human life. In behalf of the sons of Korah. For the sons of Korah this psalm too has been spoken, whom the Holy Spirit does not divide, because as though with one soul and one voice, with complete harmony towards one another, they uttered forth their prophetic words; none of them prophesying differently beyond the rest, but an equal prophetic gift having been bestowed upon them on account of the equality of their disposition towards one another for what is noble. And the psalm is spoken concerning hidden things; that is, concerning things unutterable and hidden in mystery. When you enter into the particular sayings of the psalm, you will learn what is hidden in the words; and that it belongs not to any chance person to gaze into the divine mysteries, save to him alone who is able to become a harmonious instrument of the promise, so that in place of a psaltery his soul is moved by the Holy Spirit working within it. Our God is refuge and strength, a helper in afflictions that have found us exceedingly. Every human being stands in need of much help, on account of the weakness naturally present in him, as many grievous and painful things befall him. Seeking, therefore, refuge from all surrounding troubles, just as one fleeing to an inviolable place, or taking refuge upon some sharp summit encompassed by a strong wall because of the incursion of enemies, so he flees for refuge to God, deeming abidance in Him to be the sole rest. Now that refuge is in God is acknowledged among all, yet the enemy has brought in great error and confusion concerning the choice of the one who saves. For plotting against men as a foe, he again deceives those plotted against into fleeing to him as a guardian, so that a twofold evil encompasses them: either being taken by force, or perishing through deceit. On this account, to demons and
Notes, col. 416

On the reading

Printed προῖεντο, for προΐεντο.

PG 29:417Read from the page
εἴδωλα καταφεύγουσιν οἱ ἄπιστοι, τοῦ ὄντως Θεοῦ τὴν γνῶσιν ὑπὸ τῆς παρὰ τοῦ διαβόλου γενομένης αὐτοῖς συγχύσεως ἀφαιρεθέντες. Καὶ οἱ ἐπιγινώσκοντες δὲ τὸν Θεὸν περὶ τὴν τῶν πραγμάτων διάκρισιν σφάλλονται, ἀπαιδεύτως τὰς αἰτήσεις τῶν συμφερόντων ποιούμενοι, καὶ αἰτοῦντές τινα ὡς ἀγαθὰ, οὐκ ἐπὶ συμφέροντι πολλάκις αὐτῶν, καὶ φεύγοντες ἄλλα ὡς πονηρὰ, πολλὴν αὐτοῖς ἐνίοτε τὴν ὠφέλειαν φέροντα. Οἷον, νοσεῖ τις; Φεύγων τὸ ἐκ τῆς νόσου ἐπίπονον, εὔχεται τὴν ὑγίειαν. Ἀπέβαλε χρήματα; Περιώδυνός ἐστι τῇ ζημίᾳ. Ἔστι δὲ πολλάκις καὶ ἡ νόσος ὠφέλιμος, ὅταν παιδαγωγεῖν μέλλῃ τὸν ἁμαρτάνοντα· καὶ ἡ ὑγίεια βλαβερὰ, ὅταν ἐφόδιον γίνηται πρὸς ἁμαρτίαν τῷ ἔχοντι. Οὕτω καὶ χρήματα ἤδη τισὶν ὑπηρεσία πρὸς ἀκολασίαν ἐγένετο· καὶ πενία πολλοὺς ἐσωφρόνισε τῶν ὡρμημένων κακῶς. Μήτε οὖν φύγῃς ἃ μὴ δεῖ, μήτε προσφύγῃς ᾧ μὴ δεῖ. Ἀλλ' ἕν σοι φευκτὸν ἤτω, ἡ ἁμαρτία, καὶ μία καταφυγὴ ἐκ τῶν κακῶν, ὁ Θεός. Μὴ πεποίθετε ἐπ' ἄρχοντας· μὴ ἐπαίρεσθε ἐπὶ πλούτου ἀδηλότητι· μὴ φρονεῖτε ἐπὶ δυνάμει σώματος· μὴ τῆς ἀνθρωπίνης δόξης τὸ
idols the unbelievers flee to for refuge, having been deprived of the knowledge of Him Who truly is God by the confusion brought upon them from the devil. And even those who recognize God err concerning the discernment of things, making their requests for what is expedient without instruction, both asking for certain things as good, often not to their advantage, and fleeing other things as evil, though these sometimes bring them great benefit. For instance, is someone sick? Fleeing the painfulness that comes from the sickness, he prays for health. Has he lost money? He is racked with pain at the loss. Yet oftentimes even sickness is beneficial, when it is about to discipline the sinner; and health is harmful, when it becomes a provision towards sin for him who possesses it. Thus money too has ere now become for certain people an instrument towards licentiousness; and poverty has brought to their senses many of those rushing headlong into evil. Neither, therefore, flee things which one ought not, nor flee for refuge to what one ought not. Rather, let one thing be to you an object of flight, sin, and one refuge out of evils, God. Do not put your trust in rulers; do not be lifted up at the uncertainty of wealth; do not pride yourselves on strength of body; do not, of human glory, the
2. Ὁ Θεὸς οὖν ἡμῶν καταφυγὴ καὶ δύναμις. Τῷ δυναμένῳ λέγειν, Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, δύναμίς ἐστιν ὁ Θεός. Πολλῶν μὲν οὖν ἐστιν εἰπεῖν, Ὁ Θεὸς ἡμῶν καταφυγή· καὶ τὸ, Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν· τὸ δὲ ἀπὸ τῆς αὐτῆς διαθέσεως εἰπεῖν τῷ Προφήτῃ πάνυ ὀλίγων. Ὀλίγοι γὰρ οἱ μὴ τεθαυμακότες τὰ ἀνθρώπινα, ἀλλ' ὅλοι ἠρτημένοι τοῦ Θεοῦ, καὶ αὐτὸν ἀναπνέοντες, καὶ πᾶσαν ἐλπίδα καὶ πεποίθησιν ἔχοντες. Καὶ ἐλέγχει γε ἡμᾶς τὰ πράγματα, ὅταν ἐν ταῖς θλίψεσιν ἐπὶ πάντα μᾶλλον ἢ ἐπὶ τὸν Θεὸν τρέχωμεν. Νοσεῖ τὸ παιδίον; Καὶ σὺ τὸν ἐπαοιδὸν περισκοπεῖς, ἢ τὸν τοὺς περιέργους χαρακτῆρας τοῖς τραχήλοις τῶν ἀναιτίων νηπίων περιτιθέντα· ἢ τό γε τελευταῖον ἐπὶ τὸν ἰατρὸν ἔρχῃ καὶ τὰ φάρμακα, τοῦ δυναμένου σώζειν καταμελήσας. Κἂν ἐνύπνιόν σε ἐκταράξῃ, πρὸς τὸν ὀνειροσκόπον τρέχεις. Κἂν φοβηθῇς ἐχθρὸν, προστάτην ἕνα τῶν ἀνθρώπων περινοεῖς. Καὶ ὅλως ἐφ' ἑκάστης χρείας ἐλέγχῃ, ῥήματι μὲν τὸν Θεὸν ὀνομάζων καταφυγὴν, ἔργῳ δὲ τὴν ἐκ τῶν ἀνωφελῶν καὶ ματαίων βοήθειαν ἐπισπώμενος. Ἔστι δὲ τῷ δικαίῳ ἀληθινὴ βοήθεια ὁ Θεός. Ὥσπερ τις στρατηγὸς ὁπλιτικὸν γενναῖον ἐξηρτημένος ἕτοιμος ἀεὶ βοηθεῖν τῷ καταπονουμένῳ μέρει· οὕτως ὁ Θεὸς βοηθὸς ἡμῶν ἐστι, καὶ
2. Our God, therefore, is our refuge and strength. For him who is able to say, I have strength for all things in Christ Who strengthens me, God is strength. Now it belongs to many to say, Our God is our refuge; and that saying, Lord, Thou hast become a refuge for us; yet to say it from the same disposition as the Prophet belongs to very few. For few are those who have not marvelled at human things, who instead depend wholly upon God, and breathe Him, and have every hope and confidence [in Him]. Indeed, the facts themselves convict us, whenever in afflictions we run to all things rather than to God. Is the little child sick? And you look around for the enchanter, or for the one who places curious characters around the necks of innocent infants; or at any rate, at the last you go to the physician and medicines, having neglected Him Who is able to save. And if a dream troubles you, you run towards the interpreter of dreams. And if you fear an enemy, you cast about in thought for some one among men as a patron. And altogether, upon every need you are convicted, in word naming God a refuge, while in deed drawing to yourself help from unprofitable and vain things. Yet for the righteous man, true help is God. Just as some general who has attached to himself a noble force of heavy-armed soldiers is ever ready to bring aid to the hard-pressed part; so God is our helper, and
PG 29:420Read from the page
σύμμαχος παντι τῷ στρατευομένῳ κατὰ τῆς μεθοδείας τοῦ διαβόλου, ἀποστέλλων τὰ λειτουργικὰ πνεύματα πρὸς τὴν σωτηρίαν τῶν δεομένων. Εὑρίσκει δὲ ἡ θλίψις πάντα τὸν δίκαιον διὰ τὴν τοῦ βίου ἐπιτήδευσιν. Ὁ γὰρ ἐκκλίνων μὲν τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν, ὁδεύων δὲ τὴν στενὴν καὶ τεθλιμμένην, εὑρίσκεται ὑπὸ τῶν θλίψεων. Ἐμψύχως τὸν λόγον ἐσχημάτισεν ὁ Προφήτης εἰπών· Ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Ὥσπερ γὰρ ζῶα ἔμψυχα καταλαμβάνουσιν ἡμᾶς, ἐργαζόμεναι ὑπομονὴν, καὶ διὰ τῆς ὑπομονῆς δοκιμὴν, καὶ διὰ τῆς δοκιμῆς ἐλπίδα. Ὅθεν καὶ ὁ Ἀπόστολός φησι· Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ, Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. Ἀλλ' ὁ γενναίως καὶ ἀταράχως τὸν ἐκ τῆς θλίψεως πειρασμὸν ὑπομείνας ἐρεῖ, ὅτι Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Καὶ τοσοῦτον ἀπέχει ἀπαυδᾷν καὶ ἀποκνεῖν ἐν ταῖς θλίψεσιν, ὅτι καὶ καυχήματος ἀφορμὴν τὸ ὑπερβάλλον τῶν κακῶν ποιεῖται λέγων, ὅτι Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσι.
an ally to everyone who wages war against the wiles of the devil, sending forth the ministering spirits towards the salvation of those in need. Yet affliction finds every righteous man on account of the way of life that he pursues. For he who turns aside from the broad and spacious road, and walks along the narrow and straitened one, is found by afflictions. Vividly has the Prophet shaped the expression in saying: In afflictions that have found us exceedingly. For just like living creatures they overtake us, working endurance, and through endurance proven character, and through proven character hope. Whence also the Apostle says: Through many afflictions we must enter into the kingdom of God; and, Many are the afflictions of the righteous. Yet he who has nobly and undisturbedly endured the trial arising from affliction will say that In all these things we are more than conquerors through Him Who loved us. And so far is he from fainting and shrinking back in afflictions, that he even makes the excess of evils an occasion of boasting, saying that Not only so, we also boast in afflictions.
3. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. Μέγα ἐπιδείκνυται τὸ στερέωμα τῆς εἰς Χριστὸν πεποιθήσεως ὁ Προφήτης, ὅτι κἂν πάντα ἄνω καὶ κάτω γίνηται, κἂν ἡ γῆ στρέφηται ταρασσομένη, κἂν τὰ ὄρη τὴν οἰκείαν ἕδραν καταλιπόντα, πρὸς τὰ μέσα μεθίσταται τῆς θαλάσσης· Οὐ φοβηθησόμεθα, διὰ τὸ ἔχειν τὸν Θεὸν καταφυγὴν καὶ δύναμιν καὶ βοηθὸν ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Τίνος οὕτως ἀπτόητος ἡ καρδία, τίνος οὕτως ἀτάραχοι οἱ λογισμοὶ, ὥστε ἐν τῇ τηλικαύτῃ συγχύσει τετάσθαι τῇ διανοίᾳ πρὸς τὸν Θεὸν, καὶ διὰ τὴν πρὸς αὐτὸν ἐλπίδα, ἐπὶ μηδενὶ τῶν γινομένων ἐκπλήττεσθαι; Ἡμεῖς δὲ ἀνθρώπου ὀργὴν οὐχ ὑπομένομεν· ἢ κυνὸς ἐπιδραμόντος, ἢ ἄλλου τινὸς θηρίου, οὐ πρὸς Θεὸν ἀποβλέπομεν τὸν βοηθὸν ἡμῶν ἐν ταῖς θλίψεσιν, ἀλλὰ διαπτοηθέντες πρὸς ἑαυτοὺς ἐπιστρεφόμεθα. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν. Εἶπε γῆς ταραχὴν, καὶ ὀρῶν μετάθεσιν· λέγει καὶ θαλάσσης σάλον καὶ ἀνατροπὴν, μέσον τῶν ὀρέων τοῖς πελάγεσιν ἐμπιπτόντων. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν· τῶν θαλασσῶν δηλονότι. Ἐπὶ πλέον δὲ ποιεῖται τὴν ἐν τοῖς ὕδασι ταραχὴν αὐτὰ τὰ ὄρη μὴ ἐνιδρυμένα τῇ θαλάσσῃ, ἀλλὰ τῷ οἰκείῳ σάλῳ πολὺν ἐμποιοῦντα τὸν κλόνον τοῖς ὕδασιν. Ὅτε τοίνυν ἡ μὲν γῆ ταράσσεται, ὕδατα δὲ θαλασσῶν ἠχήσει καὶ ἀναβρασθήσεται ἐκ βυθῶν, ὄρη δὲ μετατίθεται καὶ πολὺν ὑπομένει τὸν τάραχον, διὰ τὸ ὑπερβάλλον τῆς δυνάμεως τοῦ Κυρίου· τότε, φησὶν, ἀπτόητος ἡμῶν ἡ καρδία τοῦ ἀσ-
3. Therefore we shall not fear when the earth is troubled, and mountains are transposed into the hearts of seas. Great is the firmness of confidence in Christ that the Prophet displays, because even if all things should be turned upside down, even if the earth should be overturned in turmoil, even if the mountains, leaving behind their own seat, are transposed towards the midst of the sea: We shall not fear, on account of having God as refuge and strength and helper in afflictions that have found us exceedingly. Whose heart is so undismayed, whose thoughts are so untroubled, as in so great a confusion to stay intent in mind towards God, and through hope towards Him to be struck with panic at none of the things taking place? Yet we do not endure a man's wrath; or when a dog rushes at us, or some other wild beast, we do not look away towards God our helper in afflictions, rather in terror we turn back towards ourselves. Their waters roared and were troubled. He spoke of turmoil of earth, and transposition of mountains; he speaks also of tossing and upheaval of sea, as the mountains fall into the midst of the open seas. Their waters roared and were troubled: namely, those of the seas. Moreover, the mountains themselves make the turmoil in the waters all the greater, not being planted fast in the sea, rather by their own tossing producing a great agitation in the waters. When therefore the earth is troubled, and waters of seas shall roar and boil up out of the depths, and mountains are transposed and undergo great turmoil, on account of the surpassing greatness of the power of the Lord: then, he says, our heart is undismayed, so as to have un-
Notes, col. 420

On the reading

Printed παντι, for παντὶ.

PG 29:421Read from the page
φαλεῖς καὶ βεβαίας ἔχειν ἐπὶ Θεὸν τὰς ἐλπίδας. Ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Δύνασαι καὶ τροπικῶς ἐκλαβεῖν τὴν διάνοιαν τοῦ ῥητοῦ, ὄρη ὀνομάζων τοὺς μεγαλοφρονοῦντας ἐπὶ τῷ ἑαυτῶν μεγέθει, ἀγνοοῦντας δὲ τὴν τοῦ Θεοῦ κραταιότητα, καὶ ὑπερυψουμένους κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, εἶτα νικωμένους ὑπὸ τῶν μετὰ δυνάμεως καὶ σοφίας πρεσβευόντων τὸν τῆς σοφίας λόγον, καὶ μετὰ τὴν συναίσθησιν τῆς ἑαυτῶν πτωχείας φοβουμένους τὸν Κύριον, καὶ ὑποταπεινουμένους τῇ κραταιότητι αὐτοῦ. Ἢ τάχα καὶ οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου, καὶ πατέρες τῆς ἀπολλυμένης σοφίας, ὄρη καὶ αὐτοὶ λέγονται, ταρασσόμενοι ἐν τῇ τοῦ Χριστοῦ κραταιότητι, ἣν ἐν τῷ ἀγῶνι διὰ τοῦ σταυροῦ πρὸς τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου ἐπεδείξατο. Ἀπεκδυσάμενος γὰρ, ὥσπερ τις γενναῖος ἀγωνιστὴς, κατεπάλαισε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ Ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν τῷ ξύλῳ.
unerring and steadfast hopes upon God. The mountains were troubled in His might. You can also take the meaning of the saying figuratively, calling mountains those who are high-minded over their own greatness, while ignorant of the might of God, and who exalt themselves against the knowledge of God, then are overcome by those who with power and wisdom act as ambassadors for the word of wisdom, and after the realization of their own poverty fear the Lord, and humble themselves under His might. Or perhaps even the rulers of this age, and fathers of the wisdom that perishes, are themselves also called mountains, being troubled in the might of Christ, which in the contest through the cross He displayed against him who held the power of death. For having stripped Himself, like some noble contestant, He wrestled down the principalities and the authorities, and He made a public example of them in boldness, having triumphed over them on the wood.
4. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Τὰ μὲν ἁλμυρὰ ὕδατα σφοδρῶς ὑπὸ τῶν πνευμάτων ἐκταρασσόμενα ἤχησαν καὶ ἐταράχθησαν· τὰ δὲ τοῦ ποταμοῦ ὁρμήματα ἀψοφητὶ προϊόντα, καὶ ἡσυχῆ τοῖς ἀξίοις τῆς ὑποδοχῆς ἐπιῤρέοντα, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Καὶ νῦν ὁ δίκαιος πίνει τὸ ζῶν ὕδωρ, καὶ ὕστερον δὲ πίεται ἀφθονώτερον, ἡνίκα ἂν πολιτογραφηθῇ ἐν τῇ πόλει τοῦ Θεοῦ. Ἀλλὰ νῦν μὲν δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι πίνει, διὰ τὴν κατὰ βραχὺ κατάληψιν τῶν θείων θεωρημάτων· τότε δὲ ὁμοῦ πλημμυροῦντα τὸν ποταμὸν ὑποδέξεται, πᾶσαν δι' εὐφροσύνης ἐπικλύζειν δυνάμενον τὴν πόλιν τοῦ Θεοῦ. Τίς δ' ἂν εἴη ὁ ποταμὸς τοῦ Θεοῦ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ τῆς πίστεως τῶν εἰς Χριστὸν πεπιστευκότων ἐγγινόμενον τοῖς ἀξίοις; Ὁ γὰρ πιστεύων, φησὶν, εις ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι· καὶ πάλιν· Ἐάν τις πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δίδωμι, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Οὗτος τοίνυν ὁ ποταμὸς εὐφραίνει πᾶσαν ὁμοῦ τὴν πόλιν τοῦ Θεοῦ, ἤτοι τὴν Ἐκκλησίαν τῶν τὸ πολίτευμα ἐχόντων ἐν οὐρανοῖς· ἢ πᾶσαν τὴν νοητὴν κτίσιν ἀπὸ τῶν ὑπερκοσμίων δυνάμεων μέχρι τῶν ἀνθρωπίνων ψυχῶν πόλιν χρὴ νοεῖν εὐφραινομένην ὑπὸ τῆς ἐπιῤῥοῆς τοῦ ἁγίου Πνεύματος. Ὁρίζονται γάρ τινες πόλιν εἶναι σύστημα ἱδρυμένον, κατὰ νόμον διοικούμενον. Ἐφαρμόζει δὲ καὶ τῇ ἄνω Ἱερουσαλὴμ τῇ ἐπουρανίῳ πόλει ὁ ἀποδοθεὶς ὅρος τῆς πόλεως. Σύστημα γὰρ κἀκεῖ τῶν πρωτοτόκων, τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς· καὶ ἱδρυμένον τοῦτο διὰ τὸ ἀμετακίνητον τῆς διαγωγῆς τῶν ἁγίων, καὶ κατὰ νόμον τὸν οὐράνιον διοικούμενον. Τὴν τοίνυν διάταξιν ἐκείνης τῆς πολιτείας, καὶ πᾶσαν τὴν διακόσμησιν καταμαθεῖν, οὐδεμιᾶς ἐστιν ἀνθρωπίνης
4. The rushings of the river gladden the city of God. On the one hand, the salt waters, violently stirred up by the winds, roared and were troubled; on the other hand, the rushings of the river, advancing noiselessly, and flowing gently upon those worthy of receiving them, gladden the city of God. Even now the righteous man drinks the living water, and hereafter too he shall drink more abundantly, whenever he is enrolled as a citizen in the city of God. Yet now indeed he drinks through a mirror and in a riddle, on account of the gradual apprehension of divine contemplations; whereas then he shall receive the river flooding all together, able through gladness to inundate the whole city of God. And what could the river of God be other than the Holy Spirit, coming to dwell in the worthy out of the faith of those who have believed in Christ? For he who believes, He says, in Me, rivers shall flow out of his belly; and again: If anyone drinks of the water which I give, there shall become in him a spring of water leaping unto eternal life. This river, therefore, gladdens the whole city of God all together, that is to say, the Church of those who have their citizenship in the heavens; or else one ought to understand the whole intelligible creation, from the supramundane powers down to human souls, as a city gladdened by the influx of the Holy Spirit. For certain people define a city to be an established body, governed according to law. And the definition of the city thus rendered applies also to the Jerusalem above, the heavenly city. For there too is a body of the firstborn, who are enrolled in the heavens; and this is established on account of the immovability of the way of life of the saints, and governed according to the heavenly law. To learn thoroughly, therefore, the ordering of that polity, and all its arrangement, belongs to no human
Notes, col. 421

On the reading

Printed εις, for εἰς.